In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶ, καὶ εἴπατε Ἐν τίνι παρωξύναμεν αὑτόν; ἐν τῷ λέγειν ὑμᾶς Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον Κυρίου, κω ἑ αὐτοῖς αὐτὸς εὐδόκησε, κὼ ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;

[*](d)

Φθάσας Φθάσας ὡς οὐ καθ’ ἕνα τρόπον, κατὰ πολλοὺς δὲ μᾶλλον ὁ τῶν ὅλων Θεὸς ἐπὶ τοὺς ἐξ αἵματος τοῦ Λευὶ κατεπικραίνετο. καὶ ταῖς τῶν ἱερουργῶν ῥᾳθυμίαις ἐπισκήπτων [*](Supra i. 13 Ib. ii. 9.) ἔφασκε “ καὶ εἰσεφέρετε τὰ ἁρπάγματα καὶ τὰ χωλὰ “ καὶ τὰ ἐνοχλούμενα,” προσεπῆγεν δὲ τούτοις “ καὶ ἐλαμ- “ βάνετε πρόσωπα ἐν νόμῳ.” τιμῶντες γὰρ οὐ κατὰ τὸ εἰκὸς, καὶ δι’ αἰδοῦς ἀκαίρου ποιούμενοι τῶν προσιόντων τινὰς, [*](e) κατεδίκαζον οὐχ ὁσίως τοὺς ἀσθενεστέρους, καὶ πλεονεξίας ἐπῆγόν τισιν, οὐ τὰ δίκαια κρίνοντες, κατά γε τὸν νόμον, ἀλλ’ ἐτεραχθῆ καὶ ἄνισον τὴν ψῆφον ἐκφέροντες· ἢ τάχα που καὶ διαρπάζοντες τοὺς οὐδαμόθεν αὐτῇ προσήκοντας κλήρους· ἐφηδόμενοι δὲ καὶ δωροδοκίαις, καὶ ταῖς τῆς ἱερω- [*](1–3. Sic Β. 10. ῥᾳθυμίαις] ἀθυμίαις Edd. 13. πρόσωπον οὐ accessit ex Β. 15. κατεδίκαζον] + μὲν iid. τῶν ἀσθενεστέρων iid. ἐτεραχθῆ] ἑτεραλκῆ iid. cf. siipra 820 c. 18. που om. Β. ἁρπάζοντες Β. αὐτοῖς Edd.)

593
συνῆς τιμᾶις κατακεχρημένοι, καὶ τῶν ὕπο χεῖρα κατεπαιρομενοι. ταύτην ἔχοντας τοῦ βίου τὴν ἀγωγὴν τὴν οὕτω δυσκλεᾶ καὶ ἐκνομωτάτην, καταθεώμενοί τινες τῶν τὰς ἀδικίας ὑπομεμενηκότων, μονονουχὶ καὶ τεθήπεσαν. οὐ γὰρ [*](a 848 A.) ἦν τις ἐπ’ αὐτοῖς ἐπίπληξις παρὰ Θεοῦ, καὶ τὰ ἐξ ὀργῆς ἔσθ’ ὅτε συμβαίνοντα τοῖς εἰωθόσι καταφρονεῖν· ἦσαν δὲ μᾶλλον ἐν εὐπαθείαις καὶ τρυφαῖς. πρὸς δὴ τὰ τοιαῦτα δεδυσφορηκότες, καὶ τὴν ἀσύγκριτον ἡμερότητα τοῦ Θεοῦ τάχα που λοιπὸν εἰς νοῦν ἔχειν οὐκ ἀνεχόμενοι, μονονουχὶ καὶ κατακεκράγασιν ἐκ μικροψυχίας λέγοντες Πᾶς ποιῶν πονηρὸν καλὸν ἐνώπιον αὐτοῦ καὶ ἐν αυτοις αυτος νυδοκησε, τουτέστι, τάχα που καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ [*](b) ὁ τῶν πονηρῶν ἐργάτης· ἐφήδεται δὲ τοῖς οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένοις. εἰ γὰρ μὴ τοῦτο, φασὶν, ἀληθὲς, ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης; ἔδει γὰρ ἔδει τῆς δικαιοσύνης τὸν πρύτανιν μὴ τοσοῦτον ἀνεξικακῆσαι πλεονεκτοῦσιν ἱερουργοῖς, καὶ καταμιαίνουσι τὸ θυσιαστήριον, ἄδικά τε καὶ ἀνόσια καὶ τὰ ἔξω νόμου δρᾶν ὅτι μάλιστα διεσπουδακόσι. καὶ ταυτὶ μὲν εἶεν ἂν τῆς ἐπισυμβάσης αὐτοῖς μικροψυχίας ἐγκλήματα. ἰστέον δὲ ὅτι, κατά γε τὴν τῶν προκειμένων δύναμιν, παροτρύνουσι τὸν Θεὸν οἱ ταῖς οὕτως [*](c) ἀπαιδεύτοις κεχρημένοι φωναῖς. μονονουχὶ γὰρ καὶ ἐπιτιμᾶν ἐγνώκασιν ἀνεξικακοῦντι Θεῷ, περιμένοντί τε, καὶ μάλα χρηστῶς, τῶν πεπλανημένων τὴν ἐπιστροφὴν καὶ τῶν εἰς ἁμαρτίαν ὠλισθηκότων τὴν εἰς τὰ ἀμείνω μεταστροφήν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς ὀκνοῦσί τε καὶ ἀναδυομένοις ἔτι τὴν μετάγνωσιν ἐπετίμα λέγων “Ἢ τοῦ [*](Rom. ii. 4. 5.) “πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς “μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ “Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά d [*](2. ἔχοντες Edd. 4. καὶ τεθήπεσαν] κατεθήπεσαν iid. 7. εὐπαθείᾳ iid. 9. λοιπὸν om. Β. 14. φησὶν iid. 18. ἐσπουδακόσι Β. 19. ἂν εἶεν inverso ordine Β. 34. καὶ assumptum ex Β. 25. μεταδρομήν Edd. 27. Ἢ] εἰ iid. )
594
“ σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν “ ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ “ Θεοῦ.” οὐκοῦν προσκρούουσι μὲν πάντη τε καὶ πάντως οἱ ταῖς οὕτω ψυχραῖς ὀλιγοψυχίαις ἡττώμενοι καὶ ἀχάλινον ἐπὶ Θεῷ τὴν γλῶτταν ἀνέντες, ἔνοχοι δὲ πλημμελείας εἶεν ἂν οἱ τῆς ἀρρωστίας αὐτοῖς διδόντες τὰς ἀφορμάς.

Χρὴ οὖν ἄρα διαζῆν ἁγίως καὶ ὀρθοποδεῖν ἐν ’Εκκλησίᾳ [*](e) τοὺς ἀπολέκτους ἱερουργοὺς, ἤτοι τοὺς κεκλημένους εἰς ἱερωσύνην. ἔσονται γὰρ οὕτως εἰς ὑποτύπωσιν εὐκοσμίας καὶ ἁπάσης ἀρετῆς τοῖς ὑπὸ χεῖρα λαοῖς, οἳ καὶ τὸν τῶν ὅλων καταγεραίρουσι Θεὸν, τῆς τῶν ἱερέων πολιτείας τὸ λαμπρὸν καὶ ἐξαίρετον καταθεώμενοι κάλλος. καὶ τοῦτο οἶμαί ἐστι [*](S. Matth v. 16.) τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς ὀρθῶς εἰρημένον “ Λαμψάτω “ τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ “ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν [*](849 Α. a) “ ἐν τοῖς οὐρανοῖς.’’ ὥσπερ γὰρ σκανδαλίζονται λαοὶ, ζῆν ἑλομένων ἐκτόπως τῶν ἱερουργῶν· οὕτω πλείστην τε ὅσην καὶ λίαν ἀμφιλαφῆ κερδανοῦσι τὴν ὄνησιν, εἰ δήπου θεάσαιντο πληροῦντας τὸ ἀγαθὸν, καὶ διαζῆν ᾑρημένους ὡς ἀρέσκει Θεῷ.

[*](Κεφ. γ΄)

Ἴδου ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, κὼ ἐπιβλέψεται ὁλὸν πρὸ [*](b) προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κὐριος ὃν ὑμεῖς ζητεῖτε, κοὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς Θέλετε. Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκειπροσκρούσουσι [*](3. Migne. 4. ὀλιγοψυχίαις assumptum ex Β. 7. Χρὴ] + δὴ Edd. 13. ὀρθῶς om. Β. 17. ἱερουργῶν] ἱερέων iid. 19. θεάσαιντο] θεάσοιντο Pont. θεάσοιτο Aubertus. ᾑρημένους] ἡγουμένους Edd. 20. ἀρέσκει] ἁνδάνει iid. 21. ἐξαποστέλλω Β. ἐξαποστελῶ F. (26. al.) ἀποστελῶ Edd. cf infra. 22. αὐτοῦ Β. (Alex, XII mg.) de Ador. 60 a. ἑαυτοῦ Edd. (Vat. ℵ). 25, Haec Φασκόντων—δικαιοσύνης accesserunt ex B. 26. λίαν om. B. τὸ] + τοῦ Edd.)

595
μένῃς ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουήλ “δικαιοσύνη [*](1 Cor. i. 30.) “ τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις,’’ καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ [*](c) θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι’ αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι’ αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός “ Οὗτός [*](S.Matth. xi.10.) “ ἐστι περὶ οὗ γέγραπται Ἴδου ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν [*](d) “ μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου “ ἔμπροσθεν σου.’’ οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος ῾Ησαΐας ἐσήμηνε λέγων “ Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ [*](Es. xl. 3.) “ Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους “ τοῦ Θεοῦ ἡμῶν.’’ οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμηκότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου, Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς καὶ ὁ ἄγγελος τῆς διαθήκης ὂν ὑμεῖς θέλετε· διισχυρίζεται δὲ [*](e) καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται [*](S. Matth iii. 11. S. Mare. i. 7. S. Matth. iii. 11.) “ δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω “ τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ. ἐκεῖνος ὑμᾶς βαπτίσει “ ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.’’ συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβάδιζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος.[*](a 850 A.) [*](5. ἀμείνων Aub, 6. ἀπαγωγὴ] εἰσβολὴ Edd. 9. ἀποστελῶ habet Β. 11. Βαπτιστοῦ λειτουργίας] βαπτίσματος iid. βαπτιστοῦ Migne. 13. ἀποστελῶ habet B. 18. τοῦ Θεοῦ ἡμῶν] αὐτοῦ Β. cf. supra 494 a. προδεδραμηκότος βραχὺ] πρὸς βραχὺ δεδραμηκότος Edd. 23. ἔρχεται δὲ ὀπίσω μου] ὀπίσω μου ἔρχεται iid. 25. αὐτοῦ om. Β. ἐκεῖνος habet Β. 27. ἐβάδιζεν habet Β. 28. ἀξανῆ Edd. )
596
ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ’ ἡμᾶς· ἁλλ’ ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύττειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἀγγέλου ἔσται σημαντικὴ.

Ἤξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς [*](b) ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἣ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῶ πόλιν, δῆλον δὲ ὅτι τὴν ’Ιερουσαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάρρησιν πολυτρόπως [*](S.Matth. iv. 23.) τερατουργῶν, “ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ “ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, [*](c) καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, [*](Supra ii. 17.) λέγοντες ἐκ μικροψυχίας “ Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- “ συνῆς;” ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ [*](Deut. xviii 18) που πρὸς τὸν ἱεροφάντην Μωυσέα “ Προφήτην αὐτοῖς ἀνα- “ στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς “ λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ “ πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ.’’ ὅτι δὲ καινῆς διαθήκης ἄγγελος [*](d) ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος ῾Ησαΐας [*](Es. ix. 5, 6.) περὶ αὐτοῦ “ Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ “ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ “ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς “ καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται [*](2. γεγένηται Edd. 5. ἀγγέλων iid. 7. αὐτὸν accessit ex Β. 11. ἑνῶσθαι Edd. ante Migne. 17. φησὶν ὁ κύριος hoc ordine Β. 25. ἂν assumptum ex Β. 27–29. ὅτι—πυρίκαυστοι om. Β. 30. ἡ ex Β. ἀρχὴ] + ἐγενήθη Edd. invito Β. (go al.))

597
“τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος,’’ δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν Ἀπ’ [*](S. Joan. xii. 49.) “ ἐμαυτοῦ οὐ λαλῶ, ἁλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι “ ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω.’’ οὐ γὰρ ἦν [*](e) ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ’ ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι’ Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτὸν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ Δαυείδ “ ’Εξηρεύξατο ἡ καρδία μου λόγον [*](Ps. xliv. 2.) “ ἀγαθόν.

Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;

Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς ῾Ησαΐου [*](a 851 A.) “ Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, [*](Es.xxxv. 3.4.) “ παρακαλέσατε οἱ ὀλιγόψυχοι τῆ διανοίᾳ, ἰσχύσατε, μὴ “ φοβεῖσθε· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- [*](Ib.xl.10.) “ χίων μετὰ κυρείας.’’ ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ’ ἃν γένοιτο τοῖς [*](b) ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμφανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων “ ῾Ο Θεὸς [*](Ps. xlix. 3.) [*](4. δέδωκε Edd. 5. καὶ om. B. 13. ῾Ησαίας Aubertus. 16. φοβῆσθε (sic) Edd. ante Migne. Statim καὶ αὖθ’ ἕτερα add. iid. ὁ Θεὸς ἤμων pro Κύριος—βραχίων iid. 17. Κύρειος B. (22 al.) cf. 572 e. κυρίας Edd. 18. κα om. B, δεικνὺς Edd. 27. προανακέκραγε iid. )

598
[*](c) “ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.” [*](S. Joan. i. 14. Phil. ii. 7. 2. Tim. iv. 8.) “ Γέγονε γὰρ σὰρξ ὁ Λόγος,” καθά φησιν ὁ θεσπέσιος Ἴωάννης, “ καὶ ἐσκήνωσεν ἐν ἡμῖν,” καὶ ἐν δούλου γέγονέ μορφῇ. καὶ “ τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ” φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ [*](Es. xlii. 1-3.) αὐτοῦ καὶ ὁ Θεὸς καὶ Ηατήρ “ Ἴδοὺ συνήσει ὁ παῖς μου ὁ “ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, “ οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον “ οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει· [*](d) “ ἀλλ᾿ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.” πλὴν τοῖς ἀτιμάζουσι τὴν δι᾿ αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε [*](S. Joan. viii. 24.) ταῖς Ἰουδαίων ἀγέλαις “ Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ “ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε,” [*](Ib. iii. 18.) “ ἔφη δέ που καὶ ὁ Ἰωάννης “Ὁ πιστεύων εἰς “ αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι [*](e) “ μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ.” προσἐφώνει [*](S Luc. iii. 9.) δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ “ Ἤδη δὲ καὶ ἡ “ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον “ μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.” “ οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰτυ καὶ τῆς ὀπτόισiας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς σφῶν διολλύντες ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ [*](852 A. a) καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπομενῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποττήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; τουτέστι, τίς δὴ ἄρα τοσοῦτον ἔσται δεινός τε καὶ [*](3. καὶ ἐν δούλου γέγονε μορφῇ om. Β. 6. που om. Β. 7. συνήσει accessit ex Β. cf. in Es. 136 d. 12. κάθαρσιν] καθαίρεσιν Edd. 13. προσιεμένους iid. ante Migne. πάντα iid. 15. ὅτι om. 13. 17 ὁ prius om. B. 18. οὐτὸν] τὸν υἱὸν Edd. 20. ὁ βαπτιστὴς] αὐτοῖς iid. καὶ alt. assumptuiii ex B. 28. φησιν ὑπομενcι hoc ordine B.)
599
ἀπηνὴς, ὡς ἐν καιρῷ καὶ ἡμέρᾳ τῆς εἰς τὸν κόσμον εἰσβολῆς αὐτοῦ· δῆλον δὲ ὅτι τῆς μετὰ σαρκὸς, δι’ ἧς ἃν γένοιτο καὶ ἁπτὸς, ἤγουν ὁρατὸς· ὑποστῆναί τε καὶ ἀθραύστως ἔχειν; κολασθήσεται γὰρ πάντη τε καὶ πάντως, καὶ πικρὰς τῆς ἀπονοίας ἀποτιεῖ δίκας.

Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου κὼ ὡς πόα πλυνόντων, κω καθιεῖται χωνεύων κω καθαρίζων ὡς τό ἀργύριον καὶ ὡς τὸ χρυσίον, κω καθαριεῖ τοὺς υἱοὺς Λευὶ [*](b) καὶ χεεῖ αὐτοὺς ὥσπερ τὸ χρυσίον καὶ τὸ ἀργύριον.

Πεποίηται μὲν ἐν τούτοις ὡς ἐξ ὁμοιότητος τῶν καθ’ ἡμᾶς πραγμάτων ὁ λόγος, ἀπόρρητον δὲ μυστηρίου δήλωσιν εἰσκομίσειεν ἂν τοῖς νουνεχεστέροις. ἀργύρου μὲν γὰρ καὶ χρυσοῦ ποιοῦνται δοκιμασίαν οἱ ταῦτα σοφοὶ, πυρὶ κατατήκοντες πᾶν ὅσον ἐν αὐτοῖς ἐστι κίβδηλόν τε καὶ ἀκαλλέστατον. πῦρ δὲ τὸ θεῖον καὶ οὐρανόθεν, τουτέστιν ἡ διὰ τοῦ Ἁγίου Πνεύματος [*](c) χάρις, καθ’ ἢν ἂν γένοιτο καὶ ζῶντας ἡμᾶς ἀποτελεῖσθαι τῶ πνεύματι, ὅταν εἰς νοῦν καθίκοιτο καὶ καρδίαν, ἐνιέντος Χριστοῦ, τότε δὴ τότε πάντα μὲν τὸν ἐξ ἁμαρτίας διασμήχει ῥύπον, καὶ τὸν ἐκ τῶν ἤδη προεπταισμένων δαπανᾶ μολυσμόν· κεκαθαρμένους τε οὕτω καὶ δοκιμωτάτους τοὺς ἔχοντας ἀποτελεῖ, καὶ μονονουχὶ μεταχαλκεύει νοητῶς πρὸς καινότητα ζωῆς, καὶ σκεύη λοιπὸν ἀποφαίνει λαμπρὰ καὶ ἡγιασμένα, καὶ εἰς τίμην κατεσκευασμένα, οἰκίᾳ τε τῇ [*](d 2 Tim. ii. 21, 20.) μεγάλη χρήσιμα, τουτέστι τῇ Ἐκκλησίᾳ. τοῦτο δὴ τὸ θεῖόν τε καὶ νοητὸν κατεσήμανε πῦρ ὁ θεσπέσιος Ἰωάννης, λέγων “ Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται δὲ ὀπίσω μου [*](1. τόν assumptum ex Β. 4. γὰρ] οὖν Edd. 7. καὶ prius assumptum ex Β. (Alex. ℵ. XII.) cf. supra 767 b, 8. καθοριεῖ B.F. ℵ. XII.) cf. de Ad. 59 6. καθαρίσει (A.V.). 9. ὥσπερ Edd. (Vat. ℵ manu prima.) Ad. 1. c. ὡς Β. (XII.) 13. χρυσίου Edd. 14. ἀκαλλέστερόν iid. 16. καθ’ ἣν—πνεύματι om. Β. ζῶντας] ζέοντος (?) 22. καινοτάτην ζωὴν iid. 25. κατεσήμαινε Β. 26. ἔρχεται δὲ ὀπίσω μου] ὀπίσω μου ἔρχεται iid.)

600
[*](S. Matth i. 7. cf. supra 849 c. S. Matth. iii. 11. S. Luc. xii. 49.) “ἀνὴρ οὐ οὐκ εἰμι ἱκανὸς ἴνα κύψας λύσω ’τον ἱμάντα τῶν [*](e) “ ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι “Ἁγίῳ καὶ πυρί. μεμνήμεθα δὲ καὶ αὐτοῦ λέγοντος χριστοῦ “ Πύρ’ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη [*](e) “ ἀνήφθη;” οὐκοῦν, ἐπείπερ οἱ ἐξ αἵματος ’Ισραὴλ τῆς τῶν Λευιτῶν ἀκαθαρσίας, εἴτουν ἀδικίας, οὐ μετρίαν ἐποιοῦντο τὴν καταβοὴν, μᾶλλον δὲ δι’ ἐκείνους παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων Θεὸν, παλίμφημά τε λαλοῦντές τινα [*](Supra ii. 17.) καὶ ἀποτολμῶντες λέγειν “ Πᾶς ποιῶν πονηρὸν, καλὸν “ ἐνώπιον αὐτοῦ, καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ “ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης;” προαγορεύει χρησίμως, ὅτι κατὰ καιροὺς ἐπιλάμψει Χριστὸς, ὁ πᾶσαν ἡμῶν [*](853 A. a) τὴν ἁμαρτίαν ἐκ μέσου τιθεὶς, καὶ πανάγνους ἀποτελῶν τοὺς ἰδίους ἱερουργοὺς, καὶ οἷον χρυσὸν ἢ ἄργυρον ἐν πυρὶ δοκιμάζων αὐτοὺς, ἤτοι δοκίμους ἀποτελῶν καὶ λελαμπρυσμενους.

Τοιοῦτοι γὰρ ὡς ἐπίπαν τῆς Ἐκκλησίας οἱ λειτουργοὶ, οἷς ἃν ἁρμόσειε, καὶ μάλα εἰκότως, ἐκεῖνο εἰπεῖν τὸ διὰ φωνῆς [*](Ps. lxv. 10.) τοῦ Δαυείδ “ Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς “ ὡς πυροῦται τὸ ἀργύριον.’’ φόρημα μὲν γὰρ τοῖς ἐξ [*](Lev. χωι. 4, 32.) Ἀαρὼν ἡ κατὰ νόμον στολή· τοῖς γεμὴν ἀπολέκτοις ἐν [*](b) Χριστῷ καὶ τεταγμένοις εἰς ἱερουργίαν ἄμφιον ἔσται λαμπρὸν, ἱεροπρεπές τε καὶ ἅγιον αὐτὸς ὁ Κριστός. τοιγάρτοι καὶ ἔφασκε διὰ τῆς τοῦ ψάλλοντος λύρας ὁ Θεὸς καὶ [*](Ps. cxxxi. 16.) Πατὴρ περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας “ τοὺς ἱερεῖς αὐτῆς “ ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλ- “ λιάσονται.’’ σωτηρία γὰρ αὐτὸς ὁ Χριστὸς τῶν ἰδίων ἱερουργῶν ἄμφιον τὸ ἀξιάγαστον, μᾶλλον δὲ καὶ πάντων [*](Gai. iii. 27.)τῶν πεπιστευκότων “ Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτί- “ σθητε, Χριστὸν ἐνεδύσασθε.”

[*](3. λέγοντος] + τοῦ Edd. 4. βάλλειν iid. ἤθελον Β. 5. αἵματος] + τοῦ ἐξ iid. 6. εἴτουν] ἤγουν iid. 7. καταβολὴν iid. 13. τὴν om. Β. 22. ἐστι Edd. 26. αὐτοῖς iid. ante Migne. 27. ἰδίων] ἁγίων iid. 28 τὸ] τε : πόντων] πρέπον iid.)
601

Καὶ ἔσονται τῶ̣ Κυρίῳ προσάγοντες θυσίας ἐν δικαιοσύνῃ· καὶ ἀρέσει τῷ Κυρίῳ θυσία ’Ιούδα καὶ ’Ιερουσαλὴμ, καθὼς αἱ c ἡμέραι τοῦ αἰῶνος καὶ καθῶς τὰ ἔτη τὰ ἔμπροσθεν.

Ἀνακείσονταί φησι τῷ Θεῷ· τοῦτο γὰρ ὀλαί ἐστι τό Ἔσονται τῷ Κυρίῳ προσάγοντες. ἀνακεισόμεθα δὲ τῷ Θεῷ, ζῶντες μὲν ἑαυτοῖς οὐκέτι, προσκείμενοι δὲ ὁλοτρόπως τῆ εἰς αὐτὸν ἀγάπῃ, καὶ παντὶ δὴ σθένει κατορθοῦν ᾑρημένοι τὰ τοῖς θείοις αὐτοῦ δοκοῦντα νεύμασιν. ἔφη τι τοιοῦτον καὶ ὁ θεσπέσιος Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ “ Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες [*](2 Cor. v. 15.) “ μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι [*](d) “ καὶ ἐγερθέντι.’’ καταγράφων δὲ ἡμῖν ὥσπερ τῆς ἑαυτοῦ πολιτείας τὸ κάλλος, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν ἐμφανῆ καθιστὰς, ἔφη πάλιν “ Χριστῷ συνεσταύ- [*](Gal. ii. 20.) “ ῥῶμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ “ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ “ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. ἔσονται δὴ οὖν, φησὶ, προσάγοντες τῷ Κυρίῳ, τουτέστι, τοῖς [*](e) αὐτοῦ θελήμασιν ἀνακείσονται μόνοις, οὐ “ τὰ ἐπίγεια φρο- [*](Phil. iii. 19.) “ νοῦντες,’’ οὐ τοὺς ἐκ τῆς ἀδικίας ἀγαπῶντες μολυσμοὺς, οὐ πλεονεξίαν τὴν κατά τινων τιμᾶν ᾑρημένοι, προσάγοντες δὲ μᾶλλον θυσίας δικαιοσύνης. καί μοι δοκεῖ σοφῶς δὴ λίαν ὁ Παῦλος εἰπεῖν “ Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, [*](Heb. vii. 12.) “ ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. πρόσιμεν γὰρ οἱ ἐν Χριστῷ κεκλημένοι πρὸς ἱερουργίαν δι’ αἱμάτων μὲν οὐκέτι καὶ καπνῶν, οὔτε μὴν ἀμνοὺς ἢ ἐρίφους προσκομίζομεν [*](a 854 A.) τῷ Θεῷ, πληροῦμεν δὲ μᾶλλον ἐν ἐκκλησίαις τὴν ἐν Χριστῷ νοουμένην θυσίαν τὴν ἁγίαν καὶ πνευματικὴν, [*](1. θυσίας Β. ℵ XII.) cf. infra. θυσίαν Edd. 4. ἐστι assumptum ex Β. 5. προσάγοντες om. Β. 6. ὁλοτρόπως] + καὶ Edd. 7. δὴ om. B. 16. τοῦ secundum assumptum ex Β. 17. ἐμοῦ] + οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ Edd. 18. προσάγοντες om. Β. 19. μόνοις accessit ex Β. 24. προσίεμεν Edd. 25. πρὸς ἱερουργίαν] ἱερουργίας iid. 27. ἐκκλησίᾳ iid.)

602
καὶ αὐτὸν προθέντες εἰς ἁγιασμὸν, καὶ μέντοι καὶ εἰς μετάληψιν τῆς εἰς αἰῶνα ζωῆς, καθάπερ ἐξαίρετόν τι θυμίαμα, τὰς ἐξ ἔργων ἀγαθῶν προσκομίζομεν εὐωδίας, καὶ θύοντες αὐτῷ τὴν δικαιοσύνην, ὅτι καὶ ἐσόμεθα δεκτοὶ τεθαρσήκαμεν. [*](Prov, iii. 9.) γέγραπται γὰρ ὅτι “ τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων [*](b) “ πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.” [*](Heb. xiii. 16.) εὐαρεστεῖται γὰρ οὐχ ἑτέραις οἶμαι θυσίαις, πλὴν ὅτι τοιαύταις ο τῶν ὀλῶν Θεός.

Ἔφη τοίνυν περὶ τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἱερουργίαν, ὡς ἀμείνους ἔσονται τῶν πρώτων, οὐ μηλοσφαγοῦντες κατ’ ἐκείνους, οὔτε μὴν βεβηλοῦντες τὸ θυσιαστήριον διὰ [*](Supra i. 7.) τοῦ προσάγειν ἄρτους ἠλισγημένους· ἀλλ’ ὡς ἐν τάξει θυμιαμάτων προσκομίζοντες τῷ Θεῷ τὴν δικαιοσύνην, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν νοητὴν εὐοσμίαν. εὐπαράδεκτον δὲ οὕτως ἐπιτελέσουσι τὴν λατρείαν, ὡς κατὰ μηδένα [*](c) τρόπον ἀποδεῖν αὐτὴν τῶν πρεπουσῶν θυσιῶν ταῖς ἡμέραις τοῦ αἰῶνος, τουτέστι, τῇ ζωῇ τῶν ἐν οὐρανοῖς ἁγίων πνευμάτων, οἳ διηνεκεῖς καὶ μακρὰς τρίβουσι ἡμέρας, ἤτοι χρόνους· ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς ἔμπροσθεν, τουτέστι τῇ τῶν ἁγίων λατρείᾳ, οἳ κατὰ τοὺς χρόνους γεγόνασι τοὺς ἔμπροσθεν. γέγονε γὰρ ἐν ὑπακοῇ τοῖς ἀρχαι- [*](Gen. xxii. S. Jac. ii. 23. Heb. xi. 7.) οτέροις ἡ εὐδοκίμησις· οὕτως Ἀβραὰμ προσεκόμισε τὸν υἱὸν τῷ Θεῷ, “ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος [*](d) “ ἐκλήθη Θεοῦ.’’ οὕτω καὶ Νῶε “ κατεσκεύασε τὴν κιβωτὸν “ εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ,’’ καθὰ γέγραπται. οὐκοῦν ἀρέσει φησὶν ἡ Θυσία τοῦ ’Ιούδα, τουτέστι, τοῦ λαοῦ τοῦ [*](Rom. ii. 29.) τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν περιφέροντος, καὶ μέντοι τῆς ῾Ιερουσαλὴμ, τῆς νοητῆς δηλονότι, τουτέστι τῆς [*](3. προκομίζομεν Edd. ante Migne. 5. ὅτι om. Β. 12. τοῦ] τὸ Edd. 14. εὐκοσμίαν iid. 16. ἀποδεῖν] ἀπωθεῖν iid, 19. ἰσοῦσθαι δὲ καὶ τοῖς χρόνοις τοῖς] περισσοῦσθαι δὲ καὶ τοὺς χρόνους τοὺς iid. 20. τὰς τ. ἁ. λατρείας, αἳ iid. τοὺς assiimptum ex Β. 22. ἡ assumptum ex Β. προσεκόμιζε Edd. 23. αὐτῶ] -f ἡ πίστις iid. 25. καθὼς iid. 26. τοῦ ult. assuinptum ex Β. 27. καὶ prius] + ἐν Edd. 28. δηλονότι assumptum ex B. )

603
Εκκλησίας· καθὰ καὶ ἡ τῶν ἐχόντων τὰς ἡμέρη τοῦ αἰῶνος καὶ ἡ τῶν κατὰ τοὺς ἔμπροσθεν χρόνους γεγονότων ἁγίων, οἳ γεγόνασιν εὐάρεστοι δι’ ὑπακοῆς καὶ πίστεως. ἀπαριθμεῖται δὲ καὶ τούτους ὁ θεσπέσιος Παῦλος ἐν τῆ πρὸς Ἑβραίους [*](Heb. xi) ἐπιστολῇ, πίστει λέγων δικαιοῦσθαι πολλούς.

[*](e)

Καὶ προσελεύσομαι πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρυακοὺς καἰ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῶ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τούς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος [*](a 855 A.) Παντοκράτωρ.

Κατὰ σκοπὸν τῶν πραγμάτων πρόεισι δὴ πάλιν κἀν τούτοις ἡμῖν ὁ λόγος. ἔφασκον μὲν γὰρ ἀμαθαίνοντες οἱ ἐξ Ἰσραήλ “Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον αὐτοῦ, “ καὶ ἐν αὐτοῖς αὐτὸς ηὐδόκησε, καὶ ποῦ ἐστιν ὁ Θεὸς τῆς “ δικαιοσύνης;” καὶ τίς ἡ πρόφασις τῆς οὕτω δεινῆς ἀθυροστομίας, εἴρηται μὲν ἤδη· πλὴν εἰρήσεται πάλιν. ἐπειδὴ γὰρ ἀφυλάκτως τινὲς τῶν ἱερουργῶν καὶ μέντοι [*](b) τῶν ἄλλων οἳ διαφανέστεροί τε ἦσαν καὶ ταῖς ἀνωτάτω τιμαῖς ἐμπρέποντες, ἐπὶ πάντα τρόπον σκαιότητος καὶ ἐγχειρημάτων ἤεσαν, ἐφαίνετο δὲ καὶ πέρα μετροῦ ἀνεξικακήσας Θεὸς αὐτοῖς· ἔστι γὰρ ἀγαθὸς, χρηστὸς, ἐπιεικὴς, καὶ φιλάνθρωπος· ταύτῃτοί τινες τοὺς ἐξ ἀκράτου μικροψυχίας ἠρεύγοντο λόγους. ἀλλ’ ὅτι μὲν ἔσται κατὰ καιροὺς μεταφοίτησις εἰς τὸ ἄμεινον τῶν τεταγμένων εἰς ἱερουργίαν, [*](1. καθὼς Edd. 4. καὶ om. B. 6. προσελεύσομαι Β. (22. al.) sed cf. infra. προσάξω Edd. 10. κλίνοντος F. 13. κἀν] καὶ ἐν Edd. 15. καὶ καλὸν forte haud male iid. [cf, καὶ καλὸς (106).] 20. ἀνωτάταις iid. 22. καὶ assumptiim ex B. Statim περὶ iid. ante Migne. ἀνεξικακήσας Θεὸς hoe ordine B, 23. χρηστὸς] + καὶ ud. 24. ἀκρίτου Β. )

604
μεταπλάττοντος αὐτοὺς εἰς καινότητα ζωῆς τοῦ Χριστοῦ, καὶ μετατιθέντος εἰς εὐκοσμίαν καὶ εἰς εὐκλεᾶ πολιτείαν [*](c) καὶ ζωὴν, διαμεμήνυκεν ἐναργῶς. ὅτι δὲ τοὺς τῆς φαυλότητος ἐπιτηδευτὰς οὐκ ἂν ἀποδέξοιτο τότε, οὐδ’ ἃν ἀξιώσειεν ἐπαίνων τε καὶ λόγου· κρινεῖ δὲ μᾶλλον αὐτοὺς, καὶ τῶν ἐκτόπως βεβιωμένων ἐξαιτήσει δίκας, διατρανοῖ λέγων Καὶ προσαξω πρὸς υμας ἐν κρισει, τουτεστιν ὡς κριτὴς προσενεχθήσομαι, καὶ ἐσομαι μάρτυς ταχὺς, αὐτόμολος δηλονότι καὶ ὑπ’ οὐδενὸς κεκλημένος. καταψηφιοῦμαι γὰρ τῶν πονηρῶν τὴν δίκην. καὶ τὸ μὲν ἐπ’ αὐτοὺς ἐξοίσω τὸ κρῖμα· [*](d) οὐχ ἑτέρου τινὸς τὰ ἐν αὐτοῖς ἐκκαλύπτοντος, ἀλλ’ εἰδὼς ὡς Θεὸς τὰ ἀφανῆ τε καὶ κεκρυμμένα, καὶ διὰ τοῦ συνειδότος καταμαρτυρῶν ἑκάστου τῶν ἡμαρτηκότων. ἔφη ’δε που καὶ [*](2 Cor. v. 10. Rom. ii. 15, 16.) ὁ θεσπέσιος Παῦλος, παραστήσεσθαι κατὰ καιροὺς τῷ Rom. ii. κριτῇ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, “ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ “ ἧ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων, κατὰ τὸ “ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χροστοῦ.”

[*](e)

Ἄθρει δὲ ὅπως τούς τε τὰ κρυπτὰ καὶ ἐμφανῆ πεπλημ- μεληκότας παρενεχθήσεσθαί φησιν εἰς κρίσιν. πρώτας μὲν γὰρ ὀνομάζει φαρμακοὺς καὶ μοιχαλίδας, εἶτα τοὺς ὀμνύοντας ἐπὶ ψεύδει· κεκρυμμένα δὲ ταῦτα καὶ λεληθότως δρώμενα· τίς γὰρ ἂν ὅλως γοητεύσειεν ἐμφανῶς ; ἢ πῶς ἂν ἕλοιτο μοιχαλὶς ὁρᾶσθαι πρός τινος ; ἐν σπουδῇ δὲ οἶμαι τὸ λαθεῖν καὶ τοῖς ψευδορκεῖν ᾑρημένοις. ἀσυνετοῦντας δὲ τοὺς τοιούτους [*](Ps. xciii. 8, 9.) ἀπελέγξει λέγων ὁ μακάριος Δαυείδ “ Συνετὲ δὴ ἄφρονες [*](856 A. a) “ ἐν τῷ λαῷ, καὶ μωροὶ πότε φρονήσατε ; ὁ φυτεύσας τὸ “ οὖς οὐχὶ ἀκούει ; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ “ κατανοεῖ ; ” ἄποπτον γὰρ τῷ Θεῷ παντελῶς οὐδέν· οἶδε δὲ μόνος τὰ κεκρυμμένα καὶ τὰ ἐμφανῆ τῶν κακῶν. ἀλλ’ [*](2. μετατεθέντος Edd. πολιτείας iid. utrumque correxit Migne. 7. Habet προσάξω Β. 10. ἐπ’ αὐτοῖς iid. II. ἐγκαλ. iid. 12. τὰ ἀφανῆ τε] ἐμφανῆ τε iid. 14. κατὰ καιροὺς om. Β. 22. ψεύσει Edd. ante Migne. 26. ἀπελέγχει iid. 28. τὸν om, iid.)

605
ἐκεῖνα μὲν τὰ λεληθότως καὶ ὡς ἐν σκότει δρώμενα· προσεπάγει γεμὴν αὐτοῖς καὶ τὰ ἐμφανῆ, τὸ ἀποστερῆσαι μισθόν φημι μισθωτοῦ, πλεονεξίαν τε καὶ καταδυναστείαν, ἣν ἃν ποιοῖντό τινες κατὰ τῶν ἀσθενεστέρων, χηρῶν δὴ λέγω καὶ ὀρφανῶν. προστίθησι δὲ τούτοις καὶ τοὺς διαστρέφοντας τὰ ὀρθὰ τῶν κριμάτων καὶ τοὺς μὴ φόβου μέν οὑς [*](b) αὐτόν. οὗτοι δ’ ἃν εἶεν καὶ οἱ καθ’ ἕτερόν τινα τρόπον παρά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους λυποῦντες τὸν Θεόν. ἔσομαι τοίνυν φησὶ κριτὴς καὶ μάρτυς ταχὺς καὶ αὐτόμολος ἐπὶ φαρμακοὺς καὶ μοιχαλίδας, καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτάς. εἰκὸς δὲ δὴ τὰ τοιάδε κατ’ ἐκεῖνο καιροῦ τολμᾶσθαι παρά τισι, καὶ ἐπ’ αὐτοῖς γίνεσθαι κατὰ Θεοῦ τὴν τῶν πολλῶν γλωσσαλγίαν.

Δεῖ δὴ οὖν ἄρα παντὶ σθένει παραιτεῖσθαι τὰ πονηρὰ, καὶ τοῖς ἀμείνοσιν ἐπιτρέχειν, καὶ ἀποπεραίνειν ἐπείγεσθαι [*](c) τὰ δι’ ὧν ἂν γένοιτό τις ἐπαίνου παντὸς καὶ ἐπιεικείας ἔμπλεως. ἀμοιρήσει γὰρ οὕτω καὶ τῶν ἐκ θείας ὀργῆς ἐποισθησομένων τοῖς εἰωθόσι πλημμελεῖν, ἔσται δὲ εἴσω καὶ γερῶν καὶ δόξης, ὧν ἂν ἐπιδοίη Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

Διότι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, καὶ οὐκ ἠλλιίωμαι· καἰ ὑμεῖς [*](6 7) υἱώ Ἰακὼβ οὐκ ἀπέχεσθε ἀπὸ τῶι ἁμαρτιῶν τῶν πατέρων ὑμῶν, ἐξεκλίνατε νόμιμά μου κω οὐκ ἐφυλάξασθε.

[*](d)

Ἐξίστησι πάλιν αὐτοὺς ἀνοσίων ἐννοιῶν καὶ προσέτι ῥημάτων. τὸ γὰρ οἴεσθαί ’ς, ἢ μετατετράφθαι τὸν τῶν ὅλων Θεὸν ἀπό γε τοῦ θέλειν τὰ ἀγαθὰ πρὸς τὸ ἐναντίον, ἢ ἀγαπᾶν μὲν οὐκέτι τὴν δικαιοσύνην, ἀποδέχεσθαι δὲ τοὺς [*](3. μισθόν φημι hoc ordine Β. 8. τὸν assumptum ex B. 12. γενέσθα Edd. 18. εἴσω] ἔσω iid. Statim καὶ om. Β. 21. ἠλλοίωμαι] ἀλλοιοῦμαι F. Aub. ἀλλιοῦμαι Pont. ὑμεῖς] + οἱ Edd. (Vat.) 22. ἀμαρτιῶν Β. (22. al.) ἀδικιῶν Edd. 26. γε om. Β. 27. καὶ pro ἢ Edd.)

606
τῆς φαυλότητος ἐραστὰς, πῶς οὐκ ἀμαθὲς, μᾶλλον δὲ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, καὶ τῆς ἀνωτάτω δυσσεβείας μεμεστωμένον; ὅταν τοίνυν ὑπὸ κρίσιν ἴδητε καλουμένους, [*](e) φησὶ, τάς τε παρ’ ὑμῖν φαρμακοὺς, ἤγουν ἐπῳδούς· γύναια δὲ πάντως ψίθυρά τε καὶ βωμολόχα ταυτί· καὶ τοὺς τῶν ἑτέρων κακῶν ἐπιτηδευτὰς, τότε, φησὶν, ἐπιγνώσεσθε διὰ πραγμάτων αὐτῶν, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ πάλαι τε καὶ νῦν ἀγαθός τε ὁμοῦ καὶ φιλάρετος. οὐ γὰρ οἶδα τροπὴν ἢ ἀλλοίωσιν. ἀλλ’ ἐγὼ μέν εἰμι διαπαντὸς καὶ ἀμεταστάτως τοῦθ’ ὅπερ εἰμί· ὑμεῖς δὲ, φησὶ, καίτοι γεγονότες ἐξ ’Ιακὼβ, ἀνδρὸς φιλοθέου καὶ ἀγαθοῦ καὶ μεμισηκότος ἀεὶ [*](857 A. a) τὸ ἐξήνιον, καὶ Θεῷ δουλεύοντος, οὐ τῶν ἐκείνου τρόπων γεγόνατε ζηλωταί· μεμίμησθε δὲ μᾶλλον τῶν καθ’ ὑμᾶς πατέρων τὸ ἀπειθὲς καὶ δυσάγωγον, οἳ καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀπῴχοντο μὲν αἰχμάλωτοι, τὴν ἐνεγκοῦσαν ἀφέντες, δεδουλεύκασι δὲ τοῖς ᾑρηκόσιν ἐχθροῖς. ἐξεκλίνατε δὲ καὶ ὑμεῖς ἐκ τῶν ἐμῶν νομίμων καὶ οὐκ ἐφυλάξασθε. οὐκοῦν ὁ μὲν Θεὸς ἄτρεπτος ἀεὶ, καὶ οἱονεὶ πεπηγὼς εἰς τὸ ἀγαθὸν, καὶ ἀκράδαντος εἰς δικαιοσύνην· οἱ δὲ γεγόνασι μονονουχὶ [*](b) τὸ ἄτρεπτον ἐν κακίᾳ τετηρηκότες, καὶ τῆς τῶν πατέρων ἀνοσιότητος ἄριστοι μιμηταί.

Τοῦτό που καὶ ὁ Χριστὸς εὑρίσκεται λέγων. ταλανίζει μὲν γὰρ εἰκότως τὸ τῶν ἀπαιδεύτων γραμματέων καὶ [*](S.Matth. xxiii. 29-32.) Φαρισαίων ἐργαστήριον. ἔφη δὲ οὕτως “ Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαιῶν, καὶ λέγετε Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας· καὶ ὑμεῖς πληρώσατε τὸ [*](2–4. καὶ τῆς—φησὶ om. Β. 4. τὸ pro τάς Β. φαρμακοὺς] + εἶναι 7. ὁ alt. om. Β. 13. μιμεῖσθε Edd. 20. κακίᾳ] κακίᾳ] iid. 22. Haec κοὶ ὁ assumpta ex Β. 23. ἀπαίδευτον τῶν pro τῶν ἀπαιδεύτων iid. 28. ἦμεν] ἤμεθα iid, 29. αὐτοῖς iid. )

607
μέτρον τῶν πατέρων ὑμῶν. οὔκουν ἀναγκαῖον ἧμας, εἴπερ ἐσμὲν ἀληθῶς ἀρτίφρονες, καὶ ἐν νῷ τῷ καθεστηκότι, ζηλοῦν ὅτι μάλιστα τοὺς τῶν πατέρων δοκιμωτάτους, ἀποσείεσθαι δὲ τῶν μὴ ἀγαθῶν τὴν μίμησιν. ἢ εἰ μὴ τοῦτο δρᾶν ἕλοιτό τις, ἕποιτο γεμὴν ἁπλῶς καὶ ἀβασανίστως τοῖς ἐν χρόνῳ προειληφόσιν, ἔσται δὴ πάντως προσεοικὼς τοῖς Ἑλλήνων παισὶν, οὓς εἴπερ τις καταμωμήσαιτο ὅτι, μεθέντες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὸν φύσει Θεὸν [*](d) καταλελοιπότες, προσκυνοῦσι λίθοις, τὴν τῶν ἰδίων πατέρων ἀειλογοῦσι συνήθειαν.