In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει Κύριος Τοὺς [*](17) υἱοὺς Ἰσραήλ. καὶ ἐπιγνώσεσθε ὅτι ἐΓὼ Κύριος ὁ Θεὸς ὑμῶ ὁ κατασκηνῶν ἑ Σιὼν ἑ δρᾶ ἁγίῳ μου· καὶ ἔσται Ἱερουσαλὴμ ἀλία, καὶ ἀλλογενεὶς οὐ διελεύσονται δι’ αὐτῆς οὐκέτι.

[*](5. ἀνακράξεται b. καθώς Edd. ὁ θεσπέσιος assumpta ex Β. 6. κελεύσμτι] + καὶ Aub. 11. κατὰ pro μετὰ Edd. 12. ἠχῆς τῆς τοῦ ἀρχαγγέλου φωνῆς] φωνῆς τῆς τοῦ ἀρχαγγέλου iid. 13. τῆς παρὰ Θεοῦ σάλπιγγος om. Β. 15. τῷ assumptum ex Β. 18. τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ] καίτοι λέγοντος αὐτοῦ iid. 20. διαπρυσίας iid. 24. Κύριος alt. accessit ex Β. (XII. al.) Statim τοῖς υἱοῖς Edd. (Co.) 25. γνώσεσθε Edd. (36 al.) 26. ὁ om. iid. (22. al.) ἐν alt. assumptum ex B. (ℵ XII. c,) c.) 27. οὐκέτι B. ἔτι F.)
359

Ὄτε τὰ ἐγκλήματα τῆς ἀποστασίας τοῖς ἐξ Ἰσραὴλ ἐπεγράφοντο, καὶ δαμάλεσι μὲν προσεκύνουν ταῖς χρυσαῖς, [*](e) ἔφασκον δὲ ἀνοσίως “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες [*](Exod. xxxii. 9.) “ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου,” τότε καὶ ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τοῖς πολεμίοις ἑτοιμοτάτη προὔκειντο θήρα· ταύτῃτοι καὶ εἰς αἰχμαλωσίαν ἐπέμποντο. ἐπειδὴ δὲ ἐλέηνται, καὶ τὴν ἑαυτῶν κατῳκήκασι, χαλῶντος Θεοῦ τὰς ὀργὰς, ἄμαχοι λοιπὸν καὶ ἀνανταγώνιστοι γεγόνασι τοῖς ἐχθροῖς, ἀμογητί τε κεκρατήκασι, καίτοι πάντων τῶν ἐθνῶν συνειλεγμένων εἰς μάχην. γνώσεσθαι δὴ οὖν φησὶν αὐτοὺς ἀπό [*](a 242 Α.) γε τοῦ κατισχύσαι τῶν δι’ ἐναντίας, ὅτι καὶ ἐν αὐτοῖς ἐστι, καὶ ἐπαναπαύεται λοιπὸν τῇ Σιῶν ὡς ἁγίᾳ πόλει. ταύτῃτοί φησιν ὅτι φείσεται μὲν τῶν ἰδίων λαῶν, καὶ ἀλκιμωτάτους ἀποφανεῖ, μαθήσεσθαι δὲ αὐτοὺς ὅτι, καθάπερ ἔφην ἀρτίως, μετ’ αὐτῶν ἐστίν. ἔσεσθαι δέ φησι τὴν Ἱεριτσακὴμ ἁγιαν, τῆς ἀρχαίας που πάντως ἀφιλοθεΐας ἀπηλλαγμένην· οὐ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμουσαν τῆς λατρείας τοὺς τρόπους, ποὺς, οὐ ψευδομαντείας ἔτι καὶ γοητείας παρ’ αὐτῇ τιμωμένης, ἐννόμου δὲ μᾶλλον κρατούσης ζωῆς, καὶ ἀρίστων [*](b) ἐπιτηδευμάτων ἐν σπουδῇ γεγονότων αὐτοῖς. ἐχούσης δὲ οὕτω καὶ διαζῆν ᾑρημένης, οὐδένα φησὶ τῶν ἐθνῶν δι’ διττῆς παρελεύσεσθαι, οἷον οὐκ εὑ κατ’ ἀγών ἱστὸς ἔσται τισὶν οὐδὲ ἐν παρόδῳ τοῖς ἐθέλουσιν ἁρπαζομένη, ὡς πρότερον, μᾶλλον δὲ ἀσφαλὴς, καὶ ταῖς παρ’ ἐμοῦ δυνάμεσι καὶ ἐπικουρίαις εὖ μάλα τετειχισμένη.

Ἀληθὲς δὲ τὸ χρῆμα κἂν εἰ ἐπ’ αὐτῆς νοοῖτο τῆς Ἐκκλησίας Χριστοῦ. κήδεται γὰρ τῶν ἰδίων προσκυνητῶν, καὶ τῶν πολεμίων ἀμείνους ἀποτελεῖ, εὐσθενεῖς καὶ ἀλκιμωτάτους, [*](c) καὶ εὐρωστίας γέμοντας τῆς πνευματικῆς, εἰδότας τε [*](9. τε assumptum ex Β. 14. Haec καθόπερ ἔφην ἀρτίως assumpta ex Β. 16—18. τῆς ἀρχαίας—οὐ ψευδομαντείας ἔηι] τὴν ἀρχαίαν οὐκ ἔτι ψευδομοντείας Edd. 19. ἐννόμου] ἐν νόμῳ iid. 20. ἐν assumptum ex B. 21. ᾑρημένοις iid. ante Migne. ἐχθρῶν pro ἐθνῶν iid. 29. καὶ assumptum ex B.)

360
καὶ πεπιστευκότας ὅτι Θεὸς ἐν αὐτοῖς διὰ τοῦ Πνεύματος· [*](Eph. iii. 17,) κατοικεῖ γὰρ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τῆς πίστεως, καὶ ὡς [*](1S.Joan. iii. 24.) ὁ Εὐαλλελιστὴς Ἰωάννης φησὶν, “ Ἐκ τούτου γινώσκομεν “ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν.” ἁγία δὲ κατὰ τὸ ἀληθὲς ἢ νοητή που πάντως Ἱερουσαλὴμ, τουτέστιν ἠ Ἐκκλησία, ἔνθα τὰ τῶν ἁγίων τάγματα. οὐ [*](Gal. v. 24. d) γάρ εἰσι πάροδος ἀλλογενῶν· “Οἱ γὰρ τοῦ Χριστοῦ τὴν “σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυ- “μίαις·” μέμνηνται δὲ λέγοντος καί τινος τῶν σοφῶν [*](Eccles. x. 4.) “Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου “μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας. ἀσφαλῆ γὰρ ἔχουσι τὴν καρδίαν, οὐ βάσιμον, οὐχ ἱππήλατον τοῖς ἀκαθάρτοις πνεύμασιν, οὐ ταῖς τῶν παθῶν προσβολαῖς εἴκουσαν εὐκόλως, οὐ ταῖς τῶν ἑτεροδιδασκαλούντων ψευδοδοξίαις μεμολυσμένην, οὐ λογισμῶν ἀπατᾶίς σεσαλευμένην· ἑδραίαν δὲ μᾶλλον καὶ τοῖς τῆς ἀληθείας δόγμασιν εὖ μάλα πεπυργωμένην.

[*](e)[*](18)

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, κα οἱ βουνοὶ ῥυήσονται Γάλα, καὶ πᾶσαι οἱ ἀφέσεις Ἰούδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου Κυρίου ἐξελεύσεται καἰ ποτιεῖ τὸν χειμάῤῥουν τῶι σχοίνων.

Αναδεδειγμένης ἁγίας τῆς Ἱερουσαλὴμ, καὶ οὐκ οὔσης ἔτι βατῆς τοῖς ἀλλογενέσι, διά τοι τὸ κατασκηνῶσαι ἐν αὐτῇ τὸν τῶν ὅλων κύριον, φείσασθαί τε τοῦ ἰδίου λαοῦ, καὶ κατισχύσαι μὲν αὐτὸν, ἀποφῆναι δὲ καὶ τῶν ἀνθεστηκότων ἀμείνω, τότε δὴ τότε τὰ μὲν ὄρη γλυκασμον ἀποστα- [*](1. ὅτι] + ὁ Edd. 2. ὡς assumptum ex Β. 6. ἔνθα accessit ex Β. 7. ἐστι pro εἰσι Aub. 8. Haec σὺν—ἐπιθυμίαις accesserunt ex B. 9. μέμνημαι Edd. 12. οὐχ] οὐ ὁι’ iid. οὐδ’ Migne. 13—15. Haec οὐ ταῖς—οὐ λογισμῶν ἀπαταῖς accesserunt ex Β. F. Edd. (91, 130, 311.) 22. Ἀναδεδειγμένης Β. b. Ἀναδειμαμένης Edd. 23. τε pro τοι Edd. κατασκηνῶσαι] κατασκηνοῦν b. 26. τότε alt. assumptum ex Β. b. γλυκασμὸν ἀποσταλάξει Β. b. σταλάξονται γλυκασμὸν Edd.)

361
λάξει φησὶν, ῥυήσονται δὲ καὶ οἱ βουνοὶ τὸ γάλα, καὶ αἱ τοῦ [*](a 243 Α.) Ἰούδαι ἀφέσεις τὸ οἰκεῖον ἐκδώσουσι νᾶμα. ἀφέσεις δὲ οἶμαι λέγεσθαι τὰς τῶν πηγῶν ἐκδρομὰς, ἢ καὶ καθ’ ἕτερον τρόπον οἵπερ ἃν εἶναι λέγοιντο τῶν ὑδάτων ὀχετοί. καὶ ὄρη μὲν νοηθεῖεν ἂν οἱ πρὸς ὕψος ἀρετῆς ἠρμένοι, καὶ τοῖς αὐχήμασι τῆς ἐναρέτου ζωῆς τὸ τῶν ἄλλων ὑπερφέροντες μέτρον, οἱ περίοπτοι καὶ περιφανεῖς, ὁποῖοι ἦσαν οἱ μαθηταὶ, καὶ πρό γε τῶν ἄλλων ὁ Βαπτιστὴς, περὶ οὗ ὁ Σωτῆρ’ φησιν [*](b) “Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ [*](S.Matth. xi. 11.) “βαπτιστοῦ.’’ οὗτοι δὴ οὖν οἱ μεγάλοι καὶ γνωριμώτατοι σταλάξουσι γλυκασμὸν, καὶ οἷον μέλιτι καταχρίοντες τὸν περὶ τοῦ Σωτῆρος ποιήσονται λόγον, ὡς τῶν μετεσχηκότων ἕκαστον ἐκ περιχαρείας ἀνακραγεῖν “Ὡς γλυκέα τῷ λάρυγγί [*](Ps. cxviii. 103.) “μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί “μου.” γλυκὺς γὰρ ἀεὶ τῶν ἁγίων ὁ λόγος, παρά γε τοῖς ἀγαπῶσι τὸ εὐαρεστεῖν τῷ Θεῷ. ὄρη μὲν οὖν οἱ τοιοῦτοι νοηθεῖεν ἃν, καὶ μάλα εἰκότως. βουνοὺς δὲ εἶναί φαμεν τοὺς τῆς ἐκείνων ὑπεροχῆς βραχὺ μὲν ἡττωμένους καὶ τῷ τῆς [*](c) πολιτείας ὑφιζάνοντας μέτρῳ· ἀνεστηκότας δὲ καὶ αὐτοὺς, καὶ πολὺ τῶν ἄλλων ὑπερτέλλοντας. οὗτοι ταῖς τῶν ἄρτι πεπιστευκότων ψυχαῖς τὸ λογικὸν καὶ ἄδολον παρεγχέουσι [*](1 S. Pet. ii. 2.) γάλα, νηπιοπρεπῆ χορηγοῦντες τροφήν· τελείων γάρ ἐστιν [*](Heb. v. 12,14.) ἡ στερεά· γάλα δὲ νηπίοις τὸ πρεπωδέστατον. καὶ οὔτι που φαμὲν ὡς ἔν γε τῷ δύνασθαι μόνον ἐγχεῖν τοῖς νηπίοις τὸ γάλα, τῆς ἐκείνων διανοίας τὸ μέτρον ἐστίν. ἔχοντες γὰρ, καὶ μάλα ἐπιτηδείως, εἰς τὸ, εἴπερ ἕλοιντο, διανέμειν δύνασθαι [*](1. φησὶν assumptum ex Β. b. τῶν ὑδάτων pro τοῦ Ἰούδα b. 3. καὶ assumptum ex Β. 6. ἐναρέτου] ἐξ ἀρετῆς Edd. 9. ἐγήγερται] ἐγείρεται iid. Statim haec ἐν γεννητοῖς γυναικῶν et τοῦ βαπτιστοῦ accesserunt ex Β. 11. σταλάξουσι Β. b. σταλάζουσι Edd. Statim τὸν addit b. 12. ποιήσονται] ποιοῦνται b. τῶν μετεσχηκότων ἕκαστον] ἕκαστον τῶν μετεσχ. b. 13. ἐκ περιχαρείας] Sic correxi ex Β. ἐκπεριχαρίας Edd. ἐκ π. Migne. γλυκέα] γλυκεῖα b. 14. ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου b. cf. in Es. 784 b. ὑπὲρ μέλι τῷ στόματί μου Β. καὶ τὰ ἑξῆς Edd. 18. τῆς ἐκ. ὑπεροχῆς βρ. μὲν] βρ. μὲν τῆς ἐκ. ἀρετῆς b. 18, 19. Haec καὶ τῷ—καὶ αὐτοὺς accesserunt ex Β. Quorum verba duo ἀνεστηκότας δὲ reperiuntur quoque in b. 21. παρεγχέουσι D. Edd. περειχέουσι (= περιχέουσι) b. παρεγχεύουσι Β. 23. δὴ pro δὲ Aub. οὔτι που] οὐ δήπου Edd. 25. διανοίας] δυνάμεως iid.)
362
τοῖς τὴν ἕξιν στερεωτέροις τὰ τῶν τροφείων ἁδρότερα, δια- [*](Prov. xxvii. 23. d) μέμνηνται λέγοντος τοῦ ἱεροῦ γράμματος “Τνωστως επι- “γνώση ψυχὰς ποιμνίου σου.’’ καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ καίτοι μυρίας ὅσας ἐντολὰς δεδωκότος ἡμῖν τοῦ Χριστοῦ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν, οἰκονομικῶς ἐπιστέλλουσι, [*](Acta xv. 29.) φυλάξασθαι δεῖν “Ἀπό τε πορνείας καὶ πνικτοῦ [*](Ib. 28.) “καὶ αἵματος. ἔδοξε γάρ φησιν τῷ Ἁγίῳ πνεύματι καὶ “ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος.’’ ἀκούεις ὅπως νηπιοπρεπές ἐστι τὸ παράγγελμα, καὶ οἷον ἐν ἴσῳ γάλακτι τοῖς ἀσθενεστέροις τὴν ἕξιν χορηγούμενον; ὅτι δὲ καὶ ὕδωρ [*](e) τὸ νοητὸν ἀμφιλαφὲς ἔσται τοῖς “ἐν οἴκῳ Κυρίου πεφυτευ- [*](Ps. xci. 14.) μένοις, ἵν’ “ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσειαν θείοις που πάντως ἀρδόμενοι νάμασι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπιαινόμενοι λόγοις, ὑπεμφαίνει λέγων ὅτι πᾶσαι αἱ ἀφέσεις Ἰούδαι ῥυήσονται ὕδατα. ὡμολόγουν γὰρ παρακαλεῖσθαι παρὰ Θεοῦ καὶ οἱ μακάριοι μαθηταί. ἀλλ’ αἱ πρῶται μὲν τῶν νοητῶν ὑδάτων ἀφέσεις, ἀφέσεις αὗται πάντως εἶεν ἂν αἱ τοῖς ἁγίοις παρὰ Θεοῦ διὰ Πνεύματος [*](244 Α. a) διδόμεναι τῶν ἀγαθῶν χορηγίαι· δεύτεραι δὲ ὥσπερ ὑδάτων ἀφέσεις οἱ παρ’ αὐτῶν εἰς ἡμᾶς εὑρίσκονται λόγοι, χαρίσμασιν ἡμᾶς ἀναπιμπλάντες πνευματικοῖς. ἡ δὲ ἐξ οἰκοῦ Κυρίου ἐκπορευομένη πηγὴ τίς ἂν εἴη πάλιν πλὴν ὅτι Χριστός: οὕτω γὰρ αὐτὸν καὶ ὁ μακάριος ὠνόμαζε μελῳδὸς [*](Ps. xxxv. 8—10.) λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Ὡς “ἐπλήθυνας τὸ ἐλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώτροφῶν [*](1. pro τροφείων Edd. 1, 2. διαμέμνηνται λέγοντος τοῦ ἱεροῦ γράμματος] διά τε λέγοντος (sic) iid. 4. τοῦ assumptum ex Β. 5. τοῖς accessit ex Β. 6. δεῖν] δεῖ Edd. ante Migne. 11, ἀμφιλαφὲς ἔσται Β. b. ἀμφιλαφές τε Edd. φυτευομένοις ἐν οἴκῳ κυρίου pro ἐν οἴκῳ Κυρίου πεφυτ. b. 12. ἵνα D. ἡμῶν assumptum ex D. b. ἐξανθήσειαν B. b. (ἐξανθήσειαν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν b.) ἐξανθήσειεν D. Edd. Statira ἂν ex D. 13. πάντως accessit ex D. b. Statim ἀρδευόμενοι Edd. invitis B.D. b. καὶ prius] + ἐν Edd. invitis B.D. 18. εἶεν ἂν hoc ordine B. διὰ] + τοῦ Edd. 19. διδόμεναι accessit ex B. ὑδάτων ἀφέσεις hoc ordine B. 20. εὑρίσκονται] εὑρίσκοιντο iid. 23. μακάριος assumptum ex B. Statim ὠνόμαζε μελῳδὸς hoc ordine Β. 24 sqq. Haec ὡς ἐπλήθυνας—οἴκου σου καὶ accesserunt ex Β. b.)
363
πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.” οὐκοῦν καὶ πηγὴ ζωῆς καὶ χειμάρρους ὁ Χριστός. Χειμάῤῥους [*](b) ῥοῦς δὲ σχοίνων· μέμνηται μὲν οὖν ὁ Προφήτης χειμάρρου τινὸς ᾧ παραπεφύκασι σχοῖνοι πολλαί. φασὶ δὲ εἶναι τὸν αὐτὸν τῷ χειμάρρῳ τῶν κέδρων, περὶ ὃν ηὑρῆσθαί φησιν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν, ὁμοῦ [*](S. Joan. xviii. 1sqq.) τῃ σπείρᾳ ζητοῦντος αὐτὸν του προδότου μαθητοῦ.

Ἔστι δὲ οὐκ ἀκαλλὴς ὁ λόγος, εἰ τῷ χειμάῤῥῳ τῶν σχοίνων παρεικάζοιμεν τὴν Ἐκκλησίαν, εἰς ἢν “ἐκκέκλικεν ὡς ποτα- [*](Es. lxvi. 12.) “ ’μὸς εἰρήνης’’ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἢν οἱονείπως ἀεὶ παραρρεῖ τὰς ἀειθαλεῖς ποτίζων ἀοίνους, τουτέστι, τὰς τῶν ἁγίων ψυχάς. φίλυδρος γὰρ ἀεί πὼς ἐστὶ καὶ [*](c) ἀειθαλὴς ἡ σχοῖνος. εἰ δὲ δὴ καὶ ὁρῷτο κεκεντρωμένη, καλῶς ἂν ἔχοι καὶ οὕτως. οὐ γὰρ ἄκεντρος παντελῶς τῶν ἁγίων ἡ ἀρετή. εἰσὶ μὲν γὰρ πραότητος ἐρασταὶ, πλὴν μετὰ τούτου καὶ μαχηταί.

Αἴγυτος εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ [*](19) γενήσεται ἐξ ἀδικῶν υἱῶν Ἰούδα, ἀΘ’ ὧι ἐξέχεα αἷμα ἀθῷον ἐν γῆ αὐτῶν. αὐτῶι. ἡ δὲ Ἰουδαία εἰς τὸν αἰῶνα [*](20) κατοικηοήσεται, καὶ Ἱερουσαλήμ εἰς γενεὰς γενεῶν· καὶ ἐκδικήσω [*](21) τὸ αἷμα αὐτῶ, καὶ οὐ μὴ ἀθῳώσω, καὶ Κύριος κατασκηνώσει [*](d) ἐν Σιῶι.

Ὅσον μὲν οὖν ἧκεν εἰς τὸ ἐκ τῆς ἱστορίας παραδηλούκαὶ [*](4. καὶ prius assunaptum ex b. χειμῤῥους alt.] Χειμάῤῥου Edd. 5. οὖν assumplum ex B. 7. περὶ ὃν B.b. πρὸς ὃν Edd. ηὑρῆσθαι b. εὑρῆσθαι Β. ὑβρίσθαι Edd, 8. Haec ἡμῶν Ἰησοῦν τὸν Χριστὸν accesserunt ex Β. 11. παρεικάζοιμεν Β. b. παρεικάζομεν Edd. 12. Haec Ἰησοῦς Χριστὸς accesserunt ex Β. 15. κεκεντρωμένη] κεντρουμένη Edd. 17. πραότητος] πραότατοι iid. 19. ἡ om. Β. (23, 26, 86, 106, 311. ) sed cf. 354 a. εἰς πεδίον ἀφανισμοῦ] εἰς πεδίον εἰς ἀφανισμὸν F. Edd. (Co.) 20. γενήσεται accessit ex B. (22 al.) 21. ἀθῷον B.D. δίκαιον Edd. (A.V. c.) cf. 245 b. et e contra 354 a. 22. ἐκδικήσω Β. (Alex.) ἐκζητήσω Edd. (Vat. ℵ) 25. οὖν assumptum ex B. Statim ἥκει Edd. invitis B. b.)

364
μένον, ἐκτέτικε δίκας ἡ Αἰγυπτίων, ἐστέρηται γὰρ τῆς βασιλείας, Καμβύσου ταύτην τοῦ Κύρου παιδὸς καταλύσαντος, καὶ Ἰδουμαία δὲ τὴν ἐρημίαν ὑπέμεινεν, ὡς καὶ αὐτὰ μαρτυρεῖ [*](e) τὰ πράγματα.

Πλὴν ἐν τούτοις ἔοικεν ὁ προφητικὸς ἡμῖν ὑποφαίνειν λόγος κεκρυμμένην οἰκονομίαν, ἣν ὅτε γέγονεν ἄνθρωπος πεπλήρωκεν ὁ Μονογενής. ἀεὶ γάρ πὼς ἡ θεία γραφὴ μεμελέτηκεν ἐξομοιοῦν τοῖς ἄγαν εἰδωλολάτραις καὶ εἰς τοῦτο λίαν ἀπονενευκόσι, τὰς ἀγέλας τε τῶν δαιμονίων καὶ αὐτοὺς δὲ τοὺς ἀεὶ τοῖς ἁγίοις ἀνθεστηκότας. πάντα δὴ οὖν ἐχθρὸν ἀπολεῖσθαί φησιν, Αἰγυπτίοις τε καὶ Ἰδουμαίοις [*](245 Α. a) ἐξεικασμένον. ἀσφαλὴς γὰρ ἡ ὑπόσχεσις τοῦ Χριστοῦ [*](S.Matth. xvi. 18.) λέγοντος περὶ τῆς Ἐκκλησίας ὅτι “ πύλαι ἅδου οὐ κατ- “ ἰσχύσουσιν αὐτῆς.” ὅτι δὲ πάντη τε καὶ πάντως ἔμελλον δίκας ἐξαιτεῖσθαι τῶν εἰς ἀνθρώπους πεπλημμελημένων αἵ τε πονηραὶ δυνάμεις, καὶ ὅσοι τολμῶσιν ἐκείναις τὰ παραπλήσια, ἢ πρὸς Ἑλληνικὴν ἀπάτην ἀποφέροντές τινας, ἤγουν εἰς ἀδόκιμον καταστρέφοντες νοῦν, διά γε τοῦ διδάσκειν ἐπείγεσθαι τὰ διεστραμμένα, καθίστησιν ἐναργὲς, ταύτης ἕνεκα τῆς αἰτίας ἀφανισθήσεσθαι λέγων τοὺς τῇ [*](b) Σιῶν πεπολεμηκότας, ἀνθ‘ ὦν ἐξέχεαν αἶμα ἀθῷον, ἠδικήκασί τε οὐ φορητῶς τοὺς υἱοὺς Ἰούδα, τουτέστι, τοὺς ἁγίους ἐξομολογήσεως ὄντας τέκνα. διερμηνεύεται γὰρ Ἰούδας ἐξομολόγησις. ἔφη δέ που καὶ ὁ μακάριος Δαυεὶδ περὶ τῶν [*](Ps. ix. 13.) ἀνοσίως ἀνηρημένων “Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμ- “ νήσθη· οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.” πρὸς δέ [*](Es. xiv. 19, 20.) γε τὸν σατανᾶν ὡς ἐν εἰκόνι γραφόμενον τῷ Ἀσούρ “ Ὅν “ τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, [*](1. ἡ Αἰγυπτίων Β. b. ἡ Αἴγυπτος Edd. 6. οἰκονομίαν Β. οἰκονομίας (sic) b. ὁμολογίαν Edd. 9. τὰς ἀγέλας τε τῶν δαιμονίων Β. τός τε τῶν δαιμόνων ἀγέλας b. τε om. Edd. 14. Haec πάντη τε καὶ assumpta ex Β. 15. ἕξοι. τεῖσθαι δίκας inv. ordine b. 21. ἀθῷον] δίκαιον h. 22. δὲ pro τε h. 24. μακάριος] θεόληπτος Edd. 25. ὁ assumptum ex B. 26. Haec οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων accesserunt ex Β. 27. τῳ] τοῦ Edd. ἀσσοὐρ Edd.)

365
“ οὕτως οὐδὲ σὺ ἔση καθαρὸς, διότι τὴν γῆν μου ἐμίανας “ καὶ τὸν λαόν μου ἀπώλεσας· οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα [*](c) “ χρόνον.’’ οὐκοῦν κατοιχήσεσθαι μὲν εἰς ὄλεθρον τοὺς τῇ Σιῶν πεπολεμηκύτας φησί. κατοικηθήσεσθαι δὲ τὴν Ἰουδαίαν εἰς τὸν ἀἰῶνα, καῖ εἰς γενεὰς γενεῶν τὴν Ἰερουσαλὴμ, οὐ τὴν πεπορθημένην καὶ ἐμπεπρησμένην, εἴπερ ἐστὶν άναμαρτοεπὴς ὁ κύριος καὶ Θεὸς ὡς ἀλήθεια, τὴν νοητὴν δὲ μᾶλλον, τὴν ἐπουράνιον Ἱερουσαλήμ, τὴν ἄνω καὶ θείαν Σιῶν, τὴν εὐκλεᾶ καλλίπολιν “ Ἧς τεχνίτης καὶ δημιουργὸς καὶ τέκτων ὁ [*](Heb. xi. 10.) “Θεὸς,’’ εἰς ἢν καὶ ἡμᾶς αφικέσθαι γένοιτο διὰ Χρυιστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ ἅμα τῷ Ἁγίῳ νεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](5. οὐχὶ pro οὐ b. 6. πεπορθρυμένην Edtl. invitis Β. b. g. καὶ τέκτων om. Β. invito D. 11. δι’ οὗ καὶ μεθ’ οὗ—Ἀμήν.] Haec accesserunt ex Β. μεθ’ οὗ τῷ Πατρἰ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν b.)