In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸ λαόν [*](5) μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶ καὶ κηρύσσοντας ἐπ᾿ αὐτὸν εἰρήνην, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶ, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον.

Kατῃτιᾶτο λίαν τοὺς ἐξ Ἰσραὴλ ὡς ἐθελούσιον μὲν ἀνατλάντας ὄλεθρον, σφᾶς δὲ αὐτοὺς αὐτοκλήτοις ἐνιέντας κακοῖς, καὶ πολὺ βλέποντας εἰς τὸ ῥᾴθυμον. προσετίθει δὲ, ὅτι καὶ ἠδίκηνται σφόδρα, τοῦ πονηροῦ καὶ ἀκαθάρτου πνεύματος [*](b) μάτος ἀεὶ φενακίζοντος καὶ ἀπατῶντος αὐτούς. ἔφη δὲ οὕτως “ Ἐγγίσατε ὄρεσιν αἰωνίοις· ἀνάστηθι καὶ πορεύου, [*](Supra ii. 9—11.) “ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, ἕνεκεν ἀκαθαρσίας “διεφθάρητε φθορᾷ. κατεδιώχθητε οὐδενὸς διώκοντος. “πνεῦμα πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέ- “θυσμα.” ταύτης ἕνεκα τῆς αἰτίας ἐπέσκηψε μὲν οὐ μετρίως τοῖς καθηγεῖσθαι λαχοῦσι· μεθίστησι δὲ νυνὶ χρησίμως τὸν λόγον ἐπὶ τοὺς ὄντας παρ’ αὐτοῖς ψευδοπροφήτας τε καὶ μάντεις, οἳ μονονουχὶ καὶ ὡς οἶνον αὐτοῖς κατεστάλαζον, τὰ [*](c) [*](2. Sic Α. Β. 3. τοὺς prius om. Edd. (153.) 5. αὐτὸν A.B.F. αὐτῶν Edd. (42. 147. 233.) 8. αὐτοκλήτως Edd. 10. ἠδίκηται iid. πνεύματος Α. δαίμονος Edd. 15. στήσεται Α. 16. ταύτης] + τε Α. ἐπέσκηψα Α. 17. νυνὶ om. Α. τὸν λόγον Α. τοὺς λόγους Edd. 19. ὡς Β. εἰς Edd. κατεστάλαζον Α. κατεστάλαξαν Edd.)

648
ἐκ τοῦ πονηροῦ τε καὶ ἀκαθάρτου πνεύματος, ψευδοεπείας δὲ δηλονότι καὶ φενακισμοὺς, οὕτω τε λοιπὸν οἷά τινι μέθῃ περιβεβληκότες ἐξέστησαν λογισμοῦ τοῦ σώφρονος. ἔδακνον μὲν γὰρ καὶ οὐ μετρίως ἠδίκουν, ἀναπείθοντες τοῖς παρ’ αὐτῶν προσκεῖσθαι λόγοις, καὶ οὐχὶ δὴ μᾶλλον τοῖς παρὰ Θεοῦ διὰ προφητῶν ἁγίων· κατεψεύδοντο δὲ, λέγοντες ὡς καταβιώσονται μὲν ἐν εἰρήνη καὶ εὐημερίαις, παρενοχλήσει δὲ ὅλως τῶν ἀνιᾶν πεφυκότων οὐδέν. ἀλλ’ ἦν αὐτοῖς εἷς ὁ εἰς [*](d) τοῦτο λόγος οὐ παρὰ Θεοῦ. οὐ γὰρ ἂν ἀκαθάρτοις ἐδόθη γλώτταις τὸ χρῆναι λαλεῖν τὰ οὕτω λαμπρά τε καὶ ἀξιόληπτα. ἐπειδὴ δὲ ἀναπεπείκασι προσέχειν αὐτοῖς, ἤγειραν ἐπ’ αὐτοὺς πόλεμον, οὐκ αὐτοὶ τοὺς Ἀσσυρίους εἰς τοῦτο διανιστάντες· πόθεν; καταθήγοντες δὲ μᾶλλον ἐπ’ αὐτοὺς τὴν ὁσίαν ὀργήν. ὅτι γὰρ ἐκείνοις προσεσχήκασιν, ἐπενήνεκται δικαίως καὶ τὰ ἐκ τοῦ πολέμου κακά.

[*](e)

Ἔγκλημα δὴ τοῦτο τῶν ὅτι μάλιστα καὶ ἀληθῶν καὶ πρεπωδεστάτων τοῖς ἀρχιερεῦσι καὶ Φαρισαίοις, οἷς ἡ ἀθλία τῶν Ἰουδαίων πληθὺς κατακολουθήσασα διόλωλε τε καὶ κατεφθάρη· γέγονε γὰρ δυσσεβὴς καὶ κυριοκτόνος.

[*](6)

Διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ὑμῖν ἔσται ἐκ μαντείας καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ' αὐτοὺς ἠ ἡμέρα.

[*](Supra ii. 11.)

Ἐπειδὴ γὰρ, φησὶν, ἐσταλάξατε τὸ ψεῦδος εἰς οἶνον καὶ [*](419 A. a) μέθυσμα τῷ λαῷ, καὶ κατεδάκνετε μὲν ὡς θῆρες, εὐηγγελίζεσθε [*](Supra ver. 5.) δὲ τὴν εἰρήνην, ψευδοεποῦντες αὐτοῖς, καὶ ταῖς τοῦ [*](1. πνεύματος Α. (ut supra) δαίμονος Edd. 2. δῆλον pro δηλονότι Α. 3. φρενός pro τοῦ σώφρονος Α. 4. ἀναπείθοντες] + μὲν Α. παρ’ αὐτῶν Α. Β. πόρ’ αὐτοῖς Edd. 6. δέ om. Α. 7. εἰρήναις Β. 8. οὐδείς pro οὐδέν Α. εἷς ὁ εἰς Α. ὁ εἰς Edd. g. ἂν om. Α. 12. ἐπ’ αὐτοῖς Α. 13. διανιστῶντες Edd. πόθεν] Sic correxi. ποθὲν Α. Edd. ἐπ’ αὐτοῖς Α. 14. θείαν pro ὁσίαν Α. 16. ἀληθῶς Α. 19. καταφθείρεται Α. 20. σκοτία A.B.F. σκότος Edd. (62, 153.) 24. κα om. Α. 25. οὐτῶ Edd.)

649
πολέμου συμφοραῖς ἐναλῶναι παρεσκευάσατε, ταύτῃτοι δικαίως νὺξ ἐφ’ ὑμᾶς ἔσται καὶ σκότος, καίτοι καὶ ὁρᾶν ὑποκρινομένους, καὶ ὥς γε οἴεσθε κατὰ σφᾶς, ἄριστά τε καὶ ἀψευδῶς τὸ μαντεύεσθαι μεμελετηκότας. δύσεται γὰρ ὑμῖν ὁ ἥλιος, καὶ αὐτὸ δὲ τῆς ἡμέρας συσκοτάσει τὸ φῶς. καὶ οὐ δήπου φαμὲν, ὅτι συνέστειλεν ἀληθῶς ἐπ’ αὐτοῖς ὁ ἥλιος [*](b) τὰς αὐγὰς, ἤγουν τῆς ἠοῦς κατεσκοτίσθη τὸ φῶς, ἀλλ’ ὅτι τῆς συμφορᾶς τὸ μέγεθος οἱονεὶ σκότος αὐτοῖς καὶ νὺξ ἀφεγγὴς, καὶ ἡλιακῆς ἀκτῖνος κατάδυσις καὶ φωτὸς συστολὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων γενέσθαι συμβέβηκε; τὰ γάρ τοι δεινὰ καὶ ἐξαίσια τῶν κακῶν καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, ἐμπίπλησι δὲ καὶ σκότους.

Φαίη δ’ ἄν τις ἀληθεύων, ὅτι καὶ τοῖς Ἰουδαίων δήμοις ἐμπαροινήσασι τῷ Χριστῷ κατέδυ λοιπὸν ὁ νοητὸς ἥλιος, οὐκέτι Θεοῦ καταλάμποντος, οὐκέτι τῆς νοητῆς ἡμέρας διαυγαζούσης [*](c) αὐτοῖς, ἀλλ’ οἷον νυκτὸς κατασκιδναμένης αὐτῶν τῆς πωρώσεως. πεπώρωνται γὰρ, ὡς ὁ Παῦλός φησι, καὶ [*](2 Cor. iii. 14.) “Ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν κὰρ [*](Ib. 15.) “δίαν αὐτῶν κεῖται.” “Φάσκοντες Φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμω- [*](Rom. i. 22,21.) “ράνθησαν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.” καὶ ὅτι ταῦτα συμβήσεται παθεῖν αὐτοῖς, προκαταμεμήνυκε λέγων αὐτὸς ὁ Χριστός “Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν [*](S. Joan. xii. 35.) τῷ φωτὶ ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. ἐπειδὴ δὲ τὸ θεῖον οὐ προσίεντο φῶς, τουτέστι Χριστὸν, κατελήφθησαν [*](d) ὑπὸ τῆς σκοτίας, καὶ νὺξ αὐτοῖς γέγονεν ἐξ ὁράσεως, κατὰ τὴν τοῦ Προφήτου φωνήν.

Tοῦτο δὲ αὐτὸ συμβήσεται καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ βλέπειν ὑποκρινόμενοι, διατεινόμενοί τε νοεῖν [*](1. ἁλῶναι Edd. 3. ὥς γε] ὥσπερ Edd. οἴεσθαι = οἴεσθε Α. 4. μεμελετηκότες Α. 6. ὅτι Α. ὡς Edd. ἀληθῶς om. Α. 7. κατεσκοτίσθη] σκοτισθείη Α. 8. οἷον εἰς (sic) Α. νύκτα ἀφεγγῆ pro νὺξ ἀφεγγὴς A 9. κατάδυσιν Α. συσκοτάσειν pro συστολὴ Α. 13. ἀληθεύων Α. ἀληθῶς Edd. 14. νοητὸς ἥλιος Β. ἥλιος νοητῶς Edd. 1 7. πωρώσεως] πτώσεως Edd. ὁ om. Α. καὶ om. Α. 18. ἂν ἀναγινώσκηται Β. ἀναγινωσκεται Α. Edd. 21. αὐτοὺς pro αὐτοῖς Α. 22. αὐτὸς Β. αὐτοῖς Edd. 23. μὴ] + ἡ B. σκοτία Α. Β. σκότος Edd.)

650
δύνασθαι λαμπρῶς τὸ Χριστοῦ μυστήριον, ψευδοεποῦσιν οἱ δείλαιοι, καὶ τὰ ἐξ ἀπάτης βλάβη μονονουχὶ καταστάζουσι ταῖς τῶν ἁπλουστέρων καρδίαις, εἶτα τῶν τῆς ἀληθείας αὐτοὺς ἀποφέρουσι δογμάτων. ἔσται δὴ οὖν αὐτοῖς ἐξ ὁράσεως [*](e) νὺξ καὶ σκότος, κατοιχήσονται γὰρ εἰς τὸ ἐξώτερον [*](1 Cor.viii. 12,11.) σκότος, “Ἁμαρτήσαντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες “αὐτῶν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν ὑπὲρ ὧν Χριστὸς “ἀπέθανε.”

[*](7)

Καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καἰ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ’ αὐτῶι πάντες αὐτὼ, διότι οὐκ ἔσται ὁ ὑπακούσων αὐτῶι.

Οἱ μὲν γὰρ ἐμαντεύοντο τὴν εἰρήνην ὡς ἔσται πολλὴ, καὶ ψυχροῖς ὀνειρατίοις τοὺς προσιόντας αὐτοῖς συναρπάζοντες [*](420 A. a) διακεῖσθαι παρεσκεύαζον, ὡς βαδιεῖται πάντα κατὰ ῥοῦν αὐτοῖς, καὶ κρατήσει τὰ ἐν εὐχαῖς. ἐπειδὴ δὲ οἷς ἔφασκον ἡ πεῖρα μαχομένην ἔδειξε τῶν πραγμάτων τὴν ἔκβασιν, καὶ εἰς πᾶν αὐτοῖς τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε, κατεγινώ- σκοντο λοιπὸν ἀναγκαίως, ὡς ψευδοεπεῖς, ὡς βωμολόχοι τε καὶ φένακες· καὶ δὴ καὶ εἰς τοῦτο δυσκλείας κατώλισθον, ὡς μηδένα βούλεσθαι προσέχειν αὐτοῖς· πῶς γὰρ, ἢ πόθεν; οἵ [*](b) γε χρηστὰ μὲν ἐλάλουν, ἐμβεβλήκασι δὲ τοὺς ἠπατημένους εἰς ἀδόκητον συμφορὰν, καὶ τῶν ἐλπισθέντων ὡς ἀπωτάτω;

[*](8)

Ἐὰν μὴ ἐμπλήσω ἐγὼ ἰσχὺν ἐν πνεύματι κυριοῦ καὶ κρίματος καἰ δυναστείας τοῦ ἀπαγγεῖλαι τῶ Ἰακὼβ ἀσεβείας αὐτοῦ καὶ τῶ Ἰσραὴλ ἁμαρτίας αὐτοῦ.

[*](1. λαμπρῶς accessit ex Α. 4. δὲ pro δὴ οὖν Α. ὁράσεων Α. 4. σκοτία Α. κατοιχοίσονται (sic) Edd. Statim δὴ οὖν pro γὰρ iid, 10. κατ’ οὕτων] καθ’ αὑτῶν Β. κατ’ om. Α. μάντεις pro πάντες Α. iStatim αὐτοὶ nm F. (23.) 11. ὑπακούσων Α. (42, 153, 198.) ἐπακούσων B.F. (Alex. XII.) ἐπακούων Edd. (Vat.) 13. ὀνείρασι B. συναρπάζοντες om. Α. 14. ῥοῦν Β. νοῦν Kdd. 16. περιμαχομένην (sic) pro ἡ πείρα μαχ. Α. 20. πῶς γὰρ ἢ πόθεν] ὡς μηδένα ἢ ποθὲν (sic) Α. 23. Ἐὰν] ἂν Β. ἐμπλήσω ἐγὼ F. Edd. (Ale.x.) ἐγὼ ἐμπλήσω Α. (Vat.) ἐγὼ deest in Β. (23, 153.) 24. τῷ prius om. Β.)
651

Δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς καταπλαστὸν ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἃν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός “ Ἐκεῖνος ἀνθρω- [*](c S. Joan. viii. 44.) “ ποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·’’ πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψεῦδός ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος μένος παρά τισι [*](d) τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεως τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαρρηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας. ἐλέγχουσι γὰρ ἔσθ’ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ [*](e) μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριτῆς [*](2. προφ. τὴν inverso ordine Α. 3. ἂν assumptum ex Α. ἀληθεύσει θεύσει B. 4. μὲν deest in A. 5. οὐχ ἕστηκεν] οὐκ ἔστιν B. 6. καθὼς καὶ desunt in A. 7. διδοὺς Β. δίδωσιν Edd. δὲ δίδωσιν Α. καὶ om. Β. τὸ om. AubertUS. 9. λέγοντος] λαλοῦντας Α. ἀμφιβαλεῖν Α. 11. αὐτοῖς Edd. 12. γένους (sic) pro γένοιτο Α. 13. διὰ τοῦ ἐμοῦ Πνεύματος] δι’ αὐτοὺς πνεῦμα (sic) Α. 14. τινας Α. τινος Edd. 15. καὶ prius assumptum ex Α. Statim ἀναιδῶς pro ἀδεῶς Α. Post h. v. κατεθαρρηκ. (sic) pro καὶ τεθ. Α. 17 παρὰ] περὶ Edd. 20. ἐπιτρίζουσι Α. ἐπιτρίβουσι Edd. 21. γὰρ] γοῦν Α. 25. καὶ κρίματος] κρίματός τε Α. 20. δικαιοσύην] + τῆς εἰς Χριστὸν Edd. invitis Α. Β.)

652
στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ’ ἔχαιρον αἰκιζόμενοι, [*](421 Α. a) καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος [*](Acta SS. Αpp. v. 41) ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες χριστῷ καὶ [*](2 Tim.) συμβασιλεύσουσιν αὐτῶ.

[*](9)

Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖνα κω πάντα τά ὀρΘὰ [*](10) διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις.

Ἀγαθὸς ὣν λίαν ὁ Δημιουργὸς, εἶτα τῶν συμβησομένων [*](b) αὐτοῖς κακῶν τὸ μέγεθος οὐκ ἠγοηκὼς, διὰ παντὸς ἔρχεται τρόπου, καὶ πᾶν εἶδος εἰσηγήσεως τε καὶ ἀπειλῆς εἰσφέρει, ὡς ἂν τάχα πὼς ἀναπεισθεῖεν οἱ ἡμαρτηκότες καὶ μετανοεῖν ἕλοιντο, τὰ αἰσχίω μεταμανθάνοντες καὶ κατορθοῦν ᾑρημένοι τὰ δι’ ὧν ἦν εἰκὸς ἀκονιτὶ δύνασθαι διαδρᾶναι τὰ ἐξ ὀργῆς. εἰδέναι γεμὴν ἀναγκαῖον τὸν φιλομαθῆ καὶ φιλολογώτατον, ὅτι συνεχὴς μὲν τῶν προφητῶν ὁ λόγος ἐν βιβλίοις τε καὶ συγγραφαῖς, γέγονε δὲ κατὰ καιροὺς καὶ ἀνὰ μέρος, ὥστε κὰν [*](c) εἰ φαίνοιντό πὼς ταυτοεποῦντες ἐσθ’ ὅτε, ἀλλ’ οὖν ἐννοεῖν, ὡς οὐ καθ’ ἕνα καιρὸν, ὡς ἔφην, οὔτε μὴν τοῖς αὐτοῖς, τὰ τοιάδε προσεφώνουν, μακρῶν δὲ πολλάκις παρεισβεβληκότων διαστημάτων, ἄλλοτε ἄλλοις καὶ κατὰ καιροὺς προσελάλουν. ἔδει γὰρ πάντας εἰδέναι τὰ συμβησόμενα, καὶ κοινῆς συμφορᾶς τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γενέσθαι τὴν προαγόρευσιν. πρὸς ὑμᾶς δὴ οὖν ὁ λόγος, φησὶ, τοὺς εἰς [*](1. ἔχαιρον αἰκιζ.] ἔρχονται μαστιζόμενοι Α. 2. ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες Α. ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι Edd. 3. ᾔδεισαν Α. Statim γὰρ assumptum ex Α. Β. 5. δὴ om. Α. 6. οἱ om. Β. (153.) κρίματα Α. τὰ om. Α. 7. οἰκοδομῆσαι pro οἱ οἰκοδομοῦντες Α. 10. κακῶν assumptum ex Β. 1 2. ὡς Β. εἰ Edd. Neutrum habet Α. Statim ἂν τάχα πὼς Β. ἄν om. Α. post πὼς transp. Edd. 13. αἰσχίω Α. Β. αἴσια Edd. αἱρούμενοι Α. 17. συγγραφεῦσι Edd. invitis Α. Β. καὶ om. A. 18. φαίνοιτό Α. Statim πὼς assumptum ex Α. 20. τὰ assumptum ex Α. 21. ἄλλοις] ἄλλως. Α. καιροὺς Α. καιρὸν Edd. 22. πάντα Edd. 23. κοινὴν συμφορὰν (sic) Α. ἀνὰ πάντα καιρὸν pro ἀνά πᾶσαν τὴν γῆν Α.)

653
τοῦτο λοιπὸν ἀφιγμένους ἐμβροντησίας, ὡς βδλύττεσθαι τὸ κρῖμα, τουτέστι τὴν δικαιοσύνην, καὶ διεστραμμένον αποφαίνειν [*](d) τὸν εἰς εἴδησιν ἀγαθὴν κατορθοῦντα νόμον· πρὸς ὑμᾶς τοὺς οἰομένους τάχα που ταῖς μιαιφονίαις καὶ ἀδίκοις αἵμασιν ἀνορθοῦν τὴν Σιῶν, καὶ εὐκλεᾶ καὶ περίβλεπτον τὴν Ἱερουσαλὴμ ἀποφαίνειν. ἀλλ’ ἦν ἄμεινον ἐννοεῖν, ὅτι καταστρέφουσι μᾶλλον αὐτὴν, καίτοι τεθειμένοι πρὸς οἰκοδομὴν καὶ εἰς ἐπανόρθωσιν, ἅτε δὴ καὶ τῶν ποιμνίων προεστηκότες, ἱερεῖς τε καὶ νομοφύλακες παρὰ Θεοῦ τεταγμένοι.

Kαθῃρήκασι δὲ ἀληθῶς τὴν Σιῶν ἐν αἵμασιν. ἀπεκτόνασι [*](e) γὰρ τοὺς προφήτας, προσέθεσαν δὲ αὐτοῖς καὶ τὸν τῶν ὅλων Δεσπότην, φημὶ δὴ τὸν Χριστόν. οἰκοδόμοι γὰρ ὄντες τῆς Σιῶν, ἀπεδοκίμαζον αὐτόν· καίτοι Θεοῦ λέγοντος ἐναργῶς “ Ἰδοὺ τίθημι εἰς τὰ θεμέλια Σιῶν λίθον ἐκλεκτὸν ἀκρο- [*](Es. xxviii. 16.) “γωνιαῖον ἔντιμον, καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ μὴ κατ- “αισχυνθῇ.” ἀλλ’, ὡς ἔφην, οἱ τῆς Σιῶν οἰκοδόμοι τὸν ἐκλεκτὸν καὶ ἔντιμον ἀπεδοκίμασαν λίθον· πλὴν εἰς κεφαλὴν [*](Ps.cxvii. 22.) τέθειται γωνίας· βεβασίλευκε γὰρ ἡμῶν, καὶ τῶν ἐκ περιτομῆς [*](a 422 Α.) ὁ Χριστὸς, οὓς καὶ ἔκτισεν “εἰς ἕνα καινὸν ἄνθρωπον, [*](Eph. ii. 15,16.) “ποιῶν ποιῶν εἰρήνην διὰ τοῦ σταυροῦ” καὶ ὥσπερ τινὰ γωνίαν συνείρων εἰς ὁμοψυχίαν ἐν Πνεύματι. γέγραπται γὰρ ὅτι “Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ [*](Acta SS. App. iv. 32.) “μία.” ἐπειδὴ δὲ σύμμορφοι γεγόνασι δι’ ἁγιασμοῦ καὶ πίστεως τῷ ἀκρογωνιαίῳ καὶ ἐντιμοτάτῳ, καλῶς καὶ σοφῶς ὁ θεσπέσιος αὐτοῖς ἐπιστέλλει Πέτρος “καὶ καὶ ὑμεῖς ὡς λίθοι [*](1.S. Pet. ii. 5.) “ζῶντες ἐποικοδομεῖσθε οἶκος πνευματικὸς” “εἰς ναὸν [*](Eph. ii 21, 22.). “ἅγιον, ἐἰς ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι· κατῴκηκε [*](b) γὰρ ὁ Χριστὸς ἐν ταῖς τῶν πιστευόντων καρδίαις. καὶ περὶ [*](3. κατορθοῦντα] ἐπανορθοῦντα Α. 5. περίβλεπτον Α. περίοπτον Edd. 7. τεθειμένοι] τιθέμενοι Edd. 8. εἰς om. Β. 12. τὸν om. Α. 18. τέθειται] τίθεται Edd. ἡμῶν Β. ἐθνῶν Edd. 22. δὲ om. Α. 24. ἐντιμοτάτῳ] πιστωτάτῳ Α. Statirn λίθω add. Α. σοφῶς] + καὶ Edd. innitis Α. Β. 25. αὐτοῖς assumptum ex Α. Statim ἐπιστέλλει Α. γράφει Edd. Post h. v. παῦλος pro Πέτρος Α. 26. ζῶντες ἐποικοδ. hoc ordine Α. 27. κατῴκηκε Α. Β. κατῴκησε Edd.)

654
[*](2 Cor. vi. 16, e Lev. xxvi. 12.) αὐτῶν που φησὶ διὰ προφήτου φωνῆς “Ὅτι ἐνοικήσω ἐν “αὐτοῖς αὐτοῖς καὶ ἐμπεριπατήσ “ἀῦτοις κὰι ἐμπεριπατήσω, καὶ ἔσομαι ἀυτῶν Θεὸς, καὶ “αὐτοὶ αὐτοὶ ἔσονται μοι λαός.”

[*](11)

Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεἴς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, κω οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐμ τὸ Κύριον ἐπανεπαύοντο λέγεοντες [*](e) Οὐχὶ Κύριος ἐν ἡμῖν εστίν; οὐ μὴ επέλθῃ ἐφ’ ἡμᾶς κακά. [*](12) διὰ τοῦτο δι’ ὑμὰς Σιὼν ὡς ἀγρὸς ἀροτριασθήσεται, κα Ἱερουσαλὴμ ὡς ὀπωροφαλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ὡς ἄλσος δρυμοῦ.

Bδελυρόν τι χρῆμα, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων τῷ πανάγνῳ Θεῷ καὶ κρίσις ἄδικος καὶ δωροδοκία. γέγραπται [*](Prov. xvii. 23.) γὰρ ὅτι “Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδουνται ὁδοί. ἥττηνται γὰρ ὧδέ τινες τῆς ἐπαράτου φιλοκερδείας καὶ λημματίων αἰσχρῶν, ὡς ἡγεῖσθαι πα οὐδὲν τὸ παρευθύνειν τὸ δίκαιον, καὶ πιπράσκειν τὴν ἀλήθειαν. [*](d) ὥσπερ δὲ οἱ κόνιν λαβόντες εἰς ὀφθαλμοὺς ἀτονοῦσαν ἔχουσι τῆς ὀπτικῆς δυνάμεως τὴν ἐνέργειαν, οὕτω κἀκεῖνοι τὴν [*](Ex.xxiii. 8.) εἰς νοῦν δεχόμενοι πήρωσιν οὐχ ὁρῶσιν ἔτι· “Τὰ γὰρ δῶρα “ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καθ’ ἁ γέγραπται, καὶ λυμαί- “νεται ῥήματα δίκαια·” οἱ δὲ δὴ τὸ δίκαιον παρευθύνοντες, τῶν θείων ἀξιωμάτων τὸ εἰλικρινὲς ἀδικοῦσι κάλλος. πρέπει γὰρ μόνῳ τὸ κρίνειν Θεῷ, καὶ τοῦτο εἰδὼς ὁ μα- [*](Deut. i. 17.) Κάριος ἔφη Μωυσῆς “Οὐ λήψῃ πρόσωπον ἐν κρίσει, ὅτι [*](e) “ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.” ὁ δὲ κρίνειν ἄδικα μεμελετηκὼς, μονονουχὶ τῶν θείων καὶ ὑπερτάτων ἅπτεται θρόνων, καὶ εἰς [*](4. αὐτῆς— αὐτῆς— αὐτῆς] αὐτῶν— αὐτῶν— αὐτῶν Edd. (42, 153.) 6. τὸν om. (233.) 7. Κύριος et ἐστίν om. Α. 8. ὡς ἀγρὸς om. Α. 9. τοῦ οἴκου] + Τυρίου F. (23. al.) Κυρίου pro τοῦ οἴκου Α. 12. καὶ prius assumptum ex Α. 13. λαμβάνοντες Α. (103.) κόλπῳ Α. (Alex.) κόλποις Edd. Statim ἀδίκως om. A. 14. ὁδοί] αἱ ὁδοὶ Α. (68. al.) 15. φιλοκερδείας A. φιλοκερδίας Eidd. καὶ λημματίων αἰσχρῶν accesserunt ex Α. 17. οἱ deest in Edd. 19. εἰς νοῦν Α. εἰς Χριστὸν Edd. οὐχ ὁρῶσιν ἔτι Α. Β. ὅτι Edd. 20. καθὼς iid. 23. πρέπει] + μὲν Α. τῷ μόνῳ pro μόνῳ τὸ Α. 25. ἡ om. A.)

655
αὐτὴν ἴστω πεπλημμεληκὼς τὴν ἀπόῤῥητον δόξαν, ἣ κρίνειν οἶδεν ὀρθῶς καὶ δικαίως. Θεοῦ γὰρ ἡ κρίσις, ὡς ἔφην. πάνδεινον δὲ πρὸς τούτῳ καὶ τὸ κέρδους ἀφορμὰς ποιεῖσθαι τὴν εὐσέβειαν, καὶ πορισμὸν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ. ἄθρει γὰρ ὅπως ἀκαταιτίατον οὐκ ἐᾷ προφήτην καὶ ἱερέα μισθοφορεῖν [*](a 423 A.) ἐθέλοντα, ὡς τοῖς προσιοῦσιν ἐπαγγέλλεσθαι λαλεῖν, εἰ δὴ προσκομίζειν ἕλοιντο μισθούς τε καὶ δῶρα. οἶμαι δὲ ὅτι ψευδοπροφητῶν διαμέμνηται πάλιν ὁ λόγος εἰς τὸ παρὸν, καὶ οὐχὶ πάντως ἱερουργῶν τῶν ἐκ νόμου καὶ ἀληθινῶς, ἀλλ’ οἷς ἦν ἔθος τὰς τοιάσδε τιμὰς ὑποτρέχειν, καὶ ὠνητὴν ἑαυτοῖς περιποιεῖσθαι τὴν δόξαν. οὐ γὰρ ἂν προφήτης ἅγιος, ἤγουν ἱερεὺς ἀληθῶς, τοῖς τοιοῖσδε πταίσμασι τὴν ἰδίαν ἔνοχον καθίστη ψυχήν.

Εἶτα, τοιαῦτα πλημμελοῦντες, φησὶν, ἐπὶ τὸν κύριον [*](b) ἐπ’ανεπ αύοντο λέγοντες Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐφ’ ἡμᾶς κακά. ἦν μὲν γὰρ ὁμολογουμένως ἐν τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, ἐξείλετο δὲ αὐτοὺς τῆς ἐν Αἰγύπτῳ ταλαιπωρίας, εἰσκεκόμικεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, κρείττους καὶ ἀλκιμωτέρους ἔδειξεν ἐχθρῶν. ἀλλ’ ἔδει που πάντως ἐννοεῖν, ὅτι πλημμελοῦσι δεινῶς καὶ ἐπὶ τοῖς οὕτως ἐκτόποις κατεγνωσμένοις, οὐκ ἂν ἠνέσχετο συνεῖναι Θεός. ἀσύμβατον γὰρ τῷ βεβήλῳ τὸ ἅγιον, καὶ ἀσυναφὲς τῷ ῥυποῦντι τὸ [*](c) καθαρόν. ἅτι τοίνυν μάταια πεφρονήκασιν, οἰηθέντες, ὅτι κἂν εἰ τῆς φαυλότητος εἶεν ἐργάται, κἂν εἰ δρᾶν ἕλοιντο τὰ παντὸς ἐπέκεινα κακοῦ, συνέσται πάλιν αὐτοῖς οὐδὲν ἧττον Θεὸς, ἐξ αὐτῶν ἐπιγνώσονταί φησι τῶν συμβησομένων. ἀροτριασθήσεται μὲν γὰρ ἡ Σιῶν, ἔσται δὲ ὡς ὀπωροφυλάκιον [*](1. ἣ Β. ᾗ Α. ἡ Pont. ἢ Aub. 3. ἀφορμὰς Α. ἀφορμὴν Edd. 4. ἄθρει Α. ὅρα Β. ὁρῶ Edd. 6. ἐθέλουσιν (sic) Α. ὡς] + τὸ Α. προϊοῦσιν (sic) Α. ἀπαγγέλλεσθαι Edd. Statim λαλεῖν Α. λέγειν Edd. ἢ δεῖ pro εἰ δὴ (sic) Α. 8. διαμέμνηται πόλιν ὁ λόγος Β. ὁ λόγος διαμ. πάλιν Edd. 9. ἱερουργῶν τῶν Β. ἱερουργούντων Edd. ἀληθινῶν Α. 11. περιποιεῖσθαι. Α. Β. πεποιῆσθαι Edd. 16. ἐφ’ ἡμᾶς κακά hoc ordine Α.Β. 17. ’δε] γὰρ Β. 20. οὕτως] τοιούτοις Edd. Statim ἐκτόπως Β. 21. ἂν om. Α. 24. εἰ alt. deest in Edd. 26. ἐπιγνώσονταί Β. γνώσονταί Α. ἐπιγνώσεσθαί Edd.)

656
ἡ διαβόητος Ἱερουσαλὴμ, τουτέστιν ἠρημωμένη καὶ κατεστραμμένη, καὶ αὐτὸ δὲ τὸ ὄρος τοῦ οἴκου, τουτέστιν, ὁ ἐφ’ ὑψηλοῦ γηλόφου κείμενος νεὼς, εἰς ἄλσος δρυμοῦ. ὅμοιον ὡς [*](d) εἰ λέγοι, θηρίων ἀγρίων ἐναύλισμα καὶ δρακόντων χειαί. ὥσπερ γὰρ ἐν τοῖς ὄρεσι καὶ ἐν τοῖς δρυμοῖς κατοικοῦσιν οἱ θῆρες καὶ τὰ τῶν ἑρπετῶν ἀτίθασα γένη, οὕτω καὶ ἐν τοῖς ἠρημωμένοις τῶν τόπων, καὶ ἔνθαπερ ἂν πολλὰ λίαν φαίνοιντο τὰ συμπεπτωκότα.

Συμβέβηκε δὲ ταυτὶ τοῖς τῶν Ἰουδαίων δήμοις, ὅτε καὶ εἰς αὐτὸν πεπαρῳνήκασι τὸν Ἐμμανουήλ. τότε γὰρ τότε διολώ- [*](S.Matth. xxiv. 2.) λασι παντελῶς, καὶ λίθος οὐ μεμένηκεν ἐπὶ λίθω, κατὰ τὴν αὐτοῦ του Σωτῆρος φωνὴν· ἀρόσιμος ’δε γῆ καὶ τοῖς γηπονοῦσιν ἐπιτηδεία δέδεικται λοιπὸν ἡ πάλαι σεπτὴ καὶ ἀξιά- [*](e) γαστος Σιών. πλὴν ἰστέον, ὅτι Θεὸς ἔσται καὶ ἐν ἡμῖν, οὐ πίστιν ἔχουσι μόνην, οὐδὲ οἷον ἐπ’ αὐτῷ ἀναπαυομένοις διὰ τοῦτο, ἀλλ’ εἰ προσγένοιτο τῇ πίστει καὶ τὸ ἐξ ἔργων εὐδοκι- [*](s.Jac.ii. 26.) μεῖν. “Ἡ γὰρ πίστις χωρὶς ἔργων νεκρά ἐστι” κατὰ τὸ γεγραμμένον. συνθεόντων δὲ τῶν ἔργων τοῖς ἐκ ἀγαθοῖς, τότε δὴ τότε καὶ συνέσται Θεὸς, καὶ ἀναρρώσει ῥᾳδίως, καὶ φίλους ἡγήσεται, καὶ ὡς γνησίους εὐφρανεῖ, καὶ παντὸς ἀπαλλάξει κακοῦ.

[*](424 Α. a)[*](Κεφ. δ΄.)

Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέω, καὶ μετεωρισθήσεται [*](2) ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ’ αὐτὸ ἔθνη πολλὰ· καὶ ἐροῦσι Δεῦτε ἀναβῶμεν [*](1. καὶ κατεστραμμένη om. Α. 3. Ηος κείμενος accessit ex A.b. 4. ἐναύλισμα] ἐγκύλωμα Edd. invitis A.B.b. οἰκία γενήσεται pro χειαί b. χιαί Α. 5. ἐν alt. assumptum ex Α. 7. ἂν assumptum ex Α. 9. ταυτὶ] ταῦτα A.b. τῶν om. Α. ὅτε] ὅτι Edd. invitis A.B.b. κοὶ ὅτε inverso ordine B. 12. αὐτοῦ assumptiim ex Α. δὲ] + ἡ Edd. invitis A.B. 15. μόνον Α. ἐπ’ οὐτῶ Β. ἐς αὐτὸν Edd. 16. καὶ γένοιτο pro προσγένοιτο Α. 17. χωρὶς] + τῶν λῖ 18. ἐκ Α. τῆς Edd. 19. ἀναῤῥώσει Β. Edd. ἀνασώσει Α. 22. ἐσχάτου F. (XII suprascr.) habet ἐσχάτων Α. ὄρος] + οἴκου F. Edd. τοῦ οἴκου 22. al.) 23. ἕτοιμον] τὸ ἕτ. Α. τὴν κορυφὴν F. Edd. (Co.) 24. οὐνῶν pro βουνῶν (sic) Β. [ex οὐρανῶν (153.) corr.] ἐπ’ αὐτὸ Α. (22. al.) πρὸς αὐτὸν F. Edd. (XII. 153.) [πρὸς αὐτὸ Α. V. ἐπ’ αὐτὸν XII mg.] 25. ἐπ’ αὐτὸ Α. (26. al.) ἐπ’ αὐτὸν F. Edd, (XII. 153.) [πρὸς αὐτὸ Alex. Haec desunt in Vat.])

657
εἰς τό ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καἰ πορευσόμεθα ἐν ταῖς, τρίβοις αὐτοῦ.

Σαφὴς ἐν τούτοις ὁρᾶται λοιπὸν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἡ προαγόρευσις. ἐκ μέσου δὲ ὥσπερ γεγενημένου τοῦ κατὰ σάρκα Ἰσραὴλ, καὶ θυσιῶν πεπαυμένων τῶν κατὰ τὸν νόμον, ἠρεμούσης δὲ καὶ ἱερωσύνης τῆς ἐξ αἵματος τοῦ Λευῒ, καὶ αὐτοῦ δὲ λοιπὸν τοῦ διαβοήτου κατεμπρησθέντος νεὼ, καὶ τῆς Ἱερουσαλὴμ καθῃρημένης, ἀνέδειξεν ὁ χριστὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, καὶ ὡς ἐν λοίσθῳ καιρῷ, τουτέστιν ἐπὶ [*](c) συντελείᾳ τοῦ αἰῶνος τούτου· τότε γὰρ γέγονε καθ’ ἡμὰς. ὄρος δὴ οὑν ὀνομάζει τὴν Ἐκκλησίαν, ἥτις ἐστὶν οἶκος Θεοῦ [*](Cf. 1 Tim. iii. 15.) ζῶντος· ὑψηλὸν δὲ, ὅτι χθαμαλὸν ἐν αὐτῇ παντελῶς οὐδέν· ἀλλ’ αἴρεται μὲν ὑψοῦ τῶν περὶ Θεοῦ δογμάτων ἡ γνῶσις, ἀνῴκισται δὲ καὶ αὐτὸς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων καὶ ἡγιασμένων ἐν Πνεύματι. οὐ γάρ ἐστιν ἐν αὐτοῖς τὸ χαμαιριφὲς καὶ πεπατημένον εἰς ζωὴν, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐκ περιτομῆς κατίδοι τις ἄν. οἱ μὲν γὰρ ἥττηντο [*](d) φιλοσαρκίας καὶ λημμάτων αἰσχρῶν, ἡλίσκοντο δὲ φονῶντες ἀδίκως, πλείσταις τε ὅσαις ἑτέραις πλημμελείαις ἔνοχοι· “Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, καθά φησιν ὁ θεσπέσιος Παῦ- [*](Gal. v. 24.) “λος, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς “ἐπιθυμίαις.” μεμισήκασι δὲ οὕτω τὸ χρῆναι πλουτεῖν, ὥστε καὶ ἀνακεκραγότων ἐκ παρρησίας ἐπαΐοι τις ἄν “Ἔχοντες [*](1 Tim. vi. 8,9.) “διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. οἱ δὲ “βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγί- [*](1. Ἰακὼβ] ἡμῶν Β. (153.) cf. infra. 2. ἐν ταῖς τρίβοις αὐτοῦ] ἐν αὐτῇ cf. infra et in Es. 842. a. 4. ἐκκλησίας] σωτηρίας Α. 5. ’δε] γὰρ Edd. invitis A.B. Statim τοῦ γεγ. pro ὥσπερ γεγ. τοῦ Α. 7. καὶ prius om. Α. 13. χθαμαλὸν ἐν οὐτῇ παντελῶς Α. παντελῶς ante χθ. transp. Edd. 14. ἡ γνῶσις Α.Β. τῆ γνώσει Edd. 17. ζωὴν] ζῶον Edd. 18. ἥττηντο Β. ἥττηνται Edd. 19. τε pro δὲ Α. 20. ὅσαις] + καὶ Edd. invitis Α.Β. 21. Χριστοῦ Ἰησοῦ inv. ordine Β. καθώς Edd. 23. τὸ deest in Edd. 24. ἐπαΐοι τις ἄν om. Α. 25. διατροφὰς] δὲ τροφὰς Α. 26. παγίδα Β. invito Α. Statim τοῦ διαβόλου add. Β.)

658
[*](e) “δας καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες “βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. ἀφεστήκασι δὲ ὧδε τοῦ φονᾶν, ὥστε καὶ τοῖς παίουσιν εἰς [*](S Matth. v. 39.) τὴν δεξιὰν σιαγόνα, στρέφειν καὶ τὴν ἄλλην. ὄρος δ' ἂν νοοῖτο καὶ ἑτέρως ἡ Ἐκκλησία τοῖς Ἑλλήνων παραβαλλομένη δόγμασιν. οἱ μὲν γὰρ λίθοις καὶ ξύλοις καὶ αὐτῇ δὲ τῇ κτίσει χρῆναι προσκυνεῖν ἀσυνετώτατα δογματίζουσιν, ἡ δὲ καθίστησιν ἐναργῆ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, ὃς [*](425 Α. a) τόδε τὸ σύμπαν διετεκτήνατο, καὶ πρὸς τὸ εὖ εἶναι συνέχει, καὶ ἔστι τῶν ὅλων κύριος ὡς Θεός.