In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ νῦν ἐπισυνήχθη ἐπὶ σὲ ἔθνη πολλά οἱ λέγοντες Ἐπιχαρούμεθα, [*](12) κὼ ἐπόψονται ἐμ Σιῶι οἱ ὀφθαλμοῖ ἡμῶν. καὶ αὐτοὶ οὐκ ἒγνωνσαν τὸ λογισμὸν κυρίου, κω οὐ σουνῆκαν ὤ βουλὴν [*](1. τὰς alt. om. Α. 3. ἐπιτέξη δὴ pro ἐπίτεξ ἤδη Α. καταλολύζεις (sic) Β. 4. ἀφεῖσα] ἀφειῖσα Edd. 5. φησιν om. Β. ἐρήμῳ Α. 6. παντελῶς οὐκ ζὰ inverso ordine Α. 7. εὐθὺς assumptum ex Α. καὶ prius om. Α. ἀναφεύξεται καὶ διακομισθ. Edd. invitis Α. Β. Statim πόλιν Α. παρὰ Edd. Neutrum habet Β. 8. κατοικτ. Θεοῦ hoc ordine Α. 10. ὑπερασπιστήν τε] προασπιστὴν Α. 12. ἀξιοῦν τὸ οὐτῶ δοκοῦν desunt in Α. 13. νοητοῖς ἐσ. Βαβυλωνίοις, ἀντιτεταγμένας Α. Statim δὴ assumptum ex Α. 18. ἐν om. Α. ἱκανοῖς Α. τοῖς οἰκείοις Β. τοῖς εἰκαίοις 19. γὰρ assumptum ex Α. 21. ἐπισυνήχθη Α.Β. (Alex.) ἐπισυνήχρησαν Edd. (Vat.) οἱ assumptum ex Α. Β. (Alex. XII.) 22. καὶ αὐτοὶ Α. Β. (Alex. XII.) αὐτοὶ δὲ Edd. (Vat.) 23. τοὺς λογισμοὺς F. (Co.))

671
αὐτοῦ, ὅτι συνήγαγεν αὐτοὺς ὡς δράγματα ἅλωνος. ἀνάστα [*](13) καὶ ἁλόα αὐτοὺς, θύγατερ Σιὼν, ὅτι τὰ κέρατά σου θήσομαι σιδηρᾶ, καὶ τὰς ὁπλάς σου θήσομαι Χαλκᾶς· καἰ λεπτυνεἲς λαοὺς πολλοὺς, καὶ ἀναθήσεις τῷ Κυρίω τὸ πλῆθος αὐτῶν, [*](e) καὶ τὴν ἰσχὺν αὐτῶν τῷ Κυρίῳ πάσης τῆς γῆς.

Πλειστάκις ἤδη προείπομεν, ὅτι τὴν βασιλείαν ἐν τοῖς Ἰεροσολύμοις διέποντος Ἐζεκίου, κατεδῄωσε μὲν τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πολλὰς δὲ αὐτῇ καὶ τῆς Ἰουδαίας συνεξῄρηκε πόλεις. εἶτα πέπομφεν ἐκ Λάχις τὸν Ῥαψάκην, ὃς οὐ μετρίως τῆς θείας κατεφλυάρησε δόξης, ὅτε καὶ ἀπολώλασιν ἐν μιᾷ νυκτὶ τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα [*](a 433 Α.) πέντε χιλιάδες ἀγγέλου χειρί. ταυτησὶ τῆς ἱστορίας διαμένηται [*](Es. xxxvii. 36.) πάλιν. συνήχθησαν γὰρ ἔθνη πολλὰ κατὰ σοῦ φησι, μονονουχὶ καὶ ἀθύροντα καὶ ὅσον οὐδέπω κεισομένης κατορχησόμενα. πλὴν οὐκ ἔγνωσαν ἃ βεβούλευται Θεός. συνεκομίσθησαν γὰρ ὡς εἰς ἅλω, καὶ δράγματος δίκην τοῖς σοῖς ὑποκείσονται ποσίν. ἀμάστα δὴ οὖν καὶ ἁλόα αὐτοὺς, κέρατα γὰρ ἕξεις σιδηρᾶ καὶ ὁπλὰς καλκας, τουτέστι, δυσκαταγώνιστος ἔση καὶ ἄμαχος τοῖς ἐχθροῖς, μόνον δὲ [*](b) οὐχὶ καὶ καταπατήσεις τοὺς ἀνθεστηκότας. ἐπειδὴ γὰρ ἅλω τε καὶ δράγματος πεποίηται μνήμην, τετήρηκε τῇ μεταφορᾷ τὸν πρέπονα τρόπον, καὶ ὡς ἐπὶ μόσχου φησὶ κερατα καὶ ὁπλάς. ἐπειδὴ δὲ οὐκ ἀνθρωπείᾳ χειρὶ δεδαπάνηνται καὶ πεπτώκασιν, ἀλλ’ ἒργον ἦσαν κείμενοι τῆς θείας ὀργῆς, μὴ σαυτῇ φησιν ἀνάψῃς τὰ ἐπί γε τούτοις αὐχήματα, ἀνατίθει [*](1. δράγματα Α. δράγμα F. Edd. (130, 153, 311.) ἀνάστα Α. Β. (Alex. XII. sed corr.) ἀνάστηθι Edd. (Vat.) 2. ἀλῶα Α. (86, 147, 311.) θύγατερ A.B.F. (Alex. XII.) θυγάτηρ Edd. 4. πολλοὺς] + καὶ κατάξεις ἐν αὐτοῖς ἔθνη Β. (cf. 240.) 6. πᾶσι pro ὅτι Α. 9. συνεξῄρηκε A. b. συνῄρηκε Edd. Statim πόλεις om. Α. habet b. πέπομφεν Α. b. μεταπέπ. Edd. 11. τῶν Ἀσσυρίων assumpta ex Α. Β. desunt in b. 12. ἀγγέλου Α. b. ἀγγελικῇ Edd. ταύτης Α. b. 13. κατὰ σοῦ φησιν ἔθνη πολλὰ ínverso ordine b. 16. ὡς εἰς b. εἰς Α. ὡσεὶ Β. ὡσεὶ εἰς Edd. Statim ἅλω (ἁλῶ) Α. ἄλωνα b. ἅλως Edd. 17. δὴ om. Α. δεῖ pro ἀλῶα Α. 19. μονονουχὶ δὲ Edd. 23. ἐπειδὴ δὲ Α. ἐπεὶ δὲ Β. ἐπεὶ Edd. Haec καὶ πεπτώκασιν accesserunt ex Α. 24. ἦσαν] + οἱ Edd. invitis A.B. 25. σαυτῇ Α. σαυτῷ Edd. γε accessit ex Α.)

672
δὲ μᾶλλον τῷ Κυρίῳ πάσης τῆς γῆς τό τε πλῆθος αὐτὸ, καὶ τὴν ἰσχὺν τῶν ἀπολωλότων.

[*](c)

Ἀλλ᾿ οὑτοσὶ μὲν τῆςν ἱστορίας ὁ νοῦς, θορυβήσει δὲ ἴσως τῶν ἐντευξομένων τινὰς τὸ οὕτως ἀγχίστροφον τῶν προφητικῶν κηρυγμάτων. ἄρτι μὲν γὰρ ἠκούομεν λέγοντος [*](Supra ver. 8.) Ἐπὶ σὲ ἥξει καὶ εἰσελεύσεται ἡ ἀρχὴ ἡ πρώτη ἡ βασιλεία Βαβυλωνίων, καὶ ὁ τῆς αἰχμαλωσίας ἡμῖν ἐγράφετο τρόπος· εἶτα σεσωσμένην ὁρῶμεν εὐθὺς, καὶ καταπατοῦσαν τοὺς ἐχθρούς. δεῖ δὴ οὖν ἄρα τῆς τῶν χρόνων εὐδιακρίτου διαστολῆς· ἔσται γὰρ οὕτως ἀσύγχθτος καὶ σαφὴς τῶν λεγομένων ἡ θεωρία. Ἐζεκίου μὲν γὰρ βασιλεύοντος, [*](d) ἀνέβη Σεναχηρεὶμ κατὰ τῶν Ἱεροσολύμων, εἶτα μετὰ τὸν Ἐζεκίου θάνατον τέσσαρες γεγόνασιν ἕτεροι βασιλεῖς, καὶ πέμπτος Ἰεχονίας. τότε καὶ πᾶσαν εἷλε τὴν Ἰουδαίαν καὶ αὐτὰ δὲ τὰ Ἱεροσόλυμα Ναβουχοδονόσορ, καὶ ἀπεκόμισεν εἰς αἰχμαλωσίαν πάντα Ἰσραήλ. γράφει δὲ σαφῶς τὴν ἐπὶ τούτοις ἡμῖν ἱστορίαν ὁ μακάριος προφήτης Ἱερεμίας.

[*](Κεφ. ε΄.)

Νῦν ἐμφραχθήσεται θυγάτηρ Ἐφραῒμ ἐμφραγμῷ, συνοχὴν ἔταξεν [*](e) ἐφ᾿ ὑμᾶς, ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνας τὰς φυλὰς τοῦ Ἰσραήλ.

Ἐπισυναχθήσονται μὲν γὰρ ἐπὶ Σιὼν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ, εἶτα κατορχήσεσθαι καὶ καταμειδιάσειν αὐτῆς προσδοκήσαντα, ἠλόηνταί τε καὶ συνετρίβησαν, Θεοῦ τοῖς ποσὶ τῶν νικησάντων παραῤῥιπτοῦντος αὐτοὺς ὡς ἐν εἴδει [*](1. αὐτῶν pro αὐτὸ A. 3. οὗτος A. ἴσως om. B. 6. ἡ ult. assumptum ex B. 7. Βαβυλῶνος A. ἡμῶν Edd. 8. τοὺς om. A. 12. τὸν assumptum ex A.B. 13. ἕτεροι accessit ex A. 15. Haec δὲ τὰ accesserunt ex A.B. 16. σαφῶς A. σοφῶς Edd. 18. Νῦν] Καὶ νῦν B. (97, 228, 310.) ἐν φραγμῷ F. (cf. Alex.) 19. ὑμᾶς A.B. (Alex.) ἡμᾶς Edd. (Vat.) σιαγόνας A.B. (Alex.) σιαγόνα Edd. (Vat.) sed cf. infra. Statim αὐτῶν pro τὰς φ. τοῦ Ἰσραήλ B. (153.) φυλὰς] πύλας A. (68.) 21. Ἐπισυναχθήσονται] λέγω τῶν Ἰσραηλιτῶν. συνήχθησαν B. Statim μὲν γὰρ om. A. Haec λαοὶ πολλοὶ καὶ accesserunt ex A. 22. κατορχηθήσεσθαι A. 23. προσδόξαντα A. Statim ἠλέηνταί (sic) A. 24. νενικηκότων A. )

673
δράγματος. ἥλω δὲ καὶ ἀπόλωλεν ἡ Σαμαρειτῶν, καὶ δεδαπάνηται τῷ πολέμῳ, καὶ περὶ αὐτῆς φησὶν, ὡς ἐμφραχθησεταί [*](a 434A.) τε καὶ ἐνσχεθήσεται καθορίζοντος δηλονότι Θεοῦ τὸ ἐν συνοχῇ γενέσθαι καὶ χρῆναι παθεῖν αὐτήν. θυγατέρα δὲ τοῦ Ἐφραῒμ ὀνομάζει τὴν Σαμάρειαν, ἤγουν τὴν ἐν τῇ Σαμαρείᾳ πληθύν. ἔοικε γάρ πως ἐν τάξει κεῖσθαι πατρὸς τοῖς ὑπεζευγμένοις ὁ βασιλείαν πεπιστευμένος. βεβασιλεύκασι δὲ τῆς Σαμαρείας οἰ ἐξ Ἐφραΐμ. ἔσται δὴ οὖν ἔσται φησὶν οἷον περίσχετος καὶ διεζωσμένη τοῖς τῶν πολεμίων δήμοις ἡ Σαμαρειτῶν, οἳ μονονουχὶ καὶ πατάξουσιν εἰς σιαγόνα [*](b) αὐτὴν, οὐ χερσὶ ῥαπίζοντες ἐχομέναις φειδοῦς, ἀλλὰ καὶ ῥάβδοις συντρίβοντες καὶ καταικιζόμενοι σφοδρῶς. σημαίνει δὲ διὰ τούτων πρὸς ταῖς ἀτιμίαις καὶ δύσοιστον ὄντα τῆς αἰχμαλωσίας τὸν πόνον. ἀτιμίας μὲν γὰρ σημεῖόν ἐστιν οὐκ ἀμφίλογον τὸ εἰς σιαγόνα ῥαπίσματα. εἰ δὲ δὴ νοοῖτο καὶ διὰ ῥάβδου γενέσθαι, φορέσει πάντως τὸ μοχθηρὸν, καὶ τὸ οἷον οἰκέτῃ πρέπον. ἄτιμος οὖν ἔσται φησὶ καὶ ἐν αἰκίαις καὶ πόνοις ἡ ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραῒμ βασιλευομένη Σαμάρεια.

[*](c)

Ἀλλ᾿ ἥ γε τοῦ παίοντος ἀργήσει χεὶρ, ἄγευστοι δὲ μενοῦμεν αἰκίας, εἰ παντὶ δὴ σθένει παραιτοίμεθα τὸ καταθήγειν ἐφ᾿ ἑαυτοῖς εἰς ὀργὰς τὸν τῶν ὅλων Κύριον διά τοι τοῦ δρᾶν ἃ μὴ θέμις καὶ ποιεῖσθαι περισπούδαστον τὸ ἀπηχθημένον αὐτῷ. τιμῶντες δὲ μᾶλλον ταῖς ἐπιεικείαις ἐσόμεθα τῆς εὐημερίας ἐν καλῷ, λαμπρόν τε καὶ ἀξιόληπτον ἀληθῶς διαζήσομεν βίον.

[*](3. τε assumptum ex A.B. ἐνεχθήσεται pro ἐνσχεθ. A. 5. τοῦ om. A. τῇ assumptum ex A. 7. ὑπεζευγμένοις] ὑποκειμένοις Edd. βεβασιλεύκασι δὲ τῆς Σ. οἱ] βεβασίλευκε δὲ τῆς Σ. ὁ iid. 8. ἔσται alt. et οἷον accesserunt ex A. 10. σιαγόνα A. σιαγόνας Edd. 11. ἐχομέναις] ἑπομένης B. 12. καὶ prius asscumptum ex B. 13. τούτων B. τούτου Edd. 14. σημεῖόν ἐστιν hoc ordine. A.B. 15. ἀμφίβολον Edd. σιαγόνας Edd. invitis A.B. 17. οἷον A. οἰκεῖον Edd. Neutrum habet B. ἔστω Edd. 18. τῶν ἐκ B. τῆς iid. 20. εἴ γε pro ἥ γε A. τοῦ et δὲ om. A. 21. παραιτούμεθα A. 24—26. τιμῶντες—βίον desunt in B. 24. τῆς εὐημερίας] ταῖς εὐημερίαις Edd. 25. δὲ pro τε A. )
674
[*](d 2)

Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.

Τὴν εἰς τὸ ἐν ἀρχαῖς ἀναφοίτησιν τῶν καθ᾿ ἡμᾶς πραγμάτων ὁ προφητικὸς ἡμῖν ἐν τούτοις εὐαγγελίζεται λόγος. διαμέμνηται δὲ καὶ μάλα σαφῶς τῆς ἀνακεφαλαιώσεως τῆς ἐν Χριστῷ γεγενῆσθαι λεγομένης. καινὴ [*](2 Cor. v. 17.) γὰρ κτίσις τὰ ἐν αὐτῷ, καθὰ γέγραπται, καὶ “Τὰ μὲν [*](e) “ἀρχαῖα παρῆλθε, γέγονε δὲ δι᾿ αὐτοῦ καινὰ” μεταστοιχειοῦντος τὰ ἀνθρώπινα καὶ ἀνακαινίζοντος εἰς τὸ εὖ εἶναι πάλιν αὐτά. βεβασίλευκε γὰρ, καὶ πεποίηται πάλιν αἱρετὸν τὴν κατὰ πάντων ἀρχήν. σημαίνεται δὲ τὸ καθόλου καὶ διὰ τῶν μερικῶς οἰκονομουμένων. ἐβασιλεύετο μὲν γὰρ, ὡς ἔφην, ὁ Ἰσραὴλ ἐν ἀρχαῖς ὑπὸ Θεοῦ, μεσολαβούντως ἁγίων. εἶτα μετ᾿ οὐ πολὺ νοσήσας τὸ εὔηθες, ἀτιμάσας τε τὸ πράττειν ὑπὸ Θεῷ, τὰ ἀνθρώπινα μᾶλλον τετιμήκασι [*](435A. a) κράτη. καὶ γοῦν ᾔτησαν ἐφ᾿ ἑαυτῶν βασιλέα τὸν Σαούλ. εἶτα προσκεκρούκασιν οὐ μετρίως· λελυπημένος γὰρ ἔφασκεν [*](1 Reg. viii. 7.) ὁ τῶν ὅλων Θεὸς τῷ μακαρίῳ Σαμουήλ “Οὐ σὲ ἐξουθενή- “κασιν, ἀλλ᾿ ἐμὲ ἐξουθενήκασι, τοῦ μὴ βασιλεύειν ἐπ᾿ “αὐτούς.” ὅτι δέ τὸ χρῆμα αὐτοῖς ὀνησιφόρον μὲν οὐδαμῶς, πικρὸν δὲ μᾶλλον καὶ ἐπιζήμιον καὶ ὀλέθρου πρόξενον, αὐτὴ δέδειχεν ἡ πεῖρα, πῶς ἂν ἐνδοιάσειέ τις; περιπεπτώκασι γὰρ δεινοῖς καὶ ἀφύκτοις διὰ τοῦτο κακοῖς. οὐκοῦν [*](1. ἐν χιλιάσιν Ἰούδα om. A. 2 μοι deest in Edd. ἡγούμενος accessit ex A. (Alex.) 3. ἐν τῷ A. (Alex.) XII). τῷ F. Edd. (153.) [τοῦ Vat.] 4. ἐξ om. A. 5. τὴν pro τὸ Edd. 7. καὶ assumptum ex A.B. σαφῶς A.B. σοφῶς Edd. 9. καθὼς iid. 12. βεβακαθόλως pro τὸ καθόλου A. 14. μερικῶν A. μὲν assumptum ex A.B. 16. μετ᾿ οὐ om. A. 17. ἀνθρώπινα μᾶλλον τετ. κράτη] ἀνθρώπων μᾶλλον τετ. A. 18. ᾔτησαν A. ᾔτησεν Edd. Statim ἐφ᾿ ἑαυτῶν A. ἐφ᾿ ἑαυτοῖς B. ἐφ᾿ ἑαυτῷ Edd. 21. ἀλλ᾿] + ἢ Edd. invitis A.B. (XI.) ἐπ᾿ αὐτούς A. (Alex.) cf. supra 431 d. ἐπ᾿ αὐτοῖς Edd. τοῦ μὴ βασιλεύειν ἐπ᾿ αὐτοῖς, ἀλλ᾿ ἐμὲ inverso ordine (ἐξουθ. omittens) B. 23. μᾶλλον assumptum ex B. 24. πῶς] + δ᾿ Edd. invito A. πῶς ἂν ἐνδ. τις desunt in B. )

675
ἀνακομίζων ὥσπερ τὸν Ἰσραὴλ ἐπὶ τὸ ἐν ἀρχαῖς, φημὶ δὴ [*](b) τὸ ὑπ᾿ αὐτοῦ βασιλεύεσθαι τοῦ Θεοῦ, τὸν ἐκ Βηθλεὲμ αὐτοῖς ἐσόμενον Σωτῆρα καὶ λυτρωτὴν προανακεκράγει Χριστόν.

Ἴοι δ᾿ ἂν οὐκ ἀπὸ σκοποῦ κἂν εἴ τῳ δοκοίῃ γενικὸν ὥσπερ τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ᾿ ἑαυτοῖς καταρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ᾿, ὠς ἔφην ἀρτίως, [*](c) εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὴ [*](Eph. i. 10.) “πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ “τῆς γῆρ,” καὶ “ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ [*](col. i. 13, 12.) “σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.”

Ποιεῖται δὴ οὖν τὸν λόγον πρὸς τὴν Βηθλεὲμ, ἤτοι τὸν οἶκον τοῦ Ἐφραθᾶ. καὶ καλεῖται μὲν ὁ χῶρος Ἐφραθᾶ, Βηθλεὲμ δὲ τὸ πολίχνιον, ἤγουν ἡ ἐν τῇ χώρᾳ κώμη, ὅθεν ἦν Ἰεσσαὶ καὶ Δαυεὶδ, καὶ αὐτὴ δὲ πάλιν ἡ ἁγία παρθένος, ἣ [*](d) τὸ θεῖον ἡμῖν ἐκτέτοκε βρέφος τὸν ἴδιον υἱὸν τὸν Ἰησοῦν “Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ Es. ix. 6. “ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν “Ὑπήκοος μέχρι θανά- [*](Phil. ii. 8—11.) “του, θανάτου δὲ σταυροῦ,” ταύτῃτοι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο “αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ “Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι [*](e) [*](4. εἰ ἄπο pro ἀπὸ A. δοκοίῃ A. δοκῇ Edd. 5. ποιεῖσθαι τὸν λόγον hoc ordine A. 6. τῆς om. A. ὀθνεῖον ἐφ᾿ ἑαυτοῖς A. ὑπὸ ὀθνεῖον ἑαυτοὺς B. ὀθνεῖον ἑαυτοῖς Edd. Statim καταρτίζοντες A. καταστήσαντες Edd. 10. πάντα τὰ inverso ordine A. 11. τῷ om. A. 12. μὲν assumptum ex A. 15. δὴ] δὲ Migne. 17. ἐν τῷ χώρῳ pro ἡ ἐν τῇ χώρᾳ A. ἦν om. A. 18. αὐτὴ A.B. αὕτη Edd. Statim δὲ assumptum ex A.B. ἡ— ἐκτετοκυῖα A. 19. τὸν ἴδιον υἱὸν A. τὸ παιδίον Edd. Statim τὸν Ἰησοῦν om. A. 20. ἐγενήθη om. A. habet B. τὸ ὄνομα αὐτοῦ om. A. 23. καθώς Edd. 24. καὶ prius assumptum ex B. 25. ἵνα B. ἵν᾿ Edd. Ἰησοῦ Χριστοῦ A. Ἰησοῦ B. τοῦ Χριστοῦ Edd.)

676
“Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰσύδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμπραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ᾿ εἰ καὶ ὀλίγοι παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ [*](436A. a S. Joan. x. 11.) τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγγελίας προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς [*](Gen. xxi. 12.) αὐτὸν ὁ Θεός “Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπό- [*](Rom. iv. 12.) σχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, “ἀλλὰ καὶ τοῖς “στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα- [*](Ib. ix. 8.) “τρὸς ἡμῶν Ἁβραάμ·” οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι “τὰ τέκνα “τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅμοιον οὖν ὡς εἰ [*](b) λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσοικειοῦντος ἑαυτὸν ἐμοὶ δι᾿ αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ [*](S. Joan. xiv. 6.) Πατρὶ δι᾿ Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός “Οὐδεὶς ἔρχεται “πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.” ἀνεδείχθη τοίνυν ἐκ [*](Cant. vi. 1, 2.) Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς “ὁ ἐν κήποις ἡμᾶς “καταβόσκων καὶ κρίνοις,” καὶ τὴν τῶν εὐαγγελικῶν θεσπισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ᾿ ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς [*](2. τοῦ assumptum ex A.B. καὶ om. A. 4. εἰσι pro αἱ A. πολυανδρίᾳ Edd. 6. συνήσει (sic) pro σὺ γενήσῃ A. 7. βασιλεύσαντος Edd. invitis A.B. Statim ἐπὶ om. A. 8. Haec ὅς ἐστι—κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ accesserunt ex A. et usque ad κατάρξει δὲ ex B. Quae sequuntur, usque ad ἀλλὰ καὶ τῶν ἐξ (10.) desunt in B. 10. ἐξ ἐπαγγελίας A. ἐπαγγελίας (nonnullis omissis) B. ἐν ἐπαγγελίαις Edd. Statim προεπηγγελμένων ex editis retinui. προαπηγγελμένων A. προεπηγγελμένης B. 12. Haec ὁ θεός accesserunt ex A.B. 14. οὐ μόνοις pro οὐχὶ μόνον A. στοιχοῦσι] τοιχοῦσι (sic) A. 16. ὁ om. A. 17. ὡς pro εἰς Edd. 18. κατάρξει B. κατάξει (sic) A. κατάρξαι Edd. 19. ἑαυτὸν om. A. 20. αὐτός om. A. 22. ποιμὴν ἀγαθὸς pro ὁ ποιμὴν ὁ καλὸς A. 25. ἀποδρέπεσθαι] ἀποτρέφεσθαι A. Statim haec καὶ τῆς—νοητῶς accesserunt ex A.)
677
ἐξ αὐτὼν εὐωδίας ἀναπίμπλασθαι νοηῶς· ἔφασκε γάρ “Ἐγὺ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάσων.” ἀπ᾿ ἀρχῆς [*](Cant. ii. 1.) δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν [*](c) προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποιητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ᾿ αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶνἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ᾿ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Παρὸς [*](d) Σωτήτρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παρά- βασιν.

Διὰ τοῦτο δώσεις αὐτοὺς ἕως καιροῦ τικτούσης. τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ.

Ἔοικεν ὁ Προφήτης ἐντεθυμῆσθαι καθ᾿ ἑαυτὸν κὐκεῖνο τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν [*](e) λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας [*](4. ὕπαρξιν om. A. τὴν pro τοῦ Migne. ἔστι alt. assumptum ex A. 5.γεννήτορι A. πατρὶ Edd. ὁ om. A. 7 καιρῷ Α. καιροῦ Edd. Statim προώριστο Α. προώρισται iid. 8. τῶν αἰώνων B. τοῦ κόσμου Edd. 9.ἔξοδον τοίνυν Α. ἐξόδους οὖν Edd. ἄχρονο]ἀχρόνως Α. ἐκ Θεοῦ hoc ordine A. τοῦ Θεοῦ ἐκ Edd. τοῦ υἱοῦ ἐκ Β. 10. ἤτοι]ἤγουν Α. ὡς assumptum ex A. II. ἐσομένην] γενομένην Β.Haec ἀπ᾿ ἀρχῆς καὶ accesserunt ex A. 12. αἰῶνος deest in Edd. invitis A.B. 19. ἐντεθυμῆσθαι Α. Edd. ἐνθυμεῖσθαι Β. κἀκεῖνο Α. ἐκεῖνο Edd. Statim που τάχα inverso ordine A. 20. ψευδοεπεῖ pro ψεθδοεπήσει Α. 21. καίπερ pro καὶ εἴπερ Α. 22. ἐλπ. οὕτως inv. ord. A. 24. εἰ pro τί Α. δωρόληπτος Edd. ante Migne. νοήσας τῆς ἐπαγγ. pro τῆς ἐπαγγ. ἐννενοηκὼς Α.)

678
ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ [*](437 Α. a) μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδαμῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς, ὦ Δέσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκλελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑατυῷ, προσυπακούει [*](b) Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον [*](Hab. ii. 3.) δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν “ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.” τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱὺς Ἰσραήλ. παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθήκασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ [*](c) οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς.

Καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶἐν τῇ δόξῃ τοῦ ὀνόματος κθρίου τοῦ Θεοῦ αὐτῶν [*](1. οὔπω τε Α. οὕτω τε Edd. συνήσεις pro συνεὶς (sic) A. 2. καὶ om. B. ἐπειδὴ Α. ἐπεὶ Edd. ὑπερθέσεσι Α. 3. ἔτι Α. ἐστι Edd. Statim μακρᾷ Β. μακραῖς Α. μακρὸς Edd. 5. αὐτὺς τουτέστι παραδώσεις om. A. 6.τῆς assumptum ex B. καταδθῇ Α. Β. κυηθῇ Edd. 8. Haec ἡ τελεωτάτη accesserunt ex A. 10. τε ὡς ἔφην Α.Β. τέως Edd. 11. οἷον ἐνδιαψ pro οἱονεὶ διδψιθ. Α. 12. τέξεται]+φησι Edd. invitis A.B. ἑδραίαν αὐτὸν ἀποκαλεῖ Α. αὐτὸν ἑδραῖον ἀποτελεῖ Edd. 13.τούτῳ τὸ Α. τοῦτο τῷ Β. τούτῳ Edd. 21.ὑποδρομῆς] ἐπιστροφῆς Α. 24. τοῦ hic et post κυρίου assumpta ex A.B. (Alex. cf.XII.))

679
ὑπάρξουσι· διότι νῦν μεΓαλυνθήσεται ἕνς ἄκρων τῆς Γῆς. καὶ ἔσται αὕτη ἡ εἰρήνη.

Τὸ στήσεταί φησιν ἀντὶ τοῦ καὶ ἐπιστατήσει. καὶ ἔσται τῶν ἰδίων προβάτων αὐτουργὸς ὁ ποιμὴν, οὐχ ἑτέρῳ τινὶ τὸ παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωθσεῖ, [*](d) ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐ πρέσ- [*](Es. Lxiii. 9.) “βυς, οὐκ ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἕσωσεν ἡμᾶς·” ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενικῶς, οὐ ψευδοποιμένσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταὶς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεαντιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγισαμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς “Ἐπ᾿ ἀσπίδα καὶ βα- [*](Ps. xc. 13.) “σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν.” [*](e) εὐκλεεῖς γὰρ γεγόναμεν δι᾿ αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ᾿ οὐρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ “Τὸ [*](Eph.ii.14, 15.) “μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι “τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἔνα “καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην”κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. [*](a 438 A.) ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ καλοῖτο Χριστός.

[*](1. μεγαλυνθησεται Α.Β. (22.al.) μεγαλυνθήσονται Edd. 2. αὕτη Β. (26.al.) αὐτῇ Α. αὐτὴ F. Edd. (95,153,185.) 3.καὶ prius om. B. 4. ὁ om. B. 5. καθὼς Edd. 8. Haec ποιμανεῖ δὲ ἡμᾶς accesserunt ex B.b. ἀνωτέρω A.b. ἄνω Edd. 9. γενικῶς Α.Β. γεναίως Edd. 10. εὐδοκιμεῖν pro ἀδικεῖν iid.invitis A.B 11. ἐπιθρώσκειν ἀγέλαις, οὐ om. B. πονηραὶς] + λέγω Β. 13. Haec καὶ πλεονεκτεῖν τοὺς ἡγιασμ΄νους acceserunt ex A. 16. λαμπροὶ] +τε b. 18. καὶ assumptum ex A. αὐτὸς ὁ Α. καὶ Edd. 19. διαλλακτὴς] +καὶ iid. invito A. ἡεἰρήνη ἡμῶν hoc ordine A. 24. Haec τε καὶ ἀληθὲς accesserunt ex A.εἰ καὶ hoc ordineA.)
680

Ὅταν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ᾿ αὐτὸν ἐπτὰ ποιμένες καὶ ἀκτὼ δήγματα ἀνθρώπων, καὶ ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαίᾳ καὶ τὴν τὴν γῆν τοῦ Νεβρῶδ ἐν τῇ τάφρῳ αὐτῆς, καὶ ῥύσεται ἐκ τοῦ Ἀσσοὺρ, ὅταν ἐπέλθῃ ἐπῖ τὴν γῆν ὑμῶν καὶ [*](b) ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.

Ἡ Ἑβραίων ἔκδοσις τοῦ προκειμένου κεφαλαίου ποιεῖται τὴν ἀρχὴν ἀπὸ τοῦ Καὶ ἔσται αὕτη ἡ εἰρήνη, ὅταν Ἀσσύτιος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῆ τῆν χώραν ὑμῶν. οὗτος γὰρ ἔσται, φησὶ, τῆς εἰρήνης ὁ τρόπος, εἰ δὴ βούλοιτο καταθεῖν τῆς ὑμῶν γῆς τε καὶ χώρας ὁ Ἀσσούρ. διερμηνεύοντες δὲ τοὺς στίχους, ἐροῦμεν ἡμεῖς, ὅτι τῶν αἰσθητῶν καὶ ἐμφανεστέρων πραγμάτων ἀποφοιτᾷ δὴ πάλιν ὁ λόγος, αἴρεται δὲ ὥσπερ ὑψοῦ, καὶ ἐξ ἐμφανοῦς εἰκόνος ἀποφέρει [*](c) λεπτῶς ἐπὶ τὰ νοητῶς συμβαίνοντα. Ἀσσύριον μὲν γὰρ ἐν τούτοις ἄνδρα μὲν οὐκέτι τὸν ἐκ Βαβυλῶνος, κατασημαίνει δὲ μᾶλλον τὸν τῆς ἁμαρτίας εὑρετὴν, φημὶ δὴ τὸν σατανᾶν, μᾶλλον δε, ἁπαξαπλῶς εἰπεῖν, τὴν ἀτίθασόν τε καὶ φιλοπόλεμον τῶν δαιμονίων πληθὺν, ἣ παντὸς ἁγίου κατεξανίστα- [*](1 Tim. iii. 15.) ται νοητῶς, καὶ μάχεται τῇ ἁγίᾳ πόλει, τῇ νοητῇ Σιὼν, “ἥτις “ἐστὶν ἐκκλησία θεοῦ ζῶντος” καὶ τῆς ἄνω καὶ ἐπουρανίου νοουμένης Ἱερουσαλὴμ τύπος οἷά τις καὶ εἰκὼν ἐμφερής. οὕως [*](Ps. Lxxxvi. 3.) αὐτῆς καὶ ὁ θεσπέσιος μελῳδὸς διεμέμνητο λέγων “Δεδο- “ξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ·” κατοικεῖ [*](d) γὰρ τὴν Ἐκκλησίαν, καὶ ὥσπερ τινὰ πόλιν ἰδίαν ἐποιήσατο [*](1. ἐπελθῃ ἐπὶ τὴν γῆν ὑμῶν et ἐπιβῇ ἐπὶ τὴν χ. ὑμῶν inter se transp. A. 2.ἐπεγερθήσονται] ἐγερθήσονται F. cf. supra 60 e. ἐπενεχθήσονται Α. ποιμένες ἑπτὰ inverso ordine B. 4. ἐν τῇ τάφρῳ] ἐν τῷ τάφῳ Α. Statim αὐτοῦ F. Edd. (153.) invito A. 5. ἔλθῃ Edd. (49.al) invitis A.B. ὑμῶν] ὑμῖν Β. 8.αὕτη Β. αὐτῇ Α. αὐτὴ Edd. 11. καταμαθεῖν (sic) A. 13. δὴ accessit ex A.b. 14. ἐξ deest in Edd. invitis omnibus. 17. φημὶ δὴ A.b. ἤτοι Edd. 18. Haec τε[τε om. b.] καὶ φιλοπόλεμον accesserunt ex A.b. 19.δαιμόνων b. 20. τῆ νοητῆ]τῆ vom (sic) A. 20—22. Haec ἥτις ἐστιν—οὕτως αὐτῆς accsserunt ex A. Nonnulla usque ad ζῶντος adhibentur quoque in b. Pro his ἧς Edd. 23. διεμέμνητο Α. ἐπεμέμνητο Edd. 24. κατοικεῖ—καὶ ὤσπερ]κατοικίαν γὰρ τὴν ἐκκλ. ὥσπερ Β.)

681
Χριστὸς, καίτοι τῇ τῆς θεότητος φύσει τὰ πάντα πληρῶν. αὕτη δὴ οὖν ἡ τοῦ θεοῦ όλις γῆ τις ὥσπερ ἐστὶ καὶ χώρα τῶν ἡγιασμένων καὶ τὴν εἰς θεὸν ἑνότητα πεπλουτηκότων ἐν Πνεύματι.ὅταν τοίνυν φησὶν Ἀσσύριος ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν, τουτέστιν, εἰ μάχοιντο τοῖς ἁγίοις αἱ βάρβαροί τε καὶ ἀντικείμεναι δυνάμεις, οὐκ ἐρήμους εὑρήσουσι τῶν προεστηκότων. κατεξανστήσονται γὰρ αὐτῶν, ἑπτὰ μὲν ποιμένες, ὀκτὼ δὲ ἀνθρώπων δήγματα. ἔοικε δὲ τῆς προφητείας ὁ νοῦς ἀπὸ τῶν καιρῶν, ἤτοι τῶν ἀριθμῶν τοῦ τε ἑπτά φημι καὶ e μέντοι τοῦ ὀκτὼ τοὺς ἁγίους βούλεσθαι δηλοῦν, τοὺς πρὸ τῆς [*](Cf.supra 61a.) ἐπιδημίας, καὶ τοὺς κατ᾿ αὐτὴν ἅμα, καὶ μετ᾿ αὐτὴν γεγονότας. τετίμητο μὲν γὰρ πρὸ τῆς ἐπιδημίας, κατὰ τὸν Μωυσέως νόμον, ὁ ἐν ἑβδόμῃ σαββατισμὸς, καὶ ἦν ἔτι τῆς σκιᾶς ὁ καιρός. τότε καὶ τὸ τῶν ἁγίων προφητῶν ἀνεδείχθη στίφος παιδαγωγοῦν εἰς εὐσέβειαν καὶ ἐπίγνωσιν τοῦ Χριστοῦ. ἐπειδὴ δὲ λοιπὸν ἐπέφανεν ὁ Μονογενὴς, καὶ τὸν [*](a 439 A.) ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη σταυρὸν, ἀνεβίω δὲ αὖ, σκυλεύσας τὸν ᾅδην τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, τότε τοῖς ἁγίοις κεκέλευκεν Ἀποστόλοις μαθητεύειν μὲν “πάντα τὰ ἔθνη, [*](S. Matth. XXviii. 19.20.) “βαπτίζειν δὲ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ Υἱοῦ “καὶ τοῦ Ἁγίου Πνεύματος, διδάξαι τε τηρεῖν ὅσα αὐτοῖς “ἐντέταλται.” τούτους δὴ οὖν ἄρα φησὶ τὰ ὀκτὼ τῶν ἀνθρώπων δήγματα, ὡς ἀπό γε τοῦ τῆς ἀναστάσεως καιροῦ, τοῦς ἐν αὐτῷ τε καὶ μετ᾿ αὐτὸν γεγονότας ὑποδηλῶν.

Ὅταν τοίνυν ἐπέλθῃ φησὶν ὁ Ἀσσύριος ἢ ἀλλογενὴς [*](b) καὶ βάρβαρος, τότε δὴ τότε πρὸς ἑπτὰ μὲν ἥξει ποιμένας, [*](1. τῆet φύσει om. A. 3. εἰς] πρὸς Α. 4.φησὶν[+ ὁ Α.] Ἀσσύριος hoc ordine A.b. γῆν] πόλιν Edd. repugnantibus omnibus. Statim ἡμῶν Β. invito b. 5. τε assumptum ex A. 6. προεστηκότων] παρεστηκ. Edd. invitis omnibus. 7. γὰρ αὐτῶν ἑπτὰ μὲν]μὲν αὐτῶν ἑπτὰ Α. μὲν om.b. 9.τουτέστι pro τοῦ τε ἑπτά Α. 10. μέντοι assumptum ex A. 11. ἐπιδημίας] + τοῦ Χριστοῦ Β. invito b. 12.μὲν assumptum ex A.b. ἐπιδημίας] +καὶ Edd. invitis A.B.b. 13. ὁ deest in Edd. invistis omnibus. ἑβδόμη Α. ἑβδόμῳ b. ἑβδόμασι Edd. ἐπὶ pro ἔτι Α. 14. τὸ et προφητῶν om. A. invito b. 15. καὶ]+εἰςΑ. 16. χριστοῦ Α.b. καιροῦ Εdd. 17.τῆς] + τῶν b. Statim πάντων Β. τε pro δὲ Α.b. 20. τὸ om. A. 21. τε Α. δὲ Edd. 22. ἐντέλλομαι Α. δὴ assumptum ex Α.b. 25. φησὶν ἐπέλθῃ inverso ordine A. Statim ὁ om.b. 26. ἥξει Α. Edd. ἔξει Β.ἔξει b.)

682
πρὸς δήγματα δὲ ὀκτώ. εὑρήσομεν γὰρ καὶ τοὺς ἐν καιρῷ τοῦ νόμου γεγονότας ἁγίους, οὓς ἑπτὰ ποιμένας φησὶ, καὶ πρός γε δὴ τούτοις Ἀποστόλους τε καὶ Εὐαγγελιστὰς, καὶ τοὺς τῶν ἐκκλησιῶν κατὰ καιροὺς διδασκάλους, ἀεὶ πολεμοῦντας καὶ ἀνθεστηκότας γενικῶς ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ ταῖς τοῦ πονηροῦ δυστροπίαις τὴν οἰκείαν ὥσπερ ἀντεξάγοντας νῆψιν. ἀνασώζουσι γὰρ τοὺς τὴν ἁγίαν οἰ- [*](c) κοῦντας χώραν τε καὶ γῆν, νουθεσίαις ἀνατειχίζοντες καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων παιδαγωγίαις ἀσφαλιζόμενοι. ὅτι δὲ ἔμελλεν ὁ τῶν ἁγίων χορὸς ἐπιβουλεύειν τρόπον τινὰ τῷ σατανᾷ, καὶ νοητῶς αὐτὸν δήγμασι δαπανᾶν, διεσάφει καὶ πάλιν Θεὸς διὰ φωνῆς ἁγίου λέγων περὶ αὐτοῦ [*](A bac. ii. 6—8.) “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; “καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης “ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ “ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, ὅτι σὺ [*](d) “ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί σε πάντες οἱ ὑπο- “λελειμμένοι λαοί.” ἀκούεις ὅτι καταδηχθήσεσθαί τε φησὶ καὶ σκυλευθήσεσθαι τὸν πληθύνοντα ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, τουτέστι, τὸν σατανᾶν; εἶτα τοὺς σκυλεύσαντας αὐτὸν ὀνομάζει τοὺς ὑπολελειμμένους, τουτέστι, τοὺς ἐκ τοῦ καταλείμματος ἤτοι τοὺς ἐξ Ἰακώβ. ἀλλ᾿ εἰ καί τις Ἀσσύριος ἐπέλθη φησὶ, τουτέστιν, ἀνὴρ ἑτερόφρων καὶ πεπλανημένος, καὶ τὴν εἰς εὐθὺ δίαττουσαν πίστιν οὐκ ἔχων, χωλεύων δὲ ὥσπερ καὶ κεκλασμένος τὸν νοῦν, ἀντανιστᾶσι καὶ τούτῳ τῆς ἀληθείας τὴν δύναμιν καὶ τῆς αὐτῷ σαθρότητος δεικ- [*](1. ἐν] + τῷ Β. 4. κατὰ καιρὸν Α.b. 5. γενικῶς Β. γεννικῶς b. γενναίως Α. Edd. δαιμονίων A.b. 8. Haec νουθεσίαις ἀνατειχίζοντες καὶ accesserunt ex A. 9. ἅπαν Edd. invitis A.B. 11. νοητῶς Α. νοητοῖς Edd. 12. διεσάφηκε pro διεσάφει καὶ (sic) A. Statim πάλαι Α. 13. ἑαυτῷ] αὐτῷ Edd. 14. πηλὸν pro κλοιὸν iid. 15. καὶ ante ὅτι ἐξαιφνὴς transp. idd. 17. ἐπιλελειμμένοι Α. 18. καταδεχθήσεσθαί (sic) A. Statim τε assumptum ex A. 19. ἑαυτῷ om. A. 21 τουτέστι om. A. Haec ἐκ τοῦ καταλ. ἤτοι τοὺς accesserunt ex. A. 22. Ἀσσύριος] + αἰσθη- τὸς Α. 23. φησὶ Β. τισὶ Edd. 25. ἀντανιστᾶσι καὶ τ. τῆς ἀλ. τὴν δύναμιν] ἀντανίσταται τ. τῆς ἀληθ. ἡ δύναμις Α. τῆς ἀλ. τὴν hoc ordine B. 26. Haec καὶ τῆς ἐν αὐτῷ—ἀποσοβοῦσιν accesserunt ex A.)
683
νύντες τὸ ἀτερὲς, ἀποσβοῦσιν ὡς λύκον μονουχὶ καταδάκνοντες [*](e) καὶ τῆς τῶν νοντῶν προβάτων ἀγέλης εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἐκόντας παρασκευάζοντες. οὗτοι δὴ οὖν οἱ ἑπτὰ ποιμένες, καὶ ὡς ἐν ὀκτὼ νοούμενοι δήγμασι, ποιμανοῦσι τὸν Ἀσσοὺρ ἐν ῥομφαία. τὸ ποιμανοῦσιν ἀντὶ τοῦ διώξουσι λέγει. ἐπεὶ γὰρ ἐμνήσθη ποιμένων, τετήρηκε τῇ τοῦ λόγου μεταφορᾷ τὸ πρέπον, τὸ ποιμανοῦσιν εἰπών.

Καὶ τίς ἡ ῥομφαῖα νοοῖτ᾿ ἂν εἰκότως, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος, σαφηιεῖ λέγων ὁ ψαλμῳδὸς περὶ αὐτῶν “Καὶ [*](Ps. cxlix. 6, 7.) “ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ ποιῆσαι ἐκ- “δίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς·” “Ζῶν [*](Heb. iv. 12. a 440 A.) “γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ “πᾶσαν μάχαιραν δίστομον.” ἐξοπλίζων δὲ καὶ ὁ Παῦλος τὸν ἐν Χριστῷ νοούμενον στρατιώτην, δίδωσιν αὐτῷ “Τὴν [*](Eph. vi. 17.) “μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” ὅτι δὲ διώκει τὸν Ἀσσοὺρ ἡ θεία τε καὶ παναλκὴς ῥομφαία, τουτέστιν ὁ τοῦ Θεοῦ Λόγος, οὐδὲν ἧττον ἡμᾶς ἀναπείσει λέγων καὶ ὁ προφήτης Ἡσαΐας “Καὶ ἔσται ἐν τῇ ἠμέρᾳ ἐκείνῃ ἐπάξει [*](Es. xxvii. 1.) “ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν τὴν μεγάλην καὶ τὴν “ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ b “τὸν δράκοντα·” καὶ πάλιν “Καὶ ἔσται, ὅταν συντελέσῃ [*](Ib.x.12—14.) “Κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἱερουσα- “λὴμ, ἐπάξει ἐπὶ τὸν νοῦν τὸν μέγαν τὸν ἄρχοντα τῶν “Ἀσσυρίων, καὶ ἐπὶ τὸ ὕψος τῆς δόξης τῶν ὀφθαλμῶν “αὐτοῦ. εἶπε γάρ Τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέ- “σεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο- [*](2.εἶναι τέως ἀπωτάτω καὶ ἔξω φέρεσθαι καὶ οὐχ ἑκόντας παρασκευάζοντες Α. ἐζωθοῦντες Edd. 4. ἐν om. A. 5. ποιμαίνουσι Α. invito b. ἐν om. A. ποιμαίνουσιν Α. 6. λέγων Β. invito b. ἐπειδὴ Α. inv. b. 7. τῇ τοῦ λ. μεταφορᾷ τὸ πρέπον Α. Β. b. τὴν τοῦ λ. μεταφορὰν Edd. 10. σαφηνίζει iid. invitis omnibus. 11. Haec τοῦ ποιῆσαι—ἐν τοῖς λαοῖς accesserunt ex A.b. 17. τε assumptum ex A. 18. ἀναπείσειε Β. 20. καὶ pro τὴν tertium A. 21. Haec ὄφιν τὸν accesserunt ex B. cf. infra 602 c. ὄφιν καὶ Α. ἀνελῇ Edd. 23. ἐν alt.] τῇ Edd. (109, 302.) invito A. 24. μέγαν] + ἐπὶ Edd. invito A. (Alex.) 25. τῆς δόξης om. A. (302.) 26. εἶπε γάρ] + ἐν Edd. invitis A. B. (Alex. XII.) μου post ἰσχύϊ et post συνέσεως add. iid. invito A.)

684
“μεύσω, καὶ σείσω πόλεις κατοικουμένας.” ἐν ταύτῃ δὴ οὖν τῇ ῥομφαία ποιμανοῦσι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ ἐν τῷ τάφρῳ αὐτῆς. βούλεται δὲ διὰ τούτων [*](c) ἐκεῖνο εἰπεῖν. τὴν γῆν τοῦ Νεβρὼδ τὴν τῶν Ἀσσυρίων ὀμομάζει χώραν, ἤτοι τὴν Βαβυλῶνα, περὶ ἣν, ὥς φασι, βαθεῖα βέβλητο τάφρος. γῆν δὲ αὐτὴν τοῦ Νεβρὼδ ὀμομάζει, διὰ τὸν αὐτὸν εἶναι τὴν Βαβυλωνίων ἀρχὴν καὶ γένεσιν καὶ πατέρα τοῦ γένους. γέγραπται δὲ οὕτως ἐν τῇ Γενέσει περὶ αὐτοῦ [*](Gen. x. 7—10.) “Υἱοὶ δὲ Ῥεγμὰ Σαβὰ καὶ Δαδάν. Χοῦς δὲ ἐγέννησε τὸν “Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν “γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο “ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ [*](d) “ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὁρὲχ “καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σενναάρ.” ἐγηγέρθαι μὲν τὸν πύργον ἐν τῇ Χαλάννῃ· Περσικὸν δὲ τοῦτο χωρίον· καὶ ἡ θεία λέγει γραφή. γῆν οὖν ἄρα τοῦ Νεβρὼδ τὴν Βαβυλῶνά φησιν, ἣ τάφρῳ διέζωσται, καθάπερ ἔφην ἀρτίως. οὕτω δὴ οὖν ποιμανοῦσί φησι τὸν Ἀσσοὺρ, καὶ πᾶσαν δὲ τὴν γῆν τοῦ Νεβρὼδ, ὡς εἴσω μένειν τῆς τάφρου, καὶ πόλεων καὶ χωρῶν κατευρύνεσθαι μὲν οὐκέτι, μένειν δὲ ὥσπερ οἴκοι περιδεεῖς καὶ τρέμοντας· τοῦτό τοι παθόντα διὰ Χριστοῦ τὰ τῶν δαιμονίων εὑρήσομεν στίφη. οὐ γὰρ ἔτι τῆς ὑφ᾿ ἡλίῳ [*](e) καταλαζονεύονται, καθὰ καὶ πάλαι καὶ πρὸ τῆς ἐπιδημίας· [*](1. σώσω pro σείσω Α. δὴ οὖν b. τοίνυν [τοι suprascr.] A. οὖν Edd. 2. δὲ assumptum ex A.b. 3. ἐν τῷ—τοῦ Νεβρὼδ accesserunt ex A.b. τάφῳ pro τάφρῳ Α. 4. τὴν prius om. b. Νεβρὼθ in scholio semper A. invito b. οὕτως Edd. βέβληται b. 6. τὴν pro γῆν Α. τὸν Α. τὸ Edd. 7. τῶν pro τὴν b. 8. δὲ] γὰρ Β. 9. δὲ prius assumptum ex A.B. Ῥεγμᾶν Α. Statim βασὰν pro Σαβὰ Α. σακὰν Β. δαδάχου (sic) pro Δαδάν. χοῦς Α. 11. ἔναντι Α. incertum utrum hic an infra. 12. Κυρίου] + τοῦ Θεοῦ Edd. invitis A. B. (A. V.) 13. ἐγένετο] + ἡ Edd. invito B. (A.V.) καὶ om. A. Statim Ὁρὲχ Α. (Α. V.) Ὀρὲκ Β. Ἀρὰχ Edd. 14. Χαλάνη Β. Haec ἐν τῇ γῇ σενναάρ· [σεναάρ Β.] ἐγηγέρθαι [ἐγηγέρθη Α.] μὲν [μὲν deest in B.] τὸν πύργον ἐν τῇ Χαλάννῃ [Χαλάνῃ Β.] accesserunt ex A. B. 16. γῆν] + δὲ Α. 18. οὗτοι Α. invito b. ποιμαίνουσι Α. ἀσσοὺρ b. ἀσοὺρ Β. Ἀσσύριον Α. Edd. δὲ om. A.b. 19. ἔσω Α. καὶ χωρῶν κατευρύνεσθαι μὲν Α.b. μὲν ἢ χωρῶν κατευρύνεσθαι Edd. 21. τοῦτό τοι Β. b. τοῦτο δὴ Α. τοῦτό τι Edd. Statim παθεῖν idd. repugnantibus omnibus. καὶ ante τὰ praemittit B. 22. δαιμόνων b. ὑφ᾿ ἡλίῳ] ὑφ᾿ ἥλιον Edd. invitis omnibus. Statim καταλαζονεύονται A. b. καταλαζονεύεται Edd. Post hoc verbum)
685
μένουσι δὲ ὥσπερ ἐν οἷς εἰσὶ, ταῖς τῶν ἁγίων νήψεσι καὶ ἀγαθαῖς συμβουλίαις ἀνακοπτόμενα, καὶ τῆς τῶν ἁγίων εἰργόμενα γῆς, ὡς ἂν ἠρεμαῖον καὶ ἀπόλεμον διαζῶντες βίον ἀποπεραίνειν δύναιντο τὰ ἀδδάνοντα τῷ Θεῷ, καὶ διὰ τῆς αὐτῷ φιλαιτάτης εὐκοσμίας καταφαιδρύνεσθαι.

Καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ Κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ᾿ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεῖς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων.

Ἔφην ἤδη πλειστάκις, ὅτι σέσωσται τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, καὶ οὐκ ἀπόλωλεν εἰσάπαν τὸ ἐξ Ἰακὼβ γένος. πεπιστεύκασι γὰρ εἰς Χριστὸν οὐκ ὀλίγοι τὸν ἀριθμὸν, καὶ τὴν διὰ πίστεως σωτηρίαν καὶ πρό γε τῶν ἄλλων, φημὶ δὴ [*](a 441 A.) τῶν ἐξ ἐθνῶν, πεπλουτήκασιν. ἀλλ᾿ ἐκ τούτου τοῦ καταλελειμμένου τε καὶ διασεσωσμένου διὰ τῆς πίστεως μέρους καὶ αὐτοὶ γενόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ οἱ συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες αὐτοῖς ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. τούτους δὴ οὖν αὐτοὺς σεσῶσθαί φησιν ἐν τοῖς ἔθνεσιν, οἷάτινα δρόσον ἀγρῶν καταχεομένην, καὶ τῆς διαβολικῆς δυστροπίας τὸν καύσωνα παραλύουσαν. ὥσπερ γὰρ ἐν κήποις ἤγουν ἐν ἀγροῖς πόαις τε καὶ κρίνοις εἰ τὸ τῆς ἡλιακῆς ἀκτῖνος ἐμπίπτει σέλας, χαλᾶσθαι ποιεῖ πρὸς τὸ ἀκαλλὲς, καὶ [*](b) εἰς αὐτό πως ἤδη μεμαράνθαι δοκεῖν· οὕτω καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς κοσμικαῖς φιληδονίαις ὅτε τὸν ἀνθρώπινον κατα- [*](accesserunt haec καθὰ καὶ πάλαι usque ad finem scholii ex A., partim favente b. qui dedit μένουσι δὲ—τῶν ἁγίων ἀγαθαῖς συμβουλαῖς ἀνακοπτόμενα. 1. νήψεσι] Sic edidi ex e. νήστεσι (?) Α. 2. ἀνακοπτόμενα edidi ex b. ἀνακοπτόμενοι Α. 4. ἀδδ. (sic pro ἁνδ.) Α. 6. τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ] τοῦ om. F. τῷ Ἰακὼβ τὸ ὑπόλειμμα Edd. (153.) invito A. 7. καταπίπτουσα F. 8. ἐπισυναχθῇ Α. 12. τὸν ἀριθμὸν assumpta ex A. 13. γε et ἄλλων φημὶ δὴ τῶν [τὴν (sic) pro τῶν Α.] accesserunt ex A. Statim ἐξ assumptum ex A. B. 15. Haec τε—τῆς πίστεως accesserunt ex A. 16. συναθλοῦντες αὐτοῖς καὶ συνηλγηκότες Α. συνηθληκότες Edd. 17. εὐαγγελίῳ] + τῷ Β. 18. οἷάν Edd. 20. Haec ἐν κήποις ἤγουν accesserunt ex A. 21. ποτε pro πόαις τε Edd. invitis A. B. 22. ἐμπίπτει Α.Β. ἐμπίπτοι Edd. 23. Haec εἰς αὐτό πως ἤδη et δοκεῖν accesserunt ex A. ἐμαράνθαι (sic) A. 24. κοσμικαῖς ἐπιθυμίαις (pro φιληδον.) post νοῦν transp. B. καταφλέγει Α. καταφλεγμαίνει Β. Edd.)

686
φλέγει νοῦν, καταμαραίνει τρόπον τινὰ καὶ πολὺ λίαν ἀκαλλῆ φαίνεσθαι ποιεῖ. ἀνορθοῖ δὲ ὥσπερ αὐτὸν ὁ τοῦ Θεοῦ Λόγος, καθὰ καὶ ἄνθος ἢ πόας ἡ δρόσος. καὶ οὕτως ἔσονται, φησὶ, καὶ οἱ ἐξ Ἰακὼβ ἐν τοῖς ἔθνεσι, τὰς τῶν πειθμένων ψυχὰς οἷά τινι δρόσῳ κατάρδοντες τοῖς εἰς εὐσέβειαν λόγοις, καὶ μαθήμασιν εὐαγγελικοῖς πλουσίως καταπιαίνοντες. κατορχήσονται δὲ ὥσπερ βοτάνης ἀμνοὶ, τουτέστι πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν νομὴν εὑρήσουσιν· ἑτοιμότερα γάρ πως ἀεὶ τὰ ἔθνη πρὸς τὸ εὐήνιον καὶ νενευκότα πολὺ πρὸς τὸ πιστεῦσαι Χριστῷ, καὶ πρός γε φημὶ τὸ ἀσυγκρίτως ἀμεῖνον τῆς ἐν ἀρχαῖς ἑλέσθαι ζωῆς. ἀλλ᾿ ὥσπερ ἀμνοῖς πολλή τε καὶ εὐανθὴς εἰ παρακέοιτο πόα, τότε δὴ τότε κατα- [*](c) τρυφῶσί τε καὶ κατασκαίρουσι· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ τῶν διδασκόντων ὁ νοῦς τρυφὴν ποιεῖται καὶ τέρψιν τῶν παιδαγωγουμένων τὸ εὐήνιον, καὶ τῶν μυσταγωγουμένων τὸ εὐπειθές.