In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπῆρθαι γεμὴν τὸ ὄρος φησὶ τοῦ Κυρίου ἐπ’ ὄρη τε καὶ βουνοὺς, εἶναί τε ἕτοιμον, τὸ οἷον ἐν περιφανείᾳ πολλῇ κεῖσθί τε καὶ εἶναι διὰ τούτου σημαίνων. περίοπτον γὰρ τὸ ἐν ὄρει κείμενον, ἕτοιμόν τε λίαν ἰδεῖν, καὶ οὐδενί που τάχα καὶ τῶν ἀπωτάτω κειμένων ἀγνούμενον. ὅτι δὲ καὶ μάλα προθύμως διάττειν ἔμελλον ἐπ’ αὐτὸ τὰ ἔθνη, διαμεμήνυκεν [*](b) ἐναργῶς τῆς προφητείας ὁ λόγος. μεμαρτύρηκε δὲ τοῦτο, καὶ ἀτρεκὲς ὂν ἀπέφηνε καὶ αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις. σπεύσουσι γὰρ, φησὶν, ἐπ’ αὐτὸ λαοὶ, δῆλον δὲ ὅτι τὸν τοῦ οἴκου Δεσπότην, τουτέστι Χριστόν. τί δὲ καὶ ἐροῦσι; Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ καὶ πορευσόμεθα ἐν αὐτῇ. ἀκούεις ὅτι προτροπάδην ἀλλήλοις διακελεύονται, τὸ Ἀναβῶμεν ὀρθῶς τε καὶ νουνεχῶς· φαίην γὰρ ὅτι τῶν παρ’ Ἕλλησι δογμάτων τὸ χθαμαλὸν καὶ κατεῤῥιμμέ- [*](c) von οὐκ ἠγνοηκότες τὸ Ἀναβῶμεν λέγουσιν, ὡς ὑψοῦ λοιπὸν [*](1. πολλὰς] + καὶ Edd. invito Α. Statim ἀνονήτους Edd. Haec καἰ βλαβερὰς accesserunt ex Α. 3. που pro τοῦ Α. καὶ οm. Β. 4. στρέφουσι Α. ἄλλην Α. ἑτέραν Edd. 5. ἑτέρων Aub. 6. οἱ] εἰ Aubertus. 8. Θεὸς δὲ pro ὃς τόδε Α. 11. φησὶ assumptum ex Β. Statim τοῦ deest in Edd. invitis Α.Β. 12. ὑπερηφανίᾳ pro περιφανείᾳ (sic) Α. 13 σημαίνει Edd. 14. πω pro που iid. invito Α. 15. ἀπωτάτω κειμένων Α.Β. ἀποκειμένων Edd. 16. ἐπ’ αὐτῷ Α. Statim τὰ ἔθνη assumptum ex Α. 18. αὐτῶν pro αὐτὴ τῶν Β. 19. ἐπ’ αὐτό Α. ut supra. πρὸς αὐτὸν Β. ἐπ’ αὐτὸν Edd. 20. τουτέστι] + τὸν Edd. invitis Α.Β. 21. τοῦ prius assumptum ex Α. 22. ἡμῶν] Ἰακὼβ Α. 23. οὕτη] ταῖς τρίβοις αὐτοῦ 25. κατερρηγμένον Α.)

659
ἀναθρώσκοντες, ὅσον ἧκεν εἰς ἐννοίας τὰς ἐπί γε τῷ φύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἃν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἣ δηλονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός “Πορευθέστες μαθητεύ- [*](S.Matth. xxviii. 19, 20.) “σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ “Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- “τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.”

[*](d)

Ὅτι ἐκ Σιῶι ἐσελύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ [*](3) ἕως εἰς γῆν μακράν.

Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδίζονσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ κυρίου, καὶ δι’ αὐτῆς ἰέναι [*](e) προθύμως ὑπισχνούμενι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐρρῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθμοῦ δὲ κρείττων τῶν παρ’ αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ό Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο [*](a 426 Α.) ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- [*](Cf. 2 Pai ii. 17, 18.) [*](1. οἷον Α. Statim ἥκει Edd. τὰς assumptum ex Α. 2. ἀληθεῖ pro ἀληθῶς Edd. 3. τοῦ assumptum ex Α. 6. οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα Α. οἷς τὸ θεῖον ἐγκεχείρισται πρόσταγμα Edd. 13. ἕως om. Β. γῆν om. Α. (Vat.) 15. ἐπὶ τὸ ὄρος τοῦ Α. ἐπ’ ὄρος Edd. ἐκκλησίαν Α. Ἱερουσαλὴμ Edd. γλιχόμενοι δὲ pvo γλιχόμεναί τε Α. 16. τοῦ assurnptum ex Α. 18. ἐθέλειν Β. 19. ἡμῶν assumptum ex Α. 20. τὸν om. Β. ἑστώτων ἐθῶν Β. ἑστώτων, ἐφ’ ὧν Α. ἑστώτων ἐθνῶν (sic) Edd. 22. φράσαντες Α. 24. κρεῖττον Α. τῶν assumptum ex Α. 25. ἐσκέπτετο ἀνορθοῦν inverso ordine Α. 26. λαοτόμων Edd. invitis Α. Β.)

660
τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι [*](Rom.ii. 29.) δὲ μᾶλλον, ἀλλ’ οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἁλλὰ τὴν ἐν πνεύματι.

[*](b)

Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσήεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ’ αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Οτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκραγέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πὼς [*](Heb. ii. 2.) ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἢ σκιὰ, καὶ πέπαυται τὰ ἐν [*](c) τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πὼς, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρίναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀποἐκ [*](1. Α. καὶ Edd. προεχειρίζοντο Α. 2. τοῖς παραλειπομένοις Β. δὲ assumptum ex Α. δ’ Β. 3. ναὸν post περίοπτον transp. Edd. invito B. 5, 6. δὲ et καὶ om. Α. 6. ἔχοντα pro ἔχοντες Edd. Statim οὐχὶ Α. οὐ 10. λοιπὸν ἀνεδείχθη inverso ordine b. 11, προσίενται b. ἵενται Β. ἴενται A. Edd. 13. τάχα assumptum ex A.b. 14. τοῦ om. Edd. invitis A.B.b. [suprascr. Α.] 15. λόγων] + ἡ Edd. invitis A.B.b. 16. Haec ὁ νόμος καὶ accesserunt ex B.b. νόμος καὶ Α. ἀγγελων A.B.b. ἀγγέλου Edd. 17. Θεοῦ λόγος inverso ordine Α. Θεοῦ om. b. 19. συμπεπέραται Β. ὅσον] + δὲ Α. Statim ἥκει Edd. 20. διελέγξαι Α. διελέγχειν 20—22. ἔθνη πολλὰ μονονουχὶ — ἐλέγξαι] λαοὺς πολλοὺς καὶ ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν Β. 21. καὶ προαγορεύουσι om. Α. retinui cum Edd. 22. ἐλέγχειν pro ἐλέγξαι Edd. 23. ἀναπείθει Α. τὸν—τρόπον Α. ἀποσχέσθαι Α. ἀπέχεσθαι Edd.)

661
μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν, τουτέστι, [*](d) μέχρι τερμάτων τῆς ὑπ’ οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. “κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον [*](S.Matth. xxiv. 14.) “τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ.”

Εοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν [*](e) τῆς ἄνω Σιῶν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος κυροῦ. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχρρὰ ἕως εἰς γῆν μακράν. τί δ’ ἂν βούλοιτο δηλοῦν τὸ κρινεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι [*](a 427 Α.) πονηραῖς τῆς ὑφ’ ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ’ “Ἐπέρανεν ἡμῖν Θεὸς Κύριος,” κατὰ τὸ [*](Ps.cxvii. 27.) γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, καταδεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκότας, τουτέστι “Τὰς ἀρχὰς, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- [*](Eph. vi. 12.) “τορας τοῦ αἰῶνος τούτου, τὰ πνευματικὰ τῆς πονηρίας [*](b) “ἐν τοῖς ἐπουρανίοις.” καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων “Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος [*](S. Joan. xii. 31,32.) [*](1. κρινεῖ] Sic correxi ex Β. κρίνει Edd. Statim τε deest in Α. ἐλέγξει A.B. ἐλέγχει Edd. 2. γῆν μακρὰν hoc ordine Α. 3. πανταχῆ Α. πανταχοῦ Edd. 6. τε assumptum ex Α. 7. ὑπεμφαίνειν Β. ὑφαίνειν Α. ὑποφαίνειν Edd. 10. τοῦ om. Α. 12. εἰς] πρὸς Α. 15. ἕως assumptum ex Α. 16. καὶ pro κατά γε (sic) Α. 1 8. ὑφ’ ἡλίῳ] ὑφ’ ἥλιον Edd. ἐπιτιθεὶς Α. 19. τῆς alt. om. Α. 20. Κύριος accessit ex Α. 21. Haec ἐπὶ γῆς accesserunt ex Α. 22. καταδεδίκακε Α. Β. κατεδίκασε Edd. 24. τοὺς κοσμοκάτορας Α. τοῦ κοσμοκράτορος Edd. 25. πνεύματα iid. 27. ἐναργὲς καθίστησι inverso ordine Α.)

662
“τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται “ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς “ἐμαυτόν.” δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ’· ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα [*](c) τὴν ὑπ’ οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχθρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ’ ἕως εἰς γῆν μακρὰν κατεσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ’ οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος.

Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα ταὶ τὶς αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος [*](4 d) ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεαι ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς σὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.

Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ [*](2 Cor.v. 17.) Παῦλος, ὅτι “ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα “παρῆλθε.” μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας [*](e) ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ [*](2. καὶ pro κἀγὼ Α. ἐκ τῆς γῆς assumpta ex Β. 6. Haec ὡς ἄδικον accesserunt ex Α. Β. 8. συνηλέγχετο Α. 9. ἔθη (sic) Α. 11. περάτων] τερμάτων Β. Statim γῆς add. Α. 12. ἦν post ἄπειρος transp. Α. 14. ζιμύνας Α. 15. ἐπὶ ἔθνος assumpta ex Β. ἐπ᾿ ἔθνος A.V. ἐπ’ ἔθνος dicit esse Θ, πρὸς ἔθνος, οἱ ο΄ XII.] 16. ῥομφαίαν] μάχαιραν Α. (22. al.) μὴ om, 17. ἕκαστος alt. om. Α. (49.) 18. τὸ om. Β. (87. al.) 19. ταῦτα om. Α. 20. καινὰ ἐν Χριστῷ inverso ordine Α. γράφων pro λέγων Α. 23. τῶν πραγμάτων ἡ Β. τῶν καιρῶν ἡ Α. ἡ τῶν πραγμάτων Edd. 24. ἔχοντας B. ἔχουσα Α. ἔχοντα Edd. 25. τὴν κατὰ πάντων inverso ordine Α. τὰ πολέμου] τοῦ πολέμου τὰ σκεύη A.)

663
πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός “Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν [*](S. Joan. xiv. 27.) ‘ἀφίημι ὑμῖν.”

[*](a 428 A.)

Πότε δὲ ἣ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ’ οὐρανὸν κατεκράτησε λοιπὸν ἢ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ’ ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ρωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ [*](b) προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἃν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστη χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοιπὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε [*](c) λοιπὸν μετεπλάττοντο.

[*](1. μὲν pro δὲ Α. Statim καταπαύεσθαι Α. 2. φησὶν ὁ προφήτης] Haec retinui ex Α. desunt in Β. καθὼς praemittunt Edd. repugnante Α. 3. τί ἂν Α. Β. τί δὴ Edd. 4. ὑπεμφήνειεν Β. ὑποφήνειεν ἂν Edd. ἂληκτος iid. 6. τῆς deest in Edd. 7. Haec εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν accesserunt ex Α. 11, ἀρχὴ καὶ desunt in Β. 12. γεγόνασι ζυγὸν hoc ordine Α. σύμπαντα Α. πάντα Edd. 14. γεοπονίαν (sic) Α. 17. χηρῶν (sic) Α. ἐπράττοντο pro γεγόνασι Α. Statim πανταχῆ Α. Β. πανταχοῦ Edd. 18. οὓς om. Α. 21. φησί pro σφισι (sic) Α. 22. τε alt. assumptum ex Β. 23. Haec τῶν Ῥωμαίων accesserunt ex Β. 24. σκαπάναι Β. σκάπανα Α. σκεπάναι Edd. 25. γεγόνασιν om. A. τὰ deest in B. 26. μετεπλάττετο Α.)
664

Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμερότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺς πάλαι μαχομένους τοῖς ἐθέλουσιν εὐσεβεῖν, κατελήξαμεν δειμάτων, ἔξω τε γεγόναμεν ἐφόδου τε καὶ μάχης, τετραμμένοι τε πρὸς γεωργίαν τῶν πνευματικῶν, καὶ τοὺς τῆς δικαιοσύνης καρποὺς συναγείρομεν, ἀναπεπαύ- [*](d) μεθά τε λοιπὸν ὑποκάτω συκῆς καὶ ἀμπέλου. καὶ συκῆ μὲν ἔσται γλυκύτητος σύμβολον, ἄμπελος δέ γε τῆς νοητῆς εὐφρασίας. γλυκὺς γὰρ λίαν τοῦ Σωτῆρος ὁ λόγος, καὶ [*](Ps. ciii. 15.) κατευφραίνειν εἰδὼς καρδίαν ἀνθρώπου, κατὰ τὸ γεγραμμένον. γλυκεῖα δὲ δὴ πρὸς τούτῳ καὶ εὐφροσύνης ἐπίμεστος ἡ εἰς τὸ μέλλον ἐλπὶς, ἢν ἐν Χριστῷ πεπλουτήκαμεν.

[*](5)

Ὅτι πάνες οἱ λαοὶ πορεύσονται ἕκαστος τὴν ὁδὸν [*](e) δὲ πορευσόμεθα ἑ ὀνόματι Κυρίου Θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἐπέκεινα.

Οί σπουδὴν πεποιημένοι τὸ ἀναφοιτᾶν εἰς τὸ ὄρος Κυρίου, καὶ ἀναμανθάνειν ἐθέλοντες τὰς τρίβους αὐτοῦ, τὸ εὐήνιον ἐπαγγέλλονται, καὶ τῆς ἐν Χριστῷ πολιτείας ἀποδέχονται τὰ αὐχήματα, καὶ ὅτι τῶν εἰς εὐσέβειαν σπουδασμάτων παντὶ δὴ σθένει μεταποιήσονται, διὰ τούτων ἡμῖν εὖ μάλα κατασημαίνουσιν. ἕκαστος μὲν γάρ φησι τῶν ἐν πάσῃ [*](429 Α. a) τε καὶ πόλει, ἢν ἂν αὐτὸς ἕλοιτο διαστείχοι τρίβον, διαβιῴη δὲ αὖ κατὰ τὸ αὐτῷ δοκοῦν ἢ καὶ εὖ ἔχειν ὑπειλημμένον· ἡμῖν δὲ φροντὶς ὁ Χριστὸς, καὶ τρίβον ὀρθὴν ποιησόμεθα [*](1. καὶ assumptum ex Α. 2. τὴν assumptum ex Α. 4. τὰς om. Α. 5. ῥημάτων (sic) pro δειμάτων Α. τε alt. assumptum ex Β. 6. τεθράμμεθά A. 7. καὶ deest in Β. 8. καὶ alt. om. Α. g. ἐστὶ pro ἔσται Β. 10. εὐφρασίας Α. εὐφροσύνης Edd. τῆς Σωτῆρος ὁ] ὁ τοῦ Πατρὸς Α. 12. τούτοις pro πρὸς τούτῳ Α. 15. Κυρίου] Χριστοῦ Α. [Neutrum habent Alex. 106.] τὸν om. F. Edd. 18. τὰς om. Α. 21. δὴ assumpturn ex A.B. μεταποιοῦνται Α. ἡμῖν om. Α. 22. μὲν assumptum ex Α. φησι om. Α. 23. πόλει] γῆ Α. ἂν om. Α. διαστίχειν (sic) Α. διαβιῶ· ἡ δὲ pro διαβιῴη δέ (sic) Α.)

665
τὰ αὐτοῦ θεσπίσματα, συμβαδιούμεθα δὲ ὥσπερ αὐτῷ, καὶ οὐχὶ δὴ μόνον εἰς αἰῶνα τὸν ἐνεστηκότα καὶ παρερχόμενον, ἁλλ’ ἐπὶ πολὺ καὶ ἐπέκεινα. καὶ ἀτρεκὴς ὁ λόγος· οἱ γὰρ νυνὶ συμπάσχοντες, συνέσονταί τε διαπαντὸς καὶ συνδοξασθήσονται καὶ συμβασιλεύσουσι. φροντίδα γεμὴν ποιοῦνται Χριστὸν οἱ τῆς εἰς αὐτὸν ἀγάπης προτιθέντες οὐδὲν, οἱ καταλήγοντες μὲν τῶν εἰκαίων τοῦ κόσμου περισπασμῶν, [*](b) ζητοῦντες δὲ μᾶλλον τὴν δικαιοσύνην, καὶ τὸ ἁνδάνον αὐτῷ, καὶ τὸ διαπρέπειν ἐν ἀρεταῖς, ὁποῖός τις ἦν καὶ ὁ θεσπέσιος Παῦλος. γράφει γοῦν ὅτι “Χριστῷ [*](Gal. ii. 20.) “συνεσταύρωμαι· ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χρισός. καὶ πάλιν “Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὕμιν, εἰ μὴ Ἱησουν [*](1 Cor. ii. 2.) “Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον.”

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, συνάξω τὴν συντετριμμένην [*](6) [*](15) καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ οὓς ἀπωσάμην· καὶ θήσομαι [*](7 c) τὴν συντετριμμένην εἰς ὑπόλειμμα, καἰ τὴν ἀπωσμένην εἰς ἔθνος ἰσχυρὸν, καὶ βασιλεύσει Κύριος ἐπ᾿ αὐτοὺς ἐν ὄρει Σιὼν ἀπὸ τοῦ νῦν καὶ εἰς τόν αἰῶνα.

Οτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετριβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ [*](d) μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα [*](2. παρερχόμενον Α. παρωχημένον Edd. 3. ἐπὶ πολὺ Α. ἔτι πολὺ Edd. κοὶ alt. assumptum ex Α. Β. 4. συνέσονται Α. Β. συνελεύσονται Edd. Statim τε assumptum ex Α. 6. προθέντες Α. 7. οἱ καταλ. μὲν om. Α. 12. εἰδέναι τι inv. ord. Α. τι εἰδ. habet Β. Χριστὸν Ἰησοῦν inverso ordine Β. 15. ἀπωσμένην A.B.F. (Alex.) ἐξωσμένην Edd. (Vat.) 17. ἰσχυρὸν Α. Β. (Alex. XII.) δυνατὸν Edd. (Vat.) 18. καὶ assumptum ex A.B. (Alex. XII.) εἰς τοὺς αἰῶνας F. Edd. (Ald.) 20. ὑποφαίνει λοιπόν Α. ἀποφ. πόλιν Edd. 22. τε prius assumptum ex Α. βδελυρός τε] μυσαρὸς Α. 24. ἐνησκημένος pro ἐνισχημένος Α. 25 τελενταίον. Α. Β. τελευτῶντες Edd. Statim καὶ om. Α.)

666
καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς. ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ [*](e) εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ’ αὐτοῦ [*](S.Matth. xxiii. 10.) ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· “Εἷς γὰρ “ἠμῶν ὁ καθηγητὴς ὁ Χριστός.” εἰ δὲ δὴ καὶ ἐγερθεῖεν [*](1 Thess. iv. 17.) οἱ νεκροὶ, καὶ “ἡμεῖς ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν “αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- “ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” [*](430 Α. a) ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ‘ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων μητέρα, ἐν ἧ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ.

[*](8)

Καὶ οὐ πύργος ποιμνίου αὑχμώσης, θύγατερ Σιὼν, ἐπὶ σὲ καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη, βασιλεία Βαβθλῶνος τῇ θυγατρὶ Ἱερουσαλήμ.

Εξαγγέλλεται μὲν τὰ ἐξ ἡμερότητος τοῖς πεπονηκόσιν, [*](Supra vv. 6, 7.) ἔφη δὲ ὅτι κατὰ καιροὺς εἰσδέξεται τὴν συντετριμμένην, [*](b) θήσει τε αὐτὴν καὶ εἰς ἔθνος μέγα. πλὴν αἰτιᾶται τῷ μεταξὺ, καὶ ὅτι τεταλαιπώρηκεν ὅλως, συνετρίβη τε καὶ ἀποβέβληται, κατονειδίζει χρησίμως. ὡς γὰρ ὁ μακάριος [*](2 Cor. vii. 10.) ἔφη Παῦλος “Ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν [*](1. ἠλέηται Α. Edd. ἠλέηνται Β. 2. δὲ Α. Β. τε Edd. 5. ἔχοιτο pro ἔχοι τὸ Α. 7. Χριστὸν] Θεὸν Α. 9. Haec καὶ ὑπ’ αὐτοῦ ποιμαίνεσθαι accesserunt ex Α. 11. ὁ prius assumptum ex Α. 14. σὺν] ἐν Α. (ut Cod. Vat.) cf. supra 346 c. 15. Σιὼν om. Α. Statim φησὶ τὴν ἄνω inverso ordine Α. 17. ποιμνίου] κυρίου (sic) Α. αὐχμώδης Α. cf. infra et 443 c. αὐχμώδους F. Edd. (XII. 23, 153.) θύγατερ Α. Β. (XII.) θυγάτηρ Edd. (A. V.) 18. ἡ prius om. Edd. (Co.) βασιλεία] + ἐκ Edd. invitis Α. Β. (86, 153, 240.) cf. infra 443 c. βασιλεία βυλῶνος (sic) Β. 20. ἐπαγγέλλεται Α. 22. θήσει τε] θήσεται δὲ Α. τὰ pro τῷ Α. 25. ἔφη] γράφει Α.)

667
“ἀμεταμέλητον κατεργάζεται.” πλήττει δὴ οὖν ἐξ ἀγάπης, καὶ ὅτι μετὸν οὐδενὸς τῶν λελυπηκότων εἰς πεῖραν ἐλθεῖν ἐθελουσίοις εἰς τοῦτο καθικνεῖτο ῥοπαῖς. ποιμνίου δὲ πύργον αὐχμώδη τὴν Σιὼν, ἤγουν καὶ αὐτὴν ὀνομάζει τὴν Ἱερουσαλὴμ, οἱονεί πὼς ἐν ἤθει λέγων, μονονουχὶ δὲ καὶ ἐπιστυγάζων [*](c) αὐτῇ. ὦ Σιὼν ἤγουν Ἱερουσαλὴμ ἀθλία θύγατερ, ὦ τῶν ἐμῶν προβάτων ἄθλιον καὶ ἀφεγγὲς ἐνδιαίτημα, προκείσῃ δὴ πάντως καὶ οὐκ ἐθέλουσα τοῖς ἐχθροῖς. ἥξει γὰρ ἥξει, καὶ οὐκ εἰς μακρὰν ἐπὶ σὲ τῶν ἐπὶ γῆς βασιλειῶν ἡ προὔχουσα καὶ εὐσθενεστέρα, τουτέστιν, ἡ Βαβυλωνίων. πύργον δὲ αὐχμώδη καὶ σκοτεινὸν ἐνδιαίτημα τὴν Σιὼν ἀποκαλεῖ, ἤτοι τὴν Ἱερουσαλὴμ, διὰ τὸ πάντας τοὺς ἐν αὐτῇ οἷον ἐν σκότῳ περιπατεῖν, ἀπὸ τοῦ μὴ βούλεσθαι λύχνον ὥσπερ τινὰ ποιεῖσθαι καὶ φῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ [*](d) τὸν παρ’ αὐτοῦ φωτισμὸν εἰσδέχεσθαι κατὰ νοῦν. ἢν γὰρ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ ἀπλανῆ δύνασθαι διάττειν ὁδὸν, καὶ βόθρων ἀποφοιτᾶν, καὶ διαπηδᾶν ἁμαρτίαν, καὶ τοῖς μεταξὺ προσπίπτουσι μὴ περιπταίειν κακοῖς.

Ψάλλωμεν δὴ οὖν καὶ ἡμεῖς αὐτοὶ λέγοντες πρὸς Θεόν “Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά- [*](Ps. xii.4. 5.) “νατον, μήποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν.” φωτὶ γὰρ θείῳ κατηυγασμένοι, καὶ τῆς ἄνωθεν καὶ παρὰ [*](e) Θεοῦ σοφίας λαβόντες εἰς νοῦν τὸ σέλας, ἀνάλωτοι μὲν ἐσόμεθα τοῖς ἐχθροῖς, διεκδύνοντες δὲ τὰ ἐκ θείας ὀργῆς, ἐν καλῷ ἐσόμεθα τῆς ἄνωθεν εὐθυμίας, καὶ ἐν Χριστῷ δὴ πάντως εὐημερήσομεν.

[*](1. κατεργάζεται Α. Β. ἐργάζεται Edd. δὴ οὖν] δὲ οὐδέν (sic sed addas ἧττον) Α. 2. ὅτι] + οὐ Edd. repugnantibus A.B. Statim τῶν μετ’ pro μετὸν (sic) A. 3.καθικνεῖτο Β. καθικνεῖται Α. καθικεῖτο (sic) Edd. 4. αὐχμώδη] αὐχμώδους ii d. invitis Α. Β. καὶ om. Α. 5. μόνον δὲ οὐχὶ pro μονονουχὶ δὲ Α. 6. θύγατερ Β. θυγάτηρ Edd. Statim ὦ om. Α. 7. αὐλίων pro ἄθλιον A. 8. προσθεῖσα ἤδη pro προκείσῃ δὴ Α. 9. σὲ] σοὶ Edd. βασιλέων Α. 12. αὐτὴ] αὐταῖς Α. invito b. 13. μὴ om. Α habet b. 17. βόθρον Edd. 18. προσπίπτουσι Β. παρεμπίπτουσι Α. περιπίπτουσι Edd. περιπταίειν] περιπεσεῖν Α. —26. ψάλλωμεν — εὐημερήσομεν] Haec 19. πρὸς] + τὸν Edd. 21. μου assumptum ex Α, 22. γὰρ] + τῷ Edd. invito Α. Statim καταυγασμένοι iid. καὶ alt. assumptum ex Α. 24. δὲ post κάλῳ transp. Edd. 25. κεισόμεθα pro ἐσόμεθα Α.)
668
[*](9)

Καὶ νῦν ἵνα τί ἔγνως κακά; μὴ βασιλεὺς οὐκ ἦν σοι; ἢ ἡ βουλή σου ἀπώλετο, ὅτι κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης; [*](10) ὤδινε καὶ ἀνδρίζου καὶ ἔγγιζε θύγατερ ὡς τίκτουσα, [*](431 Α. a) διότι νῦν ἐξελεύσῃ ἐκ πόλεως, καὶ κατασκηνώσεις ἐν πεδίῳ, καὶ ἥξεις ἕως Βαβυλῶνος· ἐκεῖθεν ῥύσεταί σε, καὶ ἐκεῖθεν λυτρώσεταί σε Κύριος ὁ Θεός σου ἐκ Χειρὸς ἐχθρῶν σου.

Αφίξεται μὲν οὖν ἐπὶ σὲ, φησὶν, ἡ ἀρχὴ ἡ πρώτη. πλὴν τίς ἄρα ἐστὶν ἡ πρόφασις, δι’ ἢν τοῖς οὕτω δεινοῖς περιθραύῃ κακοῖς; τὸ γὰρ γνῶναι κακὰ, τὸ περιπεσεῖν ἐστιν ἐν τοῖς κακοῖς, ἤγουν τοῖς κακοῦν εἰωθόσι, φημὶ δὴ ταῖς τοῦ [*](b) πολέμου συμφοραῖς. μὴ ἄρα σοι βασιλεὺς οὐκ ἦν; ἢ οὐ μεμελέτηκας βουλεύεσθαι σοφὰ, καὶ ἀρίστας ἐπὶ σεαυτῇ ποιεῖσθαι τὰς σκέψεις; ὑποπλήττει δὲ πάλιν εὐφυῶς, καὶ κατονειδίζει πλαγίως ὡς καὶ ἀσύνετον κομιδῇ καὶ Θεῷ προσκρούειν οὐ παραιτουμένην. καὶ τίς ὁ τρόπος, βραχυλογήσας ἐρῶ.

Βεβασίλευκε μὲν τῶν ἐξ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς ἐν ἀρχαῖς, μεσιτεύοντος τοῦ πανσόφου Μωυσέως, εἶτα μετ ἐκεῖνον Ἰησοῦ τοῦ Ναυῆ παραληφθέντος εἰς στρατηγίαν· εἶτα διὰ τῶν κατὰ καιροὺς ἀναδεδειγμένων κριτῶν, καὶ μετ’ ἐκείνους διὰ τοῦ μακαρίου Σαμουήλ. ἐχόντων δὲ ὧδε τῶν [*](c) πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῆ παναρίστῃ κειμένων, πικρὰ καθ’ ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν [*](1 Reg. viii. 5—7.) λέγοντες τῷ μακαρίῳ Σαμουὴλ “Ἴδου σὺ γεγήρακας, [*](1. ἦν] + ἐν F. Edd. (42, 86, 153) 240.) invito Α. ἢ om. Α. (106, 130, 311.) ἡ deest in Edd. 2. ἀπώλετο] + ἀπὸ σοῦ F. 3. ὤδινε om. Α. θύγατερ Α. Β. (Alex. XII.) θυγάτηρ Edd. (Vat.) 7. ἡ prius assumptum e.x Β. 9. Haec τὸ γὰρ γνῶναι κ. τὸ περιπεσεῖν πεσεῖν Β.] ἐστιν ἐν ἐν τοῖς om. Α.] κακοῖς accesserunt ex Α. Β. 11, σοι om. Α. 12. βούλεσθαι Α. Statim σοφὰς Α. ἐπὶ σεαυτῇ Α. ἐπὶ σαυτῷ Β. σύν σαυτῇ Edd, 13. τὰς om. Β. 14. ὡς om. Α. 15. πααιτούμενον Β. 17. μὲν] + γὰρ Edd. invitis Α. Β. 18. ἀρχαῖς Α. ἀρχῇ Edd. 20 ἐπ’ pro μετ’ Α. 21. ὧδε] εὖ Cat. in 4 libb. Reg. 22. παναίστῳ Α. 24. ὥσπερ assumptum ex Α. Cat. Θεοῦ Edd. invitis omnibus.)

669
“καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου, καὶ νῦν “κατάστησον ἐφ’ ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ “τὰ λοιπὰ ἔθνη· καὶ ἦν, φησὶ, πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλ- “μοῖς Σαμουὴλ, ὡς εἶπαν Δὸς ἡμῖν βασιλέα δικάζειν “ἡμᾶς· καὶ προσηύξατο Σαμουὴλ πρὸς Κύριον· καὶ εἶπε [*](d) “Κύριος πρὸς Σαμουήλ Ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ “ἂν λαλήσωσι πρὸς σὲ, ὅτι οὐ σὲ ἐξουθενήκασιν, ἀλλ’ ἢ “ἐμὲ ἐξουθενήκασι τοῦ μὴ βασιλεύειν ἐπ’ αὐτούς.” εἰτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τῆς βασιλείας καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὕτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες “Οὐχὶ [*](Ib. 19, 20.) “ἁλλ’ ἢ βασιλεὺς ἔσται ἐφ’ ἡμᾶς, καὶ ἐσόμεθα καὶ ἡμεῖς [*](e) “καθὰ καὶ τὰ λοιπὰ ἔθνη, καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν, “καὶ ἐξελεύσεται πρὸ προσώπου ἡμῶν, καὶ πολεμήσει τὸν “πόλεμον ἡμῶν.’’ οὐκοῦν εἰς ἀνάμνησιν αὐτοὺς ἀναφέρει τῶν ἀρχαίων ἐκείνων καὶ ἐπισφαλῶν βουλευμάτων, καὶ οἷον κατειρωνεύεται τὸ συμβὰν καί φησι Πῶς ἔγνως κακά; μὴ οὐκ ἦν σοι βασιλεύς; ἢ ἡ βουλή σου ἀπώλετο; οὐ βασιλέα, φησὶν, ᾐτήσω λέγων, προπορεύσεται “πρὸ προσώπου “ἡμῶν, καὶ τὸν πόλεμον ἡμῶν πολεμήσει.” μὴ ἄρα καλῶς ἐβουλεύσω ποτέ; ἰδοὺ τῶν πραγμάτων τὸ πέρας τὴν σὴν [*](a 432 Α.) ἔδειξε βουλὴν, ὡς ἀρίστη τε εἴη καὶ ἀναγκαία. ἀπόβλητον ἐποιήσω τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγόν. ἰδοὺ κατεκράτησάν σου ὡδῖνες ὡς τικτούσης. ὤδινε οὖν καὶ ἀνδρίζου θύγατερ Σιών. ἐν ἤθει πάλιν ὁ λόγος· ὦ γὰρ χρηστὴ θύγατερ, [*](1. ἐν assumptum ex Α. deest in Β. 2. καθὼς Edd. invitis Α. Β. 4. εἶπον Α. εἶπον Β. (93, 108.) εἶπε Edd. 5. Σαμουὴλ om. Α. 6. καθὼς Edd. 7. λαλήσῃ Α. ἀλλ’ ἢ ἐμὲ ἐξουθ. desunt in Α. τῷ Edd. invito Α. 8. ἐπ’ αὐτούς Α. (Alex.) ἐπ’ αὐτοῖς Β. (245, 247.) ἐπ’ αὐτῶν Edd. (Vat.) 9. τὰ δικαιώματα Α. Cat. τὸ δικαίωμα Edd. Statim τοῦ βασιλέως pro τῆς βασιλείας Cat. II. ἀφίσταντο (sic) Α. Statim δὲ Α. Cat. τε Edd. ἀνοήτων pro ἀνοσίων Α. invito Cat. 12. οὐχὶ] + ὅτι Β. (55, 121, 144.) 14. καθὼς Edd. βασιλεὺς ἡμῶν om. Α. 21. πολεμήσει τὸν πόλ. ἡμῶν inverso ordine Α. 22. ποτέ Α. τότε Edd. 23. ἀρίστη τε] ἀρεστή τε Α. 25. ἕως pro ὡς Α. ἴσχυε pro ὤδινε Α.)
670
φησὶ, τληπαθὴς ἕσο πρὸς τὰς ὠδῖνας, διακαρτέρει πρὸς τὰς λύπας, ἔγγιζε τῷ τίκτειν, τουτέστιν, οὐκ ἔση μακρὰν τῶν [*](b) προσδοκωμένων· ἀλλ’ οἷον ἐπίτεξ ἤδη γυνὴ κατολολύξεις ἐκ πόνων, ἀφεῖσα δὲ πόλεις τὰς εὐπυργοτάτας κατασκηνώσεις ἐν πεδίῳ, καταυλισθήσῃ, φησὶν, ἐν ἐρήμοις· ἀφίξῃ δὲ καὶ εἰς Βαβυλῶνα αὐτήν· πλὴν ἀπαράκλητον οὐκ ἐᾷ παντελῶς· προστέθεικε γὰρ εὐθὺς ὅτι καὶ διαφεύξεται καὶ ἀνακομινσθήσεαι πάλιν κατοικτείροντος Θεοῦ.

Κάλλιστον οὖν ἄρα τὸ ὑπὸ Θεῷ μένειν καὶ βασιλεύεσθαι καὶ αὐτὸν ποιεῖσθαι δύναμιν, ὑπερασπιστήν τε καὶ ἀρωγὸν, [*](c) αὐτῷ καθυφεῖναι μόνῳ τῆς ψυχῆς τὸν αὐχένα, τοῖς αὐτοῦ θελήμασι βιοῦν, καὶ λόγου παντὸς ἀξιοῦν τὸ αὐτῷ δοκοῦν. ἢ εἰ μὴ τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως ὑπὸ νοητοὺς ἐσόμεθα Βαβυλωνίους, ἀντιτεταγμένους μένους δὴ λέγω καὶ ἀκαθάρτους δυνάμεις, καὶ ὑπὸ τὴν πρώτην ἀρχὴν, τουτέστι τὸν [*](Heb. xi. 10.) σατανᾶν, πόλεως δὲ ὥσπερ τῆς ἁγίας ἐξερριμμένοι “ἦς ἐστι “τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς,’’ τὴν Βαβυλωνίων οἰκήσομεν. ἐν συγχύσει γὰρ καὶ θορύβοις ἐσόμεθα, ἱκανοῖς τοῦ παρόντος βίου περισπασμοῖς. σύγχυσις γὰρ ἡ Βαβυλὼν [*](d) ἑρμηνεύεται.

[*](11)