In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ προσέταξεν Κύριος σκώληκι ἑωθινῇ τῇ ἐπαὐριον, καὶ ἐπάταξε [*](8) τὴν κολόκυνθαν καὶ ἀπεξηράνθη. καὶ ἐγένετο ἄμα τῶ̣ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξε Κύριος ὁ Θεὸς πνεύατι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ὁ ἥλιος ἐπὶ τὴν κεφαλὴν Ἰωνᾶ. καὶ [*](388 Α. a) ὠλιγοψύχησἒ καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ, καὶ εἶπε Καλόν μοι τὸ ἀποθανεῖν ἤ χῆν με.

Σκώληκα μὲν ἑωθινὴν ὀνομάζει τὴν κάμπην, διάτοι τὸ ἐκ δρόσου τῆς ὑπὸ τὴν ἕω πιπτούσης τὰς τῆς γενέσεως ἔχειν ἀρχὰς· προστάττει γεμην ἀυτῇ καὶ μέντοι καὶ τῳ καυσωνι Θεὸς ὡς ἂν νοοῖτο προστεταχὼς καὶ αὐτῇ τῆ κολοκύνθῃ καὶ τῷ κήτει, καθάπερ ἤδη προείπομεν. καὶ ἡ μὲν ἀδοκήτως αὐαίνεται. πλήττει δὲ ὁ καύσων σφόδρα, καὶ θερμὸν ἐνίησιν [*](b) ἀλύοντι σέλας, σκιᾶς δὲ ἔρημον εὑρὼν, ὅθεν αὐτῷ μάλιστα τὰ τῆς δυσθυμίας ἐπετείνετο. καθῖκτο δὲ ἤδη πρὸς τοῦτο μικροψυχίας, ὡς καὶ αὐτὸν πολύευκτον ποιεῖσθαι τὸν θάνατον.

[*](9)

Καὶ εἶπε Κύριος πρὀς Ἰωνᾶν εἰ σφόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνθῃ ; καὶ εἶπε Σφόδρα λελύπημαι ἐγὼ ἕως θανάτου.

Αθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλανθρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παραὁτουοῦν ] [*](2. Sic correxi. ὁτοοῦν Β. ὁτῳοῦν Edd. 3. κατατρέπειν iid. 4. Κύριος Β. ὁ Θεὸς Edd. (Vat. κ’ κύριος ὁ Θεὸς Alex. XII.] 5. ἐξηράνθη F. Edd. (22. al.) 8. ὠλιγοψύχει F. Edd. (22. al.) 9. ἢ ζην με hoc ordine Β. (22 al.) με ἢ ζῆν Edd. 10. ὀνομάζεται Edd. 12. καὶ alt. assumptum ex B. 14. καθ’. ἤδη προείπομεν assumpta ex B. 16. δὲ om. B. 17. κατῖκτο Edd. 23. ἀκακίαις .... ψυχῶν iid.)

597
χωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολοκύνθα, καὶ [*](c) ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερημένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῆ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύι· τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτέχνως Εἰ σφόδρα λελύπηται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ.

Καὶ εἶπε Κύριος Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ [*](10) ἐκακοπάθσας εἰς αὐτὴν, καὶ οὐκ ἐξέθρεψας αὐτὴν, ἥ ὑπὸ νύκτα ὐγενήθη καὶ ὁπὸ νύκτα ἀπώλετο· ἐΓὼ δὲ οὐ φείσομαι [*](11) ὑπὲρ Νινευὶ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους [*](e) ἢ δώδεκα μυριάδες ἀνυρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶι, κὼ κτήνη πολλά.

Ω τῆς ἀσυγκρίτου καὶ ὑπὲρ νοῦν ἡμερότητος. ποῖος ἂν ἡμῖν ἐξαρκέσειε λόγος εἰς ὑμνολογίαν; ἢ ποῖον ἀνοιγνύντες στόμα τὰς χαριστηρίους ᾠδὰς ἀναθήσομεν τῷ φιλοικτίρμονι καὶ ἀγαθῷ; μακρύνει γὰρ ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν, καὶ [*](Ps. cii. 12—14.) καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. θέα γὰρ ὅπως οὐκ ἐν καιρῷ λυπούμενον, οὐδὲ ἐφ’ οἷς ἦν εἰκὸς, ἀποφαίνει [*](a 389 Α.) τὸν Ἰωνᾶν, καίτοι δέον ἁγιοπρετῶς κατακροτεῖν καὶ εὐφημεῖν ὡς ἀγαθὸν τὸν Δεσπότην. εἰ γὰρ σὺ, φησὶν, [*](1. ὡς pro ἡ Edd. ἐπιγ. δὲ pro καὶ ἐπιγ. iid. 2. αὐτῆς iid. 3. καὶ assumptum ex B. 9. πλήθει iid. 14. εἰς αὐτὴν Β. (XII ex corr. 86, 130, 239, 311.) ἐπ’ αὐτῆς F. (Alex.) ἐπ’ αὐτὴν Edd. οὐκ Β. (8 Alex. XII sed corr.) οὐδὲ Edd. (Vat.) ὑπὸ v. ἐγ. hoc ordine B. (Alex. XII.) 18. αὐτῶν om. B. 23, 24. καθὼς — To πλάσμα ἡμῶν] τὰ ἑξῆς Edd. 26. καὶ om, Β. 27. ὡς ἀγαθὸν assumpta ex Β.)

598
ἐπεστύγνασας, μᾶλλον δὲ καὶ εἰς ἐσχάτην κατακομίζῃ λύ- πην, ὅτι σοι μεμάρανται τὸ τῆς κολοκύνθης φυτὸν, ὃ ὑπὸ νύκτα μίαν ἀνέφυ, διόλωλε δὲ ὡσαύτως, πῶς ἃν αὐτὸς ἀλο- γήσαιμι πολυανδρούσης πόλεως, ἐν ἧ πλείους εἰσὶν ἢ δώδεκα μυριάδες ἀνθρώπων, οὐκ ἐχόντων ἀπὸ τοῦ καιροῦ καὶ τῆς ἡλικίας τὸ διειδέναι δύνασθαι ποία μὲν αὐτοῖς ἡ δεξιὰ, ποία [*](b) δὲ ἡ εὐώνυμος; ἀδιάκριτα γάρ πὼς παρὰ τοῖς ἔτι νηπίοις καὶ ταῦτα, οἷς ἦν ἀκόλουθον καὶ πρό γε τῶν ἄλλων χαρί- σασθαι τὴν φιλανθρωπίαν, ἡμαρτηκόσι μηδέν· τὸ γὰρ οὔπω τὰς ἑαυτοῦ χεῖρας εἰδὸς, ποίοις ἃν ἐνέχοιτο πλημμελήμασι; εἰ δὲ ὀνομάζει καὶ κτήνη καὶ φειδοῦς ἀξιοῖ, φιλαγάθως [*](Prov. xii. 10.) καὶ τοῦτο. εἰ γὰρ “δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν “αὐτοῦ,” ἐστι δὲ αὐτῷ πρὸς ἐπαίνου καὶ τοῦτο, τί τὸ παράδοξον, εἰ καὶ αὐτὸς ὁ τῶν ὅλων Δημιουργὸς φειδώ τε καὶ οἰκτιρμοὺς ἀπονέμει καὶ τούτοις;

[*](c)

Oὕτω δὴ πάντας διέσωσεν ὁ Χριστὸς, δοὺς ἑαυτὸν ἀν- τίλυτρον ὑπὲρ μικροῦ καὶ μεγάλου, σοφοῦ καὶ ἀσόφου, πλουσίου καὶ πένητος, Ἰουδαίου καὶ Ἕλληνος, ᾧ καὶ λέγοιτ’ [*](Ps. xxxv. 7, 8.) ἂν εἰκότως “Ἀνθρώπους καὶ κτήνη σώσεις κύριε, ὡς ἐπλή- “θυνας τὸ ἐλεός σου ὁ Θεός. οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν “σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν,” αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΕΛΟΣ ΤΟΥ ΙΩΝΑ.

[*](2. σοι] + καὶ Edd. 3. ἔφυ Β. αὐτὸς assumptum ex Β. 5. ἀνδρῶν iid. 7. παρὰ assumptum ex Β. 9. μηδέν· τὸ γὰρ— εἰδὸς] οὐδέν· τι γἀρ ; —εἰδὼς iid. 13. αὐτοῦ] αὐτῶν iid. 14. Θεὸς pro Δημιουργὸς iid. 1 6. δὴ] δὲ Β. 21, σκέπει iid. ἐλπιοῦσι. hic desinunt iid. 25. Sic Β.)