In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἒπιστρέψατε πρὸς μὲ, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος Παντοκράτωρ. καὶ εἴπατε ’Εν τίνι ἐπιστρέψομεν; εἰ πτερνιεῖ ἄνθρωπος Θεόν; διότι ὑμεῖς πτερνίζετέ με. κω ἔρευε ’ν τίνι ἐπτερνίκαμέν σε; ὅτι τὰ ἐπιδέκατα καὶ ἀπαρχαὶ μεΘ’ ὑμῶν εἰσιν. καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε e εἰς ἀυτὰ, κω ἐμὲ ὑμεῖς πτερωίζετε. τὸ ἔτος συνετελέσθη, καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυροὺς, καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ.

Ἀποστήσας εὖ μάλα τῆς καθ’ ἑαυτοῦ γλωσσαλγίας, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἐκδυσωπήσας ὡς ἔνι, καλεῖ πρὸς μετάγνωσιν τοὺς ἡμαρτηκότας, τὴν συνήθη πάλιν αὐτοῖς ἡμερότητα χαριεῖσθαι λέγων, καὶ μάλα προθύμως. ὥσπερ γὰρ τοῖς ἐκτόπως ἐθέλουσι βιοῦν τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει ποινάς· οὕτως ἀνόπιν ὥσπερ ἰοῦσι, καὶ [*](a 858 A.) μὴν καὶ παραιτουμένοις τὸ ἔτι πλημμελεῖν, ὡς ἀληθῶς [*](2. τῶ om. Aubertus. Statim καθήκοντι pro καθεστηκότι Edd. 3. πατέρων] προγόνων iid. 6. προσεοικὸς iid. ante Migne. Statim τῶν pro τοῖς iid. 13. εἰ B. (Alex. XII.) cf. infra. μήτι Edd. (Vat. ℵ). 14. ἐπτερνίκαμέν Β. (Alex. 106.) ἐπτερνίσαμέν Edd. 16. Haec εἰς αὐτὰ accesserunt ex B. (22. al.) 18. αὐτοῦ ἔσται ἡ δ. αὐτοῦ Β. (Alex. XIL) ἐν τῷ οἴκῳ αὐτοῦ post ἡ δ. αὐτοῦ transp. Vat.] αὐτῶν ἡ δ. αὐτῶν F. Edd. 19. ἑαυτοῦ] ἑαυτῶν Edd. 22. ἡμερότητα accessit ex Β. 33. θέλουσι Edd. 25. καὶ assumptum ex Β.)

608
ἐπιγάνυται, πανταχοῦ τὴν ἀπόγνωσιν ὡς ὀλέθρου πρόξενον ἀποκείρων. ὅθεν ἐστιν ἰδεῖν, ὡς δεινήν τινα τῷ βίῳ νόσον εἰσφέρουσι, οἱ τὴν τῆς μετανοίας κιβδηλεύοντες χάριν, καί σφισιν αὐτοῖς ἐπιφημίζοντες ἀμαθῶς τὸ τῆς καθαρότητος ὄνομα. καίτοι πῶς οὐκ ἄμεινον ἐννοεῖν, ὅτι τὸ οἴεσθαί τε καὶ χρῆναι λέγειν εἶναι καθαροὺς ἀκαθαρσίας αὐτοῖς τῆς [*](Es. xliii. 26.) ἐσχάτης ἐπίκλημα φέρει; γέγραπται γὰρ ὅτι “ Λέγε σὺ [*](b) “ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς·’’ ψάλλει δέ που [*](Ps. 1. 5.) καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, [*](Hiob xiv. 4.) “ καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.” “Καθα- “ ρὸς γὰρ οὐδεὶς ἀπὸ ῥύπου,’ κατὰ τὸ γεγραμμένον. δεῖ δὴ οὖν ἄρα τοῖς οὕτως ἠῤῥωστηκόσι τὸ ἄναλκι, τῶν ἐκ μετανοίας ἀγαθῶν καὶ τῆς ἄνωθεν ἡμερότητος διανιζούσης εὖ μάλα τὸν μεμολυσμένον, καὶ δικαιούσης τὸν ἀσεβῆ. καλεῖ τοιγαροῦν εἰς μετάγνωσιν ἐξ ἡμερότητος τοὺς ἡμαρτηκότας. Ερομένοις δὲ αὖ, καὶ ἀναμαθεῖν ἐθέλουσι τῆς πλημμελείας [*](c) τὸν τρόπον, Εἰ πτερωιεῖ φησιν ἄνθρωπος Θεὸν, διότι ὑμεῖς πτερνίζετέ με; τὸ δὲ πτερνίζειν ἐστὶ τὸ συναρπάζειν, ἣ φενακίζειν, οἴεσθαί τε λαθεῖν ψευδομένους τυχὸν, ἢ καὶ δρῶντάς τινα τῶν ἐκτοπωτάτων. καὶ γοῦν ἐνεκότει μὲν ὁ Ἡσαῦ τῷ ’Ιακὼβ, τοῦ δὲ φονᾶν τὴν πρόφασιν ἐξηγούμενος ἔφασκεν Gen. “ Ἐπτέρνισε γάρ με τοῦτο ἤδη δεύτερον, τά τε πρωτοτόκιά [*](Gen. xxvii. 36.) “ μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου.’’ ἆρ’ οὖν περιέσται, φησὶν, ἄνθρωπος Θεοῦ, ἤγουν συναρπάσει τὸν πάντα εἰδότα; τί τοίνυν ὑμεῖς ἐμὲ πτερνίζετε;

[*](d)

Χρῆναι δὲ ὑπολαμβάνω πρὸς ἀκριβῆ διασάφησιν τῶν προκειμένων ἡμῖν ἐννοιῶν ὀλίγα ἄττα καὶ νῦν εἰπεῖν, ἃ καὶ ἐν τοῖς τοῦ Ἔσδρα γέγραπται βιβλίοις. ἐπειδὴ γὰρ ἐπανῆκον [*](2. ἔστιν ἰδεῖν hoc ordine Β. δεινά Edd. βίω] + τὴν iid. 4. ἀμαθῶς] ἀληθῶς iid. 6. Haec λέγειν εἶναι accesserunt ex B. 7. ὅτι om. B. 8. ἁμαρτίας] ἀνομίας Edd. που et ἡμῖν et ὅτι oni. Β. 12. ἄρα assumptum ex Β. 13. διανιζούσης] διανιπτούσης Edd. 19. καὶ] + τι iid. 21. φονᾶν] φθονεῖν iid. 22. ἐπτέρνισε hahet B. τοῦτο post δεύτερον transp. iid. 23. ἔλαβε] εἴληφε iid. (Alex.) Statim καὶ add. iid. 27. ὀλίγα accessit ex B.)

609
εἰς τὴν Ἰουδαίαν τὴν Βαβυλωνίων ἀφέντες γῆν οἱ ἐξ Ἰσραὴλ, κατῳκήκασι μὲν ἐν τοῖς Ἱεροσολύμοις· ἐγήγερτο δὲ καὶ ὁ θεῖος ναὸς, καὶ ἦν ἐν κόσμω λοιπὸν τὰ τῶν ἱερέων τάγματα, [*](2 Esdr. vii. 1.) ᾠδοὶ καὶ ἱεροψάλται καὶ οἱ τοῖς πυλῶσιν ἐφεστηκότες. εἶτα τί τὸ μετὰ τοῦτο; ῥᾴθυμοι γεγόνασιν οἱ λελυτρωμένοι περί γε τὸ δεῖν τῶν θείων ἀντέχεσθαι θεσπισμάτων. οὐ γὰρ τετηρήκασι τὸν νόμον, λελόγιστο δὲ παρ’ οὐδὲν αὐτοῖς τῆς [*](e) θείας ἐντολῆς ἡ παράβασις. καὶ παρεκόμιζον μὲν εἰς θυσίαν μόλις καὶ ὀκνηρῶς τὰ τυφλὰ καὶ ἁρπάγματα καὶ χωλὰ καὶ [*](Snpra i. 13.) τὰ ἐνοχλούμενα. εἶτα κείραντες ἐν ἀγροῖς ἐν ῳρᾳ ’τον ἄσταχυν καὶ μὴν καὶ τὰ ἕτερα τῶν σπερμάτων, ἀποτρυγῶντες δὲ καὶ ἀμπέλους, καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἐκθλίβοντες, οὐ δεκάτας προσῆγον, καὶ τὰς κατὰ νόμον ἀπαρχὰς, ἵν ἔχοντα τὴν αὐτάρκειαν τὰ τῶν ἱερέων τάγματα, [*](a 859 A.) προσιζήσειαν μὲν ἀπερισπάστως ταῖς εἰς Θεὸν λατρείαις, προσμείνωσι δὲ ταῖς ἐκ νόμου τεταγμέναις αὐτοῖς λειτουργιαις. οὐδενὸς τοιγαροῦν προσκεκομισ μένου, διεσκεδάσθησαν μὲν οἱ τῶν θείων θυσιαστηρίων ἱερουργοὶ, ἔρημός τε οὕτως ἀπομεμένηκεν ὁ ναὸς, οὐ θυσίας τελουμένης, οὐχ ἑτέρου τινὸς δρωμένου τῶν εἰς δόξαν τελούντων Θεοῦ. διεφθείρετο δὴ οὖν ἅπαντα λοιπὸν τὰ ἐν ἀγροῖς, λιμῷ τε κατεπιέζοντο, [*](b) καὶ δὴ καὶ εἰς τοῦτο κατώλισθον ἀνάγκης τε καὶ ἀπορίας, ὡς καὶ αὐτὰ βούλεσθαι τοῖς ἔχουσι τροφὰς ἀπεμπολῆσαι τὰ τέκνα, μέχρις ἂν Ἔσδρας εἰς αἴσθησιν κεκλημένος τῆς [*](2 Esdr. v.) θείας ὀργῆς, ἐπέσκηψε περὶ τούτων τοῖς ἡγουμένοις τοῦ Ἰσραήλ· προσεκόμισάν τε οὕτω μόλις δεκάτας καὶ ἀπαρχὰς, [*](Ib. xii. 7-12.) καὶ λοιπὸν εἰσέδραμον οἱ ἱερουργοὶ, ἔστησαν τε τὰ συνήθη δρῶντες ἐν τῷ ναῷ. διὰ τί τοίνυν, φησὶν, ὑμεῖς [*](1. ’Ισραὴλ] ῾Ιερουσαλὴμ Edd. 2. ἐγήγερται iid. 5 τί om Β. 7. λελόγισται iid. 8. ἀρχαίας pro θείας iid. 10. ἀγρὸς] ἀργοῖς iid. ante Migne. 13. καὶ] οὐ iid. 14. ἵνα iid. 16. προσμένωσι iid, 18. διεσκεδάσθησαν] κατεσκευάσθησαν iid. Statim μὲν assumptum ex B. 20. ναὸς] λαὸς iid. Statim οὐ θυσίας—Θεοῦ om. B. 21. κατεφθείρετο iid. 23. τε om. B. 28. οἱ assumptum ex B. )
610
ἐμὲ πτερνίζετε; τὸ ἔτος συνετελέσθη, συνήχθησαν οἱ καρποὶ, καὶ παρ’ ὑμῖν ἔτι τὰ ἐπιδέκατα καὶ αἱ κατὰ νόμους ἀπαρχαί.

[*](c)

Καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται φησὶν ἡ διαρπαγὴ αὐτοῦ. ὅμοιον ὡς εἰ λέγοι Συνεκομίσασθε μὲν ἐξ ἀγρῶν ἐν τοῖς οἴκοις τοὺς καρποὺς, τάχα δέ που καὶ οἴεσθε σώζεσθαί τε ὑμῖν αὐτοὺς καὶ εὖ κεῖσθαι λίαν, ἀλλ’ ἐν αὐταῖς ταῖς οἰκίαις ἀφανισθήσονται, καὶ οὐδὲν διαρπαγῆς διοίσει τὸ χρῆμα. καταπιεσθήσεσθε γὰρ λιμῷ, καίτοι συνενεγκόντες, φησὶν, ἐν ἱδρῶτι μόλις τὰ εὑρημένα. Εἰσόμεθα δὴ οὖν κἀντεῦθεν ἡμεῖς, ὡς ἐν μεγάλαις αἰτίαις [*](d) κείσεται, τὸ μὴ προσάγειν Θεῷ τὰ εὐχαριστήρια καὶ ὧν ἃν χαρίσαιτο τὴν ἀρκοῦσαν ἀπονέμειν χάριν εἰς δόξαν αὐτοῦ. ἀλλ’ εἰ μὲν τοῦτο δρῴημεν, πάντη τε καὶ πάντως εὐλογήσει, καὶ ἀμφιλαφῶς χαριεῖται τὰ ἀγαθά· εἰ δὲ δὴ τὴν χεῖρα συστείλαντες, μόναις ταῖς ἑαυτῶν τρυφαῖς τὸ δοθὲν τηρήσομεν, οὔτ’ ἂν ἐπιδοίη προθύμως· σκορπιεῖ δὲ ὥσπερ καὶ [*](1 Tim. vi. 18.) αὐτὸ τὸ μόλις συνενεχθέν. εὐμεταδότους γὰρ εἶναι χρὴ καὶ κοινωνικοὺς καὶ προτιθέντας τοῖς ἄλλοις εἰς μέθεξιν τὰ παρὰ Θεοῦ δωρήματα.

Ἐπιστρέψατε δὴ ἐν τούτω, λέγει Κύριος Παντοκράτωρ· ἐὰν μὴ [*](e) ἀνοίξω ὕμ’ τοὺς καραῤῥάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὕμ’ τὴν εὐλογίαν νοῦ, ἕως του ἱκανωθῆναι· καὶ διατελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, κὼ ὁδ’ μὴ ἀσθενήσῃ ὑμῶ ἡ ἄμπελος ἡ ἐν ἀΓρῷ, λέγει Κύριος Παντοκράτωρ. καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος Παντοκράτωρ.

[*](6, 7. δὲ et ἀλλ’ assumpta ex Β. 1 1, δὴ assumptum ex Β. 12. ὧν] ὃν Edd. 13. χώραν pro χάριν iid. 17. ἐπιδοίημεν iid. 17–19. Haec σκορπιεῖ—προτιθέντας accesserunt ex B. 22. ὑμὶν τὴν μου Β. ℵ Alex. XII.) ὑμῖν post μου transp. Edd. (Vat.) 24. διαφθείρω ὑμῶν Β. (Vat. ℵ) διαφθαρῶ ὑμῖν F. Edd. διαφθερῶ ὑμῶν Alex.] )
611

Πάλιν ἀνίησιν ἐγκλημάτων, καὶ ἀπαλλάττει μὲν ἁπάσης [*](a 800 A.) αὐτοὺς αἰτίας, ὑπισχνεῖται δὲ χρηστῶς καὶ ἀμνησικάκως χαριεῖσθαι τὰ κατ᾿ εὐχὴν, καὶ ταῖς ἐπέκεινα λόγου κατευφραίνειν φιλοτιμίαις. βούλεται δὲ διὰ πείρας αὐτῆς καὶ πραγμάτων ἀναμαθεῖν, ὡς ἔσται πάντως αὐτοῖς τὸ καρποφορεῖν ὀνησιφόρον. καὶ εἰ τοῦτο δρᾶν ἕλοιντο, καταδώσειν ἐπαγγέλλεται καὶ τὴν τῶν ὑετῶν ἄφθονον χορηγίαν, ἀμφιλαφῆ δὲ νεῖμαι τὴν εὐλογtaaόι, ὡς ἔχειν αὐτοὺς τῶν ἐδωδίμων ἄφθονον τὴν αὐτάρκειαν, καὶ ἁπαξαπλῶς τῶν ἐκ γῆς ἀγαθῶν b τὴν ἀποχρῶσαν μέθεξιν. διαστελῶ γάρ φησιν ὑμῖν εἰς βρῶσιν. τὸ δὲ διαστελῶ νοήσεις ἢ ἀφοριῶ, ἤγουν ὅτι τῶν ἐκ γῆς φυομένων ἕκαστον ἴδιον ἔχειν καιρὸν, καθ᾿ ὃν ἢ γίνεται τυχὸν ἢ πεπαίνεται. ὅτι δὲ βλάβης ἁπάσης ἀμείνων ἔσται τῆς γῆς ὁ καρπὸς, πολύβοτρυς δὲ καὶ εὐοινοτάτη λίαν ἡ ἐν ἀγροῖς ἄμπελος, ὑπισχνεῖται σαφῶς, ὧν εἰς πέρας ἐνηνεγμένων, μακαρίους τέ φησιν ἔσεσθαι λοιπὸν, καὶ οἷά τινα γῆν θελητὴν ὀνομάζεσθαι, τουτέστι, τὴν ἀξιέραστον διά τοι τὴν [*](c) εὐκαρπίαν καὶ γονιμότητα.

Οὐκοῦν εἴτις ἔχοι σπλάγχνα οἰκτιρμοῦ, τοιούτῳ δὴ πάντως [*](Cf. Col. iii. 12.) περιτεύξεται τῷ Θεῷ, καὶ ἀποσωρεύσει μὲν ἐν οὐρανοῖς, φάγεται δὲ τοὺς καρποὺς τῶν ἰδίων πόνων, κατὰ τὸ γεγραμμένον, [*](Ps. cxxvii. 2.) καὶ οὐκ ἔσται κατ᾿ ἐκεῖνον τὸν ἀπηνῆ τε καὶ ανουστατὸν πλούσιον, οὗ τὴν χώραν εὐφορηκέναι φησὶν ὁ Σωτῆρ ἐν παραβολαῖς εὐαγγελικαῖς. ὁ μὲν γὰρ ἔφασκε “Τί [*](S. Luc. xii. 17. 18, 19.) [*](25) “ποιήσω; καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, “ καὶ ἐρῶ τῇ ψυχῇ μου ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ [*](d) “ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου.” σκεπτομένῳ δὲ τὰ τοιάδε καὶ ἀμαθαίνοντι ὁ Θεός “ Ἄφρον, φησὶ, [*](Ib. 20.) “ ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ, ἃ δὲ [*](1. ἁπάσης αὐτοὺς hoc ordine Β, 2. χρηστῶς assumptum ex Β. 4. αὐτῆς] αὐτοὺς Edd. II. ὅτι Om. Β. 12. ἔχει iid. 15. ὧν] ὡς iid. 17. τοι] τε iid. 18. γονιμότητα] ὅτι γονιμωτάτη iid. 19. ἔχει iid. οἰκτιρμῶν iid. 23. οὗ] ὃν iid. εὐφορηκέναι Β. ἐμφορσκέναι Pont. ἐμπεφορηκέναι Aub. 26. πολλὰ assumptum ex Β. 28. τοιάδε] τοιαῦτα Edd. ὁ assuinptum ex Β. )

612
“ ἡτοίμασας, τίνι ἔσται;” οὐκοῦν, ὡς ἔφην, εὐλογίας ἔμπλεως ὁ κοίνων ἰκός· ὁ τοιοῦτος ἕξει καὶ νοητοὺς ὑετοὺς κατάρδοντας τὴν καρδίαν, καὶ ἱκανῶς κατευφραίνοντας, ῥαίνοντας, καὶ τοὺς τῆς εὐσεβείας ἐκδώσει καρποὺς, ἄλλοτε ἄλλως, καὶ [*](e) οἱονεί πὼς διεσταλμένους, τοῦτο μὲν ἀγάπη, τοῦτο δὲ χρηστότητι καὶ φιλαλληλίᾳ, ἀνδρείᾳ τε καὶ ὑπομονῇ διαπρέπων· ἔσται δὲ οἷά τις εὖ καρπὸς καὶ γονιμωτάτη γῆ, λαμπρός τε [*](Prov. xxii. 1.) καὶ διαβόητος καὶ τρισμακάριος ἀληθῶς. “ Αἱρετὸν “ ὄνομα καλὸν ἢ πλοῦτος πολὺς,’’ καθὰ γέγραπται.

Ἐβαρυνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶ, λέγει Κύριος, καὶ εἴπατε ’Εν τίνι κατελαλήσαμεν κατὰ σου; κὼ εἴπατε Μάταιος ὁ δουλεύων Θεῷ, καὶ τί πλέοι ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα [*](861 A. a) αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κύριου Παντοκράτορος; καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεώ καὶ ἐσώθησαν. ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύρω, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχε Κύριος καὶ εἰσήκουσεν.

Ὅτε τινὰς τῶν γνωρίμων ὠλισθηκότας εἰς ἁμαρτίαν [*](b) ἐπανορθοῦν ἐθέλῃ Θεὸς, παρακομίζει μὲν εἰς μέσον τὰ διεπταισμένα, διελέγχει δὲ σαφῶς, καὶ οἷον πλήττει μομφαῖς, ἵνα τοῖς ἰδίοις ἐπερυθριῶντες πλημμελήμασιν ἕλοιντό γε μεταφοιτᾶν ἐπὶ τὰ ἀμείνω καὶ χρησιμώτερα, σωθεῖέν τε οὕτω, τὸν παρ’ αὐτοῦ ζητήσαντες ἔλεον. αἰτιᾶται τοίνυν καὶ ἐφ’ ἑτέρῳ τινὶ τοὺς ἐξ ’Ισραὴλ, καὶ κοινὴν ὥσπερ τινὰ καὶ τοῖς μετ’ αὐτοὺς ἐξυφαίνει τὴν ἐπίπληξιν, τὸ χρῆμα εἰδὼς ἐπωφελὲς ἅπασι καὶ σωτήριον. ὅσα γὰρ τοῖς πρὸ [*](1. Cor. x. c 11.) ἡμῶν συμβέβηκε τυπικῶς “ ταῦτα γέγραπται πρὸς νουθεἀνδρίᾳ [*](6. Β. 9. καθὼς Edd. 10. ἐβαρύνατε Β. ἐβαρύνετε F. Edd. ἐν τοῖς λόγοις F. (42. Co.) 11. καὶ assumptum ex Β. 15. ἀνοικοδομοῦνται] + πάντες Edd. (Vat. ᾖ ἀντέστησαν] καὶ ἀντέστησαν τῷ Edd. (Vat.) 16. τὸν om. Β. (XII. 233.) 20. ἐθέλει Β. 21. ἐπταισμένα Β. 22. ἕλοιντό γε] ἕλοιντό τε Edd.)

613
“ σίαν ἡμῶν,” καθά φησιν ὁ σοφώτατος Παῦλος. αἰτιᾶται τοίνυν ἀθυροστομοῦντας αὐτοὺς, καὶ παλιμφήμοις ῥήμασι καταλυπεῖν ᾑρημένους. ἐβαρύνατε γάρ φησιν ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν. καὶ ποῖος ἦν ἄρα τῆς καταλαλιᾶς ὁ τρόπος; εἴπατέ φησι Μάταιος ὁ δουλεύων Θεῷ, καὶ ὅτι τὸ περιττὸν οὐδὲν ἐν τῷ βούλεσθαι τηρεῖν τοι φυλάγματα αὐτοῦ, τουτέστι τὰ διὰ νόμου θεσπίσματα. εἰκαῖόν ἐστι πρὸς τούτῳ, φατὲ, καὶ τὸ ἱκετεύειν αὐτὸν, τουτέστι τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε προσάγειν λιτάς.

[*](d)

Καὶ ἀληθὴς μὲν πάντως ὁ τῶν ὅλων Θεὸς, εἰ ταυτί τε λέγοι καὶ καταιτιῷτο τοὺς ἐξ Ἰσραήλ. τίς δὲ δὴ τοῖς πεφλυαρηκόσιν ἡ τῆς ἁμαρτοεπείας πρόφασις, ἀναγκαῖον εἰπεῖν. μυρία μὲν γὰρ τὴν γῆν κατεβόσκετο γένη· ἀλλ’ ἐκ πάντων ἓν τὸ ἐξ Ἰσραὴλ ἐπελέξατο ὁ Θεὸς, ὠνόμασται δὲ μερὶς καὶ σχοίνισμα καὶ κλῆρος αὐτοῦ. οἰκειωσάμενος δὲ [*](Deut xxxii. 9.) πεπαιδαγώγηκε νόμῳ, ὠφέλησε διὰ προφητῶν. καὶ τί πρὸς ταῦτα πέπραχεν ὁ ἀπόπληκτος Ἰσραήλ; προσκεκύνηκε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, λελάτρευκεν εἰδώλοις, ἔφη τοῖς γλυπτοις [*](e) Ὕμεῖς ἐστε θεοὶ ἡμῶν. ἀγανακτήσας εἰκότως ἐπὶ τοῖς οὕτω δεινοῖς ἀνοσιουργήμασιν ὁ τῶν ὅλων Θεὸς, ἐπαίδευε πολυτρόπως, καλῶν εἰς μετάγνωσιν λιμοῖς, ἀνεμοφθορίαις, καρπῶν ἐνδείαις, ἀκρίδι καὶ βρούχῳ, ἰκτέρῳ καὶ κάμπαις. οὔπω γὰρ πλήττειν ἤθελε χειρὶ στερεᾷ, μονονουχὶ δὲ καὶ μετασοβεῖν τοῖς δείμασι καὶ συμμέτροις ἔτι κινήμασιν ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ὠφελοῦν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ἀγαπῆσαι Θεόν. ἐπειδὴ δὲ οὐδεὶς ἦν αὐτοῖς οὐδὲ τοῦ συμμέτρου [*](a 862 A.) πλήττεσθαι λόγος, ἀπῴχοντο δὲ ἀχαλίνως εἰς πᾶν εἶδος ἀκαθαρσίας, ἔπεμψεν εἰς αἰχμαλωσίαν, καὶ ὑπὸ χεῖρα πεσεῖν παρεσκεύασε τὴν Βαβυλωνίων. ἐπειδὴ δὲ κέκληνται [*](2. τοίνυν] + τοὺς Edd. 3. καταλυπεῖν] καταλαλεῖν iid. 5. τὸ assumptum ex Β. 6–8. τουτέστι—αὐτὸν om. Β. 11. τίς] τί 12. ἑμαρτοεπείας] ἁμαρτίας iid. 13. Haec τὴν γῆν accesserunt ex 16. νόμον iid. 22. ἀκρίδι] ἀκρίσι iid. 23. ἤθελον iid. ante Migne. τε pro δὲ iid. Statim καὶ om. Β. 24. δείμασι] δαίμοσι iid. δείμασι quod nunc leposui ex Β., conjecerat Pontanus. 29. Βαβυλωνίαν iid.)

614
πάλιν εἰς τὴν Ἰουδαίαν, Θεοῦ κατοικτείροντος, ἀνετείχισάν τε τὴν πόλιν, καὶ ἀνεδείμαντο τὸν νεὼν, πάλιν ἐτράποντο πρὸς τὸ ῥᾴθυμον, οὐ πληροῦντες τὰς εὐχὰς, οὐχ ἑπόμενοι τοῖς διὰ νόμου θεσπίσμασι, οὐ προσάγοντες δεκάτας ἢ ἀπαρχάς· ἀλλ’ ὀκνηροὶ καὶ μόλις ἐπὶ τὸ θύειν ἐρχόμενοι, καὶ κατασφάζοντες [*](b) τὰ χωλὰ, τὰ τυφλὰ, καὶ τὰ ἐνοχλούμενα, καὶ ταῦτα δρῶντας ἐκτόπως, οὐδὲν ἧττον ἐπαίδευε Θεὸς λιμῷ τε καὶ ἀκαρπίᾳ. οἱ δὲ, καίτοι δέον, εἴπερ ἦσαν ἀγαθοὶ καὶ τῶν συμφερόντων ἐπιστήμονες, ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς θεραπεύειν λελυπημένον τὸν τῶν ὅλων Θεὸν, ἀσύνετον ἐποιοῦντο τὴν καταβοήν. ἐπειδὴ γὰρ ἑώρων τὰ περίοικα τῶν ἐθνῶν, καίτοι Θεὸν οὐκ εἰδότα, προσκυνοῦντα δὲ μᾶλλον τοῖς γλυπτοῖς, καὶ τὴν ἐσχάτην νοσοῦντα πλάνησιν, ἐν [*](c) εὐπαθείᾳ ὄντα καὶ τρυφαῖς, ἔφασκον ἀσυνέτως Mάταιος δουλεύων Θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ; ἡμεῖς μὲν γὰρ, φησὶν, οἱ νομοφύλακες ἐν ἀφορίαις ἐσμὲν καὶ πληγαῖς, ᾠχόμεθα δὲ καὶ αἰχμάλωτοι, καίτοι προσπίπτοντες ἀεὶ καὶ ἱκέται γινόμενοι τῷ Κυρίῳ παντοκράτορι· οἱ δὲ τῶν τοιούτων δρῶντες οὐδὲν, οὐ πληγὴν ἔχουσιν, οὐ πόνον. οὐκοῦν μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται ποιοῦντες ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν. [*](d) ἀντιπράττουσι γὰρ κατὰ ἀλήθειαν τῆ τοῦ Θεοῦ δόξῃ κατὰ πολλοὺς τρόπους οἱ πλανώμενοι, καὶ τοῖς χωνευταῖς [*](Hier. ii. 27.) προσάγοντες τὰς θυσίας καὶ “ τῷ ξύλῳ λέγοντες Θεός μου “ εἶ σὺ, καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με.” ταῦτά φησι κατελάλησαν οἱ φοβούμενοι τὸν Κῦρον. δυσφημία δὲ πάλιν τὸ ἔγκλημα, καὶ τῶν ἐσχάτων ἀρρωστημάτων ἀπόδειξις ἐναργής. νοσούσης γὰρ διανοίας οἱ λόγοι, καὶ μεθύοντος νοῦ θεοστυγὲς ἀπόβρασμα τὸ φάναι τι κατὰ Θεοῦ. ὅτι δὲ τῶν [*](2. ναὸν Edd. 3. τὰς assumptum ex Β. 4. οὐ accessit ex Β. 5. κατασφάξαντες Edd. 12. καίτοι] κοὶ τὸν iid. 14. εὐπαθείαις iid. 15. πλεῖον iid. προστάγματα] φυλάγματα iid. 16. μὲν assuinptum ex Β. Habet φησὶν Β. ἀπορίαις iid. 17. ᾠχήμεθα iid. 18. τῷ om. Β. 21. ἀνοικοδομοῦντες iid. 26. δυσφημίας iid. πάντως pro πόλιν iid.)
615
τοιούτων ἐπακροᾶται λόγων οἷον οὐ παρέργως, ἁλλ’ ἐν σπουδῇ, πεπληροφόρηκεν εἰπών Καὶ προσέσχε Κύριος καὶ [*](e) εἰσήκουσεν· “Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, [*](Sap. i. 7.) “ καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.’’ εἰ δὲ δή που τις γένοιτο κατὰ τῆς θείας αὐτοῦ δόξης λόγος, οὗτος ἔσται βαρὺς καὶ οἷον ἀφόρητος, καίτοι λίαν ἀνεξικακεῖν εἰωθότι· ταύτῃτοι καὶ ἔφασκεν ’Εβαρύνατε ἐπ’ ἐμὲ τοὺς λόγους ὑμῶν.

Δεῖ δὴ οὖν ἄρα, κἂν ὦμεν ἐν πόνοις, χρησίμως ἡμᾶς παιδεύοντος τοῦ Θεοῦ, μὴ λίαν ἀκηδιᾶν, μήτε μὴν οἴεσθαι τὸν[*](a 863 A.) οὕτω φιλάρετον ἀφειδῆσαι τῶν ἀγαθῶν· περιεργάζεσθαι δὲ μᾶλλον τὰ ἐφ’ οἷς προσκεκρούκαμεν, ἐκμειλίσσεσθαί τε οὕτω, καὶ τὸν ἔλεον αἰτεῖν. εἰ δὲ δὴ καί τινες τῶν φιλαμαρτημόνων ἐν εὐπαθείαις εἶεν κοσμικαῖς, τὴν τῶν προσκαίρων ἀπόλαυσιν ἔχοντες, ἀπονέμειν ἀκόλουθον ταῖς ἀπορρήτοις οἰκονομίαις τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας τοὺς λόγους.

Καὶ ἔγραψε βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις [*](b) τοι κύρω καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ. καὶ ἔσονταί μοι, λέγει Κύριος Παντοκράτωρ, εἰς ἡμέραν ἥν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπo αἱρετιεῖ ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τοι ἔδ’ δουλεύοντα αὐτῷ.

Κατακερτομούντων αὐτοῦ τῶν ἐξ ’Ισραὴλ, καὶ ἀνόσια πεφλυαρηκότων κατ’ αὐτοῦ, “προσέσχε μὲν καὶ εἰσήκουσεν.’’ εἶτα δέον τοῖς ἡμαρτηκόσι τὴν πρέπουσαν ἐπαρτῆσαι δίκην, καὶ τοὺς τῆς ἀθυροστομίας εἰσπράττεσθαι λόγους, παρίησι [*](c) μὲν ὡς Θεὸς ἀμνησικάκως καὶ τοῦτο· ἐγγραφει δὲ βιβλίον μνημοσύνου τοῖς φοβουμένοις αὐτὸν, περὶ ὧν οἶμαί που καὶ [*](1. οἷον om. Β. 7. ἐβαρύνετε Edd. iit supra. 9. ἔτι pro ὄρα iid. 20. αἱρετιεῖ Β. (26, 49.) αἱρετίζει Edd, 21. εὖ assumptum ex Β. (22, 36, 51, 238.) 22. αὐτὸν Edd. 23. πεφλυαρηκότων κατ’ αὐτοῦ hoc ordine Β. 24. ἡμαρτημένοις iid. 25. πράττεσθαι jid. πάρεισι iid. 26. γράφει iid.)

616
αὐτὸς ἔφασκεν ὁ Δαυεὶδ πρὸς τὸν γράφοντα τὸ βιβλίον [*](Ps. cxxxviii. 16.)“ Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται.”

Εὑρήσομεν δὲ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν [*](S. Luc. x. 20.) τοῖς ἁγίοις λέγοντα μαθηταῖς “ Μῆ χαίρετε ὅτι τὰ “ δαιμόνια ὑποτάσσεται ὑμῖν· χαίρετε δὲ μᾶλλον, ὅτι τὰ “ ὀνόματα ὑμῶν ἐγράφη ἐν τῷ οὐρανῷ.’ ἐπαρᾶται δὲ καὶ [*](d) σφόδρα εἰκότως ὁ θεσπέσιος Δαυεὶδ τοῖς Ἰουδαίων δήμοις [*](ΠPs. lxviii. 29.) ἀπεκτονόσι Χριστὸν οὕτω λέγων “Ἐξαλειφθήτωσαν ἐκ “βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.” γράφεται τοίνυν τὸ τοῦ μνημοσύνου βιβλίον τοῖς φοβουμένοις Θεὸν, οὓς καὶ οἰκείους ἔσεσθαι φησιν ἑαυτῷ καὶ γνωριμωτάτους κατά γε τὸν τῆς περιποιήσεως καιρὸν, ὅτε καθιεῖται μὲν ὁ Χριστὸς ἐπὶ θρόνου δόξης αὐτοῦ, δορυφορούντων s.Matth. ἀγγέλων, “ καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ [*](S. Matth xxv. 33. 34.) “ ἐρίφια ἐξ εὐωνύμων, καὶ ἐρεῖ τοῖς ἐκ δεξιῶν Δεῦτε οἱ “ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι- “ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. τότε γὰρ αὐτοὺς αἱρετιεῖ, τουτέστιν αἱρετοὺς ποιήσεται, παραχωρῶν οὐδὲν εἰς φιλοστοργίαν τοῖς καθ’ ἡμᾶς πατράσιν, οἳ τοῖς ἰδίοις ἐπιγάνυται τέκνοις, ὅταν εἶεν μάλιστα σοφὰ καὶ εὐήνια, καὶ διὰ πλείστης ὅσης αἰδοῦς ποιοῦνται τοὺς φύσαντας.

Καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ανὰ [*](864 Α. a) μέσον ἀδίκου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος τῷ Θεῷ καἰ τοῦ μὴ δουλεύοντος.

τότε δὴ τότε, φησὶ, τῆς οὕτω σαθρᾶς εἰκαιομυθίας ἀποπαυσάμενοι καὶ τὴν ἀκρατῆ καὶ ἀπαίδευτον ἀνακόπτοντες γλῶσσαν, διαλοιδορήσεσθε μὲν οὐκ ἔτι τῷ φιλαρέτῳ Θεῷ, μονονουχὶ δὲ τὴν μέθην ἀποπεμψάμενοι, καὶ οἷον ἐπιστρέτὸ [*](1. assumptum ex Β qui τὸν prius scripsit. 6. ἐγράφησαν Edd. τοῖς οὐρανοῖς iid. καὶ assumptum ex Β. 21. ὅσης accessit ex B. 23. ἀδίκου B.F. (Alex.) ἀνόμου Edd. rf. infra. καὶ alt.] + ἀνὰ μέσον F. (32 al.) 25. σαθρᾶς] λαθρᾶς (sic) Pont. λαθραῖος Aub.)

617
φοντες ἐκ πλάνης, εὖ μάλα καταθρήσετε τί τε καὶ ὅσον ἐστὶ τὸ μεταξὺ δικαίου τε καὶ ἀνόμου, τοῦ δουλεύοντος Θεῷ καὶ τοῦ μὴ δουλεύοντος. οἱ μὲν γὰρ ἄνομοί τε καὶ ἐξήνιοι, καὶ τὸν [*](b) τῆς ὑπ’ αὐτῷ δουλείας ἀποσειόμενοι ζυγὸν, οἰχήσονται πρὸς ἀπώλειαν καὶ εἰς ἀτελεύτητον κόλασιν· “Ἔκει ἔσται ὁ [*](S. Matth. viii. 12.) “ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,’’ καθ’ ἁ γέγραπται· οἱ δὲ ἀγαθοὶ καὶ φιλόθεοι, καὶ τῶν θείων νόμων ἐπιστήμονες, καὶ ἁπάσης ἀρετῆς ἐπιμεληταὶ, λαμπροὶ καὶ ἡγιασμένοι, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον, καὶ ἐν ταῖς ἄνω γεγονότες μοναῖς, συνδιαιτήσονται μὲν ἁγίοις ἀγγέλοις, κοινωνοὶ δὲ τῆς δόξης ἀποφανέντες χριστοῦ, τοῖς εἰς μακραίωνα βίον ἐντρυφήσουσιν ἀγαθοῖς “Ἂ ὀφθαλμὸς οὐκ [*](c 1 Cor. ii. 9.) “ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἀνέβη,’’ κατὰ τὸ γεγραμμένον. πλὴν εὐημεροῦντας βλέποντες ἐν τῷδε τῷ βίῳ τοὺς τῆς φαυλότητος ἐραστὰς, γεγόνασι μὲν ἐν λογισμοῖς τῶν ἁγίων τινὲς, οὐκ ἠγνόησαν δὲ ὅτι τοῦ βίου τὸ πέρας ἕξουσιν εἰς ἀπώλειαν. καὶ γοῦν ὁ μακάριος Ἱερεμίας οὕτω πὼς φησί “ Δίκαιος εἶ κύριε, ὅτι “ ἀπολογήσομαι πρὸς σὲ, πλὴν κρίματα λαλήσω πρὸς σέ. “ τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ “ ἀθετοῦντες ἀθετήματα; ἐφύτευσας αὐτοὺς καὶ ἐῤῥιζώ- [*](d) “ θῆσαν· ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ “ τοῦ στόματος αὐτῶν, καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. “ καὶ σὺ, κύριε, γινώσκεις με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου.’’ εἶτα πάλιν φησίν “ Ἅγνισον αὐτοὺς ἐν [*](Ib. 3, 4.) “ ἡμέρᾳ σφαγῆς αὐτῶν. ἕως πότε πενθήσει ἡ γῆ;” ὁρᾷς ὅπως ἐμπέπτωκεν εἰς λογισμῶν δυσχέρειαν, οὐκ ἦγ’ νόησε δὲ τῶν δυσσεβούντων τὸ πέρας. ” Διότι πᾶσα σὰρξ χόρτος, καὶ [*](Es. xl. 6.) “ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου,’’ κατὰ τὸ γεγραμμενον.

[*](e)[*](1. ἐκ πλάνης om. Β. τί τε] τότε Edd. 2. τε assumptum ex Β. 17. τοῦ βίου τὸ hoc ordine Β. 19. κρῖμα iid. 20. ἅπαντες iid. 25. ἐν ἡμέρᾳ] εἰς ἡμέραν iid. (A.V. c.) 27. ἠγνόηκε iid. 28. διότι assiimptum ex B. 29. ἀνθρώπων iid. χόρτους Aubertus. )
618
[*](Κεφ. δ΄.)

Διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὡς κλίβνος, καὶ φλέξει αὐτοὺς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ πιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος Παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἕε αὐτῶ ῥίζα οὐδὲ κλῆμα.

[*](865 A. a)

Ἐν πυρὶ γὰρ ἔσεσθαι τὴν τῆς κρίσεως ἡμέραν ἐννοεῖν [*](2 8. Pet. iii. 10, 13.) ἀκόλουθον “ἐν ᾗ ἐν ᾗ οἱ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα ’δε καυσούμενα λυθήσονται, γῆ ’δε καὶ τὰ ἐν “ αὐτῇ ἔργα κατακαήσεται πάντα. καινοὺς δὲ οὐρανοὺς καὶ “ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν·” ἔφη γὰρ ὧδέ τις τῶν ἁγίων μαθητῶν. ἥξει τοίνυν φησὶν ὡς κλίβανος ἡ ἡμέρα Κυρίου, καὶ καταφλέξει μὲν ἅπαντας τοὺς ἀλλογενεῖς, προσθήσει δὲ τούτοις καὶ τοὺς ποιοῦντας [*](b) τὰ ἄνομα· μία γὰρ ἔσται τις κατ’ ἀμφοῖν ἡ δίκη. ἄθρει δὲ ὅπως ἀστειότατα νυνὶ διαμέμνηται τῶν ἀλλογενῶν. [*](Supra iii. 15.) ἐπειδὴ γὰρ αὐτοὺς ἐμακάριζον λέγοντες “ καὶ νῦν ἡμεῖς “ μακαρίζομεν ἀλλοτρίους, καὶ οἰκοδομοῦνται ποιοῦντες “ ἄνομα, ἀντέστησαν Θεῷ καὶ ἐσώθησαν,’’ ταύτῃτοι καταφλεχθήσεσθαί φησιν αὐτοὺς, ὡς τῇ τοῦ Θεοῦ δόξη πεπολεμηκότας, [*](Rom. i. 25.) καὶ προσκυνεῖν ἑλομένους τῇ κτίσει παρὰ τὸν κτίσαντα.

Λογιούμεθα δὲ καὶ ἑτέρως ἀλλογενεῖς ὀνομάζεσθαι τοὺς [*](c) εἰδωλολάτρας καὶ τοὺς καθ’ ἕτερόν τινα τρόπον ἠλλοτριωμένους τοῦ ἱεροῦ τε καὶ ἀπολέκτου γένους, οἷόν τι φημὶ τοὺς αἱρετικοὺς, περὶ ὧν ἃν λέγοιτο, καὶ μάλα εἰκότως [*](1 S. Joan. ii. 19.) “ Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν “ ἐξ ἡμῶν, μεμενήκεσαν ἃν μεθ’ ἡμῶν.’’ οὗτοι τὴν θείαν [*](3. ἡ prius om. Edd. (147.) 8. λυθήσονται habet Β. g. ἔργα om. Β. Statim κατακαυθήσεται Β. cf. supra 801 init. lO. αὐτοῦ om. B. 14. τις] τοῖς Edd. ante Migne. 15. ὅπως ἀστειότατα] οὕτως ἀστειότητα iid. Statim νῦν Β. 17. οἰκοδομοῦνται Β. ἀνοικοδ. Edd. 18. ὄνομα] + κοὶ iid, invito Β. (Alex, XII.) τοι assumptum ex Β. 20. τὴν κτίσιν Edd. 22. δὲ assuinptvim ex Β. 24. οἷόν τι φημὶ] φημὶ δὴ Β. 27. μεμενήκεσαν habet Β. )

619
εὐγένειαν ἀποβεβληκότες, ἀπονοσφιζόμενοί τε τοῦ ἱεροῦ καὶ ἀπολέκτου γένους τοῦ γεγονότος εἰς περιποίησιν· διὰ πίστεως [*](1 S. Pet. ii. 9.) δὲ δηλονότι τῆς ἐν Χριστῷ· οἱ τοιοῦτοι γοῦν πυρὸς ἔσονται τοῦ παμφάγου τροφή. ἐν ἴσῃ δὲ μοίρᾳ κείσονται παρὰ Θεῷ καὶ οἱ ποιοῦντες ἄνομα, κἂν εἰ ἐγκρίνοιντο τυχὸν τοῖς πεπιστευκόσι [*](d) καὶ ἐξειλεγμένοις, καὶ τὸν φύσει τε καὶ ἀληθῶς εἰδόσι Θεόν. οὐ γὰρ ἀπόχρη τοῦτο αὐτοῖς εἰς ἀπόνιψιν ἁμαρτίας, εἴπερ ἐστὶν ἀληθὲς, ὡς “ πίστις χωρὶς ἔργων νεκρά [*](S Jac. ii. 20.) “ ἐστι.’’ δικαιοῖ μὲν γὰρ ἡ πίστις ἡ εἰς Χριστὸν, καὶ τῆς τῶν προεπταισμένων ἀπαλλάττει κηλῖδος. εἰ δὲ δή τις μετὰ τοῦτο ῥᾴθυμός τε καὶ ἀναπεπτωκὼς εὑρίσκοιτο, πρός τε τὰ σαρκὸς καὶ τὰ τοῦ κόσμου πάθη ἐπιρρεπὴς, νενέκρωκεν οἱονείπως ἐν ἑαυτῶ τὴν πίστιν, προστιθεὶς μὲν οὐδὲν τῶν [*](e) ἐπαίνου μένων, παλινδρομήσας δὲ μᾶλλον ἐπὶ τὴν ἀρχαίαν τοῦ βίου σκαιότητα. περὶ τῶν τοιούτων φησὶ καὶ ὁ θεσπέσιος μαθητής “ κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι [*](2 S. Pet. ii. 21, 22.) τὴν ὀδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω “ ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· “ συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας Κύων “ ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, καὶ ὗς λουσαμένη εἰς “ κύλισμα βορβόρου.’’ οὐκοῦν ἐν ἴσῳ τοῖς ἀλλογενέσι καὶ [*](a 866 A.) οἱ ποιοῦντες ἄνομα, οἳ καὶ ἔσονται καλάμη, καταφλεχθήσονται δὲ οὕτως ὡσανεὶ κἀκείνη πυρὸς ἐπενηνεγμένου. μένου. συνάγεται γὰρ ὁ σῖτος εἰς ἀποθήκην, καθὰ καὶ ὁ Σωτῆρ’ φησι περὶ [*](S.Matth. iii. 12. Ib. xiii. 30.) τῶν ἁγίων θεριστῶν· τὸ δὲ ἄχυρον κατακαίεται πυρὶ ἀσβέστῳ. Ib.xiii. καὶ οὐ μὴ ὑπολειφθῇ αὐτοῖς ῥίζα οὐδὲ κλῆμα, τουτέστιν, οὐδεμίαν ἕξουσιν ἐλπίδα τοῦ καὶ αὖθις ἀναφυῆναι πρὸς ζωὴν, ζωὴν δέ φημι τὴν ἀξιέραστόν τε καὶ ὡς ἐν δόξῃ τῇ παρὰ Θεῷ, τὴν ὡς ἐν ἁγιασμῷ καὶ μακαριότητι νοουμένην. ῥίζης b μὲν γὰρ οὐκ εἰσάπαν ἐκκεκομμένης, οὔτε μὴν κλήματος οἷον ἐκ βάθους ἐξῃρημένου, σώζεταί τις ἐλπὶς τοῦ καὶ [*](3. Haec οἱ τοιοῦτοι γοῦν accesserunt ex Β. 6. τε] δὲ (sic) Edd. 7. πρὸς iid. 8. ὡς] + ἡ iid. 12. ἐπιρρεπὴς accessit ex B. 14. μᾶλλον] πόλιν Β. 20. τὸν ἴδιον ἔμετον Β. τὸ ἴδιον ἐξέραμα Edd. 27. ἀναφῦναι B. )
620
[*](Hiob xiv. 7.) ἀναφῦναι πάλιν· “ Ἔστι γὰρ δένδρῳ ἐλπὶς,” κατὰ τὸ γεγραμμένον· “ ἐὰν γὰρ ἐκκοπῇ, πάλιν ἐπανθήσει, καὶ ὁ ῥάδαμνος “ δὲ αὐτῆς οὐ μὴ ἐκλίπῃ.’’ εἰ δὲ δὴ κάτωθεν καὶ ἐξ αὐτῆς, ὡς ἔφην, ἀναβοθρεύοιτο ῥίζης, καὶ ἀγρίαν τῶν φυμάτων ὑπομένοι τομὴν, συνδιολεῖται πάντως αὐτῶ ἐλπὶς ἅπασα τοῦ καὶ εἰσαῦθις ἀναφυῆναι δύνασθαι πρὸς ζωήν. οὐκοῦν [*](c) ὡς ἐξ ὁμοιότητος τῆς τῶν φυτῶν ἐξῃρῆσθαί φησιν ἅπασαν τῶν φιλαμαρτημόνων μόνων ἐλπίδα. καὶ τοῦτο σαφῶς ὁ [*](Es. Ixvi. 24.) ῾Ησαΐας ἐπαγγέλλεται λέγων “῾Ο σκώληξ αὐτῶν οὐ τελευ- “ τήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται “ εἰς ὅρασιν πάσῃ σαρκί.”

Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά νοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ· κοὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. καὶ καταπατήσετε [*](d) ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶι ποδῶν ὑμῶ ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποῶ, λέγει Κύριος παντοκράτωρ.