In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι χείγη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζτήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Παντοκράτορός ἀστι.

[*](Supra ver.6.)

Τίνα δὴ τρόπον πολλοὺς μὲν ἀπέστρεψεν ἀπὸ ἀδικίας, πεπόρευται δὲ, κατευθύνων ἐν εἰρήνῃ μετὰ Θεοῦ, διατρανοῖ [*](e) λέγων, ὡς πεφόρεκε μὲν ἐν χείλεσιν, ἤγουν ἐπὶ γλώττης, παντὸς τοῦ πρὸς ζωὴν ἀναγκαίου τὴν γνῶσιν, γέγονε δὲ [*](Rom. ii. 20.) “παιδευτὴς ἀφρόνων, διδάσκαλός τε νηπίων,” καὶ τοῖς ἐθέλουσιν ἀναμαθεῖν τὸ τῷ νόμω δοκοῦν ἀληθής τε καὶ ἀπλανέστατος ἐξηγητὴς, οὐχ ἑτέρωσε ποι μετατρέπων τῶν θείων [*](S.Matth. xv. 9.) λογίων τὸν νοῦν, οὔτε μὴν διδάσκων διδασκαλίας, ἐντάλ- “μάτα ἀνθρώπων· ἀλλ’ οἷον ἄγγελος Θεοῦ διαλευκαίνων εὖ μάλα τοῖς ὑπὸ χεῖρα λαοῖς τὸ ἀμυδρῶς ἔσθ’ ὅτε χρησμῳ- [*](839 A. a) δούμενον. ἀπαγγέλλει γὰρ οὐ τὸ οἰκεῖον θέλημα, οὔτε μὴν τοὺς ἀπὸ γνώμης ἰδίας ἐρεύγεται λόγους· ὑπηρετεῖ δὲ μᾶλλον Δεσποτικοῖς θεσπίσμασι. φαίην δ’ ἃν, ὅτι καὶ ἀληθὲς ἐν [*](1. δὲ assumptnm ex Β. . αὐτὴν) ἑαυτὴν Edd, τε assumptum ex Β. 4. εἶναι] + ζητεῖν Edd. 7. ἡγουμένων iid. 14. ὄτι F. (22. al.) 15. πολλὰς Edd. ἀπέστρεψεν habet Β. ἀπὸ ἀδικίας assurnpta ex Β. Statim παραπεπόρενται Edd. 16. ἐν εἰρηνῃ μετὰ] εἰρήνην κότα iid. 17. πεφόρηκε iid. 18. ἀναγκαῖον iid. ante Migne. 26. γνώμης] γνώσεως iid.)

579
τούτοις τὸ εἰρημένον ἐν βίβλῳ παροιμιῶν “Θησαυρὸς ἐπι- [*](Prov. xxi. 20.) “ θυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ “ ἄνδρες καταπίονται αὐτόν.’’ πρὸς ἐπαίνου δ’ ἂν γένοιτο τοῖς ἀπαγγέλλουσί τι παρὰ Θεοῦ, τὸ μηδὲν οἷς ἀπαγγέλλουσι προστιθέναι πλέον, μήτε μὴν ὑφαίρεσίν τινα ποιεῖσθαι τολμᾶν. τοῦτό τοι μικροῦ παντελῶς ἀξιοῦντες λόγου, τὰ [*](b) τῶν Φαρισαίων ἀνόσια στίφη λήρου εἰς τοῦτο κατώλισθον ἀμαθῶς, ὡς διδάσκειν μὲν “διδασκαλίας, ἐντάλματα ἀν- [*](S.Matth. xv. 9.) “θρώπων,” διὰ δέ γε τὴν σφῶν παράδοσιν τὰς θείας ἀκυροῦν ἐντολάς. τοιαῦτα γὰρ γέγονεν αὐτοῖς παρὰ Χριστοῦ τὰ ἐγκλήματα. ἀσφαλὴς οὖν ὁ νόμος περὶ τῶν θείων λογίων· τὸ γὰρ ἐπ’ αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ [*](Deut. iv. 2.) ἔστιν ἀφελεῖν. φυλάξεται τοίνυν τῶν ἱερέων τὰ χείλη τὴν τοῦ νόμου γνῶσιν, καὶ αὐτὸν ἀπαγγελεῖ προστιθεὶς οὐδέν. [*](c) ταύτῃτοι καὶ ἄγγελος ὀνομάζεται Κυρίου πωντοκράτορος, καίτοι τὴν φύσιν ἄνθρωπος ὢν, ὅτι τὸ τῷ Θεῷ δοκοῦν ἀπαγγέλλει σαφῶς, καὶ νόμον ἔχει τῆς γλώττης τὸ κίνημα.

Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε έν νόμῳ, καὶ διεφθείρατε τὴν διαθήκην τοῦ Λεθὶ, λέΓε Κύριος Παντοκράτωρ.

Ἀντιπαρεξάγει τρόπον τινὰ ταῖς τῶν εὐδοκίμων ἐπιεικείαις τὰ τῶν ῥᾳθύμων ἐγκλήματα, καὶ ταῖς τῶν ἀμεινόνων [*](d) ἀντιπαραθέσεσιν ἐλέγχει τὸ φαῦλον. ὥσπερ γὰρ τὸ φῶς ἐν σκότει φαίνει, “τελεῖται δὲ καὶ ἐν ἀσθενείαις ἡ δύναμις·” [*](2 Cor xii. 9.) οὕτω καὶ τῆς ἀρετῆς τὸ κάλλος ἐμφανεστέραν ἔχει τὴν ἔνδειαν, εἰ δὴ παρακέοιτό τις φαυλότης ἢ ἁμαρτία. οὐκοῦν [*](4. ἀπαγγέλλουσι alt.] ἀκηκόασι Edd. 5. πλεἶον iid. 8. ἀνθρώπων] + καὶ iid. 10. γέγονεν] + ἐπ’ iid. 11. νόμος] + ἔφη γάρ που iid. 12. γὰρ assumptum ex Β. οὐκέτι pro οὐκ ἔστι iid. 14. ἀπαγγέλλει iid. 16. τὸ assumptum ex B. 18. πολλοὺς ἠσθενήσατε hoc ordine B. (Alex. XII.) οὐ 19. καὶ assumptum ex B. (Alex. VII.) τοῦ om. F. (91.) 24. τελεῖται B., τελεῖται ad τελειοῦται corriori volens. καὶ assumptum ex B. 25. ἐκφανεστέραν Edd. 26. ἔνδειαν ] εἰδέαν e suo correxit Migne, sed frustra.)

580
[*](Supra ver. 6.) διεβίωσαν τινες μὲν ἱεροπρεπῶς, ἐν εἰρήνῃ κατευθύνοντες ἑαυτούς τε καὶ ἑτέρους, καὶ ἦσαν μετὰ Θεοῦ, καὶ πολλοὺς [*](Ib. 7.) ἐπέστρεψαν ἀπὸ ἀδικίας. πεφορέκασι γὰρ ἐν χείλεσι γνῶσιν, [*](e) καὶ ἀκριβεῖς γεγόνασι τῶν θείων λόγων ἑρμηνευταί. οἱ δὲ δὴ μετ’ ἐκείνους, καὶ πρὸς οὓς ὁ λόγος, ἐκκεκλίκασιν ἐκ τῆς ὁδοῦ· παρώλισθον γὰρ τοῦ εἰκότος, σφᾶς τε αὐτοὺς καὶ ἑτέρους οὐ μετρίως ἠδίκησαν· καὶ πολλοὺς ἠσθένησαν ἐν νόμω, τουτέστιν ἀσθενεῖς καὶ ἀδρανεστάτους ἀποτετελέκασι περί γε τὸ δεῖν ἑλέσθαι βιοῦν ἐννόμως. εἰ γὰρ ἔξω τοῦ πρέποντος οἴχεται τὸ ἡγούμενον, πῶς ἦν μὴ οὐχὶ πάντη τε καὶ πάντως συναποφοιτῆσαι τὸ ὑπήκοον, καὶ τοῖς προὔχουσι συγκατο- [*](840 A. a) λισθεῖν τὸ ἐν μοίρᾳ τῇ καταδεεστέρᾳ, καὶ ὡς ἐν συνέσει μειονεκτούμενον; ὥσπερ γὰρ ἔννομός τε καὶ ὅσιος ἱερεὺς μιμητὰς ἐργάσεται τῶν ἰδίων κατορθωμάτων τοὺς ὑπὸ χεῖρα λαούς· οὕτως καὶ τὸ ἐναντίον. εἰ γὰρ αὐτοὶ διεφθάρκασι τὴν διαθήκην τοῦ Λευὶ, πῶς ἦν εἰκὸς τοὺς παρ’ αὐτῶν μεμυσταγωγημένους σεπτὸν ἡγεῖσθαι τὸν νόμον;

Καὶ ἐγὠ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὦν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλ’ [*](b) ἐλαμβάνετε πρόσωπα ἐν νόμω.

Ἐπὶ τὰς τῶν πατέρων ἄνεισιν ἁμαρτίας, ὑπομιμνήσκει δὲ καὶ αὐτοὺς τῶν ἀρχαίων αἰτιαμάτων. καὶ ἐπείπερ ἦσαν οὐκ ἀσφαλεῖς περὶ τὴν τοῦ νόμου τήρησιν, ταύτῃτοι δεδόσθαι φησὶν αὐτοὺς τοῖς ἀποκομίσασιν εἰς αἰχμαλωσίαν οἰκτροὺς καὶ κατερριμμένους καὶ φειδοῦς ἁπάσης ἐκπεπτωκότας· τί γὰρ τῶν ἀνιαρῶν οὐ συνέβη παθεῖν αὐτούς; ἢ ποίαις οἱ τάλανες οὐ κεκοινωνήκασι συμφοραῖς; ἀλλ’ εἰ βούλεσθε, [*](1. τινὲς μὲν hoc ordine Β. 3. πεφορήκασι Edd. χερσὶ pro χείλεσι iid. 4. λόγων] νόμων iid. 7. ἠδικήκασι iid. 10. ἦν] + εἶκος iid. 14. ἐργάζεται iid. 16. διαθήκην] διάθεσιν iid. 18. καὶ παρειμένους assumpta ex Β. (XII. 62 al.) καὶ ἀπερριμμένους A.V. , cf. d infra. παρερριμμένους VII.] 22. ἀρχαιοτέρων Edd. 27. βούλοισθε iid.)

581
φησὶν, ἀναμαθεῖν τὰς αἰτίας τῆς ἐφ’ ὑμῖν γεγενημένης [*](c) ὀργῆς, ἀκούσεσθε λέγοντος Ἀνθ’ ὧν ὑμεῖς οὐκ ἐφνλάξασθε τὰς ὁδούς μου όἰλλ’ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ. τοῦτο οἶμαί ἐστι τὸ διαφθεῖραι τὴν διαθήκην τοῦ Λευὶ, τὸ μὴ τηρεῖν [*](Supra ver. 8.) ἑλέσθαι τῆς ἐν νόμῳ ζωῆς τὴν ὁδὸν, ἐκτοπωτάτας δὲ λίαν καὶ τὰς ἐφ’ ἑκάστῳ πράγματι ποιεῖσθαι κρίσεις, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “Ου λήψῃ πρόσωπον ἐν κρίσει, κάτα ’τον [*](Deut. i. 17.) “μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς.” δι’ ὧν δέ φησιν, ὡς ταύτης ἕνεκα τῆς αἰτίας δέδονται τοῖς ἐχθροῖς καὶ γεγόνασιν [*](d) ἀπεῤῥιμμένοι, διὰ τούτων αὐτῶν εὐφυᾶ ποιεῖται τὴν ἀπειλὴν, ὡς εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, οὐδ’ ἂν αὐτὸς ἀπόσχοιτο τοῦ κολάζειν αὐτοὺς, ἕψεται δὲ τοῖς ὑβρίζουσι τὸν νόμον ἡ τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσά τε καὶ ἁρμοδιωτάτη δίκη.

Οὐχἰ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶ; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ του βεβηλῶσαι[*](e) τὴν διαθήκην τῶι πατέρων ὑμῶν ; ἐγκατελείφθη Ἰούδας, καὶ βδἐλυγμα ἐγένετο ἐν τῶ̣ Ἰσραἠλ καὶ ἐν Ἰερουσαλήμ.

Ἀρχόμενοι τῆς εἰς τὸν Προφήτην συγγραφῆς, ἐλέγομεν, [*](Supra 818 a.) ὅτι μετὰ τὴν ἐκ Βαβυλῶνος καὶ ἐκ γῆς Ἀσσυρίων ἐπάνοδον, ὀλίγα τῆς νομικῆς φροντίσαντες ἐντολῆς οἱ ἐξ Ισραὴλ, ταῖς ἀλλογενέσιν συνεπλέκοντο γυναιξί. καὶ δὴ καὶ πρὸς τοῦτο αὐτοῖς ἐξιτηλίας προέβη τὸ δρώμενον, ὡς καὶ αὐτοὺς τοῖς ἄλλοις συναποφέρεσθαι τοὺς ἱερατεύσαντας, καὶ τὰς μὲν ἤδη συνῳκισμένας, αἳ καὶ ἦσαν ἐξ αἵματος Ἰσραὴλ, ἀτιμοτάτας [*](a 841 Α.) ἡγεῖσθαι, καὶ ἀποπέμπεσθαι τῶν ἑστιῶν, εἰσοικίζεσθαι δὲ [*](1. ὑμῶν Edd. 8. κατὰ assumptum ex Β. μέγαν] + οὐ iid. 11. οὕτος om. Β. 14. Οὐχὶ Θεὸς εἷς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν; Β. (Alex. & manu prima. XII. VII.) infra et ἡμᾶς. . . ἡμῶν pro ὑμᾶς. . . ὑμῶν excepto) Hom. Pasch. vi. 86 d: clausulas tiansp. Edd. (Vat.) 15. ἐγκατελίπατε Β. 16. ἐγκατελείφθη] Sic correxi post Migne. ἐγκατελήφθη Edd. 21. Haec δὴ κοὶ accessenint ex B. 22. αὐτοῖς ἐξιτηλίας ] ἐξιτήλοις αὐτοῖς Edd. 23. ἱερατεύοντας iid.)

582
μᾶλλον τὰς ἀλλογενεῖς, Ἀμμανίτιδας τε καὶ Μωαβίτιδας καὶ Ἰδουμαίας. καὶ πολλή τις ἐντεῦθεν ἡ τοῦ Ἰσραὴλ βεβήλῶσις ἦν. οὐ γὰρ κατέληγον ἐκεῖναι τῶν. πατρῴων ἐθῶν, ἀλλ’ ἐλάτρευον μὲν εἰδώλοις ἔτι, προσεκύνουν δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἦν πὼς ἀνάγκη τοὺς ταῖς οὕτω τὴν φρένα κατεφθαρμέναις παρανόμως συνῳκηκότας συγκαταμιαινεσθαι [*](b) καὶ προσκρούειν Θεῷ. πολὺς δὲ λίαν ἐπί γε [*](1 Esdr. ix.) τουτοισὶ γέγονε λόγος ἐν τοῖς τοῦ Ἔσδρα βιβλίοις. καταιτιᾶται τοίνυν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, ὡς γύναια μὲν ἀτιμάζοντας τὰ ἐξ αἵματος Ἰσραὴλ, ἤγουν τοῦ Ἰούδα, προσκειμένους δὲ ἀνοσίως ταῖς τῶν ἀλλοφύλων θυγατράσι, καίτοι τοῦ νόμου τὴν σύνοδον ἀποφάσκοντος. ἀλλ’ οἱ τῶν οὕτω σεπτῶν οὐκ οἶδ’ ὅπως ὀλιγωρήσαντες, ἢ ταῖς τῶν γυναίων ὥραις πρὸς ἀσελγεῖς ἡδονὰς συνηρπάζοντο, ἢ τάχα που ταῖς ἐκ τῶν ἀλλοφύλων φιλίαις ὑπερέχειν ἤθελον, ἵνα μὴ μάχοιντο [*](c) πρὸς αὐτοὺς ὡς ἤδη γνωρίμους, καὶ τὴν ἐκ γάμων ἔχοντας ἀγχιστείαν. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ ταῖς ὀλιγοπιστίαις καθυβρίσαι Θεὸν, ὡς τῆς ἐκείνων χειρὸς ἐξελέσθαι μὴ δυνάμενον, ἤγουν ἀποφῆναι κρείττονας τῆς ἐξ ἀλλοφύλων πλεονεξίας. ἐλύπει δὴ οὖν κατὰ πάντα τρόπον τὸ χρῆμα Θεόν.

Ταύτῃτοί φησι καὶ τῆς ἐμφύτου φιλοστοργίας ἀλογοῦντας βλέπων Οὐχὶ Θεὸς εῖς ἔκτισεν ὑμᾶς ; οὐχὶ πατὴρ εῖς πάντων ὑμῶν; τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ; εἷς [*](d) μὲν γὰρ ὁ πάντων ἐστὶ Δημιουργὸς, καὶ ἑνὸς οἱ πάντες Δεσπότου, βουλομένου μένου συνδεῖσθαι τὸ ποιηθὲν εἰς ἕνωσιν καὶ ὁμοψνχίαν τοῖς τῆς ἀγάπης θεσμοῖς. εἰ μὲν γὰρ ἦσαν δύο θεοὶ καὶ κύριοι, ἢ καὶ πλείους ἔτι, τὸ ἀπεικὸς οὐδὲν ταῖς τῶν ποιησάντων γνώμαις συγκαταβιάζεσθαι τὰ ποιήματα, καὶ τὴν πρὸς ἄλληλα στάσιν εὐαρμόστως εἰσδέχεσθαι, [*](1. Haec τε καὶ Μωαβίτιδας accesserunt ex Β. 4. κοὶ om. B. 6. παρανόμως accessit ex Β. 7. δὲ λίαν] δέ γε λίον ὁ Edd. 8. τοῦ assuinptum ex Β. 10. τὰ ] τὰς Edd. 14. που om. Β. 15. ὑποτρέχειν pro ὑπερέχειν Edd. 17 καὶ pro ἦν iid. 21. φησι post βλέπων transp. iid. 23. ἐγκατελίπετε habet Β. 20. δεσμοῖς Migne. 28.συγκαταβιάζεσθαι] συγκαταμερίζεσθαι iid. 29. εὐαρμόστως] εὔα· φόρμως iid.)

583
κατά γε τὸ τοῖς κρατοῦσι δοκοῦν. ἐπειδὴ δὲ εῖς ἐστιν ὁ διὰ [*](Eph. iv. 6.) πάντων, καὶ ἐν πᾶσι, καὶ ἐπὶ πάντων Θεὸς, ποία τίς ἃν γένοιτο τῆς διχονοίας πρόφασις; καὶ ἐπειδὴ πρὸς τούτῳ [*](c) καὶ εῖς ὁ πάντων τῶν Ἰουδαίων ἐστὶ κατὰ σάρκα πατὴρ, τουτέστιν ὁ θεσπέσιος Ἀβραὰμ, τί τὸ ἀναπεῖθον τὴν τῆς ἀφιλαλληλίας εἰσδέχεσθαι νόσον; ἢ πῶς οὐκ ἀκόλουθον τοῖς ἐξ αἵματος ἐγγὺς ὡς ἐν ὀφλήματος τάξει κατατίθεσθαι τὴν ἀγάπησιν; πῶς δὲ οὐ μανίας ἐγγὺς, τὸ ταῖς τῶν ἀλλοφύλων ἐπιμαίνεσθαι θυγατράσι, τὰς οἴκοι τε καὶ ἐκ γένους ἀτιμάζοντας, ἵνα βεβηλώσειαν τὴν διαθήκην τῶν πατέρων ὑμῶν· τετηρήκασι γὰρ ἐκεῖνοι τὰ τοῖς θείοις νόμοις διηγορευμένα [*](a 842 A.) περὶ γυναικῶν ὀθνείων. ἤκουον γάρ “Τὴν θυγατέρα σου [*](Deut.vii. 3, 4.) “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου· ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ “πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.” οἱ δὲ παρ’ οὐδὲν ποιησάμενοι τὸ χρησμῴδημα, πεπατήκασι τὸν νόμον, καὶ τό γε ἧκον εἰς αὐτοὺς, ἀδρανῆ καὶ βέβηλον ἀποτετελέκασι τὴν διαθήκην, λυποῦντες ταῖς παραβάσεσι τῶν νόμων τὸν ἄριστον. κατατεθηπὼς δὲ ὥσπερ τὸ δρώμενον, καὶ ἀδικωτάτῳ [*](b) μίσει πλεονεκτούμενον βλέπων τὸ ἐξ αἵματος Ἰούδα τῶν γυναίων ἔθνος, ἐπάγει καί φησιν Ἐγκατελείφθη Ἰούδας, καὶ ἐν τοῖς κατοικοῦσιν Ἰερουσαλήμ· ὦ, φησὶ, παραδόξου πράγματος· οὐκ Ἀσσυρίοις, οὐ Μήδοις, οὐ Πέρσαις, οὐκ Ἐλαμίταις, οὐ τοῖς ἐκ γειτόνων ἐχθροῖς, ἀλλ’ αὐτῷ τῷ Ἰσραὴλ καὶ τοῖς κατοικοῦσι τὴν ̔Ιερουσαλὴμ βδελυρός τε καὶ ἀπηχθημένος γέγονεν ὁ Ἰούδας, τουτέστι, τὸ ἐξ Ἰούδα γένος καὶ ἡ τῶν ἀγχιστέρων γυναικῶν ἀθλία πληθύς.

Ἰστέον δὲ, ὅτι Ἰσραὴλ μὲν ὀνομάζει τὰς δέκα φυλὰς, [*](c) [*](2. πάντων alt.] πάντας Edd. 6. ἀφιλαλληλίας] φιλίας iid. 8. ἀγάπην iid. 10. βεβηλώσειαν — πατέρων ὑμῶν] βεβηλώσῃς αὐτὴν διάθεσιν αὐτῶν τῶν πατέρων iid. 18. τὸν ἄριστον om. Β., lacunam 12 fere litt. habens. 21. 22. καὶ ἐν τοῖς κατοικοῦσιν ̔Ιερουσαλήμ habet quoque Β. et cf. c infra. in mg. inferiore tamen ἐγκατελείφθη ἰούδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ἰσραὴλ καὶ ἐν ἱερουσαλήμ corrigit Β. 23. Haec οὐ Μήδοις accesserunt ex B. 25. τε om. Β. κατηχθημένος Edd. 27. ἀγχιστέρων habet Β. γυναίων iid.)

584
αἳ κατῳκήκασιν ἐν τῆ Σαμαρείᾳ πρὸ τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἃς καὶ πρῶτον ἀπῴκισεν ὁ Σαλμανασὰρ εἰς Ἀσσυρίους καὶ Μήδους· τοὺς ’δε γε κατοικοῦντας τὴν ̔Ιερουσαλὴμ, ἐκείνους εἶναί φησιν, οὓς εἷλεν ὁ Ναβουχοδονόσορ κατὰ τὴν τελευταίαν αἰχμαλωσίαν, κατεμπρήσας τὰ ̔Ιεροσόλυμα καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν, οὓς καὶ ἀπεκόμισεν εἰς Βαβυλῶνα. αἰτιᾶται τοίνυν, μᾶλλον δὲ οὐ μετρίαν αὐτῶν ποιεῖται τὴν [*](d) καταβοὴν, ὅτι δὴ μεθέντες τὰς ἐξ Ἰούδα γυναῖκας, εἰσεδέχοντο παρανόμως τὰς ἐκ τῶν ἀλλοφύλων, καίτοι, καθάπερ [*](supra 841 a.) ἤδη προεῖπον, τῶν πατρῴων ἐθῶν ἀπρὶξ ἐχομένας, καὶ τοῖς τῆς εἰδωλολατρείας βορβόροις ἐγκαλινδουμένας ἔτι.

Παραφυλακτέον δὲ καὶ ἡμῖν αὐτοῖς, τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν τοῦ Ἀγίου Πνεύματος λαχοῦσι μέθεξιν, τὸ ἐπιμίσγεσθαί τισιν, οἵπερ ἂν εἶεν διεστραμμένοι τὸν νοῦν, βέβηλοί τε τὰς φρένας, [*](e) καὶ τὴν πίστιν ἔχοντες οὐκ ὀρθήν. ἀλλογενεῖς γὰρ οὗτοι [*](Acta SS. App. xx. 30.) καὶ βαρβαρόφωνοι καὶ “λαλοῦντες διεστραμμένα·” οἷς εἰ ἐπιμίσγεται τις, πάντη τε καὶ πάντως καταμιανθήσεται. [*](Sir. xiii. 1.) γέγραπται γὰρ “Ὁ ἁπτόμενος πίσσης μολυνθήσεται.” ἐξὸν οὖν ἄρα καρποφορεῖν νοητῶς ἐν Ἐκκλησίᾳ Χριστοῦ, τίς ἂν γένοιτο λόγος τοῦ θέλειν ἑτέραις οἱονείπως συνάπτεσθαι, καὶ κοινωνεῖν βεβήλοις συναγωγαῖς, καὶ καταθήγειν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Θέον;

[*](843 A. a)

Διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησε, καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους· ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἔως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ κω ἐκ προσαγόντων θυσίαν τῶ̣ Κυρίω Παντοκράτορι.

[*](1. αἳ] οἳ Edd. 3. τὴν assumptum ex Β. 4. κότα τὴν τελευταί αἰχμαλωσίαν] κατὰ τὸν καιρὸν τῆς τελευταίας αἰχμαλωσίας iid. 6. θεῖον] + ἐμπρήσας iid. 7. τοίνυν assumptum ex Β. 8. καταβοὴν] κακίαν Β. ἐξ om. Β. 11. ἐγκυλινδ. Edd. 18. ἐπιμίσγοιτό Edd. μιανθήσεται Β. 20. ἐκκλησίαις Edd. 21. τίς] + γὰρ iid. ἑτέρως iid. 24. ἐν] καὶ Edd. 25. εἰς] ἐπὶ F. (42. Co.))
585

Μεμισῆσθαί φησι τὸν Ἰούδαν, οὐ παρά του τῶν ἀλλογενῶν ἀλλὰ, παρ’ αὐτοῦ τοῦ Ἰούδα, βεβηλώσαντος τὸν νόμον, διά γε τοῦ προσκεκλίσθαι φιλεῖν γυναῖξιν ὀθνείαις, καὶ τὰ ἐκείνων ἑλέσθαι ζηλοῦν, ἀγαπῆσαί τε τὴν ἀπόστασιν [*](b) τὴν ἀπὸ Θεοῦ, καὶ ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. ἀπεκομίζοντο γὰρ, ὡς ἔφην, πρὸς τοῦτό τινες ταῖς παρανομως συνηρμοσμέναις ἑπόμενοι, καὶ τοῖς ἐκείνων θελήμασι πάντα σείοντες κάλων, καθάπερ ἀμέλει καὶ ἐν Σάττειν [*](Num.xxv. 1.) συνήπτοντο μὲν ταῖς Μαδιανιτῶν, ἤτοι Μωαβιτῶν γυναιξὶν οἱ ἐξ Αἰγύπτου λελυτρωμένοι. κατώλισθον δὲ κατὰ βραχὺ ληρίας εἰς τοῦτο καὶ ἀνοσίου φρενὸς, ὥστε καὶ ἐτελέσθησαν [*](Ib. 3.) τῷ Βεελφεγώρ. ταύτης ἕνεκα τῆς αἰτίας οἱ τάλανες διολώ- [*](c Ib. sqq.) λασιν. ἐπαρᾶται δὴ οὖν ὁ τῶν ὅλων Θεὸς τὸν ποιοῦντα ταῦτα, καὶ τῶν οὕτως ἐκτόπων ἐπιτηδευμάτων ἀνόσιον ἐραστήν· καὶ εἶπερ τις εἴη τελῶν ἐν λαοῖς, ἕως ἃν ὀλοθρευθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, τουτέστιν, ἕως ἃν ὁλοτελῶς ἀπόλοιτο, καὶ τὴν τοῦ γεγενῆσθαι μνήμην ζημιοῦ μένος· εἰ δὲ δή τις εἴη τῶν τεταγμένων εἰς ἱερουργίαν, ἕως ἃν ταπεινωθῇ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι, τουτέστιν, ἄχρις ἃν ἀπόλοιτο καὶ τῶν ἱερατικῶν ἐκπέμποιτο καταλόγων. [*](d) συγκατώλισθον γὰρ τοῖς ἄλλοις, ὡς ἔφην, καὶ τῶν ἱερέων τινὲς εἰς τὰ τῶν λαῶν ἐγκλήματα, καὶ γυναίων ὀθνείων ἡττῶντο, τῶν θείων χρησμῶν εἰσάπαν ἠφειδηκότες.

Οὐκοῦν εἰ ἐπάρατος ὁ παροτρύνων Θεὸν, καὶ τοῖς παρ’ αὐτοῦ θεσπίσμασιν ἀντεξάγειν ἐπιχειρῶν τὰς ἐν κόσμῳ τρυφὰς, παραιτώμεθα τὴν ἀρὰν, καὶ λόγος μὲν ἐκείνων [*](1. παρά του] παρ’ ἑτέρου τοῦ του Migne.] Edd. 2. ἀλλ’ (sic) iid. ante Migne. 3. γυναῖκας ὀθνείας iid. 4, ἑλέσθαι om. B. Statim ζητεῖν iid. 5. ὀπὸ] + τοῦ iid. 8. σάττειν Pont. (A.V.) de Ad. 492 d. σαττεὶμ in Es. 248a C. Jul. lib.v. 164 b.] σεττεὶν Aub. σαττίνῃ Β. σατὶμ Slipra 1 796. 1 1, ἀνοσίας Edd. τελεσθῆναι (τελευθῆναι Pont.) iid. 14. ἐπιτηδευμάτων ἐραστήν] ἐγχειρημάτων ἀνοσίως ἐπιτηδευτήν· iid. 16. Ἰακὼβ] Ἰσραὴλ iid. 17. ἀπόλλοιτο iid. 18. ἱερουργείαν (sic) iid. 19. θυσίαν] + τῷ iid. invito Β. (Alex.) cf. infra 844 d. 847 b. 20. ἀπόλλοιτο iid. 21. ὡς ἔφην post τινὲς transp. iid. 22. τῶν assumptiim ex B. 23. χρησμῶν] χρησμῳδημάτων iid. 24. ἐπαροτρύνων (sic) iid. ante Migne. 26. παραιτώμεθα τὴν ἀρὰν] μὴ παραιτώμεθα τὴν ἀρέτην iid.)

586
[*](e) γινέσθω μηδεὶς, ἐπειγώμεθα δὲ μᾶλλον τοῖς εἰς εὐπείθειαν αὐχήμασι τὰς ἑαυτῶν καταφαιδρύνειν ψυχάς. ἀπρακτήσει γὰρ οὕτω τὰ ἐξ ἀρᾶς, καὶ τοῖς ἐξ ἰδίας ἡμερότητος ἀγαθοῖς ὁ τῶν ὅλων ἡμᾶς καταπιανεῖ Δεσπότης.

Καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε· ἐκλαύπτετε δάκρυσι τὸ θυσιαστήριον Κυρίου κω κλαυΘμῷ κω στεναγῷ ἐκ κόπων, ἔτι ἀξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶι χειρῶν ὑμῶ;

[*](844 A. a)

Πλεῖστοι μὲν ἦσαν κατὰ τὸν νόμον τῶν θυσιῶν οἱ τρόποι. αἱ μὲν γὰρ προσεκομίζοντο κατ’ εὐχὴν ἑκούσιον, οἱ δὲ ἦσαν χαριστήριοι, καὶ μὴν καὶ περὶ ἁμαρτίας. δέκαταί δὲ αὖ καὶ ἀπαρχαὶ, καὶ ὁ τοῦ διδράχμου δασμὸς, ὡς ἐκ νομικῶν ἐνταλμάτων τοῖς τῶν ἱερέων προσεφέροντο λόγοις. προσάγοντες τοίνυν εἰς θυσίαν τῷ Θεῷ τὰ ἑκούσια, παρεκόμιζον, [*](Supra i. 13.) ὡς ἔφην, τὰ χωλὰ καὶ τυφλὰ καὶ ἁρπάγματα τὰ ἐκ τῆς αἰχμαλωσίας, ἀειλογοῦντες κακὰ, ἄνω τε καὶ κάτω τὴν δήωσιν ὀνομάζοντες, καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐπενηνεγμένην [*](b) πτωχείαν, καίτοι τοῦ πάντα ἰσχύοντος Θεοῦ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ἀσυγκρίτῳ μὲν αὐτοὺς ἡμερότητι κατευφραίνοντος, ἀπονέμοντος δὲ πλουσίως τὰ, οἷς ἦν εἰκὸς οὐ μετρίως ἐντρυφᾶν. προσεκόμιζον τοίνυν κατηφεῖς καὶ δεδακρυμένοι, μονονουχὶ τοῖς θύμασιν ἐποιμώζοντες λέγοντες τε τοῖς ἱερουργοῖς Ταῦτά ἐστιν ἐκ κόπων, τουτέστιν, οὐκ ἀμογητὶ προσπεπορισμένα, εὑρημένα δὲ μόλις ὡς ἐξ ἱδρῶτος καὶ πόνου. εἶτα, πῶς ἔτι φησὶν ἄξιον ἐπιβλέψαι με εἰς θυσίαν, ἢ πῶς ἂν ἔτι ποιήσαιμι παραδεκτὸν τὸ ἀπὸ γνώμης [*](c) οὐκ ἀγαθῆς ; θύειν γὰρ ἀκόλουθον ἱλαρῶς, ἑορτάζοντας καὶ εὐφραινομένους. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Παύλου [*](1. γενέσθω Edd. 3. τὰ assumptum ex Β. 10. χαριστήριον Aub. δεκαταὶ δὲ αὖ] δεκταὶ δεήσεις Β. 19. ἦν εἰκὸς hoc ordine Β. 23. εὑρημένα assuminum ex Β. 24. με assuinptum ex Β.)

587
φωνῆς ὀρθῶς εἰρημένον τοῖς συναγείρουσι τὰς διακονίας “ Μῆ ἐκ λύπης, ἣ ἐξ ἀνάγκης, ἱλαρὸν γὰρ δότην ἀγαπᾷ [*](2 Cor ix. 7.) “ ὁ Θεός.”

Οὐκοῦν εἰ θύοιμεν ἱλαρῶς, ἐποπτεύσει τε καὶ παραδέξεται καὶ ἐπαινέσει Θεὸς, παραδεξάμενος δὲ τιμήσει καὶ εὐλογήσει. εἶναι ’δε φημι τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ καὶ ἑτέραν τοῖς προκειμένοις ἐφαρμόσαι διάνοιαν. ἐπάρατον μὲν γὰρ ἐποιεῖτο, καὶ μάλα δικαίως, ὁ τῶν ὅλων Θεὸς τὸν βεβηλοῦντα τῶν [*](d Supra ver. 10.) πατέρων τὴν διαθήκην, διὰ ’δε γε τοῦ ὀθνείαις συνάπτεσθαι γυναιξὶν, ἐξωσθεισῶν τῶν ἐκ γένους καὶ ἐπ’ οὐδεμιᾷ πολλάκις αἰτίᾳ κατεγνωσμένων. ᾐτιᾶτο δὲ πρὸς τούτοις τῶν ἱερέων τινὰς, ὡς λαμβάνοντας πρόσωπα ἐν νόμῳ, καὶ δὴ [*](Ib. 9.) καὶ ἔφασκεν “Ἐξολοθρεύσει κύριος τὸν ἄνθρωπον τὸν πόμ’ [*](Ib. 12.) “ οῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων Ἰακὼβ, “ καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτουρι.” εἶτα τούτοις προσέθηκεν εὐθύς Ἐκαλύπτετε δάκρυσι τὸ θυσιασιήριον κυριοῦ καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων. τὸ δέ [*](e) Ἐκαλύπτετε, νοητέον ἀντὶ τοῦ Πληροῦσθαι παρεσκευάζετε θρήνων καὶ οἰμωγῆς τὸ θεῖον θυσιαστήριον. γύναιά τε γὰρ τὰ παραλόγως ἐξωσμένα, καὶ οἱ κρίσιν ἄδικον τὴν παρ’ ὑμῶν τῶν ἱερέων ἐκτόπως ὑπομεμενηκότες περιίστανται τὸ θυσαστήριον, τοὺς τῆς ἀδικίας ἀνοιμώζοντες τρόπους καὶ ἐκ κόπων τῶν αὐτοῖς ἐπενηνεγμένων δακρυρροοῦντες ἀσχέτως. εἶτα πῶς ἄρον ἐπιβλέψαι φησὶν εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν [*](a 845 Α.) ἐκ τῶν χειρῶν ὑμῶν ; ὥσπερ γάρ ἐστιν ἀληθὲς τὸ ἐν βίβλῳ τῶν παροιμιῶν γεγραμμένον “ Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώ- [*](Prov. xix. 13.) “ μάτος ἑταίρας· ” οὕτως οὐκ ἂν λογισθείη καθαρός τε καὶ ἄμωμος ἱερεὺς, εἰ τοῖς θείοις θεσπίσμασιν ἐρρῶσθαι μονονουχὶ φράσας, καὶ τὸν πρέποντα τῆς ἱερουργίας πατήσας [*](3. ὁ Θεός] κύριος Edd, 6. φημι] φησι iid. 9. διαθήκην] διάθεσιν iid. του] + δεῖν iid. 10. ἐξωθηθεισῶν iid. 12. πρόσωπον iid. 14. Ἰακὼβ] Ἰσραὴλ iid. 15. θυσίαν] + τῷ Edd. (Vat.) 18. παρεσκευάζεσθε iid. 19. θεῖον om. Β. 20. τὰ assumptum ex Β. ἐξεωσμέαν Edd. 21. περιΐσταντο iid. 26. τῶν assumptum ex Β. 28. ἄμωμος] ἀμώμητος Edd. ἐῤῥῶσθαι μονονουχὶ] μονονουχὶ καὶ ἐρρῶσθαι iid. 29. ταῖς ἱερουγίαις iid.)

588
θεσμὸν, ὡς κατ’ οὐδένα τρόπον προσκεκρουκὼς προσάγοι τὸ θῦμα. φοβερὸν οὖν ἄρα τὸ ἀνίπτοις ὥσπερ χερσὶν [*](b) ἱερουργεῖν τῷ Θεῷ. χρῆναι γὰρ ἔγωγε φημι παντὶ σθένει κεκαθαρμένους κατά γε τὸ ἐφικτὸν τῆς οὕτω σεπτῆς ἅπτεσθαι λειτουργίας. ἔξω γὰρ ὁ τοιόσδε καὶ ἁπάσης αἰτίας καὶ τῶν ἐξ ὀργῆς εὑρίσκεται κινημάτων.

Kαὶ εἴπατε Ἕνεκα τίονς ; δυ’ Κύριος διεμαρτύρατο ἀῶ μέσον σου κω ἀνὰ μέσον γυναικὸς νεότητός σου, ἣν εγκατέλιπες, κὼ αὕτη κοινωός θοῦ καὶ γυνὴ διαθήκης σου, κω οὐκ ἄλλως ἐποίησε, κὼ ὑπόλειμμα πνεύματος αὐτοῦ. κὼ εἴπατε Τί ἄλλο [*](c) ἢ σπέρμα ζητεῖ ὁ Θεός;

Ἐπαιτιωμένου Θεοῦ τὰ τοιάδε συχνῶς, καὶ ἀναπείθοντος μὲν ἀγαπᾶν τὰς ἐκ γένους, ἀποφοιτᾶν δὲ τῶν ἀλλοτρίων, καὶ ἀπονοσφίζεσθαι γάμων οὓς καὶ αὐτὸς ὁ θεῖος ἀπεκήρυξε νόμος, ἀσυνετοῦντες ἔφασκον Τι ἄλλο ἢ σπέρμα ζητεῖ ὁ Θεός ; [*](Exod. xxiii. 26.) εἴρηται, φησὶ, διὰ τῆς Μωυσέως ἐντολῆς “ Οὐκ ἔσται “ ἄγονος οὐδὲ στείρα ἐν υἱοῖς Ἰσραήλ.” ἔφη ’δε που καὶ [*](Gen. xxii. 17.) πρὸς Ἁβραὰμ ὁ τῶν ὅλων Θεός “ Πληθύνων πληθυνῶ [*](d) “ τὸ σπέρμα σου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. ” οὐκοῦν ὁ θεῖος, φησὶ, σκοπὸς εἰς πληθὺν ὁρᾷ καὶ παιδογονίαν, ἵνα καὶ εἰς πέρας ἄγοιτο τὸ πρέπον αὐτῇ τῆς πρὸς Ἁβραὰμ παιδογονίας ἡ χάρις· ἀλλ’ εἴτ' οὖν ἐξ ἀλλοτρίων, εἴτε ἐξ ὁμογενῶν τοῦτο πράττοιτο πρὸς ἡμῶν, ἀδιαφορεῖ τῷ Θεῷ, διεξάγεται γὰρ εἰς πέρας τὸ ἐπηγγελμένον. εἴπατε τοίνυν φησίν Ἔνεκεν τίνος ὁ Κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ [*](2. ὥσπερ] + ἄρα Edd. 4. σεπτῆς] σοφῆς iid. 7. ἕνεκα B. (Alex. XII. 26. 49.) ἕνεκεν F. Edfl. (Vat. c.) cf. infra. ὅτι Κύριος B. (Vat. ℵ) ὁ Κύριος F. Edd. (Alex.VlI.) cf. infra. 9. αὕτη] αὐτὴ Β. οὐκ ἄλλως F. Edd. (23, 106) cf. infia. οὐκαλλως VII. ουκαλος Alex. XII.] οὐκ ἄλλος Β. ουκαλον Vat. ℵ] 10. αὐτοῦ] σου Β. (22. al.) 1 17. που om. Β. 19. ὡς] ὡσεὶ Edd. 22. παιδογονίας] ἐπαγγελίας Edd. 23. ὑμῶν Aubertus.)

589
καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἢν ἐγκατέλιπες; ἀλλ’ εἴπερ ἕλοισθε τοῦτο λέγειν τό Ἕνεκα τίνος διεμαρτύρατο καὶ [*](e) προστέταχε μὴ δεῖν ἀποπέμπεσθαι τὴν συνῳκισμένην, ἐρῶ πρὸς τοῦτο κἀγώ Ἐννόησον ὅτι αὕτη κοινωνός σου καὶ γυνὴ διαθήκης σου, τουτέστιν, ὁμόσαρκός σοι καὶ κατὰ νόμον συνῳκισμένη καὶ οὐκ ἄλλως αὐτὴν δεδημιούργηκε Θεός. ἔστι δὲ οἶμαι καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ μονονουχὶ Συγκέκραταί πὼς ὁ ἀνὴρ σαρκικῶς τε καὶ ψυχικῶς τῇ κατὰ νόμον συνηρμοσμένη· καὶ ὥσπερ ἓν γεγόνασι σῶμα, οὕτω [*](a 846 A.) τρόπον τινὰ καὶ μία ψυχὴ, συνδεούσης αὐτοὺς ἀγάπης καὶ νόμου θείου συλλέγοντος εἰς ὁμοψυχίαν. ὑπόλειμμα τοίνυν πνεύματος τοῦ ἀνδρὸς τὴν γυναῖκα καλεῖ, καὶ οἱονεὶ μέρος τῆς αὐτοῦ ψυχῆς, διά τε τὴν ἕνωσιν, τὴν ὡς ἔν γε φημὶ τῇ κατὰ τὴν ἀγάπην ὁμοψυχίᾳ. μὴ τοίνυν πέρα τοῦ πρέποντος ἰόντες λόγου καταιτιᾶσθε Θεὸν, ὡς τάχα που καὶ ἀδίκως ἐπιπλήττοντα τοῖς ἀποπέμπουσι τῆς ἑστίας γυναῖκα νεότητος καὶ κιδθήκης καὶ πνεύματος κοινωνὸν καὶ [*](b) ἑνωθεῖσαν σαρκικῶς. οἶμαι δὲ ἔγωγε τὸν σοφώτατον Παῦλον κεκινημένον ἐντεῦθεν ἐπιστεῖλαι τοῖς πεπιστευκόσιν εἰς Χριστόν “ Δέδεσαι γυναικί; μὴ ζήτει λύσιν.” ἔφη [*](1Cor. vii. 27. S. Matth. xix. 9.) δέ που καὶ αὐτὸς ὁ Σωτῆρ’ “Ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα “ αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι “ καὶ ὁ ἀπολελυμένην γαμήσας, μοιχᾶται.” ἐρομένοις δὲ τοῖς Σαδδουκαίοις καὶ φιλοζητηταῖς Ἀνθ’ ὅτου “ Μωυσῆς [*](Ib. 7) “ ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου” καὶ ἀπαλλάττεσθαι γυναικός; ἔφη πάλιν “Ὅτι Μωυσῆς πρὸς τὴν σκληρο- [*](c Ib. 8.) “ καρδίαν ὑμῶν ἐνετείλατο· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· “ ὁ γὰρ πλάσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. ὃ οὖν [*](Ib. 4, 6.) “ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. [*](2. ἕνεκεν Edd. 7. αὐτοῦ] + καὶ iid. 8. συγκεκράτηται Β. κατὰ νόμον] + λατρείᾳ iid. 11–14 ὑπόλειμμα— ὁμοψυχίᾳ om. 15. πρέποντος] δέοντος Edd. 16. ἐπιπλήττοντος 18. ἔγωγε] ἐγὼ Β. 24. Σαδδουκαίοις καὶ] Σαδδουκαίων Edd. 26. Μωυσῆς] + μὲν iid. 29. ὁ om. iid.)
590
καὶ φυλάσσεσθε ἐν τῷ πνεύματι ὑμῶν, κοὶ γυναῖκα νεότητὸς σου μὴ ἐγκαταλίπης· ἀλλ' ἐὰν μισήσας ἐξαποστείλης, λέγει Κύριος Παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καλύψει ἀσέβεια ἐΜ τὰ ἐνθυμήματα ὑμῶ, λέγει Κύριος· καὶ φυλάζεσθε ἑ τῶ πνεύματι ὑμῶν κὼ οὐ μὴ ἐγκαταλίπητε Τὴμ συνθήκην.

Τοῦ νόμου σαφῶς καὶ ἀναφανδὸν διαγορεύοντος, ἐξεῖναι τοῖς ἐθέλουσι προσρίπτειν ταῖς συνηρμοσμέναις βιβλίον ἀποστασίου, καὶ ἀνεγκλήτως ἀπαλλάττεσθαι τῆς συνῳκισμένης, ἐδόκει πὼς ἀντιφέρεσθαι τοῖς πάλαι τεθεσπισμένοις [*](d) μένοις τὰ διὰ τῆς τοῦ Προφήτου φωνῆς, ἄγοντος ὑπὸ δίκην, καὶ παρανομίας ἔγκλημα καταγράφοντος τοῦ τολμῶντος ἐξάγειν καὶ ἀπονοσφίζεσθαι γυναικός. οἰκονομικώτατα τοίνυν διὰ τῶν προκειμένων οὔτε ἄπρακτον ἀποφαίνει τὴν ἀρχαίαν ἐντολὴν, οὔτε μὴν ἀνοσίων ἐγχειρημάτων αὐτὴν ποιεῖσθαι πρόφασιν ἐπιτρέπει τισίν. οὐ γὰρ ἐπειδήπερ ἐφῆκεν ὁ νόμος δίδοσθαι τὸ βιβλίον, διὰ τοῦτο καὶ ἀνεύθυνοι διδόντες ὑμεῖς, ἵνα ταῖς ἀλλοφύλοις προσκέοισθε γυναιξίν. [*](e) ἀλλ’ εἰ καὶ ἔξεστιν ἀποστῆναι γυναίου, καὶ νομικαῖς τοῦτο πράττεσθαι ψήφοις, φυλάξασθε ἐν πνεύματι ὑμῶν τοῦ καταλεῖψαι γυναῖκα τὴν ἐκ νεότητος. τοῦτο γὰρ ἄμεινον, εἰ καὶ ἐφῆκεν ὁ νόμος τοῖς ἐθέλουσι τὴν ἀπόστασιν. Ἐὰν δὲ μισήσας ἐξαποστείλης, λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τουτέστιν, εἰ πιθανὴν καὶ εὐάφορμον ποιούμενος τὴν ἀποπομπὴν τῷ βιβλίῳ προσγράψειας Ὅτι μεμίσηκά τε, καὶ ἀποστελῶ· εἶτα, [*](847 Α. a)καλύψειέ τις ἀσεβεια τὰ ἐνθυμήματά σου, τουτέστιν, εἰ περικαὶ—ὑμῶν [*](1–4. ὑμῶν λέγει Κύριος] Oniittebant et pergebant tanquam scholion prius producentes Edd. 3. τοῦ om. F. Edd. (Alex.) cf. infra. 4. φυλάξεσθε B.F. (106.) φυλάξασθε Edd. 5. Haec τὴν συνθήκην accesserunt ex B. (22. al.) 6. νόμου] + δὲ Edd. καὶ ἀναφανδὸν om. Β. Statim διηγορευκότος Edd. 10. τὰ om. Aub. 12. ἐξάγειν] προσάγειν Edd. ἐπειδήπερ] + φησιν nd. 17. ἡμεῖς Pont. 19. φυλάξασθε habet Β, του] τὸ iid. 21, 22. Ἐὰν ’δε — τουτέστιν] Ἀλλ' ἐὰν—Ἰσραήλ. Τουτέστιν scholion hic dividentes iid. 24. προσγράψας Migne. μεμίσηκάς τε Aubertus. 24, 25. ἀποστελῶ· εἶτα, καλύψειέ τις ἀσέβεια τὰ ἐνθυμήματά σου, τουτέστιν] ἀποστελῶ· [ἀπεστείλω Migne] Καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου, Κύριος παντοκράτωρ καὶ φυλάξεσθε ἐν τῷ πν. ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε. (textum proponentes) Τουτέστιν Edd.)

591
γένοιτο τῶν σῶν ἐνθυμημάτων ἀσεβὴς καὶ βέβηλος ἡδονὴ, καὶ πρόφασις μὲν εἰκαία τὸ μισῆσαί ἐστιν, εὑρίσκῃ δὲ τῆς ἑτέρων ὥρας ἡττώμενος, καὶ γυναίοις ὀθνείοις προσκεῖσθαι θέλων, φύλαξαι, μὴ ἐγκαταλίπῃς, ἢ ἐπάρατος ἔσῃ πάντη [*](b) τε καὶ πάντως· ἔφην γὰρ ὅτι “ Ἐξολοθρεύσει κύριος τὸν [*](Supra ver. 12.) “ ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ “ σκηνωμάτων Ἰακὼβ καὶ ἐκ πρόσ’ ἀγόντων θυσίαν Κυρίῳ “ Παντοκράτορι.” καὶ ταυτὶ μὲν ὅσον εἰς ἐμφανῆ τε καὶ πρόχειρον λόγον· παραφυλακτέον δὲ καὶ τοῖς διὰ πίστεως κεκλημένοις εἰς ἁγιασμὸν, μὴ ἄρα πὼς ἀπενεχθεῖεν, ὡς πρὸς γυναῖκας ἀπηχθημένας Θεῷ καὶ ἀλλογενεῖς, εἰς τὰς βεβήλους αἱρέσεις. ἀπόχρη γὰρ αὐτοῖς εἰς καρποφορίαν πνευματικὴν τῶν τῆς [*](c) Ἐκκλησίας διδασκάλων ἡ καθαρά τε καὶ ἄμωμος παιδαγωγία, μονονουχὶ δὲ καὶ τέκνων αὐτοὺς εὐγενῶν ἀποφαίνει πατέρας τίκτοντας νοητῶς ἐξ ἀγαθῆς καρδίας τὰ τῆς εἰς Θεὸν ἀγάπης αὐχήματα· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.

[*](1. ἡδονὴ] ἡ δορὰ iid, 3. γυναίοις] + τοῖς Edd. 5. ἴφη Aubertus. 6. ταῦτα om. Β. 7. Ἰσραὴλ pro Ἰακὼβ Edd. Statim καὶ assumptum ex Β. 14. τε assuraptum ex Β. ἀμώμητος Edd. 15. δέ assumptum ex Β. ἀποφαίνειν iid. 17. Haec ᾧ ἡ—Ἀμήν accesserunt ex Β.)