In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπιστυγνάζει μὲν ὥσπερ τοῖς παθοῦσι τὴν αἰχμαλωσίαν, ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι [*](d) κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα.

Καὶ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὰ ἐκ τῆς ἱστορίας [*](e) εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πὼς εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. μένους. προτρέπει τοίνυν ἀποδραμεῖν ὡς [*](a 668 A.) ἐκ γῆς βοῤῥα, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἢν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ’ ἂν ἔχοι κάτοικον [*](Rom. xii. 11.) ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος Δαυείδ ‘‘Πεπυρωμένον τὸ λόγιόν [*](Ps. cxviii. 140.) “σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ἔφη [*](8. τῇ τοῦ πολέμου προσβολῇ C. ταῖς τῶν πολεμίων προσβολαῖς Edd. 10. ὀνομάζει χώραν hoc ordine C.b. 12, ἕω b. invitis C.D. 15. ὁ λόγος δὲ inv. ordine C. 17. καταλγυνομένου C. καταγλυκαινομένου Edd. δὲ erasum est in C. 21. καταλγυνομένου Edd. 23. διὰ assumptum ex B.C. 27. μακάριος assumptum ex C. 28 — 306. 3. Haec ἔφη δέ που — πέτραν; accesserunt ex C.)

306
δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν [*](Hier. xxiii. 29.) “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ “ὡς πέλυξ κόπτων πέτραν ;” οὐκοῦν ὁ τὸν ζέοντα καὶ [*](b) πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν [*](S. Matth. xxiv. 12.) διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦλος θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ’ ἃν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον, καὶ οἱονεί πὼς καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς. δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς [*](c) ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιῶν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς [*](S.Joan. x 16) εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι “Καὶ ἄλλα “πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα [*](d) “δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.”

Διότι τάδε λέγει Κύριος παντοκράτωρ ’Οπίσω δόξης ἀπέσταλκέ με ἐμ τὰ ἔθνη τά σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

Ὅτι μὲν ἐπήμυνε τε καὶ ἐλυτροῦτο Χριστὸς καὶ τοὺς [*](5. καταψυχθήσεσθαι C. καταψυγήσεσθαι Εdd. ψυγήσ. Cat. Niketae in cxviii. 6. καὶ ὁ μακάριος ἔφη παῦλος B.C. Cat. Niketae. Pont. ἔφη correxit Aub. Statim καὶ ἡ add. Aub. 7—11. Citat Nik. in Ps. 12. Assumpta τῶν τοιούτων ex C., καὶ ex C.D. 13. ἀλλοτρίας C.D. βοῤῥᾶ Edd. Statim τοῖς ἀπεψυγμένοις (sic) prima manu C. τῆς om. D. 14. μεταφοιτᾶν] + δὲ Edd. invitis C.D. ἀληθὲς C.D. ἀληθινὸν ακοπευτήριον Edd. 15. μὲν assumptum ex C. τὸ] + τῷ Edd. iuvito C. 16. τῆ om. C. τε assumptum ex C. 19. που assumptum ex C. 21. δεϊ με hoc ordine C. γενήσονται C. γενήσεται Edd. εἷς] καὶ εἷς Edd. invitis B.C. 22. ἐξαπέσταλκε F. (42.))

307
πάλαι λαοὺς, ἐνδοιάσειεν ἃν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρεκείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πετρὰ δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι’ οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφιβάλλειν, [*](e) ὅτι δι’ αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος; πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί. καὶ ψευδοεπήσειεν ἃν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, ‘‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, καθὰ γέγραπται, [*](Phil. ii. 6.) καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπείνωκεν [*](a 669 A. Ib. 7, 8.) ἑαυτὸν, γενόμενος καθ’ ἧμας, πὼς οὐκ ὀπίσω γέγονε τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ;

Τίς οὖν ὁ λόγος τοῦ χρῆναι παθεῖν αὐτὸν τὴν πρόσκαιρον ἀδοξίαν; ἀφίκετο γὰρ σκυλεύων τοὺς πεπορθηκότας καὶ τοῖς σφῶν αὐτῶν ὑπενεγκόντας ζυγοῖς τοὺς ἐπὶ τῆς γῆς, τουτέστιν ἡμᾶς, οὓς αἰ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἀσχέτως κατεληίζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως [*](b) εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ’ ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέγοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πὼς εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις. τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ’ ἂν ἐφ’ ἑκάστῳ τὸ ἐν ψαλμοῖς “Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς [*](Ps. vii. 16, 17.) “βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς [*](c) [*](1. ἔχοι C. ἔχει Edd. ἀτρεκείας C. ἀληθ. Edd. 4. παρὰ] + τοῦ Edd. invito C. 5. κατὰ] + πάντα Edd. invito C. 6. ἔν γε τούτω] ἕν γε τοῦτο (ο et ω inter se mutatis) C. 10. ψευδοέπης εἶεν 15. ἀξίας C. εὐκλείας D. Edd. 17. ἀφίκετο] + μὲν Edd. invitis C.D. σκυλεύσων Edd. invitis iisdem. 23. ὀρέγοντος C.D. παρέχοντος Edd. 25. πὼς B.C.b. περ Edd. 27. δ’ om. C. τὸν pro τὸ C.)

308
“κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ “καταβήσεται.” ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ [*](Ps. civ. 15) καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Μὴ ἅπτεσθε “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη- [*](1 Cor. xii. 27.) “ρεύεσθε.” εἰ γάρ ἐσμεν ‘‘σῶμα Χριστοῦ καὶ μέλη ἐκ “μέρους, πῶς ἃν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἃν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ [*](d) τοῖς ὑπ’ αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες;

Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέ με.

Ἥψατο γὰρ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος [*](Ps.lxxiii. 13.)Χριστὸς, καὶ ἀφορήτῳ χειρὶ τὰς τοῦ μιαιφόνου δράκοντος [*](S. Luc. x. 19.) συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν “πατεῖν ἐπάνω ὄφεων [*](e) “καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῦ. ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώμεθα [*](20) μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατοπθῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν παρ’ [*](7. μέλους Edd. repugnantibus B.C. 8. ἔξεσται κακοῦ C. ἀνέξεται κακῶν Edd. Χριστοῦ accessit ex C. 9. εἰ τοῖς ὑπ’ αὐτῶν C. D.F. et prima manu (ut videtur) C. (Alex.) δουλεύουσιν Edd. (Vat. ℵ) Hodie οἱ σκυλεύσαντες αὐτούς habet C., ex τοῖς δουλεύσασιν αὐτοῖς (ut videtur) confectum, τ priore eraso, spiritu aspero affixo, κυ et ντες et ύ finale in αὐτοὺς manu recentiori scriptis. 13. ἀπέστειλέ D. et prima manu (ut vid.) C. (26,49, 198, 233.) ἐξαπέστειλέ Β. ἐξαπέσταλκέ F. Edd. (42.) ἀπέσταλκέ hodie C. (ℵ A.V.) [αλκ manu recentiori.] 16. συνέθλασε C.b. 19. δεδουλευκόσιν C.D. Edd. δουλεύσασιν b. 22. εὐσθενείας C.b. εὐθυμίας Edd. μὲν assumptum ex C. 23. εὐαλλελικὸν C. ἀγγελ. Edd.)

309
αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ [*](a 670A. Rom. xvi. 20.) καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὐπ’ αὐτὸν δυνάμεις πονηράς.

Καὶ καθ’ ἕτερον δὲ τρόπον σκυλεύσειεν ἄν τις τούς ποτε κεκρατηκότας. ὅτε γὰρ τῶν ἰδίων καταθλοῦμεν παθῶν, καὶ τοῦ παντὸς ἄξιον ποιούμεθα λόγου, τὸ κατακρατεῖν ἡδονῶν κοσμικῶν τε καὶ σαρκικῶν, καὶ ἁπάσης ἐκτόπου καὶ μυσαρᾶς ἐπιθυμίας, τότε τοὺς κεκρατηκότας ποτὲ νενικήκαμεν. κἂν ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσόμεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὣν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, [*](b) καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ κατερριμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός.

Τέρπου καὶ εὐφραίνου, Θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται [*](c) αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. καὶ [*](12) κατακληρονομήσει Κύριος τὸς Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.