In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΚΥΡΙΛΛΟΥ

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΖΑΧΑΡΙΑΝ.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

Κεφ. α΄. ’Εν τῷ ὀκδόῳ μηνὶ ἔτους δευτέρου ἐμ Δαρείου, ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Αδδὼ τοῦ Προφήτου λέΓω.

[*](a)

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ὁ μακάριος Ζαχαρίας ἐν τοῖς ῾Ιεροσολύροις, κατὰ τοὺς αὐτοὺς οἶμαι χρόνους, καθ’ οὓς καὶ ὁ Σοφονίας. μετὰ γάρ τοι τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον, κατῴκηκεν ὁ Ἰσραὴλ οὐκέτι διηρημένως καὶ ἀνὰ μέρος ἔν τε τῇ Ἰουδαίᾳ καὶ ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ εἰς μίαν οἱ πάντες συνενηνεγμένοι πόλιν, τὴν Ἰερουσαλὴμ δηλονότι, καὶ ἀνὰ [*](b) πᾶσαν τὴν Ἰουδαίαν, βασιλεύοντος ἐπ’ αὐτοῖς Σοροβάβελ τοῦ ἐκ φυλῆς Ἰούδα, καὶ μὴν καὶ προὔχοντος ἐν ἱερωσύνῃ Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. ἐξυφαίνει δὲ [*](Codices B.C. [C. hodie initio mutilus, foliis decem prioribus amissis post tempus, ut videtur, Montfaucon, vide Bibliothecam Coislinianam ejus p. 186. D. pro paginis pro quibus desideratur C. contuli, locis pluribus difficilioribus adhibui.] 1—3. Sic D. εἰς τὸν Προφήτην Ζαχαρίαν Β. τοῦ ἐν ἁγίοις ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ζαχαρίαν Edd. 4. Sic Β. τόμος α΄ D. 5. Textum hic reposuimus ex B.C.D. [C. teste Montf. supra cit.] ὀγδόω D. Edd. ἑβδόμῳ Β. δευτέρῳ C. ? 6. υἱὸν Β. Edd. υἱοῦ F. (51.) sed cf. infra 653 b. Ἀδδὼ D.F. Edd. ’Αδὼ Β. τοῦ alt. B.D (ut vid.). Edd. cf. infra 1. c. τὸν A.V. c.] 10. Σοφονίας] Legendumne est ᾿Αγγαῖος ? 11. Haec καὶ ἀνὰ μέρος accesserunt ex D. 13. συνενηνεγμένοι D. συνηνεγ. Edd. 1 5. καὶ alt. om. D.)

283
καὶ λίαν ἐντέχνως τῆς προφητείας τὸν λόγον. ἐπειδὴ γὰρ οἱ πλεῖστοι τῶν ἐκ τῆς Ἰουδαίας, ἤτοι Σαμαρείας, εἰς αἰχμαλωσίαν ἀπενηνεγμένων, μένων, αὐτόθι ἐπανήκασιν, ἅπαντα μὲν εἰδότες τὰ παρὰ τῶν Βαβυλωνίων κατὰ τῶν Ἱεροσολύμων τετολμημένα κατὰ καιρούς· οὐκ ἠγνοηκότες δὲ πρὸς τούτοις, τὰ ἐφ’ οἷς λελύπηται Θεός· οἱ δὲ δὴ γεννηθέντες ἐν τῇ τῶν Περσῶν τε καὶ Μηδῶν χώρᾳ, οὔτε τίς ἢ ὁποία πότ’ ἐστιν ἡ [*](a 653 A.) Ιερουσαλὴμ ἐγίνωσκον, οὔτε τὴν Ἰουδαίαν ᾔδεσαν, οὔτε μὴν τὰ ἐκ τῆς θείας ὀργῆς τοῖς πατράσιν αὐτῶν ἐπενηνεγμένα, ἀλλ’ οὐδ’ ἐπὶ τίσιν ὅλως τὰς οὕτω σκληρὰς ἐξῄτηνται δίκας, πλὴν ὅσον ἐξ ἠμελημένων τάχα που διηγημάτων, ἀναγκαίως ὁ τῶν ὅλων Θεὸς αὐτοῖς τοῖς λελυτρωμένοις καὶ κομιδῇ νέοις παιδαγωγὸν ὥσπερ τινὰ καὶ ἁρμοστὴν ἀναδείκνυσι τὸν μακάριον Ζαχαρίαν, ὄντα μὲν ἐξ αἵματος ἱεροῦ, τουτέστιν ἐκ τῆς φυλῆς Λευὶ, καὶ γεγονότα μὲν ἐκ πατρὸς Βαραχίου b κατά γε τὴν σάρκα, κεχρηματικότα δὲ κατὰ πνεῦμα καὶ υἱὸν ’Αδδὼ τοῦ Προφήτου. τέθραπτο γὰρ, ὡς εἰκὸς, τοῖς ἐκείνου τρόποις, καὶ τῶν ἴσων ἀνδραγαθημάτων γέγονε μιμητής.

Tίς οὖν αὐτῷ τῆς προφητείας ὁ λόγος, καὶ διὰ ποίων τῶν διηγημάτων ἔρχεται, πῶς οὐκ ἂν δίκαιον εἰπεῖν ἐπιμετρίως; τὴν δίκην μὲν γὰρ ὑφ’ ἥν εἰσιν, ἐπισκήπτει τοῖς λελυτρωμένοις, ἅτε δὴ τῆς θείας ἐντολῆς οὐ μετρίως ἠμεληκόσι, καὶ τῶν διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένων μένων ἀλογεῖν εἰωθόσι· καταδεδιττόμενος δὲ οὐ μετρίως αὐτοὺς, μεταφοιτᾶν ἀναπείθει πρὸς τὸ δεῖν ἑλέσθαι μᾶλλον εὐδοκιμεῖν διὰ τῆς [*](c) εἰς πᾶν ὁτιοῦν εὐπειθείας καὶ ὑπακοῆς. προσεπάγει δὲ, ὅτι εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ εὐήνιοι, καὶ τοῖς θείοις εἴκοντες νόμοις, πείσονται καὶ αὐτοὶ τῶν τοῖς πατράσι συμβεβηκότων [*](1. καὶ assumptum ex B.D. 2. εἰς αἰχμαλωσίαν assumpta ex D. 5. καιρούς] + καὶ Edd. invitis B.D. 7. ποτέ D. ἡ om. D. 10. ἐξῄτηνται Β. ἐζήτηνται D. Edd. 12. Haec καὶ κομιδῆ νέοις assumpta ex D. 15. τῆς om. b. γεγονότα δὲ pro καὶ γεγ. μὲν b. innto D. 17. Ἀδδὼ D.b. ’Αδὼ Edd. ante Migne. τέθραπτο B.D.b. τέθραπται Edd. 20. ἐπιμετρίως assumptum ex D. Statim ὑφ’ ὅν pro τὴν δ. μὲν γὰρ ὑφ’ ἥν D. 27. τινες assamptum ex B.D.b.)

284
τὰ φορτικώτερα. κατευρύνων δὲ ὥσπερ τῆς παιδαγωγίας τοὺς λόγους, πειρᾶται διδάσκειν, τίνα μὲν ἦν πάλαι τὰ τῶν πατέρων ἐπιτηδεύματα, καὶ ἐπὶ τίσιν αὐτοῖς ὁ θεῖος ἐπέσταξε θυμὸς, τίνα δ’ αὖ διολώλασι τρόπον, καὶ μὴν καὶ ὅπως λελύτρωνται, καὶ τὸν τῆς αἰχμαλωσίας ἀπολυσάμενοι ζυγὸν, [*](d) ἀνεκομίσθησαν εἰς τὴν Ἰουδαίαν· προσεπάγει δὲ τούτοις, ὅτι, καθάπερ ἔφην ἀρτίως, πείσονται τὰ χείρω τῆς τῶν πατέρων ἀφιλοθεΐας κατ’ ἴχνος ἰέναι σπουδάζοντες. διαμέμνηται δὲ πανταχῆ τῆς διὰ Χριστοῦ λυτρώσεως ἐσομένης κατὰ καιροὺς, καὶ τὸ ἐπ’ αὐτῷ μυστήριον διὰ πολλῶν ἡμῖν ἀναγράφει τρόπων.

Δεῖ δὴ οὖν ἕκαστα τῆς προφητείας τὰ μέρη πολυπραγμονεῖν ἐθέλοντας, μὴ ταὐτολογίαν ἡγεῖσθαι τὰ ἐν αὐτῇ, [*](e) καὶ περιττὴν ἀφήγησιν τῶν ἤδη γεγενημένων· διαμεμνῆσθαι δὲ μᾶλλον, ὅτι τοῖς ἐκ τῆς αἰχμαλωσίας ὑπονοστήσασιν εἰς τὴν Ἰουδαίαν, ἀναγκαιοτάτην ἔχει τῶν ἤδη συμβεβηκότων τὴν ἀφήγησιν. ἐπηνώρθου μὲν γὰρ τοὺς εἰδότας ὧν ἤδη πεπόνθασιν, ἀναφέρων πρὸς ἀνάμνησιν· τοῖς δὲ δὴ νέοις κομιδῇ, καὶ οὐκ εἰδόσι τὰ πάλαι, προεξένει τὴν ἀσφάλειαν, ἵνα μὴ τοῖς ἴσοις ἐναλοῖεν κακοῖς, τὴν βέβηλον καὶ ἀνομωτάτηνξ ἀγαπῶντες ζωήν.

[*](654 A. a)

’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶ ὀργὴν μεγάλην.

Συνίης ὅπως καταπτοεῖ τοῖς διηγήμασι, καὶ τοῖς κομιδῇ [*](b) νέοις τὰ τοῖς πρὸ αὐτῶν συμβεβηκότα παρατιθεὶς εἰς ἐξήγησιν, μετασοβεῖ πρὸς τὸ ἄμεινον, οἱονείπως ἀπειλῶν, ὅτι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι δυσαχθεστέροις ὑπενηνεγμένοι [*](3. ἐπιτηδεύματα] σπουδάσματα D. ἐπέσταξε D.b. Edd. ἐπέσταζε Β. 4. τε pro δ’ b. δὲ D. 5. ἀπολυσάμενοι D. Edd. ἀποδυσόμενοι b. 7. χείρω] αἰσχίω D. 9. πανταχοῦ D.b. 12. δὴ B.D. δὲ Edd. 14. περιττὴν B.D. περὶ τὴν iid. 17. ἐπανορθοῦται D. 20. ἀνομωτάτην παραν. D. 22. His praemittunt versum 1 Edd. πρὸ] εἰς D.)

285
κακοῖς, κατοιμώξουσι πικρῶς, εἰ μὴ ἕλοιντο σωφρόνως ἀποσπουδάζειν μὲν τὰ ἐκείνων, φροντίδος γεμὴν καὶ λόγου παντὸς ἀξιοῦν τὸ θυμῆρες Θεῷ. ὀργὴν δὲ μεγάλην ὠργίσθαι φησὶ τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, οὐκ ἀναπόδεικτον ἀφεὶς εἰς τὸ ἀτρεκὲς τὸν λόγον, ἀλλ’ ἐξ ὧν ἤδη πεπείρανται καὶ πεπόνθασιν, ὅτι μὴ ἔστι ψευδοέπης ἀποφαίνων. εἴη γὰρ [*](c) ἃν οὐ τῆς τυχούσης ἀγανακτήσεως ἔνδειξις τὸ ἐφεῖναι τοῖς Βαβυλωνίοις καταδῃῶσαι μὲν ἅπασαν τὴν Ἰουδαίαν, καὶ σὺν αὐτῇ τὴν Σαμάρειαν, κατεμπρῆσαι δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ κατασκάψαι τὴν ῾Ιερουσαλήμ· καὶ τὸν ἀπόλεκτον Ἰσραὴλ ἀποφῆναι μέτοικον, οἰκτρῶς καὶ ἐλεεινῶς ἐν ἀλλοδαπῇ δουλεύοντα, καὶ δύσοιστον ὑπομένοντα ταλαιπωρίαν, καὶ ἁπτόμενον μὲν θυσιῶν οὐκέτι, οὐκ αὐλῆς εἴσω φοιτῶντα τῆς ἱερᾶς, οὐκ εὐχαριστίας προσάγοντα κατὰ νόμον, ἢ δεκάτας, [*](d) ἢ ἀπαρχάς· εἰργόμενον δὲ, ὡς ἐξ ἀνάγκης καὶ φόβου, καὶ τοῦ χρῆναι τελεῖν τὰς νενομισμένας αὐτῷ καὶ φιλτάτας ἑορτάς. οὐκοῦν ὠργίσθη Κύριος ἐπὶ τοὺς πατέρας αὐτῶν ὀργὴν μεγάλην.

Ἐπιφωνήσῃ δ’ ἄν τις τὰ τοιάδε καὶ τοῖς Ἰουδαίοις δήμοις, εἴπερ ἕλοιτο μυσταγωγεῖν ἐπὶ τὸ Χριστοῦ μυστήριον. ἐπειδὴ γὰρ ἀπεκτόνασι τοὺς προφήτας, καὶ αὐτὸν δὲ “τὸν [*](1 Cor. ii. 8.) “κύριον τῆς δόξης ἐσταύρωσαν,’’ ἑάλωσαν καὶ πεπόρθηνται. [*](e) κατεσείσθη δὲ καὶ αὐτὸς ὁ διαβόητος νεὼς, καὶ πεπλήρωται λοιπὸν ἐπ’ αὐτοῖς τὸ διὰ φωνῆς ’Ωσηέ “Διότι ἡμέρας πολ- [*](Hos iii. 4.) “Λὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ “ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστη- “ῥίου, οὔτε ἱερατείας, οὔτε δήλων.” ὅτι δέ εἰσιν αἰχμάλωτοι, καὶ ὑπὸ χεῖρα τέως διαβολικὴν προσκεκρουκότες Θεῷ, καὶ ἀπερριμμένοι, καὶ ἁπάσης ἔξω φειδοῦς τῆς ἄνωθεν γεγονότες, [*](3. ὀργὴν δὲ μεγάλην om. D. Statim ὀργίζεσθαι D. 4. Θεὸν κατεξουσιάζοντα Θεὸν Edd. ante Migne. 12. ὑπομένοντα] + τὴν Edd. invito D. 14. εὐχαριστίας D. εὐχαριστίαν Edd. 20. τὸ] + τοῦ D. 21. αὐτὸν B.D. Migne. αὐτῶν Edd. 22. ἑάλωσαν καὶ ora. D. 24. Διότι D. ὅτι Edd. 26. οὐκ] οὐδὲ D. (Vat.))

286
πῶς ἃν ἐνδοιάσειέ τις; εἰ δὲ δὴ λυτρωθεῖεν κατὰ καιροὺς, [*](655 A. a) προσηκάμενοι τὴν πίστιν, καὶ Χριστὸν ἐπιγραψάμενοι Θεόν τε καὶ βασιλέα καὶ κύριον, τότε δὴ τότε, καὶ μάλα εἰκότως, σοφὴν ἄν τις ἐπ’ αὐτοῖς ποιήσαιτο τὴν παραίνεσιν, ἐπὶ καιροῦ ταῦτα λέγων ’Ωργίσθη Κύριος ἐπὶ τοὺς πατέρας ὑμῶν ὀργὴν μεγάλην.

Καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει Κύριος παντοκράτωρ ’Επιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει [*](b 4) Κύριος παντοκράτωρ, καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἷς ἐνεκάλεσαν αὐτοῖς οἱ προφῆται οἱ ἔμπροσθεν λέγοντες Τάδε λέγει Κύριος ’Αποστρέψατε ἀπὸ τῶν ὁδῶ ὑμῶ τῶν πονηρῶν καὶ ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν τῶν πονηρῶν, καὶ οὐ προσέσχον τοῦ εἰσακοῦσαί μου, λέγει Κύριος.

Ἀνακεκλημένοι γὰρ, ὡς ἔφην, ἐκ τῆς αἰχμαλωσίας, καὶ ἀνατρέχοντες εἰς τὴν Ἰουδαίαν, ῥᾴθυμοι γεγόνασι περὶ τὸ [*](c) δοκοῦν τῶ Θεῶ, καὶ εἰδώλοις μὲν οὐ προσέκειντο τέως, οὔτε μὴν τὴν ἀρχαίαν προσίεντο πλάνην· πλὴν καθ’ ἑτέρους ἡλίσκοντο παροτρύνοντες τρόπους. ὡς γὰρ ἐν τῷ Ἔσδρᾳ [*](1 Esdr. ix.) γέγραπται, καὶ γυναίοις ἀλλοφύλοις ἐπεμίγνυντο καὶ, τὰς ἐκ τῶν ὁμόρων ἐθνῶν εἰσοικισάμενοι, τεκνῶν ἀλλοτρίων πατέρες γεγόνασι, καίτοι τοῦ νόμου τὸ χρῆμα αὐτοῖς ὡς ἔκτοπον ἀποφάσκοντος. κατημέλουν δὲ καὶ τοῦ τελεῖν ἑορτὰς, καὶ πληροῦν θυσίας, καὶ μὴν καὶ ἀπρόθυμοι περὶ τὸ δεῖν ἀναδείμασθαι τὸν θεῖον ναὸν γεγονότες ἡλίσκοντο. ταύτῃτοι, καθά [*](Agg. ii. 17.16. d) περ ἐν τῷ Ἀγγαίῳ γέγραπται, ἐπάταξεν αὐτοὺς ἐν ἀφορίᾳ καὶ ἀνεμοφθορίᾳ καὶ ἐν χαλάζῃ πάντα τὰ ἔργα τῶν χειρῶν αὐτῶν. καὶ ἐνέβαλλον μὲν εἰς κυψέλην κριθῆς εἴκοσι σάτα, [*](4. ἐπ’ αὐτοῖς om. D. 5. καιρῶ D. 9. καὶ om. D. οἱ om. Edd. ante Migne. 10. οἳ pro οῐς D. οἱ alt. assumptum ex B.D.F. (Alex. XII.) 11. κύριος] + παντοκράτωρ Edd. (A.V. c.) invitis B.D. 19. ἐπεμίγνυντο B.D. ἐπιμέμιγντο (sic) Pont. ἐπιμέμιγοντο Aub. 26. τῶν χειρῶν assuinpta ex D. 27. ἐνέβαλλον D. ἐνέβαλον Edd. κυψέλλην D.)

287
καὶ ἐγίνοντο δέκα, εἰσεπορεύοντο δὲ καὶ πάλιν ἀντλῆσαι πεντήκοντα μετρητὰς, καὶ ἐγίνοντο εἴκοσι. ἐπαγγέλλεται τοίνυν αὐτοῖς, ὡς εἰ ἕλοιντο μεταφοιτᾶν εἰς τὸ ἄμεινον, καὶ ἐπιστρέφειν πρὸς αὐτὸν, διὰ τοῦ δρᾶν ἑλέσθαι τὰ αὐτῷ δοκοῦντα καὶ φίλα, τότε καὶ αὐτὸς ἐπιστρέψει πρὸς αὐτοὺς, τουτέστιν, ἀφέξεται τῆς ἐπ’ αὐτοὺς ὀργῆς, καὶ παλινδρομήσει πρὸς ἔλεον, καὶ φειδοῦς τε καὶ οἰκτιρμῶν ἀξιώσει πάλιν. ἀποφάσκει γεμὴν ὡς ὀλέθρου πρόξενον τὸ ἑλέσθαι [*](e) ζηλοῦν τοὺς πρὸ αὐτῶν γεγονότας, οἷς πλείστη μὲν ὅση δέδοτο παρ’ αὐτοῦ διὰ τῶν ἁγίων προφητῶν παράκλησις καὶ παραμυθία, καλοῦσα πρὸς ἀποστροφὴν τῶν αἰσχρῶν ἐπιτηδευμάτων, ἀνόνητον δὲ τὸ πρᾶγμα πολὺ λίαν ἐτέθειτο ἀπονεύσασι πρὸς τὸ δυσήκοον.

Kαταγέλαστοι δὴ οὖν, οἱ ταῖς τῶν πατέρων ἀμαθίαις ἑπόμενοι, καὶ προγονικὴν συνήθειαν ὡς δυσανάτρεπτον ἀπολογίαν ἀεὶ προβαλλόμενοι, κἂν εἰ ἐπὶ τοῖς ἐσχάτοις καταψέγοιντο κακοῖς. ἔθος δὲ τοῦτο μάλιστα τοῖς τῶν εἰδώλων [*](a 656 A.) θεραπευταῖς. καλούμενοι γὰρ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, τῆς τῶν πατέρων ἀπάτης διαμέμνηνται πανταχοῦ, καὶ πατρῷον ὥσπερ τινὰ κλῆρον τὸ ἐκείνων ἀμαθὲς ἀσπαζόμενοι, διαμένουσι τυφλοί. οἶμαι δὲ, ὅτι κἂν εἰ αὐτοῖς συμβουλεύσειέ τις τοῖς ἐκ περιτομῆς μεταμαθεῖν τὰ αἰσχίω, καὶ τιμᾶν ἑλέσθαι τὸ ὠφελοῦν, ἐπὶ τὴν τῶν πατέρων συνήθειαν καταφεύγουσι καὶ αὐτοί. χρήσιμον οὖν τοῖς πλανωμένοις μένοις ἐπιφωνεῖν ’Επιστρέψατε πρὸς μὲ καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύρος παντοκράτωρ, καὶ μὴν ἐπὶ τούτῳ [*](b) Μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν, οἱ πλανώμενοι δηλονότι, καὶ μέχρι τοῦ παντὸς μεμενηκότες ἐν ἀγνωσίᾳ.

[*](1. ἐγένοντο—ἐγένοντο D. 7. Haec καὶ φειδοῦς—πάλιν accesserunt ex D. 10. δέδοται D. 11. τῶν ἐπιτηδ. τῶν αἰσχρῶν D. 13. ἀπονεύσασι] τῷ ἀπονεῦσαι D. 16. ἀεὶ assumptum ex B.D. 19. πατέρων] προγόνων D. 22. μεταμαθεῖν] μεταθεῖν Edd. 23. ὠφελεῖν D. 24. καταφεύγουσι B.D. καταφεύξουσι Edd. 26. μὴν ἐπὶ τούτῳ D. μὴν καὶ Edd.)
288

Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται; πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμα μου δέχεσθε, [*](c) ὅσα ἐΓὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις, οἳ κατελάβοσαν τοὺς πατέρας ὑρῶν. καὶ ἀπεκρίθησαν καὶ εἶπαν Καθὼς παρατέτακται Κύριος παντοκράτωρ, τοῦ ποιῆσαι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμῶν, οὔτως ἐποίησεν ὑμῖν.

Πρὶν ἁλῶναι τὴν Ἰουδαίαν, καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα, τὸ τῆς προφητείας ὄνομα, καθάπερ τι προσωπεῖον ἑαυτοῖς [*](Hier. xxiii. 16.) περιτιθέντες τινὲς, προσελάλουν ἀρχαιοτέροις τὰ “ἀπὸ καρ- “δίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος “Κυρίου.” οὗτοι ψευδοεποῦντες ἔφασκον, ὡς οὐκ ἃν ἁλοίη [*](d) ποτὲ παρ’ ἐχθρῶν ἡ ἁγία πόλις, οὐδ’ ἃν γένοιτό ποτε τοῖς ἐθέλουσι καταδῃοῦν εὐκαταμάχητος ὁ ’Ισραήλ· ἀλλ’ ἐρηρεισμένην ἕξει τὴν εὐημερίαν, καὶ ἐν ἀκλονήτοις κείσεται τρυφαῖς, Θεοῦ προασπίζοντος, καὶ τὸ ἀπόλεκτον ἀεὶ τιμῶντός τε καὶ ἀγαπῶντος γένος. ἔφασκον δὲ τὰ τοιαῦτα, καθάπερ ἔφην ἀρτίως, ψευδηγοροῦντες οἱ τάλανες, καὶ ῥᾴθυμον ὄντα τὸν Ἰσραὴλ ὑπτιοῦντες ἔτι, καίτοι δέον ἀναπείθειν ἐκμειλίσσεσθαι Θεὸν, καὶ τὰ ἐφ’ οἷς λελύπηται ῥιπτοῦντας [*](e) ὡς ἀπωτάτω, μεταφοιτᾶν ἑλέσθαι πρὸς τὸ αὐτῷ δοκοῦν. ἀλλ’ ὀλίγος ἐκείνοις τῆς ἀληθείας ὁ λόγος, λημματίων δὲ σμικρῶν καὶ εὐτελεστάτων ἡττώμενοι, πεπλανήκασι τὸν ’Ισραήλ. καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας κατῃτιᾶτο λίαν [*](Ib. xiv. 13.) αὐτοὺς, οὕτω λέγων “Ὁ ὣν κύριε, ἰδοὺ οἱ προφῆται αὐτῶν “προφητεύουσι καὶ λέγουσιν οὐκ ὄψεσθε μάχαιραν, καὶ [*](1. τὸν αἰῶνα D. Edd. εἰς τὸν αἰῶνα B.F. (22. al.) cf. infra 657 b. 2. δέχεσθαι D. ℵ 95, 185.) 4. οἳ κατελάβοσαν] οἳ κατέλαβον F. (22. al.) οὐ κατελάλησαν D. 5. εἶπον F. (22. al.) 6. ποιῆσαι] + ἡμῖν Edd. (Vat.) ὑμῖν ℵ sed corr.] ὑμῶν B.D. Pont. (Alex. XII.) ἡμῶν Aub. (Vat.) 7. ὑμῶν D. (Alex. XII.) ἡμῶν Edd. (Vat. ℵ) ὑμῖν B.D. (Alex.) ἡμὶν Edd. (Vat. ℵ) 9. τι B.D. τὸ Edd, 10. περιθέντες B. προσελάλουν ἀρχαιοτέροις D. ἐλάλουν Edd. 13. ποτὲ prilis] πώποτε D. 14. εὐκαταμάχητος D. εὐκαταγώνιστος Edd. 17. τὰ assumptum ex B.D. Statim τοιάδε D. 24. κατῃτιᾶτο B.D. καταιτιᾶται Edd.)

289
“ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ εἰρήνην δώσω “ ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ ” Θεὸς δὲ πρὸς ταῦτα [*](a 657 A. Hier. xiv. 14.) “ ψευδῆ οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου· εἰ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐκ “ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας “ καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προ- “ Φητεύουσιν ὑμῖν.” καὶ μὴν καὶ ἑτέρωθι πάλιν φησίν Ουκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον οὐδὲ [*](Ib. xxiii. 21.) “ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ προεθήτευον.” πεπλάνηται νηται τοίνυν, ὡς ἔφην, ὁ Ἰσραὴλ, τοῖς τῶν ψευδομάντεων φενακισμοῖς ἀσυνέτως συνηρπασμένος. ἀλλ’ οὐκ ἂν ἥλω [*](b) ποτὲ παρ’ ἐχθρῶν, καὶ τῆς οὕτω πικρᾶς καὶ φορτικωτάτης δουλείας ἐπειρᾶτο, τοῖς παρὰ Θεοῦ προφήταις τὸν νοῦν ἐπιδοὺς, οἳ καὶ συμβήσεσθαι τὰ τοιάδε προαπήγγελλον αὺτοῖς, τοῖς, καὶ διαρρήδην ἔφασκον, ὅτι πάντως εἰς πεῖραν ἐνχθήσονται κακοῦ, μὴ οὐχὶ δρᾶν ᾑρημένοι τὰ θυμήρη Θεῷ. ταύτῃτοι καλεῖ πρὸς ἀνάμνησιν τῶν τε ἀνοσίων ψευδοπρο- φητῶν καὶ τῶν πεφενακισμένων μένων καί φησιν Οἱ πατέρες ὑμῶν που εἰσι καὶ οἱ προφηται μὴ τὸν αιωνα ςησονται; ὅμοιον ὡς εἰ λέγοι Ἀπολώλασιν οἱ πατὲρες ὑμῶν, καὶ τοῦτο οἰκτρῶς, ἐν [*](c) αἰχμαλωσίᾳ, καὶ σὺν αὐτοῖς οἱ ψευδοεπεῖς καὶ πεπλανηκότες, οἱ τὸ τῆς προφητείας ὄνομα καὶ χρῆμα καπηλεύοντες. ἀλλ’ εἴπερ ἔζων ἔτι, τάχα που βελτίους ὑμᾶς ἀπέφηναν ἀεὶ κα- τοιμώζοντες ἐπὶ τοῖς συμβεβηκόσι, καὶ τῶν παρ’ αὐτοῖς γεγονότων ψευδοπροφητῶν οὐ μετρίαν ποιούμενοι τὴν κατα- βοήν. ἀλλ’ ἐκεῖνοι μὲν ῥᾳστώνης τε ὁμοῦ καὶ ἀπειθείας ὀψώνιον, τὸ συνδιολέσθαι τοῖς ἠπατηκόσιν ἐσχήκασιν, ὑμεῖς δὲ τοὺς τῶν ἁγίων προφητῶν παραδέχεσθε λόγους, καὶ τὰ [*](d) δι’ αὐτῶν θεσπίσματα ποιεῖσθε περὶ πολλοῦ. αὐτοὶ γὰρ λελαλήκασι καὶ τοῖς πρὸ ὑμῶν, ὅτι παρατέτακται Κύριος τοῦ ποιῆσαι, δῆλον δὲ ὅτι τὴν αἰχμαλωσίαν καὶ τὰς ἐν [*](14. συμβήσεται D. 17. ψευδοπροφητῶν D.b. προφ. Edd. 19. μὴ] + εἰς Edd. invitis D.b. 23. ἀπέφηναν] + ἃν b. 25. καταβολήν D.)
290
αὐτῇ συμβησομένας ταλαιπωρίας. διήλεγχον δὲ λέγοντες ἀναφανδὸν, ὅτι κατὰ τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἐπιτηδεύματα ὑμῶν, οὕτως ἐποίησεν ὑμῖν. κολάζει γὰρ οὐ μάτην ὁ τῶν ὅλων Θεὸς, οὔτε μὴν ἀβασάνιστον τὴν ἐφ’ ὁτῳοῦν ποιεῖται [*](e) ψῆφον ἡ θεία τε καὶ ἀπλανὴς καὶ δικαιοτάτη κρίσις· ἀνεξικακήσασα δὲ ὑπεραμέτρως, τότε δὴ τότε ταλαντεύει τοῖς ἡμαρτηκόσι τὰ αὐτοῖς ὅτι μάλιστα πρεπωδέστατα.

Σοφὸν οὖν ἄρα τὸ εὐήνιον, καὶ παντὸς ἡμᾶς ἀπαλλάξει κακοῦ τὸ τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ τὰς τῶν ἁγίων προαγορεύσεις τιμᾶν, καὶ πίστεως ἀξιοῦν τὰς τοῦ Πνεύματος φωνὰς, ἐννοοῦντάς τε ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὰ προηγγελμένα, μεταπλάττεσθαι πρὸς τὸ ἄμεινον καὶ μεταχωρεῖν εἰς μετάγνωσιν. ἀποσκευασόμεθα γὰρ οὕτω τὰ ἐξ [*](Rom. iv. 5.) ὀργῆς, καὶ ἠπίῳ περιτευξόμεθα τῷ Δεσπότη· δικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ ἀνίησι δίκης τοὺς ἐξ ἀμαθίας ἤγουν ἀσθενείας πεσόντας εἰς ἁμαρτίαν.

[*](658 A. a)

Τῇ τετάρτῃ καὶ εἰκάδι ἐν τῶ̣ ἑνδεκάτῳ μηνί· οὖτός ἕου ὁ μήν Σαβάτ· έν τῶ δευτέρω, ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου πρὸς Ζαχααρίαν τὸ τοῦ Βαραχίου υἱὸν ’Aδδὼ τοι Προφήτην λέΓω ῾Εώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐφ’ ἵππον πυρρόν, καὶ οὗτος ἱστήκει ἀνὰ μέσον τῶι δύο ὀρέω τῶ κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ καὶ ψαροὶ καὶ ποικὶλοι κὼ λευκοί, καὶ εἶπα Τί οὗτοι, κόρω; κὼ εἶπε πρὸς [*](b) μὲ ὁ ἄγγελος ὁ λαλῶν ἐὺ ἐμοί ’Εγὼ δείξω σοι τί ἐστι ταῦτα. καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τῶν ὀρέων καὶ [*](1. αὐτὸς Edd. invitis B.D.b. 2. κατὰ] καὶ κατὰ b. καὶ] + κατὰ b. 4. ποιεῖται ante τὴν transp. D. 6. ὑπεραμέτρως B.D. ὑπερμέτρως b. Edd. –16. Haec ἀποσκευασόμεθα—ἁμαρτίαν ἁμαρ ambigue D.] accesserunt ex D. 17. τετάρτη B.D. τετράδι Edd. ℵ A.V. c.) ἐν assumptum ex D. (23, 233.) cf. infra 708 C. τετάρτῳ pro ἑνδεκάτῳ (sic) D. τοῦ ἑνδεκάτου μηνὸς Β. (42, 240.) 18. σαβάτ] σάββατον B.D. (91, 239.) sed vide iiifra 1. c. ἐπὶ om. F. 19. υἱὸν D. cf. infra l.c. et cf. supra 652 init. υἱοῦ F. Edd. (51.) Statira ἀδὼ Β. 20. ἐφ’ B.D. (Alex.) ἐπὶ Edd. (Vat.) 21. ἱστήκει D. (Alex.) εἱστήκει Edd. 22. ψαῤῥοὶ D. 24. ὁ prius om. Edd.)

291
εἶπε πρὸς μέ Οὖτοί εἰσιν οὕς ἐξαπέσταλκε Κύριος τοῦ περιοδεῦσαι τὴν γῆν. κὼ ἀπεκρίθησαν τῷ ἀγγέλῳ Κυρίου τῷ ἐφεστῶτι ἀνὰ μέσον τῶι ὀρέω κὼ εἶπαν Περιωδεύκαμεν πᾶσαν τὴν γῆν, καὶ ἰδοὺ πᾶσα ἡ γῆ κατοικεῖται καὶ ἡσυχάζει.

Ἀνὰ μέρος καὶ κατὰ καιροὺς τὰς ὁράσεις τοῖς ἁγίοις [*](c) προφήταις ἐξεκάλυπτεν ὁ Θεός. οὐ γάρ που φαμὲν ὡς ἀεί τε καὶ συχνὴ καὶ ἀδιάστατος παντελῶς ἡ τῆς θεοπτίας αὐτοῖς ἐχορηγεῖτο χάρις καὶ τῶν ἐσομένων ἡ ἀποκάλυψις· κατὰ καιροὺς δὲ μᾶλλον, τοὺς ἑκάστῳ πράγματι πρέποντας, καὶ κατὰ τὸ αὐτῶ δοκοῦν τῶ ἀποκαλύπτοντι τὰ κεκρυμμένα. καὶ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο, κατὰ πολλούς τε καὶ διαφόρους ἐπαιδεύοντο τρόπους. ἔσθ’ ὅτε μὲν γὰρ ἁπλῆν ἐδέχοντο γνῶσιν, ἐνηχοῦντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος· ἐσθ’ ὅτε δὲ καὶ πρὸς τούτῳ καὶ ἐν αὐταῖς ταῖς ὁράσεσι τῶν [*](d) δρωμένων ἐγίνοντο, ἄλλοτε ἄλλως αὐτοῖς διαμορφοῦντος Θεοῦ καὶ ἀποκαλύπτοντος αἰνιγματωδῶς μυστήρια. ῾Ησαΐας μὲν γὰρ ὁ μακάριος τεθεᾶσθαί φησι “τὸν κύριον σαβαὼθ [*](Es. vi. 1, 2.) “καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων αὐτὸν τῶν Σεραφὶμ καὶ εὐφημούντων ἐξ ἀμοιβῆς. ὁ δέ γε θεσπέσιος Ἰεζεκιὴλ θρόνον τεθεᾶσθαί φησιν ἐπὶ στερεώματος, [*](Ezek. i. 25, 26.) μάτος, ὑποκειμένων τῶν Σεραφίμ. ἔφη δὲ, ὅτι τὸν ἐπὶ τοῦ e θρόνου καθήμενον ἑώρακε διφυᾶ, ὡς τὰ κάτω μὲν ἀπὸ ὀσφύος [*](Ib. 27.) ἐν εἴδει πυρὸς ὁρᾶσθαι σαφῶς, ἐν ὁράσει δὲ ἠλέκτρου τὰ ἄνω. καὶ βαθὺς ἂν γένοιτο καὶ μακρὸς ὁ ἐφ’ ἑκάστῳ λόγος, εἴπερ ἕλοιτό τις πολυπραγμονεῖν τὰς αἰτίας τοῦ πολυειδεῖς γενέσθαι παρὰ Θεοῦ τὰς ὁράσεις αὐτοῖς.

Οὕτω τοιγαροῦν καὶ ὁ μακάριος Ζαχαρίας καιρὸν καὶ ἡμέρας καὶ μῆνα σαφῶς ὁρισάμενος, τεθεᾶσθαί φησι τὸν [*](1. ἐξαπέσταλκε B.D. (Alex. XII.) ἐξαπέστειλε Edd. (Vat. ℵ) τοῦ assumptum ex B.D.F. (Alex. XII.) 3. εἶπαν Περιωδεύκαμεν B.D. (Alex.) εἶπον περιωδεύσαμεν Edd. (Vat. ℵ) 6. ὁ om. D. 7. τε B.D. που Edd. ἡ om. D. 8. ἡ assumptum ex B.D. 10. τὸ] τῷ D. 14. καὶ prius assumptum ex D. τοῖς deest in Edd. 21. τοῦ assumptum ex D. 22. ἑώρακε D. Edd. ἑώρακα Β.)

292
Κύριον ἐν εἴδει τῷ καθ’ ἡμᾶς. ἰδοὺ γὰρ ἀνήρ φησιν ἐπιβε- [*](659 A. a) βηκὼς ἐφ’ ἵππον πυρρόν. αἰνίττεται δὲ διὰ τούτου τὸν οἱονεί πὼς ἐμπειροπόλεμον καὶ εἰδότα τὰ τακτικά. τὸ γὰρ ἵππῳ μὲν ἐφιζῆσαι, καὶ τούτῳ πυρρῷ καὶ τὴν οἷον ἐξ αἵματος ἔχοντι χροιὰν, τοιοῦτόν τι οἶμαί που σημαίνειν λοιπόν. μάχεται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς ἀντεξάγουσιν αὐτῷ, καὶ οἷά τις πολέμιος ἀνθοπλίζεται τοῖς ἀπειθῆ καὶ ἀγέρωχον ἀντανιστᾶσιν αὐτῷ τὸν τῆς διανοίας αὐχένα. ἔδρων δὲ τοῦτο, καὶ μάλα νεανικῶς, οἱ ἐξ αἵματος Ἰσραὴλ, οἵ τε τὴν Ιουδαίαν καὶ αὐτὴν οἰκοῦντες τὴν ῾Ιερουσαλὴμ, καὶ μὴν [*](b) καὶ οἱ τὴν Σαμαρειτῶν χώραν ἔχοντες, τουτέστιν, αἱ δέκα φυλαί. ἐτράποντο γὰρ εἰς πολυθείαν, καὶ τοῖς χειροκμήτοις τὸ σέβας ἀνάπτοντες, ἐπεφώνουν ταῖς δαμάλεσι ταῖς χρυ- [*](3 Reg. xii. 28.) σαῖς “οὗτοι οἱ θεοί σοι, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ “γῆς Αἰγύπτου, καὶ πρός γε δὴ τούτοις, τῶν τοῦ νόμου θεσπισμάτων ἀλογήσαντες παντελῶς, ἀπερισκέπτως ἐτράποντο πρὸς τὸ ἑκάστῳ φίλον δοκοῦν. ταύτῃσι λοιπὸν ὁ τῶν ὅλων Θεὸς, ἔφιππος δὲ ὥσπερ αὐτοῖς, ὡς ἐν εἴδει τῷ [*](c) καθ’ ἡμᾶς, αἰνιγματωδῶς ἐπιφοιτᾷ.

Ἕστηκε δὲ ανα μεσον τῶν δύο ὀρέων τῶν κατασκίων. ὄρη δὲ οἶμαι κατάσκια φησι τό τε τῆς Ἰουδαίας, τουτέστι, τὴν Σιῶν καὶ μὴν καὶ τὸ Σαμαρείας. ἔφη γάρ που περὶ αὐτῶν [*](Amos vi. 1.) ὁ Θεός “Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιῶν καὶ τοῖς πεποιθόσιν “ἐπὶ τὸ ὄρος Σαμαρείας.’’ ἄμφω δὲ κατάσκια διά τοι τὸ ἀμετρήτῳ πλήθει τῶν κατῳκηκότων στενοχωρεῖσθαι τάχα που, καὶ ὕλην ἀπομιμεῖσθαι δασεῖάν τε καὶ ἀμφιλαφῆ. κατόπιν γεμὴν τοῦ ἐπιβεβηκότος τὸν ἵππον τὸν πυῤῥὸν, ἵπποι [*](d) πάλιν ᾔεσαν ἕτεροι, καὶ οὐκ ἐν ὄψει μιᾷ, πυρροὶ γὰρ ἦσαν, [*](4. τότε pro τούτῳ D. 5. τι om. D. σημαίνει τὸ pro σημαίνειν D. 11. οἱ om. D. ἔχοντες χώραν inv. 01(1. b. 12. χειροτμήτοις 1). 15. νόμου D.b. νομοθέτου Edd. 16. ἀμελήσαντες b. 17. φίλον] φίλιον καὶ 1). 18. δὲ om. D. 21. φησὶ κατάσκια mverso ordine D. τε assumptum ex b. 22. τὸ] + τῆς Edd. invitis D.b. 23. ἐξουθενῶσι D. 24. τὸ alt. B.D. τῶ b. Eiid. 26. δασεῖάν D.b. βαθειᾶν Edd. 28. ᾔεσαν B.D. ἤεσαν b. ἦσαν Edd.)

293
καὶ μὴν καὶ ψαραὶ καὶ ποικίλοι καὶ λευκοί. σημαίνουσι δὲ καὶ αὐτοὶ βασιλέας, ἢ ἔθνη φιλοπόλεμά τε καὶ μαχιμώτατα, καὶ οὐχὶ δὴ μόνην τὴν ἐνεγκοῦσαν ἔχειν ἠγαπηκότα, κάτα. σκιδνάμενα δὲ ὥσπερ ἁπάσης τῆς γῆς, καὶ ὑφ’ ἑαυτὰ ποιεῖσθαι εῖσθαι σπουδάζοντα τὴν ὑπ’ οὐρανὸν, ὁποῖοι γεγόνασιν οἱ Βαβυλωνίων βασιλεῖς, Φουλὰ μὲν πρῶτος, ὃς εἷλε τὰς πέραν τοῦ Ἰαρδάνου φυλάς. εἶτα μετ’ ἐκεῖνον ὁ Σαλαμανασὰρ, ὃς πεπόρθηκε τὴν Σαμάρειαν, καὶ τρίτος Σεναχηρεὶμ, ὁ τῆς [*](e) Σαμαρείας τὸ λείψανον καταδῃώσας ἀγρίως, προσεμπρήσας δὲ πολλὰς καὶ τῆς Ἰουδαίας πόλεις. τέταρτος ὁ Ναβουχοδονόσορ, ὃς καὶ αὐτὴν εἷλε τὴν Ἱερουσαλὴμ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν τὸν Ἰσραήλ. τὸ γεμὴν ἐν εἴδεσιν ὁρᾶσθαι τοὺς ἵππους, σημαίνει που τάχα τῆς ἑκάστου γνώμης τὸ διάφορον· καὶ τὸ ἐν αὐτοῖς ἑτερόχροον, αἴνιγμα τῆς ἑκάστου διανοίας παραδέξαιτο ἄν τις, καὶ μάλα εἰκότως. διηπόρηκε μὲν οὖν ὁ Προφήτης καὶ ἀποκάλυψιν αἰτεῖ· [*](a 660 A.) μανθάνει δὲ, ὅτι ὑτοί εἰσιν οὓς ἐξαπέσταλκε Κύριος περιοδεῦσαι πᾶσαν τὴν γῆν, καὶ αὐτοὶ δὲ τοῦτό φασιν οἱ ἀπεσταλμένοι, περιωδευκέναι τὴν σύμπασαν διαβεβαιούμενοι, καὶ μὴν ὅτι καὶ ἠρεμεῖ, ταῖς αὐτῶν πλεονεξίαις ἀντιτείνειν οὐκ ἔχουσα, καὶ τὸν ὑπ’ αὐτοῖς ἀβούλητον μὲν, πλὴν ἀναγκαῖον ὑπομένουσα ζυγόν.