In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐφαρμόσαι δ᾿ ἄν τις εἰκότως καὶ ταῦτα Χριστῷ καλοῦντι πρὸς σωτηρίαν οὐχὶ μόνους λαοὺς, οἳ καὶ ἐξ αἵματος ἦσαν ̔ Αβραὰμ, ἀλλὰ γὰρ καὶ τὴν σύμπασαν γῆν. διεμαρτύρατο [*](Ps.xlviii. 2.) γὰρ ὥσπερ διὰ φωνῆς τοῦ Δαυεὶδ λέγων “ Ἀκούσατε ταῦτα “πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν “ οἰκουμένην.” ὅτι δὲ ὡς ἐξ οἴκου τοῦ ἰδίου καὶ φιλαιτάτου λίαν αὐτῷ καταπεφοίτηκεν ὡς ἡμᾶς ἐξ οὐρανοῦ ὁ Λόγος, [*](d) πῶς ἐστιν ἀμφιβαλεῖν ; ἄτοπον δὲ οὐδὲν οἶκον Θεοῦ λέγειν τὸν οὐρανὸν, ὁπότε καὶ τὴν ἐπίγειον Σιῶν, ἢ καὶ εἰς τύπον τῆς Ἐκκλησίας λαμβάνεται, οἶκόν τε αὐτοῦ καὶ πόλιν αἱ θεόπνευστοι λέγουσι γραφαί. ψάλλει γάρ που καί φησιν [*](Ps. lxxxvi. 3.) ὁ θεσπέσιος Δαυείδ “Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ “πόλις τοῦ Θεοῦ.” οὐκοῦν ὡς πόλις εἴη ἂν οὕτω καὶ οἶκος ἡ Ἐκκλησία Χριστοῦ τοῦ πληροῦντος τὰ πάντα κατά γε τὴν τῆς Θεότητος φύσιν.

[*](e)[*](3)

Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ πότου αὐτοῦ, καὶ ἐπιβήσεται [*](1. ὑμὶν D. 2. μὲν] + οἱ Edd. invitis A.D. 4. ἐνωτίζου] + ἡ Edd. invitis A.D. 5. γε om. Α. 7. φαμὲν ἐγηγ. inverso ordine D. 9. πληροῦντα post οὐρανοὺς transp. D. 10. Χριστῷ καὶ ταῦτα inv. ord. Edd. invitis A.B.D. 11. γε pro καὶ Β. 12. τὴν σύμπασαν hoc ordine omnes. 13. γὰρ om. D. 16. πρὸς pro ὡς Α. ὁ λόγος ἐξ οὐρανοῦ inverso ordine D. 17. οἶκον]μ + τοῦ D. 20. γραφαὶ λέγουσι inverso ordine Α. 21. θεσπέσιος om. B. 22—24. οὐκοῦν—φύσιν om. Β. ὡς et τοῦ assumpta ex A.D. Statim πληροῦντος inverso ordine D. 25. αὐτοῦ] + καὶ καταβήσεται Edd. (Vat.) repugnantibus libris (Alex.))

605
ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν [*](4) αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὑδωρ φερόμενον ἐν καταβάσει.

Ασαφὴς μὲν λίαν, καὶ αἰνιγμάτων ἔμπλεως ὁ τοιόσδε λόγος. πλὴν ἐκεῖνό φαμεν ἀναγκαίως, ὅτι κἂν ἐν τοῖς καθ’ ἡμᾶς σημαίνηται λόγοις τὰ περὶ Θεοῦ, ἀλλ’ οὖν ὁ ταῦτα τεχνίτης, καὶ νοεῖν εἰδὼς “παραβολὴν καὶ σκοτεινὸν λόγον, [*](a 394 Α.) ῥήσεις τε σόφων καὶ αἰνίγματα, συνήσει λεπτῶς, καὶ ὡς [*](Prov. i. 6.) ἂν ὅτι μάλιστα πρέποι τῆ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει. ἵδρυσίς τε γὰρ αὐτῆς, θρόνοι τε καὶ ἔγερσις διὰ τῆς τῶν ἁγίων λέγονται φωνῆς, καὶ μὴν καὶ ὁδοὶ καὶ πορεῖαι, ἕτερά τε πρὸς τούτοις ἅττα σμικρὰ καὶ ἀνθρώπινα, ἀλλ’ ὡς ἔφην ἀρτίως, τὰ τοιάδε τῶν θεωρημάτων ἰσχνῶς τε καὶ κατεῤῥινημένως νοοῖτ’ ἂν εἰκότως παρά γε τοῖς ἀγαθοῖς καὶ ἀρτίφροσι. γίνονται γὰρ ὡς ἐξ ὁμοιώσεως καὶ μεταφορᾶς [*](b) τῶν καθ’ ἡμᾶς οἱ λόγοι. ὅταν τοίνυν ἀκούσῃς τοῦ Προφήτου λέγοντος τό Διότι ἱροῦ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τοὶ ὕψη τῆς γῆς, προσεπάγει δὲ, ὅτι καὶ ὄρη μὲν σαλευθήσονται, κατατακήσονται δὲ καὶ αἱ κοιλάδες, τότε δὴ τότε τῶν ἐν αἰσθήσει πραγμάτων ὑπερφέρων βραχὺ, ἄνιθι τοῖς θεωρήμασιν εἰς ἐννοίας ἰσχνάς. ἔξοδον τοίνυν ἐνθάδε νοήσεις Θεοῦ γενομένην ὥσπερ ἐξ ἰδίου τόπου, τὴν οἱονείπως ἐκ τῆς ἠρεμίας κίνησιν, τὴν ἐπί τισι [*](1. τὸ ὕψος Α. cf. Thes. 380 a. σαλευθήσονται Β. (130, 153, 311.) διασαλευθήσεται F. 3. φερόμενον Edd. (153.) καταφερόμενον Α. 4. τοιοῦτος Α. 5. ἐν D. εἰ Α. Β. Edd. 6. σημαίνοιτο Α. τὰ om. Α. ὁ] + περὶ Edd. invitis libris. 9. τε om. D. ἀπορρήτῳ] ἀρρήτῳ Aubertus. 10. αὐτῇ ἐσσ’ ὅτε pro αὐτῆς θρόνοι τε Α. 11. λέγονται A.D. λέγεται Edd. ναὶ pro καὶ primum. D. ὁδοὶ καὶ πορεῖαι] ὁδοιπορίας Α. ἕτερά τε A.D. καὶ ἕτερα B. ἕτερα δὲ Edd. 13. κατερρινημένως] κατευκρινημένως Β. κατεῤῥινηγμένως D. 14. νοοῖντ’ Β. 17. λέγοντος assumptum ex Α. Β. D. Statim τό om. A.D. κύριος om. D. 18. προσεπάγει δὲ om. B. Statim κοὶ ὅτι pro ὅτι καὶ Β. 19. κατατακήσονται δὲ καὶ αἱ κοιλάδες] Sic edidi. κατακαήσονται δὲ καὶ κοῖλ’. Α. καὶ αἱ κοῖλ’. Β. καὶ οἱ κοῖλ’. τακήσονται D. καὶ κατατακήσονται καὶ αἱ κοῖλ’. Edd. 20. τῶν assumptum ex omnibus. ὑπερφέρουσι Α. 21. ἄνιθι post θεωρήμ. transp. D. ἐννοίας A.D. θεωρίας Β. εὐνοίας (sic) Edd. 23. τὴν ἐπί τισι τῶν] τῶν ἐπί τισι . . . (rasura facta) Α. τι pro τισι Β.)

606
[*](c) τῶν πραχθησομένων. μόνον γὰρ οὐχί φησι Κεκίνηται λοιπὸν ὁ πάλαι μακροθυμῶν, καὶ ἀφειδήσει δήπως τὸ ἔτι κατηρεμεῖν ἐπὶ τοῖς προσκεκρουκόσι, καὶ τὴν αὐτῷ φίλην ἡμερότητα τρόπον τινὰ καταλελοιπὼς, ἐποίσει τὰς δίκας λοιπόν. ἐπιβήσεται μὲν γὰρ ἐπὶ τὰ ὕψη τῆς γῆς, τουτέστι πατήσει λοιπὸν τοὺς ἐν ταῖς ἄγαν ὑπεροχαῖς, ἵνα νοῶμεν τοὺς βασιλεύοντας ἐν τε τῇ Σαμαρείᾳ καὶ ἐν ̔ Ιερουσαλήμ. σαλευθήσονται δὲ καὶ τὰ ὄρη, τουτέστι πάλιν μετακινηθήσονται τῶν ἰδίων ἀξιωμάτων, οἱ τοὺς ἄλλους ὑπεραίροντες καὶ πολὺ λίαν ἀνεστηκότες [*](d) ἐν δόξη· ὄρεσι γὰρ τοὺς τοιούτους εὖ μάλα παρεικαστέον. ἐκτακήσονται δὲ καὶ ὡς κηρὸς αἱ κοιλάδες, τουτέστιν, οἱ ταπεινοὶ καὶ κατερριμμένοι, καὶ τὸ τῶν ἀγελαίων ἔχοντες μέτρον, ἀλλὰ καίτοι λίαν ὄντες σκληροὶ, καὶ τοῖς θείοις θεσπίσμασιν εἴκειν οὐκ ἀνεχόμενοι, οἱονεὶ πυρὶ προσβάλλοντες τῷ ἐκ τῆς θείας ὀργῆς κηροῦ δίκην κατατακήσονται· γενήσονται δὲ καὶ ὡς ὕδωρ φερόμενον ἐν καταβάσει, τουτέστι κατὰ πρανοῦς ὀξεῖ καὶ ἀσχέτῳ διάττον δρόμῳ. ὡς γὰρ ἤδη [*](e) προεῖπον, οἱ τῶν Ἀσσυρίων βασιλεῖς τήν τε Σαμάρειαν αὐτὴν καὶ τὴν Ἰούδα βασιλείαν ἀγρίως καταδῃώσαντες, ἀπῴκισαν μὲν τῶν βασιλέων τινὰς, ἀπεκτόνασι δὲ καὶ πάντας τοὺς ἡγουμένους, δρομεὺς δὲ ὥσπερ καὶ ὡς ὕω κατὰ πρανοῦς ἐρχόμενον ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν τὴν τῶν ἀγελαίων πληθύν. καὶ τοῦτο ἦν τὸ ὕδωρ τὸ φερόμενον ἐν καταβάσει, καὶ τρέχον ἐκ τῆς Σαμαρείας εἰς τὴν Περσῶν τε καὶ Μηδῶν.

Ἐκπεπόρευται δὲ καὶ ὁ τοῦ Θεοῦ λόγος ἐκ τοῦ τόπου [*](395 A. a) αὐτοῦ. Θεὸς γὰρ ὣν φύσει γέγονεν ἄνθρωπος· δοκεῖ ’δε πὼς, [*](1. μονονουχὶ γὰρ A.D. [ουχὶ γὰρ in rasura Α.] 2. ἀφεὶς ἤδη pro ἀφειδήσει δή Α. οὐχ ὑφήσει δή D. Statim τὸ assumptum ex Α. 3. προκεκρουκόσι Edd. 4. τρόπον τινὰ om. D. λοιπὸν τὰς δίκας inv. ord. Α. 7. ἔν τε τῇ D. ἐν τῇ Α. ἔν τε Edd. 8. μετακινηθήσονται post ἀξιωμάτων transp. D. 9. ἀνεστηκότες B.D. ἑστηκότες Α. ἀφεστηκότες Edd. 10. τοὺς om. D. 11. καὶ om. D. 12. ἔχοντες] ἐπέχοντες B. 14. οὐκ ἀνεχόμενοι εἴκειν θεσπίσμασι pro θεσπ. εἴκειν οὐκ ἀνεχ. D. Statim οἷον εἰς πῦρ A. προσβαλόντες Β. Statim τῆς ἐκ pro τῷ ἐκ τῆς Α. τῆς om. D. 16. γενήσονται δὲ om. Α. καταφερόμενον Α. 19. καταδῃώσαντες]] καταδήσαντες Edd. 20. καὶ assumptum ex Α. 21. δρομαίους Α. 22. τὴν τῶν om. Α. 23. καὶ assumptum ex Α. ἦ pro ἦν Edd. ante Migne. φερόμενον Β. καταφερ. Edd.)

607
καὶ ὑπομεῖναι κίνησιν τὴν ἔν γε τούτῳ φημὶ, καίτοι τροπὴν οὐκ εἰδὼς, ἐρηρεισμένος δὲ μᾶλλον ἐν ἰδίᾳ φύσει, καὶ τὸ βεβηκὸς ἔχων ὡς Θεός. ἐπέβη δὲ καὶ ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σεσάλευκεν ὄρη, καὶ κατέτηξε κοιλάδας, καὶ ὡς ὕδωρ αὐτὰς φερόμενον ἐν καταβάσει ῥεῦσαι παρεσκεύασε. καὶ ὕψη μὲν τῆς γῆς αἱ κατὰ πάντων ἐπαιρόμεναι νοηταὶ δυνάμεις, καὶ τὰ πνευματικὰ τῆς πονηρίας νοηθεῖεν ἄν· ὄρη δὲ σαλευόμενα [*](b) οἱ τῆς καθ’ ἡμῶν ἀρχῆς ἐξωσθέντες δαίμονες. ἐκβέβληνται γὰρ, καὶ κεκλήμεθα λοιπὸν εἰς τὸ ὑποκεῖσθαι τῷ φύσει τε καὶ κατὰ ἀλήθειαν Θεῷ. κοιλάδες δὲ πάλιν ἡ τῶν δαιμονίων ἀγελαία πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμενη, ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γὰρ τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ “παρεκάλουν αὐτὸν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν [*](S. Luc. viii. 31.) “ἄβυσσον ἀπελθεῖν.” ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλμένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα κατεπεφρίκεσαν. εἰ δὲ δὴ [*](c) βούλοιτό τις ὕψη τε καὶ ὄρη καὶ κοιλάδας τοὺς τῶν Ἰουδαίων νοῆσαι καθηγητὰς, καὶ μέντοι καὶ δήμους τοὺς ὑπ’ αὐτοῖς, οἳ διά γε τὴν εἰς Χριστὸν παροινίαν καὶ τῆς ἰδίας ἐξώσθησαν ἀρχῆς· ἐτάκησαν γὰρ, καὶ ὡς κηρὸς ταῖς τοῦ πολέμου τοῦ παρὰ ̔ Ρωμαίων συμφοραῖς ὡς φλογὶ προσβάλλοντες, “ Ἐξουθενώησαν δὲ καὶ ὡς ὕδωρ διαπορευόμενον, καὶ ὡσεὶ [*](Ps. lvii. 8,9.) “κηρὸς ὁ τακεὶς ἀντανήρηνται,” κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· οὐκ ἔξω τοῦ πρέποντος βαδιεῖται σκοποῦ.

[*](d)[*](1. τροπὴν] τόπον Α. 3. δὲ om. B. 4. αὐτὰς Α. Β. αὐτοὺς Edd. 6. νοηταὶ om. Α. 7. πνεύματα pro πνευματικὰ Edd. 9. τε assumptum ex Α. 10. Quae sequuntur partim citantur in Cat. in Ep. 2 D. Petri ii. 4, a Cramero edita. Codices Crameri tum Acta SS. App., tum Epp. Cath. continentes, c et d notantur, ut supra pp. 335, 473, quibus adjeci Cod. Bibl. S. Synodi Mosq. 97 (olim 98) sec. ix. exeunte. δὲ om. Α. δαιμονίων Α. Β. c. Cat. Mosq. δαιμόνων d. Edd. 11. ἀγελαία ante τῶν δ. transp. Α. ἀγέλη καὶ πληθὺς pro ἀγελαία πληθὺς c. d. Mosq. καὶ pro ἡ alt. Α. invitis Catt. 12. ἅδῃ Β. 13. προΐεσαν Α. προῄεσαν Mosq. Statim γὰρ Cat. Mosq. Edd. γοῦν c.d. οὖν Α. 16. οὗτοι pro οἱ περιλειφθ. ἔτι Α. invitis omnibus. κατεπεφρίκεσαν] Sic edidi. κατεπεφρίκασιν Cod. Mosq. καταπεφρίκασιν c.d. ἐπεφρίκεσαν Cat. in. S. Luc. (in Mai Nova Bibl. ii. 225.) καταπεφρίκεσταν Α. Edd. 18. καὶ alt. assumptum ex A.B. 20. καὶ om. B. 21. προσβάλλοντες Α. Pont. προσβαλόντες Aubertus. Statim ἐξουδενώθησαν Β. 22-24. καὶ ὡσεὶ — φωνήν om. Β. 23. ὁ assumptum ex Α.)
608
[*](5)

Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα, καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ.

Ἐπιβήσεσθαι λέγων τὸν τῶν ὅλων Θεὸν ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεσθαι μὲν ὑπ’ αὐτοῦ τὰ ὄρη, κηροῦ δὲ δίκην καὶ ὕδατος ἐκτακήσεσθαι καὶ καταρρεῖν τὰς κοιλάδας, ἐπιφέρει λοιπόν Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα πάντα. ἄθρει δὴ οὖν ὅπως κεκρυμμένα λαλεῖ μυστήρια, καὶ οὐ μέχρι τῶν [*](e) αἰσθητῶν τὸν τῶν προκειμένων ἵστησι νοῦν, οἶδε δὲ πλαγίως τῶν ἐν Σαμαρείᾳ καὶ τῶν ἐν τοῖς ̔ Ιεροσολύμοις τὰς ὅσον οὐδέπω παρεσομένας ἀφηγησάμενος συμφοράς. ποῖον γὰρ ἃν ἔχοι τὸ δεῖμα, καταλυπήσει δὲ ὅπως τοὺς ἐν Σαμαρείᾳ τυχὸν ἤγουν τοὺς ἑτέρους, τὸ καταδονεῖσθαι τὰ ὄρη; κοιλάδες [*](Supra ver. 4.) δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν, ἢ καὶ ὡς ὕδωρ φερόμενον ἔσονται ἐν καταβάσει; ἀλλ’ οἶδεν, ὡς ἔφην, κατασημήνας ἀξίως τὰ συμβησόμενα τοῖς ἐξ Ἰσραήλ. ταύτητοι λοιπὸν ἀναγκαίως προσεπάγει τὰς δίκας, οὐχ ὡς ἠγνοηκόσιν αὐτοῖς, [*](396 A. a) καθάπερ ἐγῷμαι, διαλεγόμενος, ἀλλ’ οἷον ἐλέγχων, καὶ μετατιθεὶς εὖ μάλα πρὸς τὸ ἑλέσθαι φρονεῖν τὰ χρήσιμά τε καὶ πρεπωδεστέρα. ἔφη τοίνυν ὅτι Δι’ ἀσέβειαν Ἰακὼβ ταῦτα τάντα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραὴλ, ἵνα σύμπαν νοῆται πεπλημμεληκὸς τὸ ἐξ Ἰσραὴλ γένος εἴς τε Θεὸν καὶ ἀνθρώπους. ἀσέβειαν μὲν γὰρ ὀνομάζειν ἔοικε τὰ εἰς Θεὸν πταίσματα, τὰ δέ γε εἰς ἀδελφοὺς καὶ ὁμογενεῖς ἁμαρτίαν.

[*](b)

Τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ ̔ Ιερουσαλήμ;

Ἰακώβ ὀνομάσας τοὺς ἐξ Ἰακὼβ γεγονότας, τὸν Ἐφραΐμ [*](7. κεκρυμμένων pro προκειμένων Α. 9. ἀφηγήσασθαι Α. 11. τοῦ pro τὸ Α. Statim κατηδονεῖσθαι (sic) Α. κοιλάδες δὲ τίνα τρόπον ἐκτακεῖεν ἂν] κηροῦ δὲ δίκην ἐκτακῆναι κοιλάδας Β. 12. φερόμενον ἔσονται A. ἔσεσθαι φερόμενον Β. ἔσονται καταφερόμενον Edd, Statim ἐν assuraptum ex Α. 13. κατασημῆναι Α. 14. τοῖς ἐξ Ἰσραήλ om. Α. 15. προσεπάγει Α. ἐπάγει Edd. 18. πρεπωδέστερα] εὐωδέστερα Α. δι’ ἀσέβειαν Ἰακὼβ et καὶ om. Α. Statim διἁμαρτίαν Α. 20. γένος assumptum ex Α. Β. 21. γάρ om Α. 22. γε om. Α. 23. τοῦ assumptum ex Α. (Vat.) [οἴκου pro τοῦ Alex.] Θεοῦ pro οὐ (sic) Α. οὐχὶ F. (Alex.) 24. Ἰούδα] Ἰσραήλ Α. (228.) Statim οὐχ Α. (97, 310.))

609
δὴ λέγω, τὸν ἐν Σαμαρείᾳ, καθίστησιν ἐναργῆ τὰ αὐτῶν ἐγκλήματα. Σαμάρειαν δὲ εἶναί φησι τῆς ἀσεβείας τὸ εἶδος. καὶ οὐ δήπου φαμὲν, ὡς αὐτὴν αἰτιᾶται τὴν χώραν· κομιδῇ γὰρ ἀπόπληκτον τὸ τῇδε νοεῖν· Σαμάρειαν δὲ τὰ εἰς Σαμάρειάν φησιν, οἷον τὰς δαμάλεις, τὸν Χαμὼς, τὸν Βάαλ, καὶ τὰ ἐν αὐτῇ πραττόμενα κατά τινων διὰ τῆς τῶν κρατούντων [*](c) πλεονεξίας. ἔφη γὰρ ὅτι “Κατεκονδύλιζον εἰς κεφαλὰς [*](Amos ii. 7.) “πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.’ καὶ πρὸς τούτοις ἔλεγον “Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ [*](Ib.viii.5.) “τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν “μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον καὶ ποιῆσαι ζυγὸν “ἄδικον;" ἁμαρτιαν καὶ τοῦ Ἰούδα τὴν ̔ Ιερουσαλὴμ γενέσθαι φησί. καὶ οὔτι που πάντως αὐτὴν ἐν τούτοις τὴν πόλιν αἰτιασόμεθα φρονοῦντες ὀρθῶς· οἰησόμεθα δὲ μᾶλλον τὰ ἐν αὐτῇ πραττόμενα τῷ Ἰούδα γενέσθαι πρὸς ἁμαρτίαν. κατῃτιᾶτο [*](d) δέ που Θεὸς τῶν Ἰουδαίων τὰς παροινίας, καὶ δὴ καὶ ἔφασκεν ἐναργῶς “ Ὅτι κατ’ ἀριθμὸν πόλεων σου ἦσαν [*](Hier. ii. 28,29.) “θεοί σου Ἰούδα, καὶ κατ’ ἀριθμὸν διόδων τῆς ̔ Ιερουσαλὴμ “ἐτάξατε βωμοὺς τοῦ θυμιᾶν τῆ Βάαλ. ἵνα τί λαλεῖτε “πρὸς μέ; πάντες ὑμεῖς ἠνομήσατε, καὶ πάντες ὑμεῖς ἠσε- “βήσατε εἰς ἐμὲ, λέγει κύριος παντοκράτωρ. ἐπιπλήττει δὲ αὐτοῖς καὶ διὰ φωνῆς ̔ Ησαΐου λέγων “ Πῶς ἐγένετο [*](Es. i. 21-23.) “πόρνη πόλις πιστὴ Σιῶν, πλήρης κρίσεως, ἐν ἧ δικαιο- “σύνῃ ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. τὸ ἀργύριον [*](e) “ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. “οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες “δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ [*](2. φησιν εἶναι inverso ordine Α. 3. πω pro που Edd. invitis A.B.b. 4. Σαμάρειαν ’δε] ἁλλὰ Σαμάρειαν Β. invito b. 7. ἔφη] λέγει Α. κεφαλὴν πτωχοῦ Β. 8. ἐξέκλινον Α. (22. al.) 9. ἀπεμπολήσομεν Β. cf. supra in Amos 331 d. ἐμπολήσομεν ἐνπ. Α.) Α. Edd. 11. τοῦ om. Α. 13. που] πὼς Edd. 14. αἰτιασόμεθα Α. Β. αἰτιώμεθα Edd. οἰησόμεθα b. οἰσόμεθα (sic) Α. οἰηθησόμεθα Edd. 16. που assumptum ex Α. 17. ἦσαν] + οἱ Edd. invitis Α. Β. 19. ἐτάξατε Α. ἐπήξατε Β. ἐπέταξας (sic) Edd. τῷ pro τῇ Edd. invitis Α. Β. 27. κρίνοντες, καὶ κρίσει] κρίνοντες κρίσιν καὶ Α. sed cf. supra 266 c.; in S. Luc. Hom. 83. p. 280. reliquiarum Graec. cf. ed. Syr.)
610
“κρίσει χήρας οὐ προσέχοντες.” γέγονε τοίνυν εἰς ἁμαρτίαν τῷ Ἰούδα τὰ ἐν τοῖς ̔ Ιεροσολύμοις ἀνοσίως πραττόμενα, καὶ οὔτι που μᾶλλον ἡ πόλις.

[*](397 Α. a)