In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΕΙΣ μὲν ἅπασι καὶ θεοφιλὴς τοῖς ἁγίοις προφήταις ὁ [*](a 390 Α.) σκοπὸς, τὸ ἀναπεῖσαι τὸν Ἰσραὴλ ἀποφοιτῆσαι νεανικῶς τοῦ πλανᾶσθαι θέλειν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ τοῖς τῆς δικαιοσύνης αὐχήμασιν ἐναβρύνεσθαι, τὴν ἐπὶ τοῖς ἀτόποις κατάρρησιν ῥιπτοῦντας ὡς ἀπωτάτω. πολλοὶ δὲ γεγόνασι καὶ καθεξῆς, προδια- μαρτυρομένου τρόπον τινὰ τοῦ Θεοῦ, καὶ διὰ πλείστων ὅσων [*](b) στομάτων προαναφωνοῦντος ἐναργῶς, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, μήτε μὴν ποιοῖντο περὶ πολλοῦ τὴν εἰς τὰ ἀμείνω λοιπὸν ἐπιτηδεύειν ἀναδρομὴν, αὐτοὶ καθ’ ἑαυτῶν ὁριοῦσι τὰς δίκας, καὶ αὐτόκλητον ἀνατλάντες ὄλεθρον, τὰς ἃς τοῦ [*](Codices Α.Β. [D. paginis quibusdam paucis solis adhibitus.] 1—3. Sic τὸν προφήτην Μιχαίαν Α. τοῦ αὐτοῦ ἐξήγησις εἰς τὸν προφήτην Μιχαίαν D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Μιχαίαν Edd. 4. Sic. Α.Β. 5. καὶ θεοφιλὴς τοῖς ἁγἰοις προφήταις hoc ordine A.D. καὶ θεοφ. post προφ. transp. Edd. 7. θέ- λεσθαι Edd. invitis omnibus. 8—10. καὶ τοῖς—ὡς ἀπωτάτω om. 9. ἐναβρύνασθαι Α. ἀτοπωτάτοις Edd. invitis A.D. ῥιπτοῦντας A.D. ῥιπ- τοῦντες Kdd. 10. δὲ om. Α. 12. προαναφαίνοντος D. 14. ἀναστροφὴν Β. ὀρινοῦσι (sic) Edd. invitis omnibus.)

600
παθεῖν αἰτίας ταῖς ἰδίαις ἀνάψουσι γνώμαις. εἰ δὲ δὴ τῶν αὐτῶν ἔχοιντο διηγημάτων τῶν ἁγίων προφητῶν οἱ λόγοι, αἰτιάσθω μηδεὶς, ταὐτολογίαν ἐπιφημίζων αὐτοῖς, ἀναλογιζέσθω [*](391 A. a) δὲ μᾶλλον ἐκεῖνο σαφῶς· οὐδένα γὰρ ἐχρῆν ὀφθῆναι καιρὸν, καθ’ ὃν οὐκ ἦσαν οἱ ἐπανορθοῦν ἰσχύοντες τοὺς ἡμαρτηκότας. καὶ ὥσπερ οὐκ ἃν αἰτιάσαιτό τις, εἴ γε νοῦν ἔχοι, τὸ κατὰ πάντα καιρὸν ὑπάρχειν ἰατροὺς, τοὺς τὰ αὐτὰ τῶν ἐν ἡμῖν παθῶν ταῖς αὐτοῖς πρεπούσαις ἐπικουρίαις ἀνασειράζοντας, οὕτως οὐκ ἃν, οἶμαί, τις εὐλόγως ἐπιτιμήσειε τοῖς ἁγίοις προφήταις, εἰ καὶ διὰ τῶν αὐτῶν ἰόντες φαίνοιντο πραγμάτων τε καὶ λόγων. εἷς γὰρ ἦν κύριος ὁ πᾶσι λαλῶν, [*](b) καὶ τοῖς πλανωμένοις ἀναδεικνὺς κατὰ πάντα καιρὸν τοὺς ἀποκομίζειν εἰδότας εἰς εὐθεῖαν ὥσπερ ὁδόν. προαγορεύουσι γὰρ ἅπαντες τοὺς πολέμους, τὰς αἰχμαλωσίας, τὴν τῶν πόλεων ἐρήμωσιν, τοὺς πόνους, τὰ πένθη, τοὺς ἐπὶ τοῖς τεθνεῶσιν ὀδυρμοὺς, τὰς τῶν παραλελημμένων ταλαιπω- ρίας, τὴν τῶν πορθούντων ὠμότητα· καὶ ἁπαξαπλῶς διὰ πάσης αὐτοῖς ἀγριότητος κεχωρηκότα τὰ διηγήματα κατίδοι τις ἃν, διά γε τὸ τοῖς πλανωμένοις εἰς ὄνησιν ἀναγκαῖον. ἀνακόπτεται γὰρ ἔσθ’ ὅτε τοῖς δείμασι καὶ τὸ ἀσχέτως [*](c) ἐκνενευκὸς εἰς ἀπόστασίν τε καὶ ἁμαρτίαν.

Προφητεύει τοίνυν καὶ ὁ μακάριος Μιχαίας ἐν καιροῖς βασιλείας τοῦ τε Ἰωάθαμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου. καὶ βασιλεύοντος μὲν Ἰωάθαμ κατεστρατεύετο τῆς Ἱερουσαλὴμ [*](4 Reg. xv. 37.) ὁ τοῦ Ῥομελίου Φακεὲ, καὶ Ῥαασσὼν βασιλεὺς Συρίας.· [*](1. ἀνάψουσι post γνώμαις transp. D. δι’ αὐτῶν ἔρχοιντο pro τῶν αὐτῶν ἔχοιντο Α. 4. σαφῶς Α.Β. Edd. σοφῶς D. ὡς οὐδένα pro οὐδένα γὰρ Β. ἐχρῆν om. D. 5. οἱ deest in Edd. 7. αὐτὰ τῶν om. et πόθη pro παθῶν ponit B. 9. εὐλόγως A.D. εὐκόλως Edd. 10. μακαρίοις pro ἁγίοις D. δι’ τῶν post φαίνοιντο transponens) Α. 14. ἅπαντας Β. 16. τὰς τῶν παραλελημμένων Β. τὰς τῶν περιτεθλιμμένων Α. τὰς παρὰ τῶν λελημμένων D. τὰς περὶ τῶν παραλελειμμένων Edd. 1 8. ἁγιότητος (sic) Α. 22. προφητεύει post τοίνυν transp. D. καιροῖς Β. καιρῷ Edd. Statim βασιλέων Β. 23. Ἰωάθαμ] Ἰωάχαζ Α. καὶ primum] + τοῦ Edd. invitis libris. Ἄχατζ B.D. Migne. Ἀχὰμ (sic) Α. Αχαζ Edd. Ἐζεκία Edd. invitis omnibus. 24. ὁ τοῦ Ῥ. Φακεὲ τῆς Ἰερ. κατεστρατεύετο inv. ordine D. Ῥομελίου correxi ex Β. Edebatur Ῥωμ. et sic D. 25. Ῥαασσὼν] Sic edidi favente aliquando A. Ραασὼν Edd.)

601
τεθνεῶτος δὲ διαδέχεται τὴν ἀρχὴν ὁ Ἄχαζ, ὃς καὶ παρατείνοντος τοῦ πολέμου κατεμισθοῦτο χρήμασι τὸν Ἀσσύριον, [*](4 Reg. xvi. 7sqq.) ἐπαμῦναί τε οἱ παρεκάλει, ταῖς τῶν ἐπιόντων δυνάμεσιν ἀντεξάγειν οὐκ ἔχοντι· ὃς καὶ παρελθὼν εἷλε μὲν τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν ̔Ραασσών. εἶτα κατ’ [*](d) ἐκεῖνο τοῦ καιροῦ βασιλευόντων ἐν τῆ Σαμαρείᾳ ̔ Ιεροβοάμ τε τοῦ Ἰωὰς, καὶ μετ’ αὐτὸν Ἀζαρίου, καὶ τρίτου δὲ Μαναεὶμ, ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων, ὃς καὶ πολλοῖς [*](Ib. xv. 19,20.) μόλις χρήμασιν ὑποπεισθεὶς, εἰς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο. μετὰ ’δε γε τὸν Φουλὰ κατεστράτευε τῆς Ἰουδαίων [*](1 Par. v. 26.) γῆς Θεγλαφαλάσαρ ὁ Ἀσσύριος, καὶ πλείστας μὲν ὅσας τῆς Σαμαρείας ἀνέστησε πόλεις· προσετίθει δὲ αὐταῖς καὶ [*](4 Reg. xv. 29.) πᾶσαν τὴν Γαλιλαίαν ἕως Νεφθαλείμ. εἴρηται μὲν οὖν ταυτὶ δὴ λεπτῶς, ὅτε τὴν ἐπὶ τῷ μακαρίῳ προφήτη Ὠσηὲ [*](e Supra p. 8.) συνετίθεμεν ἐξήγησιν, ὑπεμνήσαμεν δὲ καὶ νῦν ἀναγκαίως διὰ τὸ τεθεῖσθαι τοὺς χρόνους καὶ τῆς τοῦ Μιχαίου προφητείας. ἔδει γὰρ ἐδεῖ τὸν φιλακροάμονα καὶ φιλομαθῆ μὴ ἀγνοῆσαι τὴν αἰτίαν, δι’ ἢν ὠνομάσθησαν οἱ τῆς ̔ Ιερουσαλὴμ βεβασιλευκότες, Ἰωάθαμ φημὶ καὶ Ἄχαζ. παρατείνει δὲ τῆς προφητείας ὁ χρόνος καὶ μέχρι τῆς Ἐζεκίου βασιλείας, ἐφ’ οὗ πάλιν ὁ Σεναχηρείμ· Ἀσσυρίων καὶ οὗτος [*](a 392 Α.) βασιλεύς· εἷλε κατὰ κράτος τὴν Σαμαρειτῶν, κατεδῄωσε δὲ [*](4 Reg. xviii. 34, cf. in Es. p. 159 d.) καὶ τὰς πόλεις τῶν Φυλιστιεὶμ, τουτέστι τὰς Παλαιστηνῶν. εἶτα τὴν Λάχις ἑλών· πόλις δὲ αὕτη τῆς Ἰούδα βασιλείας. [*](1. τεθνεῶτος δὲ διαδέχεται Α. διαδέχεται δὲ τεθνεῶτος Edd. Statim τὴν ἀρχὴν om. Α. τεθνεῶτος ’δε του Ἰωάθαμ, ὁ Ἄχατζ τὴν ἀρχὴν διαδέχεται D. τοῦ πολ. παρατείν. inverso ordine D. 3. αὐτῷ pro οἱ Α. 4. σθένοντι pro ἔχοντι D. 5. ἀπέκτεινε B.D. ἀπέκτονε Edd. 6. τοῦ om. B. τ 7. τρίτου B. τρί D. τρίτον Edd. Μαναῒμ Β. 8. Φουλὰ D. Edd. Φουλᾶ Α. Φούλας Β. 9. μόγις Β. 10 Φούλον B. Statim κατεστράτευσε Α. Ιουδαίας Edd. invitis omnibus. 12. ἀνέστησε] ἐπόρθησε Β. κατέσεισε D. αὐτῷ Edd. invitis libris. Statim καὶ assumptum ex Β. 13. Νεφθαλήμ Edd. οὑν assumptum ex Α. Statim ταυτὶ δὴ hoc ordine Α. δὲ pro μὲν et om. δὴ D 14. θεσπεσίῳ pro μακαρίῳ D. 16. καὶ accessit ex Α. Μιχαία Edd. invitis A.D. 17. φιλαλήθη pro φιλομαθῆ Edd. invitis libris. 21. ᾦ pro οὗ Edd. invitis libris. Ἀσσυρίων] + δὲ Α. 23. τὰς alt. om. Α. 24. Λάχις Α. Β. Λαχεὶς Edd. Statim ἑλών om. Α.)
602
ἐκεῖθεν πέμπει ̔ Ραψάκην πολιορκήσοντα τὴν ̔ Ιερουσαλὴμ, ὃς καὶ τῆς ἀλαζονείας καὶ τῆς κατὰ Θεοῦ γλωσσαλγίας [*](4 Reg. xix. 35.) ἐξαιτεῖται δίκας, ἀποθανουσῶν ἐν μιᾷ νυκτὶ τῆς τῶν Ἀσσυρίων στρατιᾶς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων. γέγονε τοίνυν, φησὶν, ὁ λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ [*](b) Μωραθί.

[*](Κεφ. α΄.)

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ, ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα.

Χρὴ εἰδέναι πάλιν, ὡς Ἑβραῖοι γεγράφασιν ἀντὶ τοῦ Μωραθὶ τὸν Μωραθίτην, ἵνα μὴ ὡς ἐκ πατρὸς, ἀλλ’ ὡς ἐκ [*](c) τόπου σημαίνηται. φασὶ γὰρ εἶναι τὴν Μωραθὶ κώμην ἤτοι πολίχνην τῆς Ἰουδαίων γενέσθαι χώρας. συμφέρονται δὲ τῇ ἐκδόσει καὶ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν. οὐκοῦν εἴη ἂν οὐχὶ τοῦ Προφήτου πατὴρ ὁ Μωραθί· σημαίνεται δὲ, ὡς ἔφην, ἐκ τόπου μᾶλλον καὶ Μωραθίτης. τίνες δὲ ἄρα λοιπον οἱ πρὸς αὐτὸν γεγονότες λόγοι, περιαθρεῖν άναγκαιον.

Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ ̔ Ιερουσαλἡμ.

Tεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον [*](d) οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ’ ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς [*](2. καὶ τῆς κατὰ Θ. γλ. om. Α. Statim ἐξήτηται Α. 4. ἑκατὸν ὀγδοήκοντα πέντε Α. Β. ἑκατὸν καὶ ὀγδοηκονταπέντε D. [ut Es. xxxvii. 36 Alex.] ρπε. Edd. Statim χιλιάδας D. 4—6. γέγονε — Μωραθί om. B.D. assumptum ex Α. 6. Μωραθί Α. Μωρασθί Edd. 7, 8. Textus deest in Α. Μωραθὶ D. (XII.) Μοραθὶ Β. Μωρασθεὶ Edd. (Vat.) [Μωραθει Alex.] ἐν ἡμέραις — Ἰούδα om. Β. Heac retinui, annuente D. 9. Χρὴ] + δὲ Edd. invitis libris. Ἰστέον pro Χρὴ εἶδ’. πάλιν D. 10. Μωραθὶ et Μωραθίτην edidi ex A.D. Μοραθὶ et Μοραθίτην Β. Μωρασθὶ et Μωρασθ. Edd. τὸν ante Μωρασθίτην om. Α. 11. εἶναι om. Α. τὴν Μ.] τὸν Μοραθὶ Β. κώμην A.D. πόλιν Edd. 12. εἰς pro τῆς Edd. repugnantibus libris. 14. σημαίνηται iid. invitis libris. 16. γεγόνασι pro γεγονότες A.B. περιαθρεῖν A.D. παραθεῖναι Β. παραθῆναι Edd. 17. Περὶ prius A.B.D. (XII.) ̔ Υπὲρ Edd. (A.V.) εἶδεν] + φησι Α. καὶ] + περὶ Edd. (A.V.) invitis A.B.D. (36 al.) 18. ὡς assumptum ex A.B.D. 20. μόνων D. τὴν pro εἰς Α ὡς assumptum ex omnibus.)

603
ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περ τε τῆς Σαμαρείας καὶ τῆς ̔ Ιερουσαλήμ.

Ακούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες [*](2) οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς Κύριος ἐξ οἴκου ὁγίου αὐτοῦ.

Ετοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ὠτίον συνιέναι λεπτῶς τῶν θείων λογίων [*](e) τὴν δύναμιν. ὅτι δὲ οὐκ ἀπὸ γνώμης ἤγουν θελημάτων ἀνθρωπίνων ἡ ἀφήγησις, ἀλλὰ παρ’ αὐτοῦ τοῦ τῶν ὅλων κρατοῦντος Θεοῦ πληροφορεῖ προστιθεὶς, ὅτι ἔσται Κύριος ἐν υμιν εἰς μαρτύριον. μονονουχὶ γάρ φησι κἂν αὐτὸς ἐγὼ Μιχαίας ποιῶμαι τοὺς λόγους, κἂν εἰ μεσιτεύοιμι τυχὸν ὡς ἄνθρωπος, ἀλλ’ αὐτὸς ὑμῖν ὁ τῶν ὅλων διαμαρτύρεται Θεὸς, καὶ δεσποτικοῖς θεσπίσμασι τὴν ἐμαυτοῦ δανείζω φωνήν. [*](a 393 A. ) ἔσται τοίνυν ὑμῖν εἰς μαρτύριον ἐκεῖνος αὐτὸς, ᾧ τὸν διαβόητον τουτονὶ καὶ περιφανῆ ναὸν ἐστήσατε, ὧ τὸ θεῖον ἵδρυται πρὸς ὑμῶν θυσιαστήριον, ᾧ τὸ σέβας ἀνάπτειν πεπαίδευσθε διὰ νόμου· ὃς ἐκ τοῦ ἰδίου οἴκου λελάληκεν ἀεὶ πρὸς προφήτας ἁγίους, καὶ πρό γε τῶν ἄλλων τῷ μακαρίῳ Καρίῳ Μωυσεῖ, τὴν ἀρχαίαν ἐκείνην σκηνὴν ἐγηγερκότι κατὰ τὴν ἔρημον. ἐλάλει γὰρ ἄνωθεν τοῦ ἱλαστηρίου, καὶ, ᾗ φησὶ τὸ γράμμα τὸ ἱερόν “ Μωυσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο [*](b Exod. xix. 19.) [*](1. δεδιὼς] ἰδὼν Β. 2. τε om. Α. 3. πάντες prius accessit ex D.F. (XII mg.) 4. ὁ Θεὸς om. B. invitis D.F. (22 al.) 7. λεπτῶς post δύναμιν transponit D. 8. τὸ pro ὅτι Α. ἀνθρωπίνων θελημάτων inverso ordine D. Statim ἡ om. Α. 10. προστιθεὶς] λέγων D. Κύριος ἔσται inverso ordine D. Statim ὁ Θεὸς add. D. 11. μαρτύριον] + ἐκεῖνος αὐτός Edd. invitis libris. Statim μόνον γὰρ οὐχὶ pro μονονουχὶ γάρ Α. φησιν] + ὅτι D. 12. ποιῶμαι A.D. ποιῶ Edd. 14. καὶ om. Α. θελήμασι pro θεσπίσμασι Α. 15. τοίνυν] + ἐν Edd. repugnantibus libris. Statim ὕμιν post μαρτύριον transp. D. ἐκεῖνος αὐτὸς hoc ordine omnes. 16. τουτονὶ Α. post περιφα,νῆ transp. D. τοῦτον Β. τοῦτον ἢ (sic) Edd. ἀνεστήσατε D. 18. ἐπαιδεύεσθε Α. διὰ νόμου πεπαίδευσθε inverso ordine D. 20. ἀνεγηγερκότι D. 21. καὶ γὰρ ἄνωθεν ἐλάλει pro ἐλάλει γὰρ ἄνωθεν D. ἑλαστηρίου] θυσιαστηρίου D.)

604
“ αὐτῷ φωνῇ.” καὶ νῦν ὑμᾶς διαματρύρεται, φησὶν, ἐκ τοῦ οἰκοῦ αὐτοῦ. οὐκοῦν ἀκούετε μὲν λαοὶ, προσεχετω δὲ καὶ ἡ [*](Es. i. 2.) γῆ. τούτῳ παραπλήσιον τὸ διὰ φωνῆς ̔ Ησαιΐου “ Ἄκουε “οὐρανὲ, καὶ ἐνωτίζου γῆ, ὅτι κύριος ἐλάλησε.” κατοικεῖ [*](Acta SS. App. vii. 48.) μὲν οὖν ὁ Ὕψιστος οὐκ ἔν γε τοῖς ἐκ λίθων ναοῖς ἢ χειρο- ποιητοῖς τεμένεσιν. ἐπειδὴ ’δε εἰς δόξαν Θεοῦ τοὺς αγίους οἴκους ἐγηγέρθαι φαμὲν, ταύτῃτοι καὶ κατοικεῖν ἐν αὐτοῖς οὐκ ἀπαξιοῦν πεπιστεύκαμεν τὸν τῶν ὅλων Θεὸν, καίτοι [*](c) πληροῦντα τοὺς οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ κατωτέρω.