In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

AΜΩΣ γέγονεν αἰπόλος ἀνὴρ, καὶ ποιμενικοῖς ἔθεσί τε καὶ νόμοις ἐντεθραμμένος· ἐποιεῖτο δὲ τἃς διατριβὰς ἐν ἐρήμῳ τῇ πρὸς νότον τῆς Ἰουδαίων χώρας, ἢ μέχρις ὅρων διήκει θαλάσσης τῆς Ἰνδικῆς, καὶ εἰς τὴν Περσῶν ἐκτείνεται γῆν, μυρία δὲ ὅσα βαρβάρων αὐτὴν καταβόσκεται γένη, ἔχει δὲ λίαν ἐπιτηδείως καὶ εἰς τὸ φέρβειν δύνασθαι τὰς οἰῶν ἀγέλας· εὔβοτος γὰρ καὶ πλατεῖα καὶ πολυειδεῖ τῇ πόᾳ [*](b) κατεστεμμένη. ἦν δὲ ὁ Ἀμὼς ἐκ Θεκουὲ κώμης, πρὸς αὐτοῖς κειμένης τοῖς τῆς ἐρήμου ποσίν. ἐπειδὴ δὲ ἦν ἀνὴρ ἀγαθὸς, καὶ πάσης ἐπιεικείας ἐργάτης, τὸ τῆς προφητείας εὐθὺς κατεπλούτει πνεῦμα, καὶ προεφήτευεν οὐκ ἐν τοῖς Ἱεροσολύμοις, ἀλλ’ ἐν αὐτοῖς μὲν ἔτι τοῖς ποιμνίοις, ἐν ἀρχαῖς τῶν ἐξ ἔθους τε αὐτῷ καὶ μελέτης ἐχόμενος φροντισμάτων, εἶτα [*](Codices Α. Β. [D. perraro adhibitus.] 1—4. Sic Α. praemittunt πατρὸς ἡμῶν Edd. τοῦ αὐτοῦ ἐξήγησις εἰς τὸν προφήτην Ἀμώς Β. τοῦ αὐτοῦ ἁγίου Κυρίλλου εἰς τὸν προφήτην Ἀμώς D. 5. Sic D. 8. ἣ] ἡ Pont, ἢ Aub. ὅρων Α. Edd, ὁρίων Β. 10. βάρβαρα Β. Statim αὐτὴν κάταβ. γένη A.D. αὐτ’. κ. γένους Β. γένη αὐτὴν καταβ. Edd. II. καὶ assumptum ex Β.D. φέρβειν] Sic optime B.D. φέρειν Α. τρέφειν Edd. 12. εὔβοτος] ἔμβροχος iid. invitis omnibus. 16. προεφήτευεν A.B.D. προεφήτευον Edd. ante Migne. 17. μὲν ἔτι A.B.D. ἐπὶ Edd, 18. ἔθνους pro ἔθους Edd. invitis omnibus. αὐτῶ A.B.D. αὐτοῦ Edd.)

367
καὶ εἰς αὐτὴν ἀφικόμενος τὴν Βαιθήλ. καὶ γὰρ ἦν ἡ Θεκουὲ οὐχ ὑπὸ τὴν Ἰούδα μᾶλλον, ἀλλ’ ὑπὸ τὴν Ἐφραΐμ βασιλείαν. ὅτι δὲ ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, καταθρήσεις ἀκονιτὶ, καὶ διὰ τῶν αὐτοῦ πληροφορηθήσῃ λόγων· προεφήτευε μὲν γὰρ ἐν Βαοιὴλ, ὡς ἔφην, ἀφανισθήσεσθαι [*](a 247A.) λέγων τοὺς βωμοὺς τοῦ γέλωτος, ἐρημωθήσεσθαι [*](Infra vii. 9.) δὲ καὶ τὰς τελετὰς τοῦ Ἰσραήλ· καὶ δὴ τούτοις προστιθείς “ Καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ. ὁ δέ γε τῆς Βαιθὴλ ἱερεύς· Ἀμεσίας οὗτος ἦν· ἐπέτριζε τῷ Προφήτῃ τοὺς ὀδόντας. εἶτα πέμπει πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων “ Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς [*](Ιb. 10–15.) “ ἐν μέσῳ οἴκου Ἰσραὴλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν “ ἅπαντας τοὺς λόγους αὐτοῦ· διότι τάδε λέγει Ἀμώς Ἐν [*](b) “ ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος “ ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀκεσίας πρὸς “ Ἀμώς Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ “ καταβίου, καὶ ἐκεῖ προφητεύσεις. εἰς δὲ Βαιθὴλ οὐκέτι “ μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, “ καὶ οἶκος βασιλέως ἐστί· καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε “ πρὸς Ἀμεσίαν Οὐκ ἤμην προφήτης ἐγὼ, οὐδὲ υἱὸς προ- “φήτου, ἀλλ’ ἢ αἰπόλος ἤμην, κνίζων συκάμινα, καὶ ἀν- “ ἔλαβε με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε κύριος πρὸς [*](c) “ μέ βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ. ” εἴληπτο δὴ οὖν ἐκ ποιμνίων, καὶ προεφήτευεν ἐν Βαιθὴλ, ἐν [*](3 Reg. xii. 28, 29.) ᾗ καὶ δάμαλιν ἀπέθετο χρυσῆν ὁ πρῶτος Ἱεροβοὰμ ὁ Ναβὰτ υἱός. ἐπισημήνασθαι δὲ κἀκεῖνο οἶμαί που χρήσιμον, ὡς ἕτερος ἦν Ἀμὼς ὁ τοῦ Ἡσαΐου πατήρ. τίνες γεμὴν καὶ [*](1. ἦν οm. Α. Statim ὁ pro ἡ Aub. 2. Ἰούδα B.D. Ἰουδαίαν Α. Edd. 4. ἀκονητὶ Α. 9. ἀμεσίας οὗτος ἦν Α. ἀμασίας οὗτος ἦν B.D. Ἀμασίας. οὗτος οὖν Edd. 12. οἴκω Edd. invitis omnibus. δύναται Α. 15. ἀχθησεται] ἀρθήσεται Α. ἀμεσίας] ἀμασίας Α. ἀμασίας Edd. 1 6. Ἀμών pro Ἀμώς Α. Statim ὁ om. Α. ἐκχώρησον] ἐκ χώρας Edd. repugnantibus omnibus. 18. βασιλέως A.D. Edd. βασιλείας Β. 20. ἀμεσίον] ἀμασίαν Α. ἀμασίαν Edd. 21. ἢ accessit ex Α. ἤγην] + καὶ Α. (Vat.) καὶ om. B.F. Edd. (Alex. XII.) 22. με assumptum ex A.B.D. 23. προφήτευε Α, 27. τοῦ assumptum ex Α.)
368
ἐπὶ τίσιν ὅλως οἱ παρ’ αὐτοῦ γεγόνασι λόγοι, τῶν προκειμένων ἁψάμενοι σαφηνιοῦμεν ὡς ἔνι.

[*](d)[*](Κεφ. ά.)

Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὔς εῖδεν ὑπὲρ Ἱερουσαλήμ.

[*](e)

Οὗτοί φησιν Ἀμὼς τοῦ ἐκ Θεκουὲ τῆς προφητείας οἱ λόγοι οἶ γεγόνασιν ἐν Ἀκκαρείμ. ἰστέον δὲ, ὅτι τὴν τοιάνδε λέξιν, ἤτοι τὸ ἐν Ἀκκαρείμ, οὐκ οἶδεν ὅλως τῶν Ἑβραίων ἡ ἔκδοσις· μόνον γὰρ εἰρήκασι τὸ Λόγοι Ἀμὼς ἐκ Θεκουέ. οἵ γε μὴν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ἐν Ἀκκαρεὶμ τεθείκασιν, ἐν τοῖς κτηνοτρόφοις. οὗτοι τοίνυν φησὶν οἱ λόγοι Αμὼς τοῦ ἐκ Θεκουὲ, οἵτινες γεγόνασιν ἐν καιρῷ τοῦ ποιμαίνειν ἔτι, καὶ ἐν αὐταῖς ταῖς τῶν προβάτων αὐλαῖς. ὑπὲρ αὐτῆς δὲ τῆς Ἱερουσαλὴμ οὐκ ἀκοῦσαι μᾶλλον, ἀλλ’ ἑωρακέναι [*](248 Α. a) φησὶ τοὺς λόγους. ἐμφανῆ γὰρ τοῖς ἁγίοις προφήταις κατέστησεν ὁ Θεὸς ὁμοῦ ταῖς ἀποκαλύψεσι μονονουχὶ καὶ αὐτὰ παρόντα τὰ πράγματα, ὥστε δοκεῖν καὶ ὁρατοὺς ἤδη πὼς γενέσθαι τοὺς λόγους, συνθεούσης τάχα που τῆς τῶν ἐκβησομένων θέας, οἷς ἃν λέγη Θεός. πλὴν ἐκεῖνο ζητήσεως ἄξιον, πῶς γὰρ ἄν τις οἰηθείη γενέσθαι τοὺς λόγους ὑπέρ γε τῆς Ἱερουσαλὴμ μόνον, καίτοι διὰ τῆς τοῦ αὐτοῦ προφήτου φωνῆς καταιτιᾶται Θεὸς τόν τε Ἰούδαν καὶ τὸν Ἰσραήλ; [*](Infra ii. 4, 5. b) ἔφη γὰρ πάλιν “ Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν [*](3. Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θέκουε, οὑς ἴδεν ὑπὲρ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως τοῦ Ισραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ ‘Iερουσαλήμ Edd. invitis omnibus. ἀκκαρεὶμ] ἀκκαρὶμ Α. ἀκαρεὶμ (semper) B.D. 9. ἑρμηνευτῶν A.D. ἑρμηνευόντων Β. Edd. τῶν pro τοῦ Edd. 10. κτηνοτροφείοις B.D. b. Cat. in Bibl. Laur. Plut. xi. 4. Edd. κτηνοτρόφοις Α. [A. ἐν ποιμνοτρόφοις. Σ. Ε. ἐν τοῖς ποιμέσι Orig. Hex. in loc.] φησὶν assumptum ex A.B.D. 11, τοῦ prius assumptum ex A.D. ποιμαίνειν ἔτι A.B.D. ποιμαίνειν, ἐπὶ Edd. 12. ἐν et ταῖς assumpta ex A.B.D. 13. αὐτῆς δὲ Β. δὲ αὐτῆς A.D. Edd. μᾶλλον A.B.D. μόνον Edd. 14. ἁγίοις assumptum ex Α. τῷ προφήτῃ Β. 15. καθίστη pro κατέστησεν Α. Statim ὁ add. Edd. 16. ὁρατοὺς ἤδη πὼς Α. ὁρᾶν αὐτοὺς ἤδη πρὶν Β. Edd. 20. γε et μόνον om. Α. τῆς τοῦ αὐτοῦ] Sic e cum Ottob. 233. τῆς αὐτοῦ τοῦ Α. (?) Β. Edd. αὐτῆς τῆς τοῦ D. 21. τε om. Α. 22. πάλιν] + ὅτι Edd.)

369
“ ἀσεβείαις υἱῶν Ἰούδα, καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀπο- “ στραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ ἀπώσασθαι αὐτοὺς τὸν “ νόμον Κυριοῦ, καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλά- “ ξαντο. καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἃ ἐποίη- “ ’σαν, οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν· “ καὶ ἀποστελῶ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια “ Ἱερουσαλήμ.” εἶτα τούτοις ἐφεξῆς “ τάδε λέγει Κύριος [*](Ιnfra ii. 6.) “ Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Ἰσραὴλ, καὶ ἐπὶ ταῖς τέσ- “ σαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν.’’ προσεπενεγκὼν δὲ τῆς ἁμαρτίας τοὺς τρόπους, ἐπηπείλησε τὰ δεινὰ, καὶ ὡς πλείστην ὅσην κατ’ ἀμφοῖν ὁ λόγος αὐτῷ τὴν ἐπίπληξιν ἔχει. πῶς οὖν ὑπὲρ τῆς Ἱερουσαλὴμ γεγενῆσθαι λοιπὸν νοοῖντ’ ἂν οἱ λόγοι, καίτοι Θεοῦ λέγοντος “ Ἐξαποστελῶ “ πῦρ ἐπὶ Ἰούδαν, καὶ καταφάγεται θεμέλια Ἰερουσαλήμ. τίς οὖν ἔσται τῆς ἀπολογίας ὁ τρόπος, φέρε, διασκεψώμεθα. [*](c) φαμὲν οὖν ὅτι ἔθος τοῖς ἁγίοις προφήταις, ποτὲ μὲν διεσταλμένως τὰς δύο φυλὰς τὰς ἐν τοῖς Ἱεροσολύμοις, Ἰούδαν τε καὶ Βενιαμὶν Ἰσραὴλ ἀποκαλεῖν, ποτὲ δὲ δὴ αὖ τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς ἑτέρας Ἰσραὴλ ὀνομάζειν, ἤγουν Ἐφραΐμ, ἀδιαφοροῦσι δὲ πλειστάκις. καὶ ἐπείπερ εἰσὶν οἱ πάντες ἐξ αἵματος Ἰσραήλ, οὕτω καὶ ὀνομάζουσι τὰς δυοκαίδεκα φυλάς. εἰ δὲ δὴ βούλοιντο καὶ ἅπασαν ἡμῖν κάτα, σημῆναι τυχὸν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, οὐκέτι διεσταλμένως τῷ τῆς Ἰερουσαλὴμ ὀνόματι κεχρημένους [*](d) εὑρησομεν.

Γεγόνασι δὴ οὖν τῆς τοῦ Ἀμὼς προφητείας οἱ λόγοι ὑπὲρ πάσης τῆς Ἰουδαίων πληθύος, τῆς τε ἐν τοῖς Ἰεροσολύμοις καὶ τῆς ἐν Σαμαρείᾳ· πῶς δ’ ἂν εἶεν ὑπὲρ αὐτῶν, εἰπεῖν [*](1. τοῦ pro υἱῶν Β. 2—7. ἕνεκεν—θεμέλια Ἱερουσαλήμ] καὶ 3. νόμον] + τοῦ Α. (Vat.) invitis B.D. 8. ἐπὶ ταῖς τ. οὐκ ὄπ. αὐτόν] ἑξῆς Edd. 9. αὐτόν] αὐτούς B.F. (42. al.) 11. αὐγῶν Α. 14. καταφ. θ. Ἱερουσαλήμ] τὰ ἑξῆς Edd. 16. οὖν om. Β. 18. Ἰσραὴλ D. Edd. deest hoc v. in Α. Β. δὴ assumptum ex Α. Statim αὐτὰς τὰς pro αὖ τὰς Α. ig. ἑτέρως Edd. 21. καὶ assumjrtum ex Α. Β. D. 24. τῆς Ἱερουσαλήμ] τοῦ Ἰσραὴλ D. Edd. invitis Α. Β. κεκλημένους pro κεχρημένους Α. 27. Ἰου- δαίας Edd. τοῖς assumptum ex B.D.)

370
ἀναγκαῖον. ἔστι τοίνυν διττὸς ἡμῖν τῆς ἀπολογίας ὁ τρόπος. πρῶτον μὲν γὰρ εἰσκεκόμικε τὸν τῶν ὅλων Θεὸν τὰς τῆς τῶν Ἰουδαίων Συναγωγῆς ἁμαρτίας ἀφηγούμενον· εἶτα τὰ ἐσόμενα κατ’ αὐτῶν προαπηγγελκότα, προσετίθει δὲ τούτοις [*](e) τὰ ἐξ ἡμερότητος ἀγαθὰ, καὶ ὅτι κατὰ καιροὺς πλείστη τις γενήσεται αὐτῶν φειδὼ καὶ ἀνακαινισμὸς εἰς τὸ ἀπ’ ἀρχῆς. ἔφη γὰρ πάλιν αὐτὸς ὁ Ἀμὼς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ [*](Infra ix. 8,9.) “ Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸν οἶκον Ἰακὼβ, λέγει “ κύριος. διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι “ τοῖς ἔθνεσι τὸν οἶκον τοῦ Ἰσραὴλ, ὃν τρόπον λικμᾶται ἐν “ τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ γῆν.” προκαταμηνύει δὲ ἀναγκαίως καὶ τὴν ἐσομένην λύτρωσιν διὰ Χριστοῦ, καὶ ὅτι μεταχωρήσουσι πρὸς ἀνακαινισμὸν, καὶ ἐν [*](249 Α. a) εὐπαθείᾳ ἔσονται κατοικτείροντος Θεοῦ. ἔφη δὲ οὕτω πάλιν [*](Ib. 11.) “ Ἐν τῇ ἡμέρᾳ ἐκείνη ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν “ πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς, καὶ “ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐ- “ τὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος.’’ οὐκοῦν ὑπὲρ τῆς Ιερουσαλήμ οἱ λόγοι. καὶ καθ’ ἕτερον δὲ τρόπον ὑπὲρ αὐτῆς γενέσθαι νοοῖντ’ ἂν εἰκότως. Συρία τε γὰρ καὶ οἱ Δαμάσκου βασιλεῖς, καὶ τῶν ὁμόρων ἐθνῶν οὐκ ὀλίγα τὴν τῶν Ἰουδαίων χώραν διελυμήναντο, ἄλλοτε ἄλλοι κατεξανιστάμενοί τε καὶ καταδῃοῦντες αὐτὴν, ἄγοντές τε καὶ [*](b) φέροντες, καὶ τὰ ἐξ ἀκράτου δρῶντες ὀργῆς, ὡς εἰς ἐσχάτην αὐτοὺς καθικέσθαι ταλαιπωρίαν. τούτοις δὴ οὖν ἅπασι τοῖς πεπορθηκόσιν αὐτὴν εἰσκεκόμικεν ὁ Προφήτης ἀπειλοῦντα τὸν Θεὸν τὴν ἐρήμωσιν, καὶ δίκην ἔφη εἰσπραχθήσεσθαι τῶν ἀνοσίων ἐγχειρημάτων αὐτούς. οὐκοῦν ὑπὲρ τῆς Ἱερουτὰς [*](2. τῆς τῶν B.D. τὰς τῶν Α. τὰς om. Edd. 4. αὐτοῦ pro αὐτῶν Edd. 5. καιροὺς Α. καιρὸν Edd. 6. αὐτῶν γενήσεται pro γενήσεται αὐτῶν Α. 9. ἰδοὺ om. Α. (Vat.) 13. μεταχωρήσουσι Β. μεταχωρήσει Edd. 14. εὐπαθείᾳ] εὐπαθείαις per cast. Α. 15—18. καὶ τὰ ἑξῆς pro αἰῶνος Edd. 19. δὲ τρόπον om. Aubertus. 20. γενέσθαι assumptum ex Α. Β. Statim νοοῖτ’ Α. 21. ὀλίγα Β. ὀλίγοι Edd. 22. ἄλλως pro ἄλλοι Α. 23. τε prius assumptum ex Α. 24. ἀκρατοῦς Edd. 27. τὸν assumptum ex Β. εἰσπραχθήσεσθαι Β. πρακθ. Edd.)
371
σαλὴμ, ἤγουν ὑπὲρ πάσης τῆς Ἰουδαίων συναγωγῆς οἱ τοῦ Ἀμὼς γεγόνασι λόγοι. εἰσόμεθα δὲ τοῦτο σαφῶς τοὺς τῆς προφητείας βασανίζοντες χρόνους· κεῖται γὰρ ἐφεξῆς·

Ἐν ἡμέραις Ὀζίου του βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.

Ἀλλ’ οἶμαί τις ἐρεῖ Καὶ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς [*](c) ἐντευξομένοις, τὸ χρῆναι περιεργάζεσθαι, καὶ σφόδρα λεπτῶς, τῆς βασιλείας τοὺς χρόνους τῶν ἀρτίως ὠνομασμένων, Ὀζίου τε φημὶ καὶ μέντοι καὶ Ἱεροβοάμ; καὶ πρός γε δὴ τοῦτό φαμεν, ὅτι τὸ χρῆμά ἐστιν ἀναγκαῖον, ὅλην ὥσπερ ὠδῖνον ἐφ’ ἑαυτῷ τῆς προφητείας οἱονεὶ τὴν περίστασιν. Συρίᾳ τε γὰρ καὶ Δαμασκῷ καὶ τοῖς προσοικοῦσι τὴν Ἰουδαίαν βαρβάροις ὄλεθρον ἀπειλεῖ καὶ ἐπαναστάσεις καὶ ἐμπρησμοὺς, καὶ τῶν θείων χρησμῳδημάτων ἐντεῦθεν αὐτῷ [*](d) γέγονεν ἢ ἀρχή. δεῖ δὴ οὖν ἄρα τὰς αἰτίας ἀναμαθεῖν τοῦ προστεθεῖσθαι τῆς βασιλείας τοὺς χρόνους, τίνα τε καὶ ὅσα τὰ ἑκατέρῳ κατωρθωμένα, διεβίω τε ὅπως, καὶ τί τὸ ἐν ἀμφοῖν ἀξιάκουστον. ἐκκεκλικότες δὴ οὖν εἰς ἀπόστασιν ὅ τε Ἰσραὴλ καὶ Ἰούδας κατὰ πολλοὺς ἐπαιδεύοντο τρόπους. ὅτε μὲν γὰρ οἱ Δαμάσκου καὶ Σύρων ἡγούμενοι κατέτρεχον καὶ ἐπολιόρκουν, τὰς παρ’ αὐτοῖς τε κατεληίζοντο χώρας· ὅτε [*](e) δὲ αὖ Μωαβῖται καὶ Ἰδουμαῖοι, Γερηέσηνοί τε καὶ Ἐλαμῖται, Ἀζώτιοί τε καὶ οἱ τῆς Ἀκκαρὼν οἰκήτορες κατῃκίζοντο τὴν Σαμάρειαν, καὶ μέντοι καὶ τὴν Ἰούδα βασιλείαν, ἀχαλίνοις ὁρμαῖς καὶ ἀπλήστῳ γνώμη χρώμενοι, καὶ εἰς ἐσχάτας ὀργὰς ἀποταυρούμενοι· καὶ γοῦν κατὰ διαφόρους τρόπους [*](1. Ἰουδαίων Α. Β. Ἰούδα Edd. 4., Nullam divisionem hic fecerunt Edd. ἡμέραις prius] ἡμέρᾳ Edd. (153.) 5. τοῦ prius] υἱοῦ F. (Co.) τοῦ τῷ (sic) Α. 9. μὴν τούτους pro δὴ τοῦτο Α. II. ἐν pro ἐφ’ Α. 14. θείων Α. ὁσίων Edd. Statim πλημμελημάτων pro χρησμῳδ. (sic) Α. 20. ἔτε Α. ποτὲ Edd. 21. καὶ — τε Β. καὶ ἐπολ. τ. π. α. καὶ Edd. ἐπολ. τ. π. αὐτοῖς Α. πόλεις pro χώρας Β. ὅτε Α. ὁτὲ (?) Β. ποτὲ Edd. 23. ἀκαρὼν Edd. 25. χρώμενοι γνώμ.η inv. ord. Β. 26. τρόπους Α. χρόνους Β. τόπους Edd.)

372
τοῦτο δεδρακότας εὑρήσομεν· οἷον βασιλεύοντος Ἀχαὰβ τῆς Σαμαρείας καὶ ἐπὶ τὸν Ἰσραήλ. γέγραπται δὲ οὕτως ἐν [*](3 Reg. xxi. 1.) τῆ τρίτῃ τῶν βασιλειῶν “Καὶ συνήθροισεν υἱὸς “ Ἄδερ [*](250 A. a) “πᾶσαν τὴν δύναμιν αὐτοῦ, καὶ ἀνέβη καὶ περιεκάθισεν εἰς “ Σαμάρειαν, καὶ τριακονταδύο βασιλεῖς μετ’ αὐτοῦ καὶ “ πᾶς ἵππος καὶ ἅρμα· καὶ ἀνέβησαν καὶ περιεκάθισαν “ ἐπὶ Σαμάρειαν καὶ ἐπολέμησαν ἐπ’ αὐτήν.” ἄθρει δὴ οὖν ὅτι συνασπιστὰς ἐποιεῖτο κατὰ τοῦ Ἰσραὴλ ὁ Δαμάσκου βασιλεὺς, τουτέστιν ὁ Ἄδερ, ἑτέρους τριακονταδύο τῶν προσοίκων ἐθνῶν ἡγουμένους, πεπολέμηκε τε οὕτω τὴν γῆν. ἀλλὰ καὶ ἐν χρόνοις Ἰωὰς βασιλέως Ἰούδα πεπολέμηκε τὴν Ἱερουσαλὴμ Ἀζαήλ ὁ Σύρος. γέγραπται δὲ [*](4 Reg. xii. 17,18.) πάλιν ἐν τῆ τετάρτη τῶν βασιλείων “ τότε ἀνέβη ’Αζαὴλ “ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γὲθ, καὶ προκατ- “ ἐλάβετο αὐτήν. καὶ ἔταξεν Ἀζαὴλ τὸ πρόσωπον αὖ, “ τοῦ ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ. καὶ ἔλαβεν Ἰωὰς βασι- “ λεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰτ καὶ “ Ἱωρὰμ καὶ Ὁχοζίας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς “ Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρε- “ θὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως “ καὶ ἀπέστειλε τῷ Ἀζαὴλ βασιλεῖ Συρίας, καὶ ἀνέβη ἀπὸ [*](b) “ Ἱερουσαλήμ.’’ ἔδρων μὲν γὰρ τὰ τοιάδε κατὰ θείαν ὀρυὴν, προσκεκρουκότος τοῦ Ἰσραὴλ, διά τοι τὸ ἀπονεῦσαι λίαν καὶ ἀνεπτοῆσθαι δεινῶς εἰς τὰς τῶν εἰδώλων λατρείας. πλὴν νικῶντες οἱ ἀλλόφυλοι τῆ τοῦ Θεοῦ δόξη διελυμαίνοντο. ᾤοντο γὰρ κατὰ σφᾶς οἱ δείλαιοι, τὴν ἐπαμύνουσαν [*](2. δὲ assumptum ex Α. Β. 4. εἰς assumptum ex Β. 5. τριακονταδύο Α. τριάκοντα καὶ δ. Edd. 5—7. καὶ πᾶς— αὐτήν assumpta ex Α. 7. ἐπὶ et ἐπ’ om. Α. 8. ὁ] + τῆς Edd. 10. πεπολέμηκέ τε Α. πεπολεμηκότας Edd. II. χρόνῳ 11. χρόνοις Edd. –16 γέ· γραπταὶ — ἀναβῆναι ἐπὶ Ἱερουσαλήμ καὶ] ὡς ἐν τῆ τετάρτῃ τῶν βασιλειῶν γέγραπται ἕτε καὶ Edd. 1 6. Ἰωὰς] ὁ Ἰωὰς Edd. Haec βασιλεὺς Ἰούδα assumpta ex Α. Β. –19. ὅσα ἡγίασεν — καὶ τὰ ἅγια αὐτοῦ ac cesserunt ex Α. Β. Ἰωσαφὰτ] Ἰωάσαφ Β. ὀχοζ. Β. 19. χρυσίου—τοῦ βασίλεως] τοῦ βασιλέως] ἐν τοῖς θησαυροῖς χρυσίον Edd. 21. ἀπέστειλαν (sic) Α. Haec βασιλεῖ Συρίας assumpta ex Α. Β. ἀπέβη pro ἀνέβη Α. Edd. 22. οὖν pro γὰρ Β. 24. ἆνετιοῆθαι] ἀναπτοεῖσθαι Α. 25. οἱ om. Α.)
373
αὐτοῖς ἀτονῆσαι χεῖρα, καὶ τῆς τοῦ Θεοῦ δόξης κατανεανιεύεσθαι τεθαρσήκασι. καὶ γοῦν ἠσθενηκότες οἱ Σύροι, βραχὺ πολιορκοῦντος Σαμάρειαν τοῦ Ἄδερ, πρόφασιν ἐποιοῦντο τῆς κακανδρίας οὐκ ἀληθῆ λέγοντες “ Θεὸς ὀρέων Θεὸς [*](3 Reg. xxi. 23.) “ Ἰσραὴλ καὶ οὐχὶ Θεὸς κοιλάδων.’’ ᾤοντο γὰρ ὅτι νενικήκασιν [*](c) οἱ ἐξ Ἰσραὴλ, ἐν μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ. ἡττήμεθα δὴ οὖν φασὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως αὐτῶν, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ· Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ φύσει Θεὸν ἀθυροστομία δεινή. οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων, καὶ σφόδρα εἰκότως, ὁ [*](d) πάντα ἰσχύων Θεὸς, ὅτι καὶ νικῶντες, ὡς ἔφην, τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς· ἀνῆπτον τὰ χαριστήρια, καὶ ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. προἰ·όντος δὲ τοῦ καιροῦ μετὰ τὴν τοῦ Ἀχαὰβ βασιλείαν, καὶ ἑτέρων τινῶν διὰ μέσου καὶ καθεξῆς, ἀναδείκνυται βασιλεὺς ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ Ἱεροβοὰμ ἕτερος παρὰ τὸν πρῶτον, ὃς ἦν τοῦ Ναβὰτ, πλὴν ὁμώνυμος ἐκείνῳ καὶ ὁμογνώμων καὶ δυσσεβής. Ἀλλ’ ἐν τοῖς χρόνοις τῆς αὐτοῦ βασιλείας ἠλέει λοιπὸν ὁ φιλοικτίρμων Θεὸς ἀφορήτῳ ταλαιπωρίᾳ κατηχθισμένον [*](e) τὸν Ἰσπαὴλ, ἠλευθέρου τε τῶν πόνων διὰ χειρὸς Ἱεροβοὰμ καίτοι πονηροῦ καὶ ἀποστάτου λίαν ὑπάρχοντος. κατηνδρίσατο γὰρ οὕτω τῶν ἀλλοφύλων, ὡς καὶ πόλεις παρ’ ἐκείνων ἀπεσπασμένας ἐν καιροῖς βασιλέων τῶν παρ‘ω- χηκότων ἀνακομίσασθαι πάλιν, καὶ τοῖς ἰδίοις ὑποθεῖναι [*](3. πολιορκοῦντος] πολεμοῦντος ἔτι τὴν Α. 4. Θεὸς alt. om. Α. 5. νενικήκασιν Α. Cat. in 4 Libb. Regg. ἐνίκησαν Edd. 6. καὶ assumptum ex A.B. Cat. 8. ὅτι] + δὴ Edd. invitis omnibus. ὀρέων] + ὁ Edd. invitis B. Cat. 9. αὐτῶν assumptum ex Α. 12. φύσει] κατὰ φύσιν Cat. κατὰ φύσει (sic) Cod. Coisl. viii. Cat. eandem continens. 13. ἠγανάκτηκε, τὰ pro ἠγανάκτει κατὰ Α. 1 9. Ἱεροβοᾶμ] + ὁ τοῦ ἰωὰς Edd. invitis Α. Β. πρότερον pro πρῶτον b. 22. κατηχθισμένον] κατηχθισμένον] Edd. 25. κατηνδρίσατο Α. κατηνδρίσαντο Edd. 26. καιρῷ pro καιροῖς Β. Statim βασιλείας pro βασιλέων Α, 27. ὐποξῖναι] Sic Β. et (corr. ex ὑπόθῃ . . ναι) Α. ὑποτεθῆναι Edd.)
374
σκήπτροις, πλεῖστά τε ὅσα τοὺς πάλαι νικῶντας ἐργά- [*](251 Α. a) σαδθαι κακά. γέγραπται γὰρ περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ [*](4 Reg. xiv. 23–28.) τῶν βασιλειῶν “Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμασίου υἱοῦ “ Ἰωὰς βασιλέως Ἰούδα ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ἰωὰς “ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος· καὶ “ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ “ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν “ Ἰσραήλ. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Ἰσραὴλ ἀπὸ “ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα, κατὰ τὸ “ ῥῆμα κυρίου τοῦ Θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου “ αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεὲθ ἀγχο- “ φέρ’. ὅτι εἶδε Κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν “ σφόδρα, καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους “ καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ. “ καὶ οὐκ ἐλάλησε κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ “ ὑποκάτωθεν τοῦ οὐρανοῦ· καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς “ Ἱεροβοὰμ υἱοῦ Ἰωάς. καὶ τὰ λοιπὰ τῶν λόγων Ἱεροβοὰμ “ καὶ πάντα ὅσα ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα “ ἐπολέμησε καὶ ὅσα ἐπέστρεψε τὴν Δαμασκὸν καὶ τὴν “ Αἰμὰθ τῷ Ἰούδα ἐν Ἰσραὴλ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα “ ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;" ἰδοὺ δὴ σαφῶς κατατεθλίφθαι φησὶ τοὺς ἐξ Ἰσραὴλ, οὐκ ὄντος τοῦ σώζοντος, ὡς ὀλιγοστοὺς εἶναι καὶ διεσπασμένους· σεσῶσθαι γεμὴν ἐκ χειρὸς Ἱεροβοάμ. τὸ δὲ ἐκ χειρὸς τέθεικεν, ἀντὶ τοῦ διὰ χειρός. οὐ γὰρ ἦν αὐτὸς ὁ συντρίβων τὸν Ἰσραὴλ, μαχόμενος δὲ μᾶλλον καὶ προασπίζων αὐτοῦ· ἐπέστρεψε ’δε τὴν Δαμασκὸν, καὶ ἀπέσπασε τὸ ὅριον Ἰσραὴλ καὶ δυναστείας εἴργασται πολλάς. βασι- [*](2—22. γέγραπται—κατατεθλίφθαι φησὶν τοὺς ἐξ Ἰσραὴλ] ἐν γοῦν τῶν βασιλειῶν γέγραπται κατατεθλίφθαι μὲν τοὺς ἐξ Ἰσραὴλ Edd. γὰρ Α. δὲ Β. 8. αὐτὸς γὰρ αὖ κατέστησε τὸ ὅριον Β, αὐτὸς ἀπέστησε τὸν Α. 9. ἐμὰθ. Β. 10. τοῦ assumplum ex Β. 11. τοῦ prius assumptum ex Β. γεὲθ ἀγχοφέρ Α. χεεραγοφέρ Β. 12. ταπείνωσιν] + τοῦ Α. (93.) 13. ὀλίγους pro ὀλιγοστοὺς Α. 16. διὰ χειρὸς Α. Β. sed non est dubium quin ἐκ χειρὸς (Alex.) legerit D. Cyrillus. cf. paullo infra et in Jonam p. 365 a. 19. τὴν prius] τὸν Β. 21. βιβλίων Α. 22, κατατεθλίφθαι κατεθλέξθαι (sic) Α.] φησὶ τοὺς ἐξ Α. κατατέθλιπται ὁ Β. 28, εἴργασται] + τὰς Β.)
375
λεύοντος δὲ τοῦ Ἱεροβοὰμ χρίεται Ἀζαρίας, ὁ καὶ ’Oζ́ͅας, βασιλεὺς ἐπὶ τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις. ὃς οὐδὲν ἧττον ἦν ἐν τοῖς ἔθνεσι φορτικώτατος, καὶ νεανικῶς ἐγκεί- [*](b) μένος τοῖς πεπορθηκόσι τὴν Ἰουδαίαν. γέγονε μὲν γὰρ εὐσεβὴς καὶ φιλόθεος ἀνήρ. ἐπεὶ δὲ κεκράτηκε τῶν ἐχθρῶν Θεοῦ τὸ νικᾶν ἐπιτρέποντος, νενόσηκε τὴν ὑπεροψίαν, καὶ αὐτοκελεύστοις ᾔει βουλαῖς ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερα- τεύειν Θεῷ, καὶ δὴ καὶ τετόλμηκεν ἐπ’ αὐτὸ τὸ θεῖον ἀνα- βῆναι θυσιαστή ῥίον, καὶ προσάγειν τὸ θυμίαμα. ἀλλ’ εὐ- θὺς αὐτὸν ἤλεγξε Θεός. λέπρᾳ γὰρ κατεστίζετο, δεινῷ τε καὶ ἀνιάτῳ πάθει, ἵνα καὶ ὡς ἀκάθαρτος κατὰ νόμον ἐκ· [*](c) πέμπηται τῆς Ἰερουσαλὴμ, ἀποπαύσαιτό τε λοιπὸν καὶ ἱερατεύειν Θεῷ, καὶ τῆς παρανόμως ἐπιτετηδευμένης iερουρ- γίας αὐτῷ, καὶ τοῦ τὸν θεῖον καταμιαίνειν ναόν. ἔφη δὲ οὕτω περὶ αὐτοῦ τὸ γράμμα τὸ ἱερὸν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν ιι Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ 1εροβοὰμ [*](4 Reg. xv. 1-5.) “βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσίου “ βασιλέως Ἰούδα. υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασι- “λεύειν αὐτὸν, καὶ πεντήκοντα καὶ δύο ἐτ́η ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιεχελία ἐξ Ἱερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ “πάντα ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. πλὴν τῶν “ὑψηλῶν οὐκ ἐξῆρεν, ὅτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν “τοῖς ὑψηλοῖς. καὶ ἥψατο κύριος τοῦ βασιλέως, καὶ ἦν α λελεπ ῥὼ μένος ἕως ἡμέρας θανάτου αὐτοῦ.’’ καὶ ταυτὶ μὲν ἐν ταῖς βασιλείαις, ἐν δὲ τῇ δευτέρᾳ τῶν παραλειπομένων [*](1. τοῦ assumplum ex . 3• ἐν assumptum ex . 5• φιλόθεος] φιλάγαθος Edd. repugnantibus Α.Β. ἐπεὶ δὲ] ἐπειδὴ δὲ . τοῦ j)OSt ἐχθρῶν add. Edd. invitis Α.Β. 7• καὶ ^™• β• 9• προσάγειν . b. προσαγαγεῖν Β. Edd. Statim αὐτῷ add. Edd. invitis Α.Β. b. lO. ἤλεγξε] ηλqχε Β. τε om. B. 12. καὶ ἱερατεύειν Θεῷ om. . 13• ἀνόμως pro παρανόμως id. I4. ἴφη δὲ οὕτω] ταῦτα δέ φησι Edd. invitis A.B. 15. Haec περὶ αὐτοῦ accesserunt ex . 16-26. Quae sequuntur ἐν ἔτει — ἐν τiις βασιλείαις accesserunt ex A.B, 1Τ Ἀμεσίου . Ἀμασίου . et infra. ’Aμεσσίου e. (A.V.) 18. ἑξκiιδεκα . (XI.) 19. πεντήκοντα καὶ δύο Β. (Alex.) πεντηκονταδύο . (Vat.) 20. καὶ ὄνομα — om. . 23- δτι . (Alex.) ἔτι Β. (Vat.) 25. τουτὶ Β. ταῦτα A.)
376
ἰσχνοτέρα κεῖται περὶ τούτων ἀφήγησις. ἔχει δὲ οὕτως “Καὶ [*](2 Par. xxvi. 1—8.) ἔλαβε πᾶς O λαὸς τῆς γῆς τὸν Οζίαν, καὶ αὐτὸς δέκα “καὶ ἓξ ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ “Ἀμεσίου. αὐτὸς ᾠκοδόμησε τὴν Ἐλὰθ, αὐτὸς ἐπέστρεψεν “αὐτὴν τῷ Ἰούδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ “τῶν πατέρων αὐτοῦ. υἱὸς δέκα καὶ ἓξ ἐτῶν ἐβασίλευσεν “Ὀζίας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἱερου- “σαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεχελία ἀπὸ Ἰερου- “σαλήμ. καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα “ὅσα ἐποίησεν Ἀμεσίας ὁ πατὴρ αὐτοῦ. καὶ ἦν ἐκζητῶν “τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος “ἐν φόβῳ κυρίου, ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησε τὸν “κύριον, καὶ εὐώδωσεν αὐτῷ Κύριος. καὶ ἐξῆλθε καὶ “ἐπολέμησε πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασε τὰ “τείχη Γὲθ καὶ τὰ τείχη Ἰαμνίαν καὶ τὰ τείχη Ἀζώτου, “καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου, καὶ ἐν τοῖς ἀλλοφύλοις “κατίσχυσεν αὐτὸν Κύριος, ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ “τοὺς Ἄραβας τοὺς κατοικοῦντας ἐπὶ τῆς πέτρας, καὶ ἐπὶ “τοὺς Μιναίους. καὶ ἔδωκαν οἱ Μιναῖοι δῶρα τῷ Ὀζίᾳ, “καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσ- [*](Ib. 16– 20.) “χυσεν ἕως ἄνω.’ εἶτά φησιν ἐφεξῆς περὶ αὐτοῦ “ἠδίκησεν ἐν κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν “κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. “καὶ εἰσῆλθεν ὀπίσω αὐτοῦ Ἀζαρίας ὁ ἱερεὺς, καὶ μετ’ αὐ- “τοῦ ἱερεῖς τοῦ κυρίου ὀγδοήκοντα υἱοὶ δυνατοί. καὶ ἔστη. “’σαν ἐπὶ Ὀζίαν τὸν βασιλέα καὶ εἶπον αὐτῷ Οὐ σοὶ Ὀζία [*](1. ἰσχνοτέρα] ἰσχυροτέρα Β. ἡ post κεῖται add. Edd. invitis Α. Β. Quae sequuntur ὦι δὲ—ὃτι ἤλεγξεν αὐτὸν Κύριος (377, 12.) desunt in Edd. τῆς γῆς om. Β. 4. ἐλὰθ Α. ( 74, 158.) αἰμὰθ Β. Αἰλὰθ Α. Α. V.) 6. υἱὸς om. Β. 10. Ἀμεσίας ὁ πατὴρ αὐτοῦ] ὁ πατὴρ αὐτοῦ Ἀμασίας Β. II. Ζαχαρίου] τοῦ Ἀζαρίου Β. (cf. 64, 158.) 14, τὰ τείχη Γὲθ καὶ om. Α. 15, Ἰαμνίας Α. τὰ τειχἡαμνίας Α.] cf. in Es. 242 a. Ἰωαμνὴ Β. Ἰαβνὴρ Vat. Ἰαβεις Alex. Ιαβνη XI.] Ἀζὼτ Β. 16, καὶ ᾠκοδόμησε πόλεις Ἀζώτου om. Β. ἀλλοφύλοις Β. (71.) cf. in Es. 1. C. ἀλλοφύλοις. καὶ Α. 18, ἄῤῥαβας Β . 19. Μιναίους] Μινναίους Β. Μινναῖοι Β. 20. κατίσχυσεν] κατίσχυεν Α. 21. ὡς pro ἕως Α. 22. Θεῷ om, Β. 23, θυμιάσαι] θυσιάσαι Α. 25. ἱερεῖς] οἱ ἱερεῖς. Β. 20. εἶπον Α. (Alex. ΧΙ.) εἶπαν Β. ἴ’ (Vat.))
377
“θυμιάσαι τῷ Κυρίῳ ἀλλ’ ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν “τοῖς ἡγιασμένοις θυμιάσαι· ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος “ὅτι ἀπέστης ἀπὸ κυρίου· καὶ οὐκ ἔσται σοι τοῦτο εἰς “δόξαν παρὰ Κυρίου Θεοῦ. καὶ ἐθυμώθη Ὁζίας, καὶ ἐν “τῆ χειρὶ αὐτοῦ τὸ θυμιατήριον τοῦ θυμιάσαι ἐν τῷ ναῷ· “ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ ἡ λέπρα “ἀνέτειλεν ἐν τῶ μετώπω αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν “οἴκῳ Κυρίου ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. “καὶ ἐπέστρεψεν ἐπ’ αὐτὸν ὁ ἱερεὺς ὁ πρῶτος καὶ οἱ ἱερεῖς, “καὶ ἰδοὺ αὐτὸς λεπρὸς ἐν τῷ μετώπῳ, καὶ κατέσπευσαν “αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι “ἤλεγξεν αὐτὸν Κύριος.”

Περὶ μὲν οὖν τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν ἀπόχρη ταυτί· ὅτι δὲ γέγονεν ἀνὴρ δυνατὸς, καὶ ταῖς τῶν ἀλλοφύλων ἐπεστράτευσε χώραις, καὶ τοσοῦτος γέγονεν εἰς ἀλκὴν, ὡς καὶ ἀναδείμασθαι πόλεις παρ’ αὐτοῖς, καὶ δασμολογίας ἐπιθεῖναι, καὶ σκήπτροις ἰδίοις ὑπενεγκεῖν, καίτοι μεγάλα φυσῶντάς [*](d) ποτε, δεδίδαχεν ἀρκούντως τὸ γράμμα τὸ ἱερόν. οὐκοῦν, ἐπειδήπερ ὁ προφητικὸς ἡμῖν λόγος εἰσκεκόμικεν ἐν ἀρχαῖς τὴν ἐσομένην κατὰ τῶν ἀλλοφύλων ἐρήμωσιν, ἀναγκαία γέγονεν ἡ μνήμη τῆς βασιλείας Ὀζίου τε καὶ Ἰεροβοὰμ, νενίκηνται γὰρ δι’ αὐτῶν ὡς γοῦν προλαβόντες εἰρήκαμεν. οἴδαμεν οὖν ὅτι καὶ διὰ χειρὸς Ἀσσυρίων ἐμπέπρησται Δαμασκὸς, δεδῄωνται δὲ οὐδὲν ἧττον καὶ τὰ τῶν ἀλλοφύλων γένη. ἐπειδὴ δὲ τούτων ἐστὶν ἐκεῖνα μεταγενέστερα, [*](e) προσάψομεν ἀναγκαίως τῷ τε Ἱεροβοὰμ καὶ τοῖς Ὀζίου καιροῖς τὰ τοῖς ἀλλοφύλοις συμβεβηκότα, καὶ αὐτοῖς δὲ οὐδὲν ἧττον τοῖς τῶν Ἀσσυρίων καθηγηταῖς. ἐπειδὴ δὲ προστέθεικεν ὁ Προφήτης Πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ, [*](2. θυμιάσαι om. Β. 3, ἀπὸ] + τοῦ Β. 5, ναῷ] + καὶ Β. (Vat.) ora. Α. (Alex. XI.) 9, ἐπέστρεψεν] ἐπέτρεψεν Α. 12. αὐτὸν κύριος] Κύριος αὐτὸν Β. 16, δασμολογίας Β. δασμολογίαν Edd. 19. λόγος ἡμῖν pro ἡμῖν λόγος Α. 22. γοῦν assumptum ex Α. Β. 23. οἴδαμεν Α. οἶδα μὲν Edd. 25. τούτων Α. τούτῳ Edd. 26. προσάψωμεν Α. Ὀζίου] ἐκείνου Edd. invitis Α. Β. 28. τῶν om. Α.)

378
μνήμην ἀναγκαίως καὶ τοῦ λελεπρῶσθαι τὸν Ὀζίαν πεποιήμεθα. ἐπειδὴ γὰρ ἱερατεῦσαι τετόλμηκε παρανόμως, λελέπρωται μὲν ἐλέγχοντος Θεοῦ, κατεδονήθη δὲ σεισμῷ τὰ Ιεροσόλυμα καὶ διὰ τοῦδε σαφῶς τοῖς τὸ τηνικάδε Θεοῦ τὴν ἰδίαν ὀργὴν ὑπεμφαίνοντος.

[*](252 Α. a)[*](2)

Καὶ εἶπε Κύριος ἐκ Σιὼν ἐφθέγξατο, κω ἐξ Ἱερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, κὼ ἐπένθησαν οἱ νομαί τῶι ποιμένων, κὼ ἐξηράνθη ἡ κορυφὴ τοῦ καρμήλου.

Ὅλος ἡμῖν ἐν τούτοις ὁ τῆς προφητείας διαφαίνεται σκοπὸς, καὶ τοῦ παντὸς χρησμῳδήματος ὅρος ὥσπερ τις καὶ προαφήγησις ἀσαφείᾳ πολλὴ κατεσκιασμένη, νοοῖτ᾿ ἃν εἰκότως ἡ τοῦ προκειμένου δύναμις. πεποίηται μὲν γὰρ ὡς [*](b) ἐξ ὁμοιότητός τε καὶ μεταφορᾶς ὁ λόγος, καὶ ὡς ἐκ τοῦ πεφυκότος συμβαίνειν ταῖς εὐπρέμνοις τῶν ὀρῶν κορυφαῖς, ἢ καὶ τοῖς ἐψιλωμένοις τῶν πεδίων ἔσθ’ ὅτε. ὄρη μὲν γὰρ καίτοι δρυμοῖς κομῶντα καὶ ξύλοις, πεδιὰς δὲ αὖ πολλῇ καὶ ἀμφιλαφεῖ τῇ πόᾳ κατεστεμμένη, καταφθείροντός τινος ἢ λοιμοῦ τυχὸν, ἤγουν ἑτέρου του τῶν ἐξ ἀέρος ἀῤῥωστημάτων, ἀδοκήτως αὐαίνεται. διαπίπτει δὲ οὕτω καὶ τὰ ἀνθρώπινα, καὶ κατασκήπτουσιν ἔσθ᾿ ὅτε πόλεων καὶ χωρῶν πικραὶ καὶ δύσοιστοι συμφοραὶ, διολλύουσαι καὶ καταφθείρουσαι [*](c) φθείρουσαι μικρόν τε καὶ μέγαν. τίνος γὰρ ἃν φείσαιτο πολεμίων ξίφος, ἢ, φέρε εἰπεῖν, λοιμὸς, ἄρδην ἀποκείρων καὶ τὸν ἐν πλούτῳ καὶ δόξαις καὶ δυναστείαις διαφανῆ, καὶ τὸν ἄσημόν τε καὶ κατεῤῥιμμένον; γέγονε τοίνυν τῷ Προφήτῃ νυνὶ πρέπων ὅτι μάλιστα τοῖς αὐτῷ κατειθισμένοις ὁ [*](4. Haec καὶ διὰ τοῦδε σαφῶς accesserunt ex Α. Β. b. 7, ποιμνίων (42. 86.) cf. infra. καὶ alt. om. Α. (238 manu prima.) 8. ἡ om. Edd. 9. διαφανεῖται Α. 13. ὁμοιότητός] ὁμοιώσεως Α. 15, καὶ deest in Edd. τῶν otn. Α. 16, πεδιὰς. . . . . κατεστεμμένη] πέδια . . . . κατεστεμμένα Α. 18, λοιμοῦ τυχὸν] λιμοῦ τινος Α. 20. καὶ prius om. Α. 21, καὶ prius om. Α. διαφθείρουσαι Β. 23, λοιμὺς] λιμὸς Α. ἀποκείρων Β. ἀποκείρει Edd.)

379
λόγος. ἦν γὰρ, ὡς ἔφην, αἰπόλος, καὶ πεποίηται τὴν παρατροπὴν ὡς ἐκ τοῦ καταφθείρεσθαι πολλάκις τὰς τῶν θρεμμάτων νομάς.