In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἀνέστη Ἱωνᾶς καὶ ἐπορεὐθη εἰς Νινευἰ, καθὼς ἐλάλησε Κύριος. ἡ δὲ Νινευὶ ἧν πόλις μεγάλη τῷ Θεῷ, ώσεί πορείας ὁδοῦ ἡμερῶν [*](4) τριῶν. κοὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσπορεὐσεθαι εἰς τἠν πόλιν, [*](e) ὡσεὶ πορεἀς ἁδοῦ ἡμέρας μιᾶς, καὶ ἐκήρυξε καὶ εἶπεν Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὶ καταστραφήσεται.

Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διεζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέθους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τρῶν, εἴ τις [*](382 Α. a) ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μιαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν [*](5. ἀνιεὶς f. 10. αὐτοῦ Edd. 12. ἐντ’. ἐντ. πεπ. μὲν inverso ordine iid. 13. τοῦτον iid. 16. διὰ] + τῆς iid. 17. καθὼς Β. (Alex.) καθὰ Edd. (Vat. 8) 19. τοῦ om. Edd. (153.) 20. ὁδοῦ assuraptum ex B. (Alex. XII.) 23. ἄγχεται Β. ἐξέρχεται Edd. δὴ assumptum ex Β. 25. δἐ assumptum ex Β.)

587
θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενὶ που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμεραι καὶ Νινευὶ καταστραφήτεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “ὅτι ἀνέβη ἡ κραυγὴ [*](b supra i. 2.) “τῆς κα,κίας αὐτῆς πρὸς με’ ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, [*](Hier. xxiii. 16.) καὶ ούχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος κυρίου, κατά τινας; οὐ τοῦτο φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον. οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ’ αὐτῶν πρὸς Θέον· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “ Ἀνάστηθι καὶ πορεύθητι εἰς Νιωευὶ καὶ κήρυξον ἐν αὐτῇ [*](Supra i. 2.) “ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς με’ σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι [*](c) λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “ Ὠ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου [*](Infra iv. 2.) ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.’’ ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θ,εοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα.

[*](1. ἐποιεῖ Edd. ποιεῖ correxit Migne. που om. Β. 5. ἐνταῦθα—ἄθρει τε] ἐνταῦθα δὲ ἄθρει μοι πάλιν ἐκεῖνο Edd. 9. τρεῖς ἡμέραι ἐβόα] φησὶν τρεῖς ἡμέραι iid. 12. μὲν assumptum ex B. 13—16. Haec οὐ Οὲὁν accesserunt ex Β. 19. ἄρχῃ Edd. 21—23. ἔτι—οἰκτίρμων ] καὶ)
588
[*](δ)[*](5)

Καὶ ἐπίστευσαν οἱ ἄνδρες Νινευἰ τῷ Θεῷ, καἰ ἐκήρυξαν καὶ ἐνεδύσαντο σάκκους ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶι.

Ἐμφαντικὸς ὁ λόγος, πεπιστεύκασι γὰρ οἱ ἐκ Νινευί φησι, τουτέστιν, οἱ ἐκ πόλεως τῆς ἐφ’ ἅπασιν ἀεὶ τοῖς ἀτόποις κατεγνωσμένης, ἐν ἢ πολὺς μὲν καὶ ἀναρίθμητος εἰδώλων ἐσμὸς, μυρία δὲ ὅσα τεμένη, καὶ ἐν σπουδῇ τὰ ἀπόρρητα. [*](e) γοητείαι γὰρ καὶ ψευδομαντείαι τὰ παρ’ αὐτοῖς τιμώμενα, καὶ σοφὸς ἦν ἄγαν ὁ περίεργον τοῖς ἄστροις τὸν ὀφθαλμὸν ἐνιεὶς, καὶ εἰς λῆξιν ἥκων εὐκλείας ὁ πρὸς πᾶν ὁτιοῦν τῶν ἀτόπων εὔκολος. ἀλλὰ πεπιστεύκασι τῷ Θεῷ ἀπς μικροῦ ἕως μεγάλου, τουτέστι, περιφανεῖς τε καὶ ἄσημοι, λαμπροὶ καὶ κατερριμμένοι, καὶ οἱ ταῖς ἐκ πλούτου τρυφαῖς ἐπιχεόμενοι, καὶ οἱ τῷ τῆς πενίας ἄχθει καταμεθύοντες· μία δὲ ἦν ἅπασιν ἡ σπουδὴ τὸ τοῖς τοῦ Προφήτου καταπείθεσθαι λόγοις. [*](383 Α. a) μέγα δὲ τὸ θαῦμα, καὶ πολὺς ἄγαν τῶν πεπιστευκότων ὁ ἔπαινος. ἕπονται γὰρ εὐθὺς ἀμελλητὶ πρὸς τὸ ἄμεινον καλοῦντι λοιπὸν, καὶ τρυφερὸν τοῖς θείοις κηρύγμασιν ὑπέχουσι τὸν αὐχένα, καὶ τοῦτο ἀλλογενοῦς καὶ ἑνὸς ἀνδρὸς, καὶ οὐ πάλαι διεγνωσμένου, καλοῦντος εἰς μετάγνωσιν.

Αλλ’ ὧδε μὲν τὰ Νινευιτῶν. ὁ δέ γε ἀπόπληκτος Ἰσραὴλ ἀπειθεῖ τῷ νόμῳ· διαγελᾶ τὰ Μωυσέως, οὐδὲν ἡγεῖται τὰ προφητῶν. καὶ τί τοῦτο λέγω ; γέγονε καὶ κυριοκτόνος, οὐδὲ αὐτῷ πειθόμενος τῷ πάντων ἡμῶν Σωτήρι’ Χριστῷ. [*](b) οὐκοῦν ἐν ἀμείνοσιν ἦν τὰ Νινευιτῶν, καὶ τοῦτο δέδειχεν ἀληθὲς ὁ τῶν ὅλων Θεὸς, οὕτω που λέγων πρὸς τὸν μακάριον [*](Ezek. iii. 4,6,7. ) προφήτην Ἰεζεκιήλ “Υἰὲ ἀνθρώπου, βάδιζε, εἴσελθε “πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, οὐ πρὸς λαοὺς πολλοὺς “ἀλλοφώνους ἤ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῆ γλώσσῃ “ὄντας, ὧν οὐκ ἀκούση τοὺς λόγους αὐτῶν· καὶ εἰ πρὸς [*](2. μικροῦ ἕως μεγάλου Β. (Alex.) μεγάλου αὐτῶν ἕως μικροῦ Edd. (Vat.) 7. αὐτῶν Edd. 13. μεθύοντες Β. 14. πείθεσθαι Β. 16. όμελλητι] οὐκ ἀμελητὶ Edd. οὐκ ἀμελλητὶ Migne. 21. τὸν ωσέα iid. 23. τῷ πάντων ἡμῶν Σωτήρι’ assumpta ex Β. 25. που om. Β. τὸν μ. προφ. assumpta ex Β. 2). τοῦ et πολλοὺς ἀλλοφώνους ἢ assumpta ex Β. 28. βαρεῖς pro στιβαροὺς iid. 29. ὧν ὧν—αὐτῶν assumpta ex Β.)

589
“τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἃν εἰσήκουσάν σου. ὁ δὲ “οἶκος Ἰσραὴλ οὐ μὴ θελήσωσιν ἀκοῦσαί σου, διότι οὐ “βούλονται εἰσακούειν μου, ὅτι πᾶς ὁ οἶκος Ἰσραὴλ φιλό- “νεικοί εἰσι καὶ σκληροκάρδιοι.” οἱ μὲν γὰρ ἀλλόγλωσσοι καὶ βαθύχειλοι καὶ σοβαροὶ τοὺς λόγους, τουτέστιν οἱ Νινευῖται, τετιμήκασι τὸ χρησμῴδημα, καὶ πρὸς τὸ χρῆναι [*](c) μετανοεῖν κεχωρήκασιν ἀμελλητί· ὁ δὲ φιλόνεικος Ἰσραὴλ οὐ τετίμηκεν, ὡς ἔφην, οὐδὲ αὐτὸν τὸν τοῦ νόμου καὶ προφητῶν Δεσπότην.

Καὶ ἦγγρσεν ὁ λόγος πρὸς τὸν βαοιλέα τῆς Νινευὶ, καὶ ἐξανέστη [*](6) ἀπό τοῦ θρόνου αὐτοῦ, καὶ περιειλετο τὴν στολὴν αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ ἐκάθισεν ἐπὶ σποδοῦ· καὶ ἐκηρύχοη καὶ ἐῤῥέθη ἐν τῇ Νινευὶ παρὰ τοῦ βασιλέως [*](7) καὶ παρὰ τῶv μεγιστάνων αὐτοῦ λεγόντων Οί ἄνθρωποι καὶ [*](d) τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηθὲν, μηδὲ νεμέσθωσαν καὶ ὕδωρ μὴ πιέτωσαν. καὶ περιεβάλοντο [*](8) σἀκκους οἱ ἄνθρωποι καὶ τὰ κτήνη, καὶ ἄνεβόησαν πρὸς τὸν Θεὸν ἐκτενῶς, καὶ ἀπέστρεψεν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καἰ ἀπὸ τῆς ἀδικἰας τῆς ἐν χερσὶν αὐτῶν λέγοντες Τίε οἶδε εἰ μετανοήσει ὁ Θεὸς καὶ ἀποστρέψει ἐξ ὀργῆς [*](9) Θυνοῦ αὐτοῦ, καὶ οὐ μὴ ἀπολώμεθα ;

[*](e)

Επιτείνει σφόδρα τῆς εὐπειθείας τὸν ἔπαινον, καὶ καταθαυμέζει μειζόνως τὸ ἕτοιμον εἰς ὑπακοὴν τῶν κεκλημένων εἰς μετάγνωσιν. ἐπειδὴ γὰρ τῶν τοῦ Προφήτου ῥημάτων [*](1. ἤκουσαν Edd. 2. οἶκος] + τοῦ Edd. (A.V.) διότι οὐ β.— Ἰσραὴλ ] ὅτι Edd. 5. βαθύχειροι (sic) iid. ante Migne. 8. ὡς ἔφην assumpta ex Β. 13. ἐῤῥήθη Edd. (XII ex corr. 97, 153.) Statim ἐν om. B. 14. λεγόντων Β. (22. al.) λέγων Edd. 15. μηθὲν assumptum ex B. (Alex. μηδὲν 8 XII.) 16. καὶ ὕδωρ μὴ B.F. (XII,) μηδὲ ὕδωρ Εdd. (ℵ A.V.) περιεβάλοντο B.F. (Alex. 8) περιεβάλλοντο 18. ἀπέστρεψεν Β. (Alex.) cf. infra. ἀπέστρεψαν Edd. (Vat. ℵ) ἐπέστρεψεν (311.) [ἀνέστρεψεν XII qui dicit Α. Θ. ἐπ̀έστρἅν habere.] Κύριος Edd. (sine ὁ 91, 153.) Statim καὶ παρακληθήσεται add. F. Edd. (42. al.) 22. θαυμάζει B.)

590
κατήκοοι ἦσαν, καὶ αὐτὸς ὁ τῷ σκήπτρῳ τετιμημένος καὶ ταῖς ἀνωτάτω κατεστεμμένος εὐκλείαις ὑπεχώρει μὲν εὐθὺς τῶν τῆς βασιλείας θρόνων, ἐρρῶσθαι δὲ φράσας ταῖς αὐτῷ πρεπούσαις στολαῖς, καὶ ἁλουργίδα ἐκδὺς περιεβάλετο σάλλον, [*](384 Α. a) τουτέστιν ἐν πενθικοῖς ἦν σχήμασιν· ἐφιζήσας δὲ καὶ σποδῷ σύνθημα τοῖς ἄλλοις ἐδίδου τὸ χρῆναι καὶ ἀσιτεῖν, καὶ ἀκαταλήκτοις λιταῖς ἐξημεροῦντας Θεὸν ἐξαιτεῖν τὸν ἔλεον. σοφοὶ δὲ λίαν οἱ Νινευῖται, συνεπιτηδεύοντες τῇ νηστείᾳ καὶ τῆς φαυλότητος τὴν ἀποστροφήν· μετανοίας γὰρ οὗτος ἃν εἴη καὶ μόνος ὁ ἀληθὴς καὶ ἀμώμητος τρόπος. ἐπειδὴ δὲ τὸ ἐν τούτοις εὐτεχνὲς οὐκ ἔχων ὁ Ἰσραὴλ, ἀλογωτάτην ἔσθ’ ὅτε καὶ βέβηλον ἐπεδείκνυτο τὴν νηστείαν, ἐκέλευε τῷ προφήτη Θεὸς εἰς ὕψος αἴροντα τὴν φωνὴν [*](Es. lviii. 5. b) ἀπαγγέλλειν αὐτοῖς, ὅτι ἀοῦ ταύτην τὴν νηστείαν ἐξε- “λεξάμην, λέγει Κύριος.” καὶ διὰ ποίαν αἰτίαν διαμεμήνυκεν [*](Ib. 3—5.) μήνυκεν αὐτὸς, ἐπενεγκὼν εὐθύς “Ἐν γὰρ “τῶν νηστειῶν ὑμῶν εὑρίσκετε τὰ θελήματα ὑμῶν, καὶ “πάντας τοὺς ὑποχειρίους ὑπονύσσετε· εἰς κρίσεις καὶ “μάχας νηστεύετε, καὶ τύπτετε πυγμαῖς ταπεινόν. ἵνα τί “μοι νηστεύετε ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν “φωνὴν ὑμῶν ; οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ “ἡμέραν ταπεινοῦν ἄνθρωπον τὴν ψυχὴν αὐτοῦ.’’ οὐκοῦν ἀμείνους οἱ Νινευῖται, καθαρὰν καὶ ἄμωμον ἐπιτελοῦντες Θεῷ τὴν νηστείαν. μεμαρτύρηκε γὰρ τὸ γράμμα τὸ ἱερὸν ὅτι απεστρψεν εκαστος απο τῆς οδου αυτου τῆς πονηρας καὶ [*](C) ἀπὸ τῆς ἀδικίας τῆς ἐν χερσὶν αὐτῶν. εἴσω δὲ λόγου καὶ φρενὸς τὸ δρώμενον ἦν. πεπιστεύκασι γὰρ ὅτι μετανοήσει Θεὸς καὶ ἀποδτρεψει τὰ ἐξ ὀργῆς. τὸ δὲ μετανοήσει φησὶ ἀντὶ τοῦ μεταβουλεύσεται, κἂν ἴδη μεταφοιτήσαντας ἐκ [*](1. βασιλεὺς pro τῷ σκήπτρῳ—εὐκλείαις Β. 2. εὐθὺς assumptum 3. ἔῤῥεσθαι Edd. 4. καὶ] + τὴν iid. περιεβάλλετο iid. 10 Haec καὶ μόνος ὁ accesserunt ex Β. 11. ὁ om. Aubertus. 12. ἐποιεῖτο pro ἐπεδ. Edd. Statim τὴν om. iid. 17. ὑμῶν prius] ἡμῶν Edd. correxi post Migne. 19-22. Haec ἵνα ψυχὴν αὐτοῦ assumpta ex B. 26. αὐτοῦ Edd. 27. γὰρ assumptum ex B. 28. ἀνακόψει pro καὶ ἀποστρέψει iid. 29. βουλήσεται pro μεταβουλεύσεται iid. ἴω εἴδη iid.)
591
φαυλότητος εἰς τὸ ἀγαθὸν, μετοιχήσεται καὶ αὐτὸς εἰς τὴν ὅτι μάλιστα φιλαιτάτην αὐτῷ γαλήνην καὶ φιλανθρωπίαν. ἔστι μὲν γὰρ ἀγαθὸς τῆ φύσει. πλὴν ἐπάγει τοῖς πλημμελοῦσι τὰς δίκας, καὶ τοῖς ἀκαθέκτως ἀπονενευκόσι πρὸς τὸ ἐξήνιον, οἷά τινα χαλινὸν ἀνακόπτοντα γενικῶς καὶ μετατιθέντα [*](d) πρὸς εὐπείθειαν ἐπιφέρει τὰ ἐξ ὀργῆς. ἄθρει δὲ ὅπως οἱ μὲν Νινευῖταί φασιν τίς οἰδεν εἰ μετανήσει ὁ Θεὸς καὶ ἀποστρεψει ἐξ ὀργῆς θυμοῦ αὐτοῦ καὶ οὐ μὴ ἀπολώμεθα· ὁ δέ γε σοφὸς Ἰσραὴλ, ὁ νόμῳ πεπαιδευμένος ὅτι χρηστὸς καὶ ἥμερος ὁ Δεσπότης, οὐκ ἀνέχεται οὕτω νοεῖν. ἔφασκον γὰρ ἀμαθαίνοντες “Αἱ πλάναι ἡμῶν καὶ αἱ ἀνομίαι ἡμῶν [*](Ezek. xxxiii.10.) ἐφ’ ἥμιν εἰσι, καὶ ἐν ἀυταῖς ἡμεῖς τηκόμεθα, καὶ πὼς ζησο- “μέθᾳ;" ἀλλ’ ἤκουον Θεοῦ λέγοντος ἐναργῶς Απο- [*](Ib. 11.) “στροφῆ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν τῆς πονηρᾶς, [*](e) “καὶ ἵνα τί ἀποθνήσκετε οἶκος Ἰσραήλ ;” ὃ δὴ δεδράκασι Νινευῖται, ταῖς εἰς τὰ ἀμείνω μεταδρομαῖς τὴν ἐπηρτημένην αὐτοῖς ἐκδυσωποῦντες ὀργὴν, πλὴν προσέταττον τοῖς ἀνθρώποις καὶ τὰ κτήνη συγκαταλγύνεσθαι, τροφῆς καὶ ποτῶν ἀποστερούμενα, καὶ οἷον πενθεῖν κατηναγκασμένα. καὶ τὸ χρῆμά ἐστιν ὑπερβολικὸν, οὐχ ὡς ἀναγκαίως γεγονὸς, ἢ Θεοῦ ζητοῦντος παρὰ τῶν κτηνῶν τὸν πόνον. ἐπεσημήνατο δὲ καὶ τοῦτο τὸ γράμμα τὸ ἱερὸν, τῆς τῶν Νινευιτῶν [*](a 385 A.) μετανοίας, ὡς ἔφην, ἐμφανίζον τὴν ὑπερβολήν. οἶδα μὲν οὖν ὅτι κατερυθριῶσί τινες ἐπὶ τῷδε, καί φασι κτήνη χρῆναι νοεῖσθαι τοὺς ἐν ἀνθρώποις ἀλογωτάτους. καὶ ἀληθὴς ὁ λόγος, καὶ εὖ ἂν ἔχοι κατὰ καιροὺς, εἰ τῇδε νοοῖτο παρά τινων. ἀλλ’ εἴς γε τῶν προκειμένων τὸν νοῦν ἁρμόσειεν ἃν ἐκεῖνό που τάχα, τὸ τῆς μετανοίας φημὶ κατασημαίνεσθαι [*](3. γὰρ μὲν Edd. 5. οἵᾳ τινι χαλινῷ ἀνακόπτοντι γ., κ. μετατιθέντι iid. 10. οὕτω assumptum ex Β. 14. ἀπεστρεψατε Edd. 18. ποτοῦ iid. 20. ἆν ρνο ἐστιν iid. 21. ἐπεσήμηνε iid. 22. ἡ γραφὴ pro τὸ γρ. τὸ ἱ. iid. 23. ὡς ἔφην assumpta ex Β. ἐμφανίζουσα 24. χρῆναι assumptum ex Β. 28. που τάχα om. Β. φημὶ assumptum ex Β.)
592
τὴν ὑπερβολὴν διὰ τοῦ καὶ αὐτῶν καθορίζεσθαι τῶν κτηνῶν ’τον πόνον.

Καὶ εἶδεν ὁ Θεὸς τά ἔργα αὐτῶι, δτι ἀπέστρεψαν από τῶι ὁδῶ [*](b) αὐτῶι τῶι πονηρῶν· καὶ μετενόησεν ὁ Θεὀς ἐπὶ τῇ κακίᾳ ῇ ἐλάλησε τοῦ ποιῆσαι αὐτοῖς, καὶ οὐκ ἐποίησεν.