In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Tαχὺς εἰς ἔλεον ὁ Δεσπότης καὶ σώζει μεταγινώσκοντας. ἀπαλλάττει παραχρῆμα τῶν ἀρχαίων αἰτιαμάτων, καὶ καταληλούσης τῆς παρ’ αὐτοῖς ἁμαρτίας, ἀνίησι καὶ αὐτὸς τὴν ὀργὴν, καὶ μεταβουλεύεται τὰ χρηστά. ἐπειδὴ δὲ μεταθεμένους ὁρᾷ πρὸς τὸ ἀγαθὸν, μεταφοιτᾷ πρὸς τὸ ἥμερον, καὶ ἀναβάλλεται τὴν καταστροφὴν, καὶ φειδοῦς ἀξιοῖ. καὶ [*](Ezek. xviii. 31, 32, 23. C) γάρ ἐστιν ἀληθὴς ὅταν λέγη “Καὶ ἵνα τί ἀποθνήσκετε οἶκος “ Ἰσραήλ; λέγει κύριος· διότι οὐ θέλω ’τον θάνατον “ἀποθνήσκοντος, λέγει Ἀδωναΐ Κύριος, ὡς τὸ ἀποστρέψαι “αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὐτοῦ, καὶ ζῆν τὴν ψυχὴν αὐτοῦ.’’ κακίαν δὲ ὅταν λέγη, μὴ φαυλότητα νόει, τὴν κακωτικὴν δὲ μᾶλλον ὀργήν. οὐ γάρ ἐστι τῶν κακῶν ἐργάτης ὁ φιλάρετος ἡμῶν Θεός.

[*](Κεφ. δ΄.)

Καὶ ἐλυπήθη Ἰωνᾶς λὐπην μεγάλην, καὶ συνεχύθη· καἰ προσηύ- [*](d 2) ἕατο πρὸς κύρω κω εἶπεν Ὤ Κὐριε, οὐχ οὖτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ νοῦ ; διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρσεῖς, διότι ὕω ὅτι σύ ἐλεήμων καὶ οἰκτίρμων, μακρόθυμος κοὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. [*](3) καὶ νυν. Δίσποτα κύριε, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ ζῆν.

[*](1. αὐτὸν Edd. 3. ἐπέστρεψαν F. 4. ὁ Θεὸς om. Β. 6. σώσει Edd. 7. ἀπαλλάττει] + δὲ Ud. 9, 10. ἐπειδὴ— ἥμερον om. Β. habet D, 12. Ταὶ assumptum ex Β. 14. λέγει Ἀδωναΐ Κύριος assumpta ex Β, 19. ηὔξατο Edd. (153.) 20. Ὦ Κύριε D. (Alex. 8) ὧδε Κύριε F. Edd. ὧδε Κ. 153) Κύριε Β. [ὦ δὴ Κύριε μου om. Edd. (153.) 22. σὺ] + Θεὸς F. Edd. (42. al.) [ὁ Θεὸς 24. λαβὲ] + δὴ F. Edd. (62. al.))
593

Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουο- [*](e) μένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐν- ηνεγμένου τοῦ καιροῦ, μεθ’ ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκῶ μένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ’ ὅτι ψευδοέπης εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ ^^’.^[• ^^ γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος [*](a 356 Α.) κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ’ ἑτέραις τισὶ καὶ ἀπορρήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυ- γνάζει διολωλόσιν. ἀλλ’ ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς ΘησF͂́ιζ́ ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι [*](d) χρηστὸς y.cCi οiκτiρμων ἐστὶν ὁ Δεσπότης, κόιὶ μετaaeιοῶν ἐπὶ ταῖς κaaιιλͅͅις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν ; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιοῦ μένος γψͅ ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ε'πιτι- [*](c) μήσειεν ἂν οὐδriς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως [*](4. πρ̣οηηελμένων pro προ.σδοκ. Edd. 5• προφήτης pro μακάριος lcovBiud. 6. καὶ prius om. iid. 7• ἥκιστα ἁγιοπρεπὲς pro ἁγιοπρ. ον^αμως’ύά. ΙΟ. ἕτεροι τινες assumpta ex Β. T2. εὐνοίαις pro ἐνν-· Edd. φησὶν Β. 14. καιροῦ τοῦ τοιούτου πμς τὸ πέρας iid. ΙΟ. του τόδε] Sic edidi. τοῦτό ’δε Edd. τοῦτο δὲ Migne. 17. ὀπέδραμεν iid. τε pro ’δε B. 19. ὁ Δεσπότης assumpta ex . 24. παρακαλῶν iid. 27. ἔχει iid. 28. τραύματα pro φαρμοκα Β.)

594
καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα.

[*](d)[*](4 5)

Καὶ εἶπε Κύριος πρὸς Ἰωνᾶν Εἰ σφόδρα λελύπησαι αύ; καὶ ἐξῆλθεν Ἰωνᾶς ἐκ τῆς πόλεως καὶ ἐκάθισεν ἀπέναντι τῆς πόλεως, καὶ ἐποίησεν αὐτῷ ἐκεῖ σκηνὴν, καὶ ἐκάθητο ὑποκάτω αὐτῆς ἐν ακιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.

Oὐκ ἐᾷ ταῖς ἀκηδίαις καταπνίγεσθαι τοῦ Προφήτου τὸν νοῦν, ἀναρρώννυσι δὲ ὥσπερ ἠσθενηκότα, καὶ χρηστῶς μὲν λίαν, πλὴν ὅτι λελύπητο, καταιτιᾶται χρησίμως. ὑπεμφήνειε [*](e) γὰρ ἂν ἕτερον οἶμαί τι παντελῶς οὐδὲν τὸ ἀναπυνθάνεσθαί τε καὶ λέγειν Εἰ σφόδρα λελύπηται· μονονουχὶ δὲ καὶ ἐπιπλήττει λελυπημένῳ καὶ τῶν θείων κριμάτων οὐ συνιέντι τὸν σκοπόν. ἡμερῶν δὲ ἤδη διαγενομένων, καθάπερ ἔφην ἀρτίως, μεθ’ ἃς ἦν εἰκὸς ἀποπερανθήσεσθαι τὰ διηγγελμένα, εἶτα τῆς ὀργῆς ἀπρακτούσης ἔτι, συνίησι μὲν ὅτι κατηλέησε Θεὸς, πλὴν οὐκ εἰσάπαν ἔξω βέβηκε τῆς ἐλπίδος· οἴεται δὲ, ὅτι [*](387 Α. a) δέδοται μὲν αὐτοῖς ἀνάβλησις τοῦ κακοῦ μετανοεῖν ᾑρημένοις, πλὴν ἔσται τι πάντως τῶν ἐξ ὀργῆς, οὐκ ἰσοπαλεῖς τοῖς πταίσμασι τοὺς ἐπὶ ταῖς μεταγνώσεσι πόνους ἐπιδεδειχόσι. τί γὰρ ὠνήσειε τριήμερος ἱδρὼς τοὺς ἀτόπῳ παντὶ κατακεχωσμένους πράγματι, καὶ ταῖς οὕτω δειναῖς πλημμελείαις ἐνισχημένους; ταῦτα καθ’ ἑαυτὸν κατά γε τὸ εἰκὸς διενθυμούμενος, τοῦ μὲν ἄστεος ἀπεφοίτα, περιμένει δὲ τοῦ ἰδεῖν [*](3. καὶ assumptum ex Β. 7. ἐκάθησεν F. 8. ἑαυτῷ F. (ℵ, σκηνὴν tr. Alex.) 11, χρηστῶς Β. χρηστοὺς D. χρηστὸς Edd, 12. λελύπητο B.D. λελύπηται ud. 13. ἄν assumptum ex B. 14. λελύπησαι iid. 16. Haec καθ’. ἔφην ἀρτίως assumpta ex Β. 23. ὤνησε Β. κατακεχρωσμένους Β. Statim πράγματι assumptum ex Β. 25. κατισχημένους iid. 26. ἀποφοιτᾷ iid. τοῦ alt. assumptum ex Β.)

595
τι ἔσται αὐτοῖς· προσεδόκα γὰρ ἢ πεσεῖσθαι τυχὸν κατα- δονουμένην, ἢ κατεμπρησθήσεσθαι πυρὶ, καθὰ καὶ τὰ Σόδομα. σχεδιάζεται δὲ οἶκος αὐτῷ, καὶ σκηνὴ τὸ δρώμενον [*](b) ἢν.

Kαὶ προσέταξεν Κύριος ὁ Θεὸς κολοκύνθῃ, καὶ ἀνέβη ὑπέρ κεφαλῆς [*](6) τοῦ Ἰωνᾶ, τοῦ εἶναι εἰς σκιὰν ὑπεράνω τῆς κεφαλῆς αύτοῦ, τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶι κακῶι αὐτοῦ· καὶ ἐχάρη Ἰωνᾶς ἐπὶ τῇ κολοκύνθῃ χαρὰν μεγάλην.

Προστήττει δὴ πάλιν τῇ κολοκύνθη Θεὸς, καθὰ καὶ τῶ κήτει, κατανεύσας δηλονότι καὶ θελήσας μόνον. ἀνίσχει δὲ παραχρῆμα καλή τε καὶ εὐανθὴς, καὶ ὅλην εὐθὺς κατέῤῥεψε [*](c) τὴν σκηνὴν, καὶ οἷον ἀλείφει πρὸς εὐθυμίαν εὖ μάλα κατασκιάζουσα. χαίρει δὲ λίαν ὁ Προφήτης ἐπ’ αὐτῇ, καὶ γέγηθεν ἀληθῶς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ἀξιολήπτῳ πράγματι. αθρει δὴ οὑν κἀντεῦθεν τῆς ἐνούσης αὐτῶ διανοίας τὴν εἰς ἁπλότητα ῥοπήν. ἐλυπήθη μὲν γὰρ λύπην μεγάλην, ὅτι μὴ ἐκβέβηκεν εἰς πέρας αὐτῷ τὰ τῆς προφητείας· ἐχάρη ’δε αὖ χαρὰν μεγάλην ἐπὶ λαχάνῳ καὶ πόα.

Εὔκολος δὲ λίαν ὁ ἄκακος νοῦς πρός τε λύπας καὶ θυμηδίας. [*](d) ἄψει δὲ ἀτρεκῆ τὸν λόγον, τοῖς τῶν νηπίων ἤθεσιν ἐνορῶν, ἃ καταλγύνεται μὲν ἐπ’ οὐδενὶ πολλάκις, καὶ κλαίει λίαν ἐπὶ μικροῖς· γέγηθε δὲ αὖ, καὶ ἀθρόαν ποιεῖται τὴν ἐκ τοῦ λυπεῖσθαι πρὸς τὸ χαίρειν μετάστασιν, ἐπὶ μικρῷ δὴ πάλιν ἔσθ’ ὅτε καταθελγόμενα. ὅνπερ γὰρ τρόπον ἐν τοῖς ἀνθρωπίνοις σώμασι τὰ μὴ λίαν εὐρωστεῖν εἰωθότα πίπτει ῥᾳδίως, προσωθοῦντος τινὸς, κἂν εἰ μὴ τοῦτο δρῴη νεανικῶς, [*](1. προσεδόκει D. Edd 2. καθὼς Edd. τὸ pro τὰ D. 3. αὐτοῦ iid. 6. τοῦ prius om. F. Edd. (Alex.) εἰς assumptum ex B. (42.) 9. κολοκύντῃ D. (Alex.) 11. κατέρρεψε D. κατέρραψε B. κατήρεψε Edd. 12. καὶ assumptum ex Β ἅλσει pro ἀλείφει Edd. 13. σκιάζουσα iid. 14. μεγάλῃ .... πράξει iid. 16. γὰρ assumptum ex B. 20. νηπίων D. Edd. νηκτῶν B. ex corr. 23. μετάστασιν] ἀπόστασιν Β. 24. καταθελγόμενον B.)

596
[*](e) τρυφεροτέρᾳ δὲ ὥσπερ ἅπτηται χειρί· οὕτω καὶ νοῦς ὁ ἀπάνουργος, εὔκολος εἰς ἀποφορὰν τὴν ἐφ’ ὁτουοῦν τῶν κατατέρπειν αὐτὸν ἢ καὶ λυπεῖν πεφυκότων.

[*](7)