In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ταυτὶ μὲν ἱστορικῶς· φαίην δ’ ἃν ὅτι καὶ ἐπ’ αὐτῆς [*](1. τε alt. assumptum ex C. 4. πάντως] + τοὺς Edd. invitis C.D. 4—6. Assumpta ἄποπτα — σαρκὸς [τῆς σαρκὸς D.] ὀφθαλμοῖς ex C.D., ἔσω B.C.D., δῆλον δὲ ὅτι—νῷ ex C.D. 8. ἔχοντος D. ἔχοντα C. κατέχοντος Β. κατέχοντα Edd. βαδίζοι C. βαδίζει Edd. 9. αὐτοῦ D. 10—14. Haec τοῦ ἰδεῖν — Ἱερουσαλὴμ accesserunt ex C.D. Verba ultima ἐπειδὴ ἠρημωμένης αὐτῆς (pro τῆς Ἱερουσαλὴμ) dat quoque b. Lacuna versus dimidii B., quem secuti sunt Edd. 12. ἀπαλλέλειν C. ἀπαλλεῖλαι D. κατάκαρπος D. πρησθέντος pro more, ο et ω inter se saepe permutans C. 14. προσεμπρησθέντος C.b. ἐμπρησθ. D. Edd. 15. νεὼ C. ναοῦ b. Edd. 17. αὖθις b. invitis C.D. 18. δὲ C. οὖν Edd. Neutrum habent B.D.b. παροξυνομένων C. 19. πρὸς ἄλληλα C.D.b. πρὸς ἀλλήλους Edd. 20. ὁ assumptum ex C.D.b. 22. κοὶ οἷον — διεζωσμένην om. D. 24. εὐημηκεστάτην Αub. 25. ταῦτα C.)

304
τῆς Ἐκκλησίας χριστοῦ νοοῖτ’ ἂν εἰκότως ἡ ὅρασις. τετυραννεύκει μὲν γὰρ κατὰ πάντων ὁ σατανᾶς τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ γεγόναμεν αἰχμάλωτοι, τοῖς ἐκείνου ζυγοῖς ὑπενηνεγμένοι. ἀλλ’ ἡ τοῦ Σωτῆρος χάρις κατελέπτυνε μὲν [*](Col. ii. 15) τὸ ἐκείνου κέρας, συνέτριψε δὲ τὴν ὑπεροψίαν. τεθριάμβευκε γὰρ ἀρχάς τε καὶ ἐξουσίας τοῦ κοσμοκράτορος καὶ ἀντικειμένας [*](667Α. a) μένας δυνάμεις. ἐξείλετο δὲ ἡμᾶς, καὶ τῶν ἐκείνου δεσμῶν ἀπέλυσεν· ἤγειρεν ἡμῖν τὴν Ἐκκλησίαν, τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν, τὴν εὐρεῖαν καὶ εὐμηκεστάτην, ἢν κατακάρπως ᾠκήκαμεν ἄνθρωποί τε καὶ κτήνη, τουτέστιν, οἱ λελογισμένοι τε ἤδη, καὶ οἱ μήπω πρὸς τοῦτο ἥκοντες μέτρου, μέλλοντες δὲ καὶ μυσταγωγούμενοι· δὲ πόλιν, ἢν αὐτὸς τειχίζει Χριστὸς, ἀῤῥήτοις δυνάμεσι καταφλέγων τοὺς ἀνθεστηκότας, καὶ τῆς ἑαυτοῦ δόξης ἀνα- [*](b) πιμπλὰς, καὶ οἷον ἑστηκὼς ἐν μέσῳ τῶν οἰκούντων αὐτήν· [*](S.Matth. xxxviii 20.) ἐπηγγέλλετο γὰρ λέγων “Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας “τὰς ἡμέρας καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος. ταύτης [*](Es. xxxiii. 20.) λέγων “Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις “πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν “ οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ “ μὴ διαῤῥαγῶσι,” καὶ πρὸς αὐτὴν δέ φησι “Πλάτυνον τὸν “ τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου· πῆξον, μὴ “ φείσῃ, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον.” [*](c) κατευρύνεται γὰρ ἡ Ἐκκλησία Χριστοῦ, καὶ εἰς ἄπλετον ἐκτείνεται μέτρον, ἀναριθμήτους ἀεὶ δεχομένη τοὺς προσκυνοῦντας αὐτόν.

[*](1. νοοῖτ’ C. νοοῖτο Edd. τετυράννηκε C. 4. κατελέπτυνε — συνέτριψε C. Haec verba inter se transponunt Edd. 6. τοῦ κοσμοκράτορος καὶ C. καὶ κοσμοκράτορας τὰς Edd. 8. ἡμὶν C. ἡμῶν Edd. 11. λελογισμένοι C. λελογωμ. Edd. 13. δὲ assumptum ex C. 14. ἀναπιμπλὰς C. ἀναπιμπλῶν Edd. 15. αὐτήν accessit ex C. Statim ἐπηγγέλλετο γὰρ C. οἷς ἐπηγ. Edd. 17. καὶ assumptum ex C. 19. πόλις πλουσία] πόλεις πλουσίας Β. invitis C. Edd. De Ad. 288 a. (ms. et traductio Syr.) 20. οὐδὲ C. οὐδ’ οὐ Edd. κινηθῶσιν C. σαλευθῶσιν Edd. 23. αὐλέων C. 25. ἄπλετον ἐκτ. μέτρον C. ἄπειρον ἐκτ. Edd.)
305

Ώ ὦ φεύγετε ἐκ γῆς βοῤῥᾶ, λέγει Κύριος, διότι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ οὐρανοῦ συνάεω ὑμᾶc, λέγει Κύριος· εἰς Σιὼν ἀνασώζεσθε οἱ κατοικοῦντες θυγατέρα Βαβυλῶνες.

Ἐπιστυγνάζει μὲν ὥσπερ τοῖς παθοῦσι τὴν αἰχμαλωσίαν, ὡς δύσοιστον ἀνατλᾶσι τὴν ταλαιπωρίαν, καὶ δὴ καὶ ἀπονοσφίζεσθαι [*](d) κελεύει λοιπὸν τῆς Χαλδαίων χώρας, ὡς ἐνὸν ἤδη τοῦτο δρᾶν αὐτοῖς, ἐξείργοντος οὐδενὸς, αὐτοῦ τε συλλέγοντος ἐκ τόπου παντὸς τοὺς τῇ τοῦ πολέμου προσβολῇ κατεσκεδασμένους. θυγατέρα δὲ Βαβυλῶνος καὶ γῆν τοῦ βοῤῥᾶ τὴν τῶν Χαλδαίων ὀνομάζει χώραν αἱ γὰρ μητροπόλεις ἐν τάξει μητέρων τέθεινται ταῖς ἄλλαις, αἳ πράττοιεν ἃν ὑπ’ αὐταῖς. βορειοτέρα ’δε πὼς καὶ πρὸς ἠῶ κειμένη τῶν Χαλδαίων ἡ χώρα.

Καὶ ταυτὶ μὲν ἡμῖν, ὡς πρός γε τὰ ἐκ τῆς ἱστορίας [*](e) εἰρήσθω πάλιν. μεταφοιτᾷ δὲ ὁ λόγος εἰς θεωρίαν τὴν πνευματικὴν, καὶ τὸ τοῦ Σωτῆρος ἤδη πὼς εἰσκρίνεται πρόσωπον, καταλγυνομένου τρόπον τινὰ, μόνον δὲ οὐχὶ καὶ ἐπιδακρύοντος τοῖς ἐπὶ τῆς γῆς, διάτοι τὸ πάντας τὴν τοῦ τυραννήσαντος σατανᾶ λατρείαν ὑποδραμεῖν, καὶ δουλείαν ἀνατλῆναι τὴν οὕτω σκληρὰν, ὡς τοῖς ἐκείνου θελήμασιν ὁρᾶσθαι κατηχθισμένους. μένους. προτρέπει τοίνυν ἀποδραμεῖν ὡς [*](a 668 A.) ἐκ γῆς βοῤῥα, τουτέστιν, ὡς ἀπὸ χώρας τῆς ἵνα διὰ τούτου πλαγίως διάθεσίν τινα καὶ ἠθῶν κατάστασιν ἐννοῶμεν κοσμικὴν, ἢν εἴπερ τις ἔχοι, καὶ αὐτὴν ὁρῷτο κατοικῶν, οὐκ ἂν εἴη τῷ πνεύματι ζέων, οὐδ’ ἂν ἔχοι κάτοικον [*](Rom. xii. 11.) ἐν ἑαυτῷ τὸν διάπυρον τοῦ Θεοῦ λόγον. ψάλλει γάρ που πρὸς Θεὸν ὁ μακάριος Δαυείδ ‘‘Πεπυρωμένον τὸ λόγιόν [*](Ps. cxviii. 140.) “σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. ἔφη [*](8. τῇ τοῦ πολέμου προσβολῇ C. ταῖς τῶν πολεμίων προσβολαῖς Edd. 10. ὀνομάζει χώραν hoc ordine C.b. 12, ἕω b. invitis C.D. 15. ὁ λόγος δὲ inv. ordine C. 17. καταλγυνομένου C. καταγλυκαινομένου Edd. δὲ erasum est in C. 21. καταλγυνομένου Edd. 23. διὰ assumptum ex B.C. 27. μακάριος assumptum ex C. 28 — 306. 3. Haec ἔφη δέ που — πέτραν; accesserunt ex C.)

306
δέ που καὶ αὐτὸς πρὸς τὸν μακάριον προφήτην Ἱερεμίαν [*](Hier. xxiii. 29.) “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει Κύριος, καὶ “ὡς πέλυξ κόπτων πέτραν ;” οὐκοῦν ὁ τὸν ζέοντα καὶ [*](b) πυρον τοῦ Θεοῦ λόγον οὐκ ἔχων, ἀπεψυγμένος ἂν εἴη καὶ νεκρός. καταψυχθήσεσθαι γὰρ τὴν ἀγάπην τῶν πολλῶν [*](S. Matth. xxiv. 12.) διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, καὶ ὁ μακάριος ἔφη Παῦλος θυγάτηρ δὲ Βαβυλῶνος ἡ ἁμαρτία λελέξεται, καὶ μάλα εἰκότως, εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἑρμηνεύεται μὲν σύγχυσις ἡ Βαβυλών· εἴη δ’ ἃν ἔργον τὸ πλημμελεῖν, οὐχὶ νοῦ καθεστηκότος καὶ ἐρηρεισμένου, συγκεχυμένου δὲ μᾶλλον, καὶ οἱονεί πὼς καταμεθύοντος ταῖς εἰς φαυλότητα ῥοπαῖς. δεῖ δὴ οὖν ἄρα τῶν τοιούτων ἀποφοιτᾶν καὶ ὡς ἐκ γῆς [*](c) ἀλλοτρίας τῆς ἀπεψυγμένης καὶ νεκρᾶς τοῦ νοῦ διαθέσεως μεταφοιτᾶν εἰς Σιῶν, τουτέστιν, εἰς τὸ ἀληθὲς, ἵνα νοῶμεν τὴν Ἐκκλησίαν Χριστοῦ, ἐν ᾗ γεγονότες κατοψόμεθα μὲν τὸ Θεῷ δοκοῦν, καὶ τοὺς ἐπὶ τῇ ἁγίᾳ τε καὶ ὁμοουσίῳ τριάδι περιαθρήσομεν λόγους, καὶ αὐτὸν εὑρήσομεν ἐκ παντὸς ἡμᾶς τρόπου συναγείροντα Χριστὸν, καὶ συνδέοντα πνευματικῶς [*](S.Joan. x 16) εἰς ὁμοψυχίαν. ἔφη γάρ που περὶ ἡμῶν, ὅτι “Καὶ ἄλλα “πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα [*](d) “δεῖ με ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.”

Διότι τάδε λέγει Κύριος παντοκράτωρ ’Οπίσω δόξης ἀπέσταλκέ με ἐμ τὰ ἔθνη τά σκυλεύσαντα ὑμᾶς, διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.

Ὅτι μὲν ἐπήμυνε τε καὶ ἐλυτροῦτο Χριστὸς καὶ τοὺς [*](5. καταψυχθήσεσθαι C. καταψυγήσεσθαι Εdd. ψυγήσ. Cat. Niketae in cxviii. 6. καὶ ὁ μακάριος ἔφη παῦλος B.C. Cat. Niketae. Pont. ἔφη correxit Aub. Statim καὶ ἡ add. Aub. 7—11. Citat Nik. in Ps. 12. Assumpta τῶν τοιούτων ex C., καὶ ex C.D. 13. ἀλλοτρίας C.D. βοῤῥᾶ Edd. Statim τοῖς ἀπεψυγμένοις (sic) prima manu C. τῆς om. D. 14. μεταφοιτᾶν] + δὲ Edd. invitis C.D. ἀληθὲς C.D. ἀληθινὸν ακοπευτήριον Edd. 15. μὲν assumptum ex C. τὸ] + τῷ Edd. iuvito C. 16. τῆ om. C. τε assumptum ex C. 19. που assumptum ex C. 21. δεϊ με hoc ordine C. γενήσονται C. γενήσεται Edd. εἷς] καὶ εἷς Edd. invitis B.C. 22. ἐξαπέσταλκε F. (42.))

307
πάλαι λαοὺς, ἐνδοιάσειεν ἃν οὐδεὶς, εἴ γε νοῦν ἔχοι τῆς ἀτρεκείας τὸν ἐραστήν. εἰ γὰρ αὐτὸς ἦν ἡ πετρὰ δεδιψηκότα κατὰ τὴν ἔρημον ποτίζων τὸν Ἰσραὴλ, καὶ αὐτός ἐστιν ὁ δι’ οὗ τὰ πάντα παρὰ Θεοῦ καὶ Πατρὸς, πῶς ἐστιν ἀμφιβάλλειν, [*](e) ὅτι δι’ αὐτοῦ καὶ πᾶσα λύτρωσις κατὰ καιρὸν, καὶ ἅπας ἐπικουρίας ἐπράττετο τρόπος; πλὴν ἔν γε τούτῳ φαμὲν τοῖς ἐν πίστει δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν Πνεύματι προσφωνεῖν αὐτὸν, καὶ τὸν τῆς ἐνανθρωπήσεως κατασημαίνειν τρόπον. ὀπίσω γὰρ δόξης ἀπεστάλθαι φησί. καὶ ψευδοεπήσειεν ἃν οὐδαμῶς. εἰ γὰρ ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ Θεὸς Λόγος, ‘‘οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα Θεῷ, καθὰ γέγραπται, [*](Phil. ii. 6.) καθίκετο δὲ καὶ εἰς δούλου μορφὴν, καὶ τεταπείνωκεν [*](a 669 A. Ib. 7, 8.) ἑαυτὸν, γενόμενος καθ’ ἧμας, πὼς οὐκ ὀπίσω γέγονε τῆς ὅτι μάλιστα πρεπούσης ἀξίας αὐτῷ;

Τίς οὖν ὁ λόγος τοῦ χρῆναι παθεῖν αὐτὸν τὴν πρόσκαιρον ἀδοξίαν; ἀφίκετο γὰρ σκυλεύων τοὺς πεπορθηκότας καὶ τοῖς σφῶν αὐτῶν ὑπενεγκόντας ζυγοῖς τοὺς ἐπὶ τῆς γῆς, τουτέστιν ἡμᾶς, οὓς αἰ πονηραὶ καὶ ἀντικείμεναι δυνάμεις ἀσχέτως κατεληίζοντο. σκυλεύονται δὲ νυνὶ, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ συγκομίζοντος ἡμᾶς διὰ τῆς πίστεως [*](b) εἰς ἑαυτὸν, καὶ ἰδίους ἱστάντος προσκυνητὰς τοὺς ταῖς παρ’ ἐκείνων πλεονεξίαις πεφορτισμένους, καὶ τοσαύτην ἡμῖν ὀρέγοντος τὴν ἀσφάλειαν, ὥστε τὸν ἐθέλοντα λυπεῖν, μονονουχὶ τῆς ἰδίας ἅπτεσθαι κόρης· περιτρέπεται γὰρ ἀεί πὼς εἰς πᾶν τοὐναντίον τῶν πραγμάτων ἡ ἔκβασις. τοῖς διώκουσι τὴν Ἐκκλησίαν λέγοιτο δ’ ἂν ἐφ’ ἑκάστῳ τὸ ἐν ψαλμοῖς “Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς [*](Ps. vii. 16, 17.) “βόθρον ὃν εἰργάσατο, ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς [*](c) [*](1. ἔχοι C. ἔχει Edd. ἀτρεκείας C. ἀληθ. Edd. 4. παρὰ] + τοῦ Edd. invito C. 5. κατὰ] + πάντα Edd. invito C. 6. ἔν γε τούτω] ἕν γε τοῦτο (ο et ω inter se mutatis) C. 10. ψευδοέπης εἶεν 15. ἀξίας C. εὐκλείας D. Edd. 17. ἀφίκετο] + μὲν Edd. invitis C.D. σκυλεύσων Edd. invitis iisdem. 23. ὀρέγοντος C.D. παρέχοντος Edd. 25. πὼς B.C.b. περ Edd. 27. δ’ om. C. τὸν pro τὸ C.)

308
“κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ “καταβήσεται.” ἅψεται δὴ οὖν ἑαυτοῦ, φησὶν, ὁ ταῖς τῶν ἐμοὶ πεπιστευκότων ἐπιβουλεύων ψυχαῖς. τοῦτό τοι φησὶ [*](Ps. civ. 15) καὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς “Μὴ ἅπτεσθε “χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονη- [*](1 Cor. xii. 27.) “ρεύεσθε.” εἰ γάρ ἐσμεν ‘‘σῶμα Χριστοῦ καὶ μέλη ἐκ “μέρους, πῶς ἃν πρόοιτο τοῖς φιλαμαρτήμοσι τὸ ἴδιον σῶμα; ἢ πῶς ἔξεσται κακοῦ ἀναπιμπλᾶν τὰ μέλη Χριστοῦ; μᾶλλον δὲ, πῶς οὐκ ἃν τὴν ἐσχάτην ἀποτίσειαν δίκην, οἱ [*](d) τοῖς ὑπ’ αὐτῷ γεγονόσιν ἀνοσίως ἐπιβουλεύοντες;

Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτοὺς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε διότι Κύριος παντοκράτωρ ἀπέστειλέ με.

Ἥψατο γὰρ τῶν κοσμοκρατόρων τοῦ αἰῶνος [*](Ps.lxxiii. 13.)Χριστὸς, καὶ ἀφορήτῳ χειρὶ τὰς τοῦ μιαιφόνου δράκοντος [*](S. Luc. x. 19.) συνέθλασε κεφαλὰς, καὶ δέδωκεν ἡμῖν “πατεῖν ἐπάνω ὄφεων [*](e) “καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. καὶ οἱ ποτὲ δεινοὶ καὶ παγχάλεποι, καὶ δυσάντητον ἔχοντες τὴν προσβολὴν, γεγόνασι σκῦλα τοῖς δεδουλευκόσιν αὐτοῦ. ἡμεῖς γὰρ οἱ πάλαι ταῖς ἁμαρτίαις τυραννούμενοι, δεδικαιώμεθα [*](20) μὲν ἐν Χριστῷ, ἀφίγμεθα δὲ ἤδη πρὸς τοῦτο λοιπὸν εὐσθενείας πνευματικῆς, ὡς διαπρέπειν μὲν δύνασθαι διὰ πάσης ἀρετῆς, καὶ τὸν ἐν Χριστῷ τε καὶ εὐαγγελικὸν κατοπθῶσαι βίον, εἶτα χαρισμάτων ἀναπίμπλασθαι τῶν παρ’ [*](7. μέλους Edd. repugnantibus B.C. 8. ἔξεσται κακοῦ C. ἀνέξεται κακῶν Edd. Χριστοῦ accessit ex C. 9. εἰ τοῖς ὑπ’ αὐτῶν C. D.F. et prima manu (ut videtur) C. (Alex.) δουλεύουσιν Edd. (Vat. ℵ) Hodie οἱ σκυλεύσαντες αὐτούς habet C., ex τοῖς δουλεύσασιν αὐτοῖς (ut videtur) confectum, τ priore eraso, spiritu aspero affixo, κυ et ντες et ύ finale in αὐτοὺς manu recentiori scriptis. 13. ἀπέστειλέ D. et prima manu (ut vid.) C. (26,49, 198, 233.) ἐξαπέστειλέ Β. ἐξαπέσταλκέ F. Edd. (42.) ἀπέσταλκέ hodie C. (ℵ A.V.) [αλκ manu recentiori.] 16. συνέθλασε C.b. 19. δεδουλευκόσιν C.D. Edd. δουλεύσασιν b. 22. εὐσθενείας C.b. εὐθυμίας Edd. μὲν assumptum ex C. 23. εὐαλλελικὸν C. ἀγγελ. Edd.)

309
αὐτοῦ, καὶ λαβεῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, καὶ δαίμοσιν ἀνοσίοις ἐπιτιμᾶν, ὑποστρωννύντος τοῦ Χριστοῦ [*](a 670A. Rom. xvi. 20.) καὶ συντρίβοντος ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν σατανᾶν καὶ τὰς ὐπ’ αὐτὸν δυνάμεις πονηράς.

Καὶ καθ’ ἕτερον δὲ τρόπον σκυλεύσειεν ἄν τις τούς ποτε κεκρατηκότας. ὅτε γὰρ τῶν ἰδίων καταθλοῦμεν παθῶν, καὶ τοῦ παντὸς ἄξιον ποιούμεθα λόγου, τὸ κατακρατεῖν ἡδονῶν κοσμικῶν τε καὶ σαρκικῶν, καὶ ἁπάσης ἐκτόπου καὶ μυσαρᾶς ἐπιθυμίας, τότε τοὺς κεκρατηκότας ποτὲ νενικήκαμεν. κἂν ἴδωμεν ἑαυτοὺς γεγονότας ἐν τούτοις, τότε δὴ τότε γνωσόμεθα καὶ διὰ πείρας αὐτῆς, ὅτι Θεὸς ὣν ὁ Λόγος, ἀπεστάλη μετὰ σαρκὸς εἰς τόνδε τὸν κόσμον παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, [*](b) καὶ ὀπίσω δόξης γέγονεν οὐχ ἑτέρου του χάριν, ἢ ἵνα δεσμεύσῃ τὸ συντετριμμένον, καὶ νευρώσῃ τὸ ἠσθενηκὸς, ἀνορθώσῃ τὸ κατερριμμένον, εὐσθενὲς ἀποφήνῃ τὸ ἄναλκι, θεραπεύσῃ τὸ ἠσθενηκὸς, ἵνα σώσῃ τὸ ἀπολωλός.

Τέρπου καὶ εὐφραίνου, Θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται [*](c) αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. καὶ [*](12) κατακληρονομήσει Κύριος τὸς Ἰούδαν, τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν, καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.

Κἀντεῦθεν ἂν μάθοις, ὡς ἔσται τῆς ἀνωτάτω θυμηδίας ὑπόθεσις τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος ἡ παρουσία. τέρπεσθαι γὰρ καὶ εὐφραίνεσθαι προστέταχεν ἀναγκαίως τὴν [*](d) [*](2. τοῦ assumptum ex C. 4. ὑπ’ αὐτὸν C. ὑπ’ αὐτῷ Edd. πονηρός B.C. πονηρίας Edd. 5. Καὶ assumptum ex C. 7. κατακρατεῖν C. κρατεῖν Edd. 10. εἴδωμεν C. 14. τοὺς συντετριμμένους C. habet τὸ συντ. b. Statim καὶ assumptum ex C. 15. κατεῤῥιμμένον C. κατεῤῥαγμ. Edd. ἀποφάνῃ C. Haec τὸ ἠσθενηκὸς ἵνα σώσῃ accesserunt ex C. 21. ἐξαπέσταλκεν habet C.)

310
[*](1 Tim. iii. 15.) Tim. iii 15 νοητὴν Σιῶν, ‘‘ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,” ἤγουν καὶ αὐτὴ τῶν διὰ πίστεως σεσωσμένων ἡ ἱερωτάτη πληθύς. κατεπηγγέλλετο δὲ, ὅτι καὶ ἥξει καὶ ἔσται δὴ πάντως ἐν [*](S. Joan. i 10) μέσῳ αὐτῆς. ἡμῖν γάρ φησιν ὁ θεσπέσιος Ἰωάννης “Ἐν “τῷ κόσμῳ ἦν,” καὶ τῶν ἑαυτοῦ κτισμάτων οὐκ ἀπενοσφίζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ’ ἦν αὐτὸς ὁ ζωοποιῶν τὰ ζωῆς μέτοχα, καὶ συνέχων τὰ πάντα πρὸς τὸ εὖ εἶναι καὶ ζῆν· [*](Ib.) ἀλλ’ “ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·” προσκεκύνηκε γὰρ παρ [*](e) αὐτὸν τῇ κτίσει. γέγονε δὲ μεθ’ ἡμῶν, ὅτε τὴν καθ’ ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας παρθένου ἐγεννήθη· τότε [*](Bar. iii. 38.) καὶ “Ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη·” [*](Ps. xlix. 3.) καὶ μαρτυρήσει λέγων ὁ θεσπέσιος Δαυείδ “Ὁ Θεὸς ἐμ- “φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται·” τότε γέγονε καὶ καταφυγὴ τοῖς ἔθνεσιν. οὐδὲ γὰρ ἔτι μόνον τὸ ἐξ Ἰσραὴλ ἐπαιδεύετο γένος, διὰ τῆς ἀρχαίας ἐκείνης ἐντολῆς· κατεχρυσοῦτο δὲ μᾶλλον τοῖς εὐαγγελικοῖς κηρύγ- [*](671Α. a) μασιν ἡ ὑπ’ οὐρανὸν, καὶ γέγονεν ἐν ἔθνει παντὶ καὶ πάση δὲ χώρᾳ “μέγα τὸ ὄνομα αὐτοῦ.” αὐτὸς γὰρ ἦν ἢ [*](Gen. xlix. 10. Phil. ii. 10, 11.) “προσδοκία τῶν ἐθνῶν,” κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ αὐτῷ “κάμψει πᾶν γόνυ, ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος “ριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.” γὰρ διὰ πίστεως ἐπ’ αὐτὸν, καὶ σὺν αὐτῷ κατῳκήκασιν ἐν τῇ ἁγίᾳ καὶ νοητῇ Σιῶν, οἱ ἐκ περάτων τῆς [*](S. Joan. iii. 16.) γῆς, ἐγνώκασί τε σαφῶς, ὅτι “Οὕτως ἠγάπησεν ὁ Θεὸς [*](b) “τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, “ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχη ζωὴν “αἰώνιον.” ἐξαπέστειλε γὰρ ἡμῖν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ [*](2. κοὶ assumptum ex D. vacuum trium fere litt. per ras. habet C. ἡ om. C. 3. κατεπαγγέλλετο C. 4. ἡμῖν—ἦν] ἢν μὲν γὰρ—κόσμῳ rasura duo fere litt. C. Eadem quae Edd. habet D. 5. ἑαυτοῦ C. αὐτοῦ Edd. 6. ὁ alt. assumptum ex C. 7. μέτοχα C. μετέχοντα Edd. 8. Haec παρ’ αὐτὸν accesserunt ex C. 10. παρθένου ἐγεννήθη hoc ord. C. τότε C. ὅτε Edd. 14. καταφυγὴ C. καταφανὴς Edd. οὐδὲ C. οὐ Edd. 26. ἔδωκεν C. 28. υἱὸν] + αὐτοῦ iid. invito C.)
311
Πατὴρ, Σωτῆρα καὶ λυτρωτὴν, ἵνα πιστεύσαντες εἰς αὐτὸν, ἐν αὐτῷ τὸν Πατέρα θαυμάσωμεν καὶ ὡς εἰκόνα βλέποντες ἀκριβῆ τοῦ γεγεννηκότος τὸν ἐξ αὐτοῦ κατὰ φύσιν, ἐννοῶμεν τὸ ἀρχέτυπον. τότε δὴ τότε καὶ κλῆρος γέγονεν Ἰούδας Χριστοῦ, τουτέστι, πᾶς ὁ ἐξομολογούμενός τε καὶ δοξολογῶν αὐτόν· ἐξομολόγησις γὰρ Ἰούδας ἑρμηνεύεται· ὡς γὰρ ὁ Παῦλός φησιν “Οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖος, οὐδὲ ἡ ἐν [*](Rom. ii. 28, 29.) “τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ [*](c) “Ἰουδαῖός ἐστι, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμ- “ματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. ὅσοι τοιγαροῦν τὴν ἐν πνεύματι περιτομὴν διὰ Χριστοῦ κλῆρος αυτου γεγόναμεν ἐπὶ τὴν γῆν τὴν αγιαν, ἵνα τὴν ἄνω νοῶμεν πόλιν, τὴν νοητὴν Ἱερουσαλὴμ, “ἧς τεχνί- [*](Heb. xi. 10.) “της καὶ δημιουργὸς ὁ Θεὸς,” ὁ φίλην τε αὐτὴν καὶ αἱρετὴν ποιούμενος. αἰρετιεῖ γάρ φησιν ἔτι τὴν Ἰερουσαλήμ. οὐκ ἀπίθανον δὲ πάλιν εἴπερ ἕλοιτό τις Ἱερουσαλὴμ οἴεσθαι καὶ νῦν ὠνομάσθαι τὴν Ἐκκλησίαν, ἢν καὶ Θεοῦ πόλιν ἀποκαλεῖ [*](d) λέγων ὁ θεσπέσιος Δαυείδ “Καθάπερ ἠκούσαμεν, [*](Ps. xlvii. 9.) “οὕτω εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ “Θεου ἡμῶν.”

Εὐλαβείσθω πᾶσα θάμ’ ἀπὸ προσώπου Κυρίου, Μου ἐγήγερται ἐκ νεφελῶν ἁγίων αὐτοῦ.

Ἐπιφώνημα μὲν τοῦτο καλὸν καὶ ἐπωφελὲς, καὶ πρόσκλησις ἀγαθὴ, τοῖς ἐθέλουσιν εὐδοκιμεῖν, εἰ παρ’ αὐτοῦ γέγονε τοῦ Χριστοῦ, ἢ ὡς ἐκ προσώπου τοῦ Προφητοῦ. πλὴν ἐκεῖνο περιαθρητέον. ὡς γὰρ πάντη τε καὶ πάντως [*](e) [*](2. θαυμάσωμεν C. ὀψόμεθα Β. ὀψώμεθα Edd. 4. Haec δή τότε assumpta ex B.C. 5. Χριστοῦ C. Κυρίου Edd. 6. γὰρ prius] + ὁ Edd. invito C. 7. ἡ ἐν τῷ B.C. ἐν Edd. 8. ἐν prius] ἐκ Pont. κοὶ Aub. 14. ὁ alt. om. b. φίλην C.b. φιλητήν Edd. 19. οὕτω] + καὶ Edd. (Vat.) invito C. 21. κυρίου C. αὐτοῦ F. Edd. (87, 130, 310, 311.) 24. εἰ] Sic edidi ex C. (ἠ = εἰ C.) εἴτε Edd. 25. χριστοῦ C. Θεοῦ Edd. ἢ ὡς C. εἴτε μὴν Edd. προφήτου C. προφητικοῦ Edd.)

312
ἀπολουμένων οἵπερ ἃν αὐτῷ μὴ πιστεύσειαν, εὐλαβεῖσθαι προστέταχε. τοῦτο καὶ αὐτὸς ὁ Χριστὸς τὴν εἰς αὐτὸν [*](S. Joan. viii. 24.) πίστιν οὐ προσιεμένοις ἐπεφώνει τοῖς ἐξ Ἰσραήλ “Ἀμὴν “ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς [*](Ib. iii. 18.) “ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.” καὶ πάλιν “Ὁ πιστεύων “εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, “ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” [*](672A. a 1 S. Pet. ii 7.) ταύτῃτοι καὶ “λίθος προσκόμματος καὶ πέτρα σκανδάλου κατωνόμασται Χριστὸς. ὥσπερ γάρ καλὸν καὶ σωτήριον τὸ τῇ πίστει στεφανοῦν αὐτὸν, οὕτω καὶ ὀλέθρου πρόξενον, τὸ μὴ εὐλαβεῖσθαι τὸν δι’ ἡμᾶς ἐν τοῖς καθ’ ἡμᾶς γεγονότα, καὶ οὐχ ἑτέρου του χάριν, ἣ ἵνα σώσῃ τὸ ἀπολωλός, ἐπιστρέψῃ τὸ πλανώμενον, ζωοποιήσῃ τὸ κατεφθαρμένον, φωτίσῃ τὸ ἐν σκότῳ, καθαρὸν ἀποφήνῃ πλημμελημάτων τὸ ταῖς ἁμαρτίαις ἔνοχον, ὑγιὲς καὶ εὔρωστον ἀποτελέσῃ τὸ ἠσθενηκός.

Ἐγηγέρθαι δὲ αὐτὸν ἐκ νεφελῶν ἁγίων αὐτοῦ νομιοῦμεν πάλιν, ὡς ἐξ ἠρεμίας τῆς πάλαι καὶ σιωπῆς ἀφιγμένον εἰς κίνησιν τῆς ἐν ἡμῖν φροντίδος, γεγονότα γενὴν ἐκ σπέρματος [*](b) ἁγίων Ἀβραὰμ, Ἰεσσαὶ, καὶ Δαυεὶδ, καὶ τῶν σὺν ἐκείνοις γενεαλόγου μένων, οὓς καὶ νεφέλας ἀποκαλεῖ, διά τοι τὸ ὑψοῦ φέρεσθαι τῶν ἁγίων τὸν νοῦν, καὶ παραιτεῖσθαι μὲν τὰ ἐπὶ τῆς γῆς καὶ φρόνημα τὸ κατερριμμένον, ζητεῖν δὲ μᾶλλον τὰ ἄνω καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ μὴν καὶ τὸ ἐν τάξει νεφῶν, τοῖς νοητοῖς ὑετοῖς κατάρδειν ἑτέρους. ὅτι δὲ τὴν ἀνάστασιν τὴν ἐν γε τούτῳ φημὶ, τὴν εἰς φροντίδα κίνησιν τῆς ἀῤῥήτου φύσεως οὐκ ἀπίθανον ἐννοεῖν, πληροφορήσει πάλιν αὐτὸς [*](10. τῇ assumptum ex C.b. 12. του] τοῦ C. Aub. τοῦ του (sic) b. Neutrum habet D. 13—16. Haec ἐπιστρέψῃ — τό ex C.D. ἐπιστρέψει C. ζωοποιήσει C. 14. φωτίσει C.D. τὸ ἐσκοτισμένον pro τὸ ἐν σκότῳ D. ἀποφήνει (sic) C. 17. αὐτὰν assumptum ex C.b. 20. Ἀβραὰμ] + ’Ισαὰκ Edd. invitis C.D.b. ἐκ pro καὶ alt. Edd. invitis C.D.b. 23. ζητεῖ Edd. ante Migne. 24. τὰ assumptum ex C. 25. κατάρδειν D.b. Edd. καταρδεύειν C. 24. Haec τὴν ἔν γε — ἀπίθανον assumpta ex B.C. ἀῤῥήτου C. ἀῤῥώστου B.D. 27. ἐννοεῖ Edd.)

313
ὁ Σωτῆρ’, διὰ τῆς τοῦ ψάλλοντος φωνῆς οὕτω λέγων “Ἀπὸ [*](Ps. xi. 6.) “τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν “πενήτων νῦν ἀναστήσομαι λέγει Κύριος.” ἐγήγερται τοίνυν, [*](c) τουτέστι, κεκίνηται λοιπὸν εἰς ἐπικουρίαν τοῖς ἐπὶ τῆς γῆς πεπραχόσιν ἀθλίως. αὐτὸς δὲ ἡ πάντων λύσις, καὶ τῆς ἀρχαίας ἀρᾶς τὸ πέρας, καὶ ἀρχὴ τοῦ παντὸς ἀγαθοῦ, καὶ δοτὴρ ἐλπίδος τῆς εἰς αἰῶνα τὸν μέλλοντα.

Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸv μέγαν ἑστῶτα πρὀ [*](Κεφ. γ΄.) προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος ἱστήκει ἐκ δεξιῶν [*](d) αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπε πρὸς τὸν διάβολον Ἐπιτιμήσαι Κύριος ἐν σοὶ, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός;

Ὅρασις μὲν τὸ διήγημα, πλὴν ἔχει λόγον ἱστορικὸν, αἰνιγματωδῶς εἰσβάλλοντα, καὶ ὡς ἐν εἰκόνι πάλιν τῷ Ἰησοῦ προδιαγραφόμενον. ἰστέον δὲ, ὅτι τῶν ἐν ταῖς [*](e) ὁράσεσιν εἰς πέρας ἐκβεβηκότων, τοὺς περὶ αὐτῶν ὁ Προφήτης ποιεῖται λόγους, εἰκαιομυθεῖ δὲ οὐδαμῶς, οὐδὲ μὴν κατόπιν τῶν ἀποτελεσμάτων ἔρχεται καὶ περιττῶν ἡμῖν διηγημάτων ἐπισωρεύει ὄχλον· ἀλλ’, ὡς ἔφην ἐν ἀρχαῖς, ἃ πρὸ τῶν πραγμάτων τεθέαται, ταῦτα καὶ ἀπαγγέλλειν ποιεῖται περὶ πολλοῦ, σοφόν τε καὶ ἀσφαλῆ καθιστὰς τὸν Ἰσραὴλ, ἵνα μὴ τοῖς ἴσοις πταίσμασι περιπεσὼν, ἁλοίη καὶ δεύτερον, εἰδὼς, ὅτι σέσωσται μετὰ πόνου, καὶ μονονουχὶ φροντὶς γέγονε καὶ τοῖς ἐν οὐρανῷ ἀγγέλοις ἡ ἐπ’ αὐτοῖς [*](a 673 Α.) [*](1. ἀπὸ C.D. ἕνεκεν Edd. 2. ἀπὸ et λέγει Κύριος assumpta ex C. ἀπὸ om. D. 5. πάντων C.D. τῶν κακῶν ἁπάντων Edd. 9. ἱστήκει C. (Alex. ℵ) εἰστήκει Edd. 10. Post εἶπε aliquid erasum habet C. Nihil addit D. (240.) 11. Κύριος alt. reposui ex C. 16. προδιαγραφόμενον Β. γραφ. C. προσδιαγρ. Edd. 18. εἰκαιομυθεῖ C. εἰκαιομυθὴς Edd. 19. ἀποτελεσμάτων C. ἐπιτηδευμάτων Edd. 20. σωρεύει Edd. inv. B.C. Statim τὸν add. C. ἃ assumptum ex C. 25. καὶ τοῖς ἐν οὐρανῷ] οὐρανῷ καὶ C. αὐτοῖς C. αὐτῷ Edd.)

314
λύτρωσίς τε καὶ χάρις. ἔφη τοίνυν, ὅτι τεθέαται μὲν ἑστῶτα τὸν ἄγγελον, πρὸ προσώπου δὲ αὐτοῦ καὶ τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· καὶ ὁ μὲν ἄγγελος εἰς εἰκόνα καὶ τύπον ἱστήκει Χριστοῦ· ὁ δέ γε ἱερεὺς νοηθείη ἂν ἀντὶ παντὸς τοῦ λαοῦ· λαμβάνεται γὰρ οὕτω παρὰ ταῖς θείαις [*](Num. iii. 12.) γραφαῖς. καὶ γοῦν ἔφη που πρὸς Μωυσέα ὁ Θεός “Καὶ ἐγὼ [*](b) “ἰδοὺ εἴληφα τοὺς Λευίτας ἀντὶ πάντων τῶν υἱῶν Ἰσραὴλ, [*](Ib. 9.) “δόμα δεδομένοι μοί εἰσιν·” ἔρχεται δὴ οὖν ὁ λόγος ἡμῖν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος, ἀντὶ παντὸς τοῦ λαοῦ τὸν ἱερέα δεχόμενος. ἐπειδὴ γὰρ γέγονεν ὁ Ἰσραὴλ ἐκ προσώπου Θεοῦ, λελατρευκὼς εἰδώλοις, καὶ αὐτὸν δὲ τὸν διὰ Μωυσέως ἀτιμάσας νόμον, εἶτα πληρωθείσης τῆς ἐπ’ αὐτῷ δικαίας ὀργῆς, ἠλέηται παρὰ Θεοῦ, κέκληται δὲ πάλιν εἰς ὄψιν αὐτοῦ. καὶ τοῦτο οἶμαί ἐστιν αἰνιγματωδῶς τὸ ἑστάναι τὸν ἱερέα πρὸ [*](c) προσώπου ἀγγέλου Κυρίου. ἐν ὀργῇ μὲν γὰρ ἀποστρέφεται καὶ ἀποκομίζει τοὺς ὀφθαλμοὺς τῶν εἰωθότων καταφρονεῖν· οἰκτείρων γεμὴν ἐφορᾷ καὶ ἐπισκέπτεται. καὶ γοῦν ὁ θεσπέ- [*](Ps. xxvi. 9.) σιὸς ψαλμῳδὸς προσηύχετο λέγων “Μὴ ἀποστρέψῃς τὸ “πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ [*](Ib. cxniii, 132.) “δούλου σου.” καὶ πάλιν “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν “με.” ἀλλ’ ὁ μὲν φύσει χρηστὸς καὶ φιλοικτίρμων Θεὸς ἠλευθέρου τῆς ἁμαρτίας τὸν Ἰσραήλ· ὁ δὲ εἰς ταύτην ἐμ- [*](d) βεβληκὼς σατανᾶς ἱστήκει πάλιν ἀντικείμενός τε καὶ ἀντεξάγων αὐτῷ, καὶ καταγορεύων ἔτι, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς τὸ αὐτῷ δοκοῦν, κατοικτείρεσθαι μὴ ἐφιεὶς, ὡς ἐν πλημμελείαις ὄντα, καὶ τοῖς τῆς δυσσεβείας ἐγκλήμασιν ἐνεχόμενον, καὶ οὐδὲν ἔχοντα δεξιόν. ἱστήκει γάρ φησιν ἐκ δεξιῶν αὐτοῦ, [*](2. Assumpta καὶ ex C., τοῦ ex B.C. τὸν ult. om. Β. 4. ἱστήκει C. ἑστήξει b. εἱστήκει Edd. Θεοῦ b. invitis C.D. γε om. C. habent D.b. νοηθεῖεν ἂν C. invitis D.b. 6. ὁ assumptum ex C. deest in D.b. κοὶ alt. om. habent D.b. ἐγὼ ἰδοὺ D.b. (Alex.) ἰδοὺ ἐγὼ C. Edd. 7. τῶν om. C. habent D.b. 8. μοί εἰσιν hoc ordine C.b. 10. δεχόμενος C.b. δεχομένοις Edd. 11. λελατρευκὼς] καὶ λελατρ. C. 12. ἀτιμήσας Edd. 13. δὲ C. τε Edd. 18. ἀποστρέψεις C. 22. δὲ] + γε Edd. invitis C.b. 23. ἱστήκει C. εἱστήκει Edd. 24. ἤκει Edd. 25. ἀφιεὶς Edd. invitis B.C.b. 27. εἱστήκει b. Edd.)
315
τρόπον τινὰ παραλύων τὰ δεξιά· πολεμεῖ γὰρ οὐχὶ τοῖς σκαιοῖς ἡμῶν πράγμασιν, ἀλλὰ τοῖς δεξιοῖς καὶ ἐπαινουμένοις. τοῦτό τοι παθεῖν ἐπηρᾶτό τινα τῶν εἰς Χριστὸν δεδυσσεβηκότων ὁ μακάριος Δαυεὶδ οὕτω λέγων “Καὶ διά- [*](Ps. cviii. 6.) “βολος στήτω ἐκ δεξιῶν αὐτοῦ.” ἀντέκειτο τοίνυν ὁ [*](e) σατανᾶς, πλὴν ἐπετιμᾶτο διὰ φωνῆς ἀγγέλου· ἤκουε γὰρ λέγοντος Ἐπιτιμήσαι Κύριος ἐν σοὶ διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.

Ἄθρει γὰρ, ὅπως θεομάχον ἔδειξεν εὐθὺς, καὶ ταῖς ἄνωθεν ψήφοις ἀνοσίως ἀντιταττόμενον. Θεοῦ γὰρ οἰκτείροντος καὶ ἀπαλλάττοντος ἤδη πλημμελείας τὸν Ἰσραὴλ, εἰσδεξαμένου τε καὶ ἀπόλεκτον ἤδη πὼς ποιουμένου τὴν ‘lερουσαλὴμ, κατηγορῶν οὐ παύεται, καὶ κατακρίνειν ἀποτολμᾷ τοὺς ἠλεημένους. [*](a 674 A.) οὐκοῦν ἀκόρεστον εἰς ὀργὰς διελέγχει δὴ λέγων Οὐκ ὶδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; ὅμοιον ὡς εἰ λέγοι τυχόν Πεπλημμέληκεν ὁμολογουμένως ὁ Ἰσραὴλ, καὶ ταῖς σαῖς φιλοψογίαις ἐνεσχημένος ὁρᾶται. πλὴν ἐκτέτικε δίκας οὐ μετρίας, ἀνέτλη τὰς συμφορὰς, καὶ ἐξεσπάσθη μόλις, ὡς ἐκ πυρὸς δᾳδίον ἡμίφλεκτον· οὔπω γὰρ τὰ ἐκ τῆς αἰχμαλωσίας ἀπεκονίσατο βλάβη· ἄρτι καὶ μόλις τῆς ἀνηκέστου [*](b) ταλαιπωρίας διέδρα τὴν φλόγα. παῦσαι δὴ οὖν ἐγκαλῶν τοῖς ἠλεημένοις “Θεὸς γὰρ ὁ δικαιῶν, τίς ὁ [*](Rom. viii. 33, 34.) κατακρινων;

Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ἱστήκει πρό προσῶπου τοῦ ἀγγέλου. καὶ ἀπεκρίοη καὶ εἶπε πρὸς τοὺς [*](3.τοι B.C.D.b. τι Edd. ἐπηρᾶτο C.D. Migne. ἐπειρατω b. ἐπειρᾶτο Edd. 4. οὕτω assumptum ex C.D.b. δὲ φησὶ pro λέγων D. 10. ἀντιταττόμενον C. ἀντιπράττοντα Edd. 12. πὼς assumptum ex C. 14. δὴ om. C. 15. ὅμοιον] + γὰρ Edd. inv. C.b. 17. ἐνεσχημένος b. ἐνησχημένος ἐπισχημ. Edd. ἐπεσχ. Migne. 18. μετρίας C.b. μετρίως Edd. 19. δᾳδίον ἡμίφλεκτον C.b. δόλος ἡμίφλεκτος Edd. οὔπω γὰρ τὰ ἐκ τ. ἀ. ἀπεκονίσατο Β. οὐτῶ τὰ ἐκ τ. ἁ. ἀπεκρούσατο C. οὕτω γὰρ τὰ ἐκ τ. ἀ. ἀπεικονίσατο Edd. Haec desunt in b. ἀπεκοτίσατο pro ἀπεκ. D. Pro verbis reliquis non contuli D. 24. ἱστήκει C. (Alex. ℵ) 25. ἀγγέλου] + τοῦ Κυρίου Edd. invito C. [Κυρίου XII. 23, 130, 239, 311.])

316
ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων Ἀφέλετε [*](c) τὰ ῥυπαρὰ ἀπ᾿ αὐτοῦ. καὶ εἶπε πρὸς αὐτό Ἰδοὺ τὰς ἀνομίας σου. καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καΘαρὰ ἐΜ τὴν κεφαλὴν αὐτοῦ. κω περιέβαλον αὐτὸν ἱμάτια, καὶ ἐπέθηκαν κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.

Παραδεχθέντος ἅπαξ εἰς τὸ παντὸς τοῦ λαοῦ πρόσωπον τοῦ λαχόντος ἱερουργεῖν, ἀπόχρη λοιπὸν, καθάπερ ἐγῷμαι, τοσοῦτον εἰπεῖν, ὅτι τὰ ῥυπαρα ἱμάτια σύμβολον ἃν εἶεν οὐκ ἀσυμφανὲς τῆς ἀκαθαρσίας τοῦ λαοῦ. κατημφιεσμένοι γὰρ ὥσπερ ταῖς σφῶν αὐτῶν ἁμαρτίαις, καὶ δυσαπόνιπτον ἔχον- [*](d) τες τῆς ἀσεβείας τὸν μῶμον, διετέλουν ἐν αἰχμαλωσία, ποιναῖς ὑπενηνεγμένοι, καὶ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων ἀποτινύντες δίκας. ἐπειδὴ δὲ κατηλέει Θεὸς, ἀπαλλάττεσθαι τῆς ἁμαρτίας προστέταχεν, ἐλευθεροῦσθαι τῶν ῥυπαρῶν, καὶ μεταμφιέννυσθαι τρόπον τινὰ τὴν δικαιοῦσαν χάριν. κατανεύει δὲ αὐτοῖς τοῦ πόνου τὸ πέρας καὶ τῶν συμβεβηκότων τὴν λύσιν. ὅπου γὰρ ἁμαρτίας ἄφεσις, ἕψεταί που πάντως καὶ τὸ ἀπαλλάττεσθαι δεῖν τῶν δι’ αὐτὴν ἐπενηνεγμένων. οὐκοῦν ἐν σχήματι Θεοῦ τοῖς ἑστηκόσι [*](e) καὶ λειτουργοῦσιν αὐτῷ προστέταχεν ὁ μακάριος ἄγγελος ἀφαιρεῖν ἀπ᾿ αὐτῶν τὴν ῥυπῶσαν ἐσθῆτα, καὶ δὴ καί φησιν Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. εἶτα δεῖν ἔφη ποδήρη τε αὐτῷ καὶ κίδαριν ἐπὶ τὴν κεφαλὴν δοθῆναι κεκαθαρμένην, διὰ τούτου νοῶμεν ὡς ἀεί πὼς συντρέχει ταῖς τῶν λαῶν καταστάσεσι καὶ τῆς ἱερωσύνης ἡ δόξα. καύχημα μὲν γὰρ [*](2. ἀπ’ αὐτοῦ τὰ ῥυπαρὰ inv. ord. C. 4. Haec καὶ περιέβαλον — κεφαλὴν αὐτοῦ accesserunt ex C. 9. ἱμάτια accesserunt ex. C.b. deest in D. 10. κατημφιεσμένοι — ταῖς σφ. αὐτ. ἁμαρτίαις D. Edd. κατημφιεμένος— τὰς σφῶν αὐτ. ἁμαρτίας C. 14. ἀποτινύντες C. ἀποτινν. Edd. 15. ἐλευθεροῦσθαι] + τε b. inv. C.D. 19. πάντως assumptum ex C.b. 22. ἀφαιρεῖν C. ἀφελεῖν Edd. αὐτῶν pr. manu C. αὐτοῦ Edd. 23. ἔφησε D. ποδηρην C. 24. κεκαρθορμένην C.D.b. καθαρὰν Edd. 25. νοῶμεν ὡς C.b. νενομισμένως D. Edd. συντρέχει C.b. συντρέχῃ Edd. 26. ἡ assumptum ex C.D.b. ante τῆς tr. B.)

317
τοῖς ἱερουργοῖς ἡ τῶν ὑπὸ χεῖρα καθαρότης, καὶ ἐν λαμπροῖς αὐχήμασι τὸ τῆς ἱερωσύνης ἔχουσιν εὐκλεὲς, εὐδοκιμοῦντος [*](a 675 A.) λαοῦ, καὶ ἀμωμήτως ἰόντος ἐπὶ τὸ Θεῷ δοκοῦν, καὶ τρυφερὸν ὑποφέροντος τοῖς παρ’ αὐτοῦ θεσπίσμασι τὸν τῆς διανοίας αὐχένα, ταύτῃτοι καὶ εὐμενῆ καὶ φίλον ἔχοντι ὁρᾷ Θεόν. ἐπίκλημα δὲ καὶ μῶμος τῶν ὑπεζευγμένων ἡ ῥᾳθυμία καὶ τὸ ἀπερισκέπτως ἵεσθαι πρὸς τὸ πλημμελές. ὥσπερ γὰρ ἐν ἁμαρτίαις ὄντος τοῦ λαοῦ, ῥυπαρά πὼς ἦν καὶ τὰ τοῦ ἱερέως ἐσθήματα· οὕτως εἰ ὁρῷτο πάλιν εὐδόκιμος, καθαρὸν ἔσται καὶ διαφανὲς τῆς ἱερωσύνης τὸ σχῆμα, καὶ ἐν πολλῇ [*](b) παρρησίᾳ τῆ παρὰ Θεῷ. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἱερουργήσας τοῖς ἔθνεσι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ ταῖς εἰς τὸ ἄμεινον ἐπιδόσεσιν εὐδοκιμοῦντα βλέπων, καὶ βεβαίαν ἔχοντα τὴν ἐπ’ αὐτῷ πίστιν, ἐπιστέλλει λέγων “Νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοὶ, ἢν ἔχω ἐν Χριστῷ [*](1 Cor xv. 31. Phil. v. 1.) “Ἰησοῦ,” καὶ πάλιν “Χαρὰ καὶ στέφανός μου.”