In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἀπεκρίθη ὁ ἄγγελος Κυρίου καὶ Κύριε, ἕως τίνος οὐ μὴ ἐλεήσεις Τὴν Ἱερουσαλὴμ καὶ τὰc πόλεις Τῆς Ἰουδαίας ἃς [*](b) ὐπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;

[*](1. ψαῤῥοί D.b. 2. αὐτοὶ] + καὶ Edd. invitis Β. D. βασιλείας b. invitis B.D. καὶ pro ἢ D. 4. ὑφ᾿ ἑαυτοῖς D. 6. Φουλὰ D.b. Φούλας Edd. 9. προσεμπρήσας δὲ] προσέμπρησε D. Statim πολλὸς hoc ordine b. κοὶ πολλὰς D. Edd. 11. αὐτὴν D.b. Edd. αὐτὸς Β. 12. γε D.b. τε Edd. 13. που assumptum ex b. deest in D. τῆς ἐκ. γν. τὸ διάφορον assumpta ex B.D.b. τῆς ἐκ. γνώμης post αἴνιγμα transp. Edd. et καὶ addunt. 14. ἑτερόχρουν D. 15. παραδέξαιτ’ 1). 17. τοῦ περιοδεῦσαι Κύριος inverso ordine D. 18. πᾶσαν τὴν γῆν D.b. τὴν γῆν ἅπασαν Edd. φησιν D. 22. ἀναγκαῖον D. Edd. ἀναγκαίως b. 23. καὶ prius om. D. (95, 185.) ὁ deest in Edd. κύριε] + παντοκράτωρ Edd. (A.V. &c.) invitis B.D. 24. ἐλεήσεις F. Edd. (Alex.) ἐλεήσῃς D. (Vat. cf. infra. τῆς Ἰουδαίας F. Edd. cf. infra. Ἰούδα D. (A.V. &c.))
294

Τῶν ἀπεσταλμένων ἵππων, ἤγουν ἐθνῶν τε καὶ βασιλέων περιοδευσάντων τὴν σύμπασαν γῆν, εἶτα σαφῶς εἰρηκότων, [*](Supra ver. 11.) ὡς κατοικεῖται καὶ ἡσυχάζει καὶ τὸν ἐξ ἀνάγκης ἐπεῤῥιμμένον ὑπομένει ζυγὸν, τρέπεται παραχρῆμα πρὸς λιτὰς τὰς ὑπέρ γε τῆς Ἱερουσαλὴμ καὶ τῆς Ἰουδαίας ὁ μακάριος ἄγγελος, ὃς τάχα που τέτακτο παρὰ Θεοῦ τὸ τῶν Ἰουδαίων ἔθνος παιδαγωγεῖν. εὑρήσομεν δὲ ὅτι καὶ ὅτε τῆς τῶν Αἰγυπτίων [*](c) ἐκδεδραμήκασι γῆς, δεινοῖς μὲν αὐτοὺς κατεπτόει δείμασιν ὁ ἀπόπληκτος Φαραὼ, τὸν πολέμου νόμον ἐξωπλισμένος, εἶτα διώκειν ἐπιχειρῶν, ἔστη, φησὶν, ὁ ἄγγελος Κυρίου ἀνὰ μέσον αὐτῶν, ‘‘καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα.’’ ἀλλὰ [*](Exod. xiv. 20. Heb. ii. 2.) καὶ αὐτὸν τὸν νόμον δι’ ἀγγέλων λελαλῆσθαι ὁ νομομαθὴς ἔφη Παῦλος. ὑπεμφαίνει ’δε τι τοιοῦτον καὶ τῆς εὐαγγελικῆς παραβολῆς ἡ δύναμις. ἔφη γάρ που Χριστὸς περὶ τῆς τῶν Ἰουδαίων Συναγωγῆς, τὸ μέλλον αὐτῇ συμβήσεσθαι [*](S. Luc. xiii. 6.) προαναδεικνὺς αἰνιγματωδῶς “Συκῆν εἶχε τις πεφυτευμένην [*](d) “ἐν τῷ ἀγρῷ αὐτοῦ.’’ ἐπειδὴ δὲ ἄκαρπος ἢν, ἐκκόπτειν αὐτὴν ἤθελε, καὶ δὴ τοῦτο δρᾶν ἐκέλευε λέγων τῷ γηπόνῳ [*](Ib. 7.) “Ἔκκοψον αὐτὴν, ἱνατί καὶ τὴν γῆν καταργεῖ;” ὁ δὲ πρὸς [*](Ib 8, 9.) τοῦτό φησι ‘‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως “ἂν σκάψω περὶ αὐτὴν, καὶ βάλω κόπρια· κἂν μὲν ποιήση “ καρπὸν “καρπὸν εἰς τὸ μέλλον· εἰ δὲ μή γε, ἐκκόψεις γὰρ ἕτερον ἡμῖν ἐν τούτοις τὸ τοῦ γηπόνου πρόσωπον ὑπαι- [*](e) νίττεται, πλὴν ὅτι τὸ τοῦ προεστηκότος ἀγγέλου, καὶ παιδαγωγεῖν αὐτὴν, ὡς ἔφην, προστεταγμένου; ὁρίσαντος οὖν τοῦ Θεοῦ τῆς αἰχμαλωσίας τὸν χρόνον εἰς ἔτος τὸ ἑβδομηκοστὸν, οὔπω μὲν εἰς πέρας ἥκοντος τοῦ καιροῦ, σιωπᾶν ἦν ἀναγκαῖον, ὡς ἃν μὴ δοκοίη Δεσποτικοῖς ἀντεξάγειν νεύμασι. πεπερασμένου δὲ ἤδη τοῦ καιροῦ, ποιεῖται τὰς λιτὰς, καὶ τῆς τοῦ [*](4. Haec τρέπεται— Ἱερουσαλὴμ accesserunt ex B.D. 6. τέτακτο B.D. ἐτέτακτο Εdd. 9. πολέμου] πολέμιον D. 12. λελαλῆσθαι δι ἀγγ. inverso ordine D. 15. τῶν om. D. 20. τὸ ἔτος τοῦτο inverso online D. 21. βάλω B.D. βάλλω Edd. 26. τὸ assumptum ex B.D.b.)

295
προσκρούειν ὑποψίας οἷον ἐκ μέσου γεγενημένης, ἀψευδῆ δὲ ὄντα τὸν Δεσπότην εἰδὼς, ἀναμαθεῖν ἀξιοῖ, πότερόν ποτε συμπεπέρανται τοῖς ἡμαρτηκόσι τὰ ἐξ ὀργῆς κατὰ τὸ πάλαι [*](a 661A.) δόξαν εἰς ἔτος τὸ ἑβδομηκοστόν· ἤγουν ἔσται τις έτέρα πάλιν ἀνάβλησις προστεθειμένων ἁμαρτιῶν, καὶ εἰς μῆκος ἔτι τὰ τῆς ταλαιπωρίας αὐτοῖς ἐκτείνεται. ταύτῃσί φησιν Ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ιερουσαλημ καὶ τας τῆς πόλεις ὑπερεωραμένας ἤδη τοῦτο ἑβδομηκοστὸν ἔτος;

Ελπὶς οὖν ἄρα τοῖς σεβομένοις Θεὸν χρηστὴ, καὶ ἀμφίβολος, ὡς εἰ δήπου γένοιτο προσκρούειν ἐξ ἀσθενείας, ἁλλ’ οὖν ἔχουσι παρὰ Θεῷ τοὺς λιπαροῦντας ὑπὲρ ἑαυτῶν, [*](b) οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἁγίους ἀγγέλους, οἳ προσηνῆ τε καὶ μειλίχιον ἀποτελοῦσι Θεὸν, τῇ ἰδίᾳ καθαρότητι κατευνάζοντες τὰς ὀργὰς, καὶ οἱονείπως ἐκδυσωποῦντες ἀσχάλλοντα τὸν κριτήν. ἀλλὰ τότε μὲν ἄγγελος ὑπὲρ τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἐποιεῖτο τὰς λιτάς· ἡμεῖς δὲ, οἱ πεπιστευκότες καὶ ἡγιασμένοι λοιπὸν ἐν Πνεύματι, “Παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν [*](1 S. Joan. ii. 1, 2.) “Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ- [*](c) “τιῶν ἡμῶν· οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἁλλὰ περὶ ‘‘ὅλου τοῦ κόσμου.” καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, αὐτὸν “ἱλαστήριον ὁ Θεὸς ἔθετο διὰ πίστεως, ἁμαρτιῶν [*](Rom. iii. 25.) ἀπαλλάττοντα τοὺς προσιόντας αὐτῷ.

Καὶ ἀπεκρίθη Κύριος παντοκράτωρ τῷ ἀγγέλῳ τῷ λαλοῦντι ἐν ἐμοὶ ῥήματα καλά καἰ λόγους παρακλητικούς. καὶ εἷπε πρὁς μὲ ὁ ἄγγελος ὁ λαλῶ ἑ ἐμοί Ἀνάκραγε λέΓω Κύριος παντοκράτωρ Ἐζήλωκα τὴν Ἱερουραλὴμ καὶ τὴν Σιὼν [*](d) ζῆλον μέγαν, καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπἰ τὰ ἔθνη τὰ [*](1, 2. οἷον et ποτε assumpta ex b. desunt in D. 4. δόξον b. δοκοῦν D. Edd. 5. προστιθεμένων b. 7. ἐλεήσῃ Edd. invitis omnibus. 10. ἀμφίλογος D. 16. τῶν om. D. 19. δίκαιον assumptum ex D. 20. μόνον D. Edd. μόνων Β. 24. ἐν om. D. 28. ἐγὼ deest in Edd.)

296
συνεπιτιθέμενα, ἀνθ’ ὧι ἐγὼ μὲν ὠργίσθην ὀλίγα, συνεπέθεντο εἰς κακά.

Ἀληθὲς εἰπεῖν, ὅτι κατὰ τὴν τοῦ ψάλλοντος φωνήν [*](Ps. cii. 8.) “Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος,” καὶ αὐτὴ δὲ πραγμάτων ἡ πεῖρα διαβοήσειεν ἃν, ὡς ὧδέ τε ἔχει καὶ οὐχ [*](e) ἑτέρως. ἄθρει δὲ ὅπως δέχεται παραχρῆμα τὰς λιτὰς τὰς ὑπέρ γε τῶν πεπραχότων ἀθλίως, καὶ συντετριμμένων ἐν ἀλλοδαπῇ, καὶ τὸν τῆς αἰχμαλωσίας ἀνατλάντων ζυγὸν, μόνον δὲ οὐχὶ τοῦ παρακαλοῦντος φθάνει τὴν αἴτησιν, καὶ ἀποκρίνεται παραχρῆμα ρηματα καλα καὶ λόγους παρακλητικούς· παρακλητικοὺς ’δε φησι τοὺς ἀνακτήσασθαί τε καὶ παρακάλεσαι δυναμένους τοὺς πεπονηκότας. παρ’ ὅλον γὰρ [*](662A. a) τῆς αἰχμαλωσίας αὐτῶν τὸν καιρὸν οὐ ῥῆμα τάχα που χρηστὸν εἰρηκὼς, οὐχ ἑτέρου τινὸς τῶν παρακαλεῖν εἰωθότων ἀξιώσας αὐτοὺς, ἄρχεται χρηστοεπεῖν, καὶ τῆς ἐπ’ αὐτοῖς ἡμερότητος καταβάλλεται τὴν ἀρχήν. ἐκ περιχαρείας δὴ οὖν τῆς ἄγαν ὁ θεσπέσιος ἄγγελος διακεκραγέναι λοιπὸν τῷ Προφήτῃ προστέταχε καὶ διακονεῖν εἰς ἅπαντας τὰ παρὰ Θεοῦ. ἐζηλωκέναι γάρ φησι τὴν Ἱερουσαλὴμ ζῆλον οὐκ αὐτῇ τὸν ζῆλον ἐνιεὶς, καθάπερ καὶ πρώην παρενηνεγμένῃ [*](b) πρὸς ἀλλοκότους λατρείας, ἀλλ’ ὑπὲρ αὐτῆς τοῖς πεπορθη- κόσιν, οἷς καὶ ὠργίσθαι φησὶν, οὐχ ὡς καὶ ἐν ἁπλῇ καὶ μεμετρημένῃ κινήσει τυχὸν, ἀλλ’ ὡς ἐν ἀκράτῳ τε καὶ ἀσχέτῳ θυμῷ. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπαίδευον τοὺς ἐμοὺς, καὶ οὐδὲν αὐτοὺς πέρα μέτρου πάσχειν ἤθελον· αὐτοὶ δὲ τῆς ἰδίας γνώμης τὴν ἀγριότητα δεινῶς τε καὶ ἀχαλίνως ἐπῆγον, παρέντες οὐδὲν τῶν εἰς ὠμότητα καὶ ἀπανθρωπίαν.

Τοῦτο οἶμαί ἐστι τὸ ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ συνεπέθεντο εἰς κακά. παιδεύει μὲν γὰρ ἐξ ἀγάπης ἡμαρδὲ [*](6. δὲ D. γὰρ Εdd. 8. ἀνατλάντων B.D. ἀπαλλάττων Edd. 11. φησὶ D. φημι Edd. 13. τὸν τῆς αἰχμαλωσίας τὸν (sic) pro τῆς οἰχμ. αὐτῶν τὸν D. 22. καὶ secundum assumptum ex D. 25. πέρα] παρά b. Statim τοῦ add. D. 29. γὰρ om. D.)

297
τηκότας ὁ τῶν ὅλων Θεὸς, καὶ συμμέτρους ἡμῖν ἐπιφέρων [*](c) αἰκίας, ἢ πόνους, μετασοβεῖ πρὸς τὸ ἄμεινον. οἱ δὲ δὴ πρὸς τοῦτο παρειλημμένοι, θηριοπρεπῶς ἐπιθρώσκουσι τοῖς παιδευομένοις ἔσθ’ ὅτε. ἀλλ’ ὀργίζεται Θεὸς ἐπ’ αὐτοῖς ὀργὴν μεγάλην. ὁ μὲν γὰρ ὡς πατὴρ ἐπανορθοῦν ταῖς αἰκίαις ἤθελεν· οἱ δὲ ὅλοις ὥσπερ ἱστίοις καὶ πάντα σείοντες κάλων ἀσχέτοις ὁρμᾶις τοῖς κάμνουσιν ἐπεφέροντο.

Τοῦτο παθούσης τῆς Ἐκκλησίας, ἠγνοήκασιν οἱ διώκοντες, ὅτι τοὺς τῆς εἰς αὐτὴν ἀγριότητος ἀποτιοῦσι λόγους, καὶ πικρὰς ἐξαιτηθήσονται δίκας παρὰ τοῦ προεστῶτος Θεοῦ.

[*](d)

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, κω μέτρον ἐκτεθήσεται ἐμὶ ετι.

Δέδειχεν ὅτι παθοῦσα τὴν ἀποστροφὴν τοῦ διασώζειν ἰσχύοντος, ἀθλιότητός τε καὶ ταλαιπωρίας εἰς τοῦτο κατώλισθεν, ἔσται δὲ πάλιν ἀκονιτὶ καὶ λίαν εὐκόλως ἐν οἷς ἦν [*](e) πάλαι, μετατεθέντος εἰς ἡμερότητα τοῦ παρωργισμένου· δῆλον δὲ ὅτι τοῦ πάντα ἰσχύοντος Θεοῦ· μόνον δὲ οὐχὶ καὶ ὑπονοστοῦντος εἰς αὐτὴν, διάτοι τοῦ πάλιν ἀξιῶσαι φειδοῦς καὶ ἀγάπης, καὶ ἀμνησικάκως ἀνεῖναί οἱ τὰ ἐγκλήματα. ὑπισχνεῖται γὰρ καὶ τὸν οἶκον ἐγείρειν, καὶ εὐμηκεστάτην ἀποφαίνειν τὴν Ἱερουσαλήμ. ἐμπέπρηστο μὲν γὰρ ὁ ναὸς, καθῄρηντο δὲ καὶ αὐτὰ τὰ τῆς πόλεως τείχη, ὡς ὀλίγην καὶ συνεσταλμένην ὁρᾶσθαι παντελῶς, καὶ εὐαριθμήτους ἔχειν τοὺς οἰκήτορας. ἀλλ’, ὡς ἔφην ἀρτίως, ἀνακομίζειν αὐτὴν [*](a 663 A.) [*](3. θηριοπρεπ ει ῶ ς B. habet θηριοπρεπῶς D. 4. ὀργίζετο D. 6. Haec ὅλοις—κάλων accesserunt ex D. 7. ἐπιφέρονται D. 9. τοὺς assumptum ex D. ἀποτιοῦσι D. ἀποτίσουσι Edd. 10. ἐξαιτοῦνται D. προεστηκότος D. 12. αὐτῷ D. 13. ἐκτεθήσεται Β. (Alex.) ἐκταθ. D. Εdd. (Vat. ℵ) 14. ἔτι ad Δέδειχεν conjungit D. 18. μετατεθέντες (sic) D. 21. οἱ assumptum ex B.D. 23. ἐμπέπρηστον Aub. νεώς D.)

298
ἐπαγγέλλεται πρὸς τὸ ἐν ἀρχαῖς, ὃ δὴ καὶ τετέλεστο, Κύρου μὲν ἀνέντος τῆς αἰχμαλωσίας, Δαρείου γενὴν καὶ αὐτὸν ἀναδείμασθαι προστάττοντος τὸν ναὸν, ἐφιέντος τε καὶ αὐτὴν τοῖς τείχεσιν ὀχυροῦν τὴν πόλιν.

Ὁρῶμεν δὲ, ὅτι διαγυμνάζων ἔσθ’ ὅτε Θεὸς τῶν ἁγίων τὴν πίστιν, καὶ τῶν προσκειμένων αὐτῷ τὴν ἀγάπησιν, ἐφίησι κατὰ καιροὺς διώκεσθαι τὴν Ἐκκλησίαν. ἀλλ’ ὀλίγα [*](b) παθοῦσαν εὐθὺς ἀνίστησι, καὶ ἀνατειχίζει πάλιν ταῖς ἐπικουρίαις, καὶ τῆ ἄνωθεν χάριτι τὸν ἴδιον οἶκον στεφανοῖ. καὶ ἕκαστος δὲ τῶν εὐσεβεῖν ᾑρημένων καὶ πόλις ἐστὶ καὶ οἰκος Θεοῦ. δοκιμάζεται δὲ πολλάκις, κατερεθιζούσης αὐτὸν εἰς φαυλότητα καὶ σαρκικῆς ἡδονῆς καὶ μερίμνης κοσμικῆς, ὡς δοκεῖν ἐμπεπρῆσθαί τε καὶ τειχῶν ἐρήμην, ἤγουν ἀσφαλείας, τὴν τοῦ παθόντος ἀπομεῖναι ψυχήν. ἀλλὰ κατοικτεί- ροντος Θεοῦ, καὶ ταῖς τῶν ἁγίων λιταῖς μετατιθεμένου πρὸς [*](Eph. ii. 21, 22. c) τὸ ἥμερον, οἰκοδομεῖται πάλιν “εἰς ναὸν ἅγιον, εἰς κατοι- “κητήριον Θεοῦ ἐν Πνεύματι,” καὶ δὴ καὶ ἁπάσης ἐπεληλαμένης ἀκαθαρσίας, ἀνατειχίζεται παρὰ Θεοῦ, καὶ γίνεται πόλις τοῦ μεγάλου βασιλέως, τουτέστι Χριστοῦ.

Καὶ εἶπε πρὸς μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμώ Ἀνάκραγε λέγων Τάδε λέρει Κύριος παντοκράτωρ Ἔτι διαχυθήσονται ἀγαθοῖς, καὶ ἐλεήσει Κύριος ἔτι τήν Σιὼν καὶ αἱρετιεῖ ἔτι ‘Ιερουσαλήμ.

[*](d)

Παρατείνοντος τοῦ χρόνου τῆς αἰχμαλωσίας, αἱ τῆς Ἱουδαίας πόλεις, οὐδὲν δὲ ἧττον καὶ τῆς Σαμαρειτῶν, ἐξηρήμωντο παντελῶς. οἶκοί τε γὰρ ἦσαν ἐμπεπρησμένοι καὶ μονονουχὶ τῆς Βαβυλωνίων ὠμότητος κατακεκραγότες, καὶ αὐτὰ δὲ τὰ τῶν πόλεων σχήματα κατηφανισμένα καὶ ἀνατετραμμένα [*](1. τετέλεστο B.D. τετέλεσται b. Edd. νεών D.b. 8. ἀνίστησι] + Θεὸς D. 17. καὶ alt. assumptum ex D. 20. ἀνάκραγε] ἔτι ἀνάκρ. Edd. ἔτι deest in Β.D. (ℵ Alex. XII.) 25. δὲ δὴ Edd. τῆς D. τῶν Edd.)

299
παντελῶς. εὐαριθμήτων δὲ κομιδῇ κατοικούντων, ἄνδρα μὲν οὐκ ἦν λαμπρὸν, ἢ καὶ ἑτέρως ἐπίσημον ἰδεῖν, ἀλλ’ οὐδὲ ἐν εὐπαθείᾳ ὄντας τινὰς, κατηφεῖς δὲ ἅπαντας, λιμῷ καὶ πενίᾳ κατηχθισμένους. τούτων ἁπάντων ἔσεσθαι πέρας [*](e) ἐπαγγέλλεται. διαχυθήσονται γάρ φησι πόλεις ἐν ἀγαθοῖς, τουτέστιν, ἐν ταῖς ἀρχαίαις εὐημερίαις ἔσονται, καὶ παρακειμένων αὐταῖς τῶν εἰς ἀφθονίαν ἀγαθῶν, μεταβαλοῦσι τὴν ὄψιν, καὶ ἀναδραμοῦνται πάλιν ἐν τοῖς κατ’ εὐχήν. ἐλεήσει γὰρ κύριος ἔτι τὴν Σιῶν καὶ αἱρετιεῖ ἔτι τὴν Ἱερουσαλήμ.

Ἄθρει δὲ ὅπως εὐτέχνως ἡμῖν ὁ τῆς προφητείας πρόεισι λόγος. οὐ γὰρ εἰς ἅπαν αὐτὴν ἐλεήσειν κατεπαγγέλλεται, οὔτε μὴν εἰς πάντα χρόνον αἱρετιεῖν· ἀλλὰ τό Ἔτι φησὶ, [*](a 664 A.) μεμετρημένον ὥσπερ τὸν τῆς ἡμερότητος χρόνον ὑπισΧνούμενος. ἔμελλε γὰρ μετὰ τοῦτο τοῖς ἔτι χείροσιν ἐναλῶναι κακοῖς, ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις κατεγνωσμένη. οὐκοῦν τό Ἔτι μονονουχὶ καὶ ἐπιμετρεῖ τὸν τῆς ἡμερότητος χρόνον, ἀπειλὴν ἔχον ἀσυμφανῆ τῶν συμβησομένων αὐτῇ κατὰ τοὺς καιροὺς τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας.

[*](b)

Καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ τέσσαρα κέρατα. καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοί Τί ἐστι ταῦτα, Κύριε; καὶ εἶπε πρὸς μέ ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸ Ἰσραήλ. κω ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. καὶ εἶπα Τί οὖτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε πρὸς μέ Ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸ Ἰούδαν κα τὸ Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ἦρε κεφαλήν· καὶ εἰσῆλθον οὖτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶ τά τέσσαρα [*](c) [*](1. ἄνδρασι D. 4. κατηχθεσμένους Edd. 5. γὰρ om. 6. Schol. brevissimum τουτέστιν ἐν ταῖς ἀρχαίαις ἐκείναις εὐημερίαις ἔσονται habet ἐκείναις non addit D. 15. κακοῖς—κατεγνωσμένη om. D. 16. μονονουχὶ καὶ ἐπιμετρεῖ D. μεμετρημένον ὥσπερ Edd. μεμ. ὥσπερ δηλοῖ Aub. 17. ἔχον D. ἔχοντα Edd. 18. τοὺς οm. D. 20. τοῦτο D. 22-24. Ἰούδαν ad Ἰούδαν transilit D. 22. Ἰσραὴλ] + καὶ Ἱερουσαλὴμ Edd. (ℵ Vat.) invito Β. (Alex. XII.) μοι Κύριος hoc ordine Β. 23. Haec μὲ accesserunt ex Β. (Alex. XII.) 25. εἰσῆλθον B.D.F. (Alex. XII.) cf. infra. εἰσήλθοσιν Edd. εἰσήλθοσαν Migne. [ἐξήλθοσαν Vat. ℵ])

300
κέρατα, τὰ ἔθνη τά ἐπαιρόμενα κέρας ἐπὶ τὴν τῆν τοῦ τοῦ διασκορπίσαι αὐτὴν.

Ἐφ᾿ ἑτέραν ὅρασιν ὁ προφήτης ἔρχεται, καὶ οὐκ μακρὰν, ἵνα μὴ λόγῳ μόνω παιδεύοιτο τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτῶν τῶν συμβησομένων ἐν θεωρίαις γενόμενος, λεπτῶς τε καὶ ἀκριβῶς εἰδείη τὰ σημαινόμενα. τίς οὖν ἄρα ἐστὶν ὁ τῆς ὁράσεως νοῦς, ὡς ἃν οἷός τε ὦ, διειπεῖν πειράσομαι. τὸ [*](d) κερας ἀεὶ παρὰ τῇ θεοπνεύστῳ γραφῇ λαμβάνεται τὰ μὲν εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἰσχύος, ἤγουν βασιλείας· κατα- σημαίνει δὲ πλειστάκις καὶ ὑπεροψίαν, ὡς ἔν γε τῷ φάναι [*](Ps.lxxiv. 5. 6.) τισὶ τὸν μακάριον Δαυείδ ‘‘Εἶπα τοῖς παρανομοῦσι Μὴ “παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι Μῆ ὑψοῦτε κέρας· μὴ “ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν μηδὲ λαλεῖτε κατὰ τοῦ [*](Ib. cxi. 9.) “Θεοῦ ἀδικίαν.“ ψάλλει ’δε που καὶ περὶ Χριστοῦ “κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόζη,’’ τουτέστιν, ἡ βασιλεία, καὶ ἡ τοῦ κατάρχειν τῶν ὅλων ἰσχύς τε καὶ ἐξουσία.

Ὁρᾷ τοιγαροῦν ὁ Προφήτης τέσσαρα κερατα, τουτέστιν, ἔθνη τέσσαρα, σκληρά τε καὶ ἀλκιμώτατα, πόλεις τε ὁμοῦ [*](e) καὶ χώρας ἐκκεραίζειν εὐκόλως δυνάμενα. καὶ οἱ μὲν εἶναι ταῦτά φασι, τήν τε Ἀσσυρίων βασιλείαν, καὶ μέντοι πρὸς τῇδε τὴν τῶν Βαβυλωνίων, καὶ τρίτην τὴν Μακεδόνων. Ἀντίοχος γὰρ ᾧ ἐπίκλην ἐπιφανὴς, ἐκ Μακεδονίας ὣν, πεπόρθηκε τὴν Ἰουδαίαν. ἐπαριθμοῦσι δὲ ταύτῃ καὶ τὴν Ρωμαίων, ἢ μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν, εἷλε κατὰ κράτος τὰ Ἱεροσόλυμα. ἐπειδὴ δὲ διερμηνεύων τῷ Προφήτῃ τὴν ὅρασιν ὁ θεσπέσιος ἄγγελος, ἔφησε περὶ τῶν [*](665Α. a) κεράτων, ὅτι ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν [*](1. ἐπαιρόμενα Β. ἐπαίροντα D. ἐπαιρούμενα Edd. ante Migne. Statim κέρας om. B. (51, 240.) habet D. τοῦ deest in D. habet F. (49.) 8. τὰ assumptum ex D. 12. Haec μὴ ἐπαίρετε — ἀδικίαν accesserunt ex D. 14. τὸ κέρας Hic inc. initio hodie mutilus C. 16 ἐξουσίαν (sic) D. 21. τῶν om. C. habent D.b. τὴν alt. Edd. τῶν b. Neutrum habet C. 22. ᾧ C. ὁ Edd. Statim ἐπίκλην om. D. 23. ἐπαρ. D.b. Edd. ἀπαριθμοῦσι C. 24. τοῦ om. C. habet b. κατὰ κράτος τὰ Ἱεροσόλυμα hoc ordine C.D.b. κατα- κρατως C. 26. ἔφη C.)

301
καὶ τὸν Ἰσραὴλ κατέαξαν, ἀναγκαῖον οἶμαι καὶ νῦν ἐκεῖνα παρέντας, ἐπ’ ἔθνη μᾶλλον ἐλθεῖν τὰ συντετριφότα τὸν Ισραήλ. τέσσαρες δὴ οὖν γεγόνασιν ἀρχαὶ, δι’ ὧν τοῦτο παθοῦσαν τὴν Ἰουδαίαν εὑρήσομεν. Φουλὰ μὲν γὰρ πρῶτος τὰς ἐπέκεινα, ὡς ἔφην, τῶν Ἰορδάνου ναμάτων εἷλε φυλάς· εἶτα μετ’ ἐκεῖνον ὁ Σαλμανασὰρ, καὶ τρίτος Σεναχηρεὶμ, καὶ τελευταῖος ἐπ’ ἐκείνοις ὁ Ναβουχοδονόσορ. οὐκοῦν οἰκειότερον τερον νοηθείη ἂν ἐπ’ αὐτῶν, ὅτι ταῦτά ἐστι τὰ τέσσαρα κερατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. εἶτα [*](b) Θεοῦ καταδεικνύοντός τε καὶ ἀνευρύνοντος τῷ Προφήτῃ τὴν ὅρασιν, τέσσαρες ὁρῶνται τέκτονες. ἤρετο δὲ πάλιν, ὅποι τε καὶ ἐφ’ ὅτῳ βαδίζουσιν· εἶτά φησιν ὁ λαλῶν ἄγγελος ἐν αὐτῷ, ὅτι τοὶ τέσσαρα κέρατα τὰ συντετριφότα τε καὶ διασκορπίσαντα τὸν Ἰούδαν καὶ τὸν Ἰσραὴλ εἰσῆλθον ὀξῦναι.

Τί οὖν ἐροῦμεν καὶ διὰ τούτου πάλιν ὑποσημαίνεσθαι; ἆρα γὰρ παρωξύνοντο κατὰ τοῦ Ἰσραὴλ οἱ ἤδη πεπορθηκότες, καὶ ἀγριωτέρους ἀπετέλει Θεὸς τοὺς ἐξ ὀργῆς αὐτοῖς [*](c) ἐπενηνεγμένους; καίτοι φαίνεται διακεκραγώς τε καὶ λέγων “Ἐζήλωκα τὴν ‘Iερουσαλὴμ καὶ τὴν Σιῶν ζῆλον μέγαν, [*](Supra 14,15.) “καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτι. “θέμενα, ἀνθ’ ὧν μὲν ὠργίσθην ἐγὼ ὀλίγα, αὐτοὶ δὲ “συνεπέθεντο εἰς κακά.” ὁ δὲ ὀλίγα καὶ συμμέτρως ὠργισμένος, καὶ ζῆλον ἐπαφιεὶς τοῖς πεπορθηκόσιν, ὅτι πέρα λόγου δεδράκασι τὰ εἰς τοὺς ἁλόντας τολμήματα, πῶς ὀξύνεσθαι κατ’ αὐτῶν κελεύει τὰ κέρατα; οὐκοῦν ὀξύνονται μὲν, πλὴν οὐ κατά γε τοῦ Ἰσραὴλ, ἀλλὰ κατὰ σφῶν αὐτῶν. [*](d) κατεξανέστησαν γὰρ ἀλλήλων, καὶ πεπολεμήκασιν Ἀσσυρίοις τε καὶ Βαβυλωνίοις Πέρσα καὶ Μῆδοι, Κύρου Βεβασιλευκότος, καθάπερ ἤδη προείρηται.

[*](3. γεγόνασιν] γεγένηνται D. 4. Φουλὰ C.D. Φούλος 7. ἐπ’ ἐκείνοις C.D. μετ’ ἐκείνους Edd. 16 παρωξύνονται (sic) D. 18. τε assumptum ex C.D. 20. ἐγὼ assumptum ex C. συντιθέμενα D. 21. μὲν ὠργίσθην ἐγὼ hoc ordine C. ἐγὼ ante μὲν transp. Edd. 22. συνε- πέθοντο C. σύμμετρα D. 24. πέρα B.C. παρὰ Edd. Statim λόγον Migne.)
302

Οὐκοῦν, εἰ μὴ ὀξύνθη τὰ κέρατα, καὶ πεπόρθητο τὰ Babulvnqivn, οὐκ ἂν ἀπήλλακτο δουλείας ὁ ’Ισραὴλ, οὐκ ἃν ἀνείθη δεσμῶν καὶ τῆς ἀφορήτου ταλαιπωρίας. οἱ τοίνυν τέσσαρες τέκτονες, οἱ τοι κέρατα παραθήγοντες ἐν χερσὶν αὐτῶν, τουτ- [*](e) ἐστι τῶν ἐχόντων αὐτὰ, ἤτοι τῶν κρατούντων· ἵνα τοὺς Περσῶν νοῶμεν βεβασιλευκότας· νοηθεῖεν νοηθεῖεν ἂν ἄγγελοι, τὸ Θεῷ δοκοῦν ἀποπεραίνειν εὖ μάλα προστεταγμένοι. μένοι. τοῦτο δὲ ἦν ἄρα τὸ ἁλῶναι τὴν Βαβυλωνίων, καὶ ὑπὸ χεῖρα γενέσθαι Περσῶν τε καὶ Μήδων, περὶ ὧν ἑτέρωθί που φησὶν ὁ τῶν [*](Es. xiii. 3.) ὅλων δεσπότης Θεός ‘‘Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, “γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα “καὶ ὑβρίζοντες.”

[*](666 A. a)[*](Κεφ. β΄.)

κὼ ἦα τοὺς ὀφθαλμούς μου κὼ ἴδον, καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοίνιον γεωμετρικόν. καὶ εἶπα πρὸς σὺ πορεύῃ; καὶ εἶπε πρὸς μέ Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος αὐτῆς ἐστι καὶ πηλίκον τὸ μῆκος. καὶ ἰδοὺ ὁ ἄγγελος ἑ λαλῶν ἐν ἐμοὶ ἱστήκει, καὶ [*](b) ρος ἐξεπορεύετο εἰς ἁπάντησιν αὐτοῦ, καὶ εἶπε λέγων Δράμε καὶ λάλησον πρὸς τόν νεανίαν ἐκεῖνον Κατάκαρπος κατοικηθήσεται ‘Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων πων καὶ κτηνῶν τῶν ἐν μέσῳ αὐτῆς· καὶ ἐγὼ ἔσομαι αὐτῇ, φησὶ Κύριος, τεῖχος πυρὸς κυκλόθεν καὶ εἰς δόξαν μέσῳ αὐτῆς.

Ὅτι μὴ κατὰ τοῦ Ἰσραὴλ ὠξύνθη τὰ κέρατα, κατ’ ἐκείνων [*](1. ὀξύνθη C.b. ὠξύνθη Edd. ἐπεπόρθητο iid. invitis B.C.D.b. 2. οὐδ’ pro οὐκ C. 6. βεβασιλευκότος C.D.b. βασιλέας Edd. Praemittit κατὰ καιροὺς b. νοῶμεν post βεβ. transp. D. ἂν assumptum ex C.b. τὸ Θεῷ Sic edidimus. τῷ Θεῷ δ. C.b. τὸ δ. Θεῷ Edd. 7. δὲ assumptum ex C.D. 10. Θεός assumptum ex C. 13. ἴδον C. εἶδον Edd. (26. al.) καὶ ult. om. C. (manu prima.) 17. ἱστήκει C. (Alex. ℵ) εἱστ. Edd. 18. ἀπάντησιν αὐτοῦ B.C.D. (Alex. XII.) ἀπάντησιν αὐτῷ F. (26, 42.) cf. in S. Joannem 73 b. συνάντησιν αὐτῷ Edd. (Vat. ℵ) 19. Δράμε Δράμε—λέλων desunt in Edd. invitis omnibus. νεανίσκον Β. (ℵ 22. al.) 20. κατάκαρπος habent B.F. suprasc.) [κατακάρπως A.V. ℵ cf. infra.] 21. τῶν assumptum ex C.D. (Alex. XII mg.) αὐτὴ] αὐτοῖς D. Statim φησὶ C.D. (Alex. XII.) λέγει Edd. (Vat. 22. κύκλωθεν C.D. 24. ὀξύνθη C.)

303
δὲ μᾶλλον, οἳ εἷλόν τε καὶ πεπορθήκασι τήν τε Ἱερουσαλὴμ, καὶ μέντοι τὴν Ἰουδαίαν, ἡ γείτων ὅρασις ἐκδείξειεν ἂν, καὶ [*](c) μάλα εὐκόλως. αἴρει γὰρ πάλιν τοὺς ὀφθαλμοὺς ὁ Προφήτης, καὶ οὐχὶ δὴ πάντως τοῦ σώματος· ἄποπτα γὰρ τὰ τοιάδε τῶν θεωρημάτων τοῖς σαρκὸς ὀφθαλμοῖς· τοὺς ἔσω δὲ μᾶλλον καὶ νοητοὺς, δῆλον δὲ ὅτι τοὺς ἐν καρδίᾳ καὶ νῷ. εἶτά τινα τεθεᾶσθαί φησιν ἐν ἀνδρὸς σχήματι, αχοινίον ἔχοντος γεωμετρικὸν, ἤρετο δὲ πάλιν ἐφ’ ὅτῳ τε βαδίζοι, καὶ τίς ὁ σκοπὸς αὐτῷ. τοῦ δὲ δὴ φάσκοντος Διαμετρῆσαι τὴν Ἱερουσαλὴμ, τοῦ ἰδεῖν πηλίκον τὸ πλάτος ἐστὶν καὶ πηλίκον τὸ μῆκος, ἄγγελος ἕτερος ἑτέρῳ πάλιν ἀγγέλῳ βαδίζειν ἐκέλευε καὶ ἀπαγγελεῖν αὐτῷ ὅτι κατάκαρπος κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων κα.) κτηνῶν τῶν ὄντων ἐν μέσῳ αὐτῆς. ἐπειδὴ γὰρ ἠρημωμένης τῆς Ἱερουσαλὴμ, προσεμπρησθέντος πρησθέντος δὲ καὶ αὐτοῦ τοῦ θείου νεὼ, καὶ τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν οἴκων τε καὶ πόλεων ἀνατετραμμένων, ἀνῄρητό [*](d) πὼς ἡ ἐλπὶς τοῦ καὶ εἰσαῦθις αὐτὴν ἀνασφῆλαι δύνασθαι. δείκνυσι δὲ Θεὸς, ὅτι τῶν κεράτων παρωξυμμένων, τουτέστι τῶν ἐθνῶν, ἤτοι τῶν βασιλειῶν, καὶ τὸν πρὸς ἄλληλα πόλεμον λεμον συγκεκροτηκότων, ἀνεθήσεται μὲν ὁ Ἰσραὴλ, οἰκήσει δὲ πάλιν κατευρυνθεῖσαν τὴν Ἱερουσαλὴμ καὶ θείᾳ πεπυργωμένην, καὶ οἷον ἀμάχῳ φλογὶ ταῖς ἄνωθεν εὐμενείαις διεζωσμένην. τρέχει τοίνυν ὁ ἄγγελος ἐκμετρῆσαι τὴν Ἱερουταλὴμ, [*](e) καὶ οἷον ὁρίσαι πλατεῖαν αὐτὴν καὶ εὐμηκεστάτην.