In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Λῆμμα λόγου Κυρίου ἐμ τὸ Ἰσραὴλ ἑ χειρὶ ἀγγέλου αὐτοῦ.

Λῆμμά φησι τοῦ λόγου τῆς παρὰ Θεοῦ προφητείας οἱονεὶ τὴν λῆψιν. ἐδέχοντο γὰρ οἱ μακάριοι προφῆται διὰ τοῦ [*](d) Ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, τάς τε συμβουλὰς βουλὰς καὶ μὴν καὶ τὰς ἐπιπλήξεις ἐποιοῦντο πρός τινας, οὐκ ἐξ ἰδίας αὐτοὶ καρδίας, οὓς ἃν ἕλοιντο τυχὸν ἀνασπῶντες λόγους, ἢ ψευδοεποῦντες κατά τινας, διερμηνεύοντες δὲ τὰ παρὰ Θεοῦ, καὶ τοὺς ἄνωθεν τοῖς ἄλλοις καθαρῶς τε καὶ ἀμωμήτως διαπορθμεύοντες λόγους. οὐκοῦν τῆς προφητείας τὴν λῆψιν γενέσθαι φησὶ παρὰ κυροῦ. ὑπεμφαίνει δὲ διὰ τούτων, ὡς οὔτε προαγόρευσιν ἔχει τινὰ τῆς προφητείας ὁ [*](e) λόγος μοχθηροῦ τε καὶ ἀνιαροῦ πράγματος ὡς συμβησομένου τοῖς ἐξ Ἰσραὴλ, οὔτε μὴν ἐπαίνους ὡς βεβιωκότων ὀρθῶς· ἐπίπληξιν δὲ μᾶλλον ἔπι τε ἱερέας καὶ λαούς. τὸ δέ ἐν χειρὶ ἀγγέλου αὐτοῦ τοιώσδε νοήσεις· διαχειρίζοντος γὰρ ὥσπερ, ἤγουν ἐκπράττοντος, τὴν τῆς προφητείας διακονίαν τοῦ ἐπίκλην ἀγγέλου, τὸ λῆμμα γέγονεν ἐπὶ τὸν Ἰσραήλ. εἴρηται δὲ ἄγγελος ὁ Μαλαχίας δι’ αἰτίας ἃς ἤδη προεῖπον.

[*](819 A. a)

Θέσθε δὴ ἐμ τὰς καρδίας ὁμῶ. ἠγάπησα ὑμᾶς, λέγει Κύμιος.

Οὐ πάρεργον ποιεῖσθαι προστάττει τῶν ῥηθησομένων τὴν [*](1. καθαρᾶς τε κοὶ ἀναιμάκτου θυσίας B.D. καθαρά τε κοὶ ἀναίμακτος θυσία Edd. 2. τε assumiHiim ex B.D. 4. τῆς assumptum ex B.D. 12. δειρμηνεύονται D. 14. διαπορθμεύοντος λόγου D. 18. βεβιωκότων Β. βεβιωκόσιν D. Edd. 20. γὰρ assumptum ex B.D. 25. προστάττει ποιεῖσθαι inv. ordine D.)

549
ἀκοὴν, ἐσπουδασμένως δὲ μᾶλλον καὶ ἐν πλείστῃ προσοχῇ καὶ κατανοήσει. διακεῖσθαι γὰρ ὧδε προσήκει τοὺς θείων μέλλοντας ἀκροᾶσθαι λόγων, ὧν ἔσται πλείστη τε ὅση καὶ μάλα ἀμφιλαφὴς ἡ ὄνησις, ὅταν εἰς αὐτὸν εἰσχέωνται τὸν νοῦν. ψάλλει γάρ που καὶ ὁ θεσπέσιος Δαυείδ “ Ἐν [*](Ps. cxviii 11.) “τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἃν μὴ ἁμάρτω [*](b) “σοι.” ἔστι γάρ ἐστιν ἀκούοντά τινα μηδὲ ἀκοῦσαι δοκεῖν, εἰ μὴ ἅπτοιντο μὲν διανοίας οἱ λόγοι, ἀποπτάντες δὲ ὥσπερ τῆς τοῦ λέγοντος γλώττης, εἶτα μόνῃ προσαράξαντες τῇ τοῦ σώματος ἀκοῇ, εἰκαίοις ἐν ἴσῳ καταλογισθεῖεν κρυπτοῖς. τοιοῦτοί τινες ἦσαν οἱ περὶ ὧν ἐφη τις τῶν ἁγίων προφητῶν “ Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ [*](Hier. v. 21.) “ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσι.” παρεγγυᾷ τοιγαροῦν ἀναγκαίως ὁ Προφήτης λέγων Θέσθε δὴ ἐπὶ τὰς [*](c) καρδίας ὑμῶν, τουτέστιν, εἰς νοῦν ἔσω καὶ καρδίαν τοὺς θείους ἐναποτιθέμενοι λόγους, καὶ τῶν ἄνωθεν χρησμῳδημάτων συνέντες τὴν δύναμιν, συναινέσατε πάντως, ὡς ἠγάπησα μὲν ὑμᾶς λέγει Κύριος, ἠξίωσα δὲ ἁπάσης ἡμερότητος καὶ φειδοῦς καὶ τῆς τοῖς ἀγαπωμένοις πρεπούσης φιλοτιμίας. τοῦτο δὲ αὖ κατονειδίζοντος μὲν εὖ μάλα, ὡς πονηρὰ ἀντὶ ἀγαθῶν ἀπέδοσαν αὐτῷ, καίτοι δέον, ὡς ἀγάπης ἠξιωμένους, ἀντευφραίνειν ταῖς ἐπιεικείαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἁνδανόντων αὐτῷ σπουδαῖς τε καὶ προθυμίαις. εἰ γάρ ἐστι [*](d) τῶν ἀτόπων, τὸ μὴ βούλεσθαι τοῖς καθ᾿ ἡμᾶς ἀποδιδόναι τὰς ἀμοιβὰς, τίς ἂν γένοιτο λόγος ἐπὶ Θεοῦ τοῦ πάντα ἡμῖν πλουσίως διανέμοντος τὰ πρὸς εὐθυμίαν, εἰ μὴ βού- [*](4. εἰσχέονται D. 5. κοὶ] + φησιν D. Edd. 7. ἐστιν alt. om. Β, 8. ἀποπτὰν—προσαράξαντα τι D. 9. μόνῃ π. τῇ τοῦ σώματος ἀκοῇ Β. μόνην προσορράξοντες [προσαράξαντα D.] τὴν τοῦ σώματος [ἀκούοντος pro σώματος Edd.] ἀκοὴν D. Edd. 10. καταλογισθεῖεν] + καὶ Edd. repugnantibus Β. D. 11. οἱ assumptum ex B.D. 14. τοίνυν D. Statim ἀναγκαίως om. Β. habet D. 18. δὲ Β. τε D. Edd. 20. οὖ retinui ex Edd. Deest in B. In D, post δὲ, perforatum est a cimice spatiolum duo fere litterarum. κατονειδίζοντος μὲν εὖ μάλα edidi. κατονειδίζοντα μὲν εὖ μάλα. κατονειδίζοντός ἐστιν εὖ μάλα Β. εὖ μάλα κατονειδίζοντος μὲν Edd. 24. βουλεύεσθαι ut vid. D. 25. ἀμοιβὰς Β. ὀφειλὰς D. Edd.)
550
λοιτό τις αὐτῷ τῶν δεδωρημένων ἀντεκτίνειν τὰς ἀμοιβάς· εἰ καὶ ὅτι μάλιστα πρέποι ἃν ἐκεῖνο λέγειν τοῖς γε ἀληθῶς [*](Ps. cxv. 3.) ἀρτίφροσι “ Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν “ ἀνταπέδωκεν ἡμῖν ;

[*](c)

Καὶ εἴπατε Ἐν τίνι ἠγάπησας ἡμᾶς; οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύιος, καὶ ἠγάπησα τὸ Ἰακὼβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα, κὼ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου ;

Πλήττονται μὲν Ἰουδαῖοι κατὰ καιροὺς τοῖς ἐκ θείας ὀργῆς συμβαίνουσι, πολυτρόπως δεδυσσεβηκότες. ἀπῴχοντο γὰρ εἰς αἰχμαλωσίαν, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, οἴκων τε ἠρημωμένων, καὶ ὁμοῦ τῷ θείῳ ναῷ κατεμπρησθέντων [*](820 Α. a) τῶν Ἱεροσολύμων. πρόφασις δὲ τοῦ τὰ τοιάδε παθεῖν αὐτοὺς, τὸ ἀποφοιτᾶν ἑλέσθαι καὶ γνησιότητος τῆς πρὸς Θεὸν, καὶ ὀλίγου παντελῶς ἀξιῶσαι λόγου τὴν εἰς τὸν νόμον αἰδῶ. ἐπειδὴ τοίνυν ἀγαπῆσαι λέγοντος αὐτοὺς τοῦ Θεοῦ, καὶ σφόδρα γε, ἦν εἰκὸς τῶν ἐκ τῆς αἰχμαλωσίας διαμεμνῆσθαι κακῶν. φάναι τε οὕτω τυχὸν τό Ἐν τινι ἠγάπησας ἡμᾶς; οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς παριππεύει μὲν τὰ διὰ μέσου συμβεβηκότα, καὶ τὴν ἐπ’ αὐτοῖς [*](b) παρατρέχει διήγησιν, ἀνακομίζει γεμὴν τὴν τῆς ἀγάπης ἀπόδειξιν ἐπὶ τὴν τοῦ γένους ἀρχὴν, φημὶ δὴ τὸν Ἰακὼβ, ὃν ἀγαπῆσαι μὲν ἰσχυρίζεται, κατεστυγημένον δὲ πεποιῆσθαι τὸν Ἡσαῦ, καίτοι τοῖς τῆς φύσεως νόμοις εἰς ἀδελφότητα [*](1. οὐτῶ τῶν δεδωρημένων ἀντεκτίνειν Β. ἀντιτίνειν [detritum hoc verbum in D.] αὐτῷ τῶν δεδ. D. Edd. 3, ἀνταποδώσομεν — ἀνταπέδωκεν ἡμῖν Ε. ἀνταποδώσω—ἀνταπέδωκέ ἀνταπέδωκέ μοι D ut vid. Edd. 9. Πλήττονται Β. Ἐπλήττοντο iid. D legere non possum. 10. ἀπῴχοντο B.D. ἀπώθοντο Edd. 11. αἰχμαλωσίας iid. 12. τῶν θείων ναῶν iid. 13. προφάσει iid. 14.> καὶ B.D. τῆς Edd. 16. τὸν assumptum ex B.D. 17. ἐκ assumptum ex D. 19. ἠγάπησα ὑμᾶς Β. οἰκονομικώτατα Β. οἰκονομικω D. οἰκονομικώτατος Edd. 20. συμβεβηκότα] συμβεβήματα (sic) Pont. συμβήματα Aub. 23. πεποιῆσθαι D. Edd. ποιεῖσθαι Β. 24. τῆς assiimptum ex B.D.)

551
τῷ τετιμημένῳ συνδούμενον. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος “ Μήπω γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν [*](Rom. ix. 11.) “ ἣ φαῦλον,” ἀπόλεκτον ἐποιεῖτο τὸν Ἰακὼβ, ἐξ οὗ τὸ τῶν Ἰουδαίων Ἰουδαίων ἀνεφύη γένος, ἐκβέβληκε δὲ τὸν Ἡσαῦ. καὶ οὐ δήπου φαμὲν κατὰ πρόσκλισιν· οὐ γὰρ ἄδικος ὁ Θεὸς, οὔτε μὴν ἄνισον ἢ ἑτεραχθὲς τὸ ἐφ’ ἑκάστῳ τῶν ἐπὶ τῆς γῆς [*](c) διεξάγει κρῖμα· προεγνωκὼς δὲ ὡς Θεὸς τὰ παρ’ ἀμφοῖν ἐσόμενα καὶ τὸν ἑκάστου τρόπον, ἀγάπης ἠξίου τὸν ἀμείνω τε καὶ ἱερώτερον. καθάπερ ἀμέλει καὶ τὸν μακάριον Ἱερεμίαν πρὶν ἐν κοιλίᾳ διαπλάσαι φησὶν ἐγνωκέναι, ἁγιάσαι τε πρὶν [*](Hier.i.5.) ἐξελθεῖν ἐκ μήτρας. ἤδει γὰρ ᾔδει προφήτην ἐσόμενον καὶ ἐπιτηδείως ἔχοντα πρὸς ἀποστολὴν τὴν ἐπιοῦσαν τὸ δεῖν τῶν ἐσομένων ποιεῖσθαι τὴν προαγόρευσιν. οὕτω δὲ καὶ ἡμᾶς αὐτοὺς τοὺς ἐν πίστει δεδικαιωμένους ἡγιάσθαι φησὶν ὁ θεσπέσιος Παῦλος “ Οὓς γὰρ προέγνω καὶ προώρισεν [*](d. Rom. viii. 29.) “ ὁ Θεὸς καὶ Πατὴρ, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ “ αὐτοῦ ” τούτους καλέσαι τε καὶ ἁγιάσαι λέγεται. οὐκοῦν κατὰ πρόγνωσιν ἠξίωτο μὲν ἀγάπης ὁ Ἰακὼβ, μεμίσηται δὲ δικαίως ὁ Ἡσαῦ.

Ὦ τοίνυν, φησὶν, Ἰσραὴλ, ἠγάπησα μὲν ὑμᾶς. ψευδομυθήσαιμι γὰρ ἂν οὐδαμῶς, εἰ τοῦτο λέγοιμι πρὸς ὑμᾶς, εἴσεσθε δὲ μᾶλλον ὡς ἔστιν ὀρθός τε καὶ ἀληθὴς ὁ λόγος, εἰς τὴν τοῦ γένους ἀρχὴν ἀναφέροντες τῆς ἀγάπης τὸν τρόπον. ἄμφω μὲν γὰρ ἤστην ἐξ Ἰσαὰκ, ἀλλ’ ἦν ἀγαθὸς τοὺς τρόπους, καὶ φιλόθεος Ἰακὼβ, ὁ γεμὴν ἕτερος σκληρὸς [*](e) καὶ δυσάντητος καὶ ἕτοιμος εἰς βεβήλωσιν. ταύτῃτοι προσνένευκα τῷ Ἰακὼβ, καὶ τὸν μὲν ἐκνεμηθέντα τῷ Ἡσαῦκατηφάνισα κλῆρον, ἔδωκά τε αὐτὸν εἰς ἐρήμωσιν. συγκεκρότηκα δὲ τῇ παρ’ ἐμαυτοῦ φειδοῖ τὸν τοῦ Ἰακὼβ, τουτέστιν [*](4. ἀνεφύη D ut vid. Edd. ἀνέφυ Β. 5. πρόσκλισιν] Sic correxi. πρόσκλησιν B.D. πρόκλησιν Edd. 6. ἑτεραχθὲς Β. ἑτεραλκὲς D. Edd. 9 ἱερώτατον Β. Foramen in D. 1 1. Hic des. D. ἤδει alt. om. B. 12. ἐπιοῦσαν Β. ἐπὶ Edd. 15. ἔγνω iid. 18. ἠξίωται iid. 20. ψευδομαθήσαιμι iid. 25. φιλόθεος] + ὁ iid.)

552
ὑμᾶς, ἤτοι τὴν χώραν, ἢν κατῳκήκατε. ἰστέον δὲ ὅτι διερμηνεύεται μὲν ‘Ησαῦ Δρῦς· σκληρὸς δὲ καὶ ἀκαμπὴς, καὶ τοῖς ἐκ δρυὸς ξύλοις ὀλίγα παραχωρῶν ὁ Ἡσαῦ, ἐπεμπολήσας [*](821 A. a) δὲ καὶ τὰ πρωτοτόκια βρώσεως ἕνεκα μιᾶς, ὠνόμασται [*](Ezek. xxxn. 15.) δὴ καὶ Ἐδὼμ, ὅ ἐστι γήι·νος. ταύτῃτοι καὶ Ἰδουμαίαν κεκλῆσθαί φησι τὸ γράμμα τὸ ἱερὸν, τῶν ἐξ Ἡσαῦ γεγονότων τὴν χώραν, ἢν ἐχειρώσαντο κατὰ καιροὺς Ἰουδαῖοι, ἄβατόν τε καὶ ἀοίκητον ἀπέφηναν παντελῶς. καὶ τί ἂν βούλοιτο δηλοῦν τοῖς ἐξ Ἰσραὴλ τῆς προφητείας ὁ νοῦς ; ἐκεῖνο οἶμαί που. τὸν μὲν γὰρ Ἰακὼβ ἀγαπῆσαί φησι, [*](Gen. xxv. 27.) καὶ οὐχ ἑτέρου του χάριν, ἢ ὅτι γέγονεν ἀνὴρ “ ἄπλαστος, [*](b) “οἱκων οἰκίαν μεμισηκέναι ’δε ’τον ‘Ησαῦ, γέγονε [*](Heb. xii. 16.) γήινός τε καὶ “ βέβηλος” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. ἦν οὖν ἀναγκαῖον εἰδέναι τοὺς Ἰουδαίους, ὡς οὐκ ἃν συνέβη παθεῖν αὐτοὺς τὴν ἐρήμωσιν καὶ τὴν ἐκ τῆς ἐνεγκούσης εἰς ἀλλοφύλους ἀποδρομὴν, εἰ μεμίμηντο τὸν Ιακώβ. ἐπειδὴ δὲ ζηλωταὶ καὶ ὁμότροποι γεγόνασι τοῦ Ησαῦ, καὶ τῆς ἐκείνου σκαιότητος ἰόντες κατ’ ἴχνος κατεφωρῶντο, λοιπὸν δέδονται τοῖς ἐχθροῖς.