In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Θεός. καὶ γοῦν ἔφη χριστός “Ὁ οὐρανὸς καὶ ἠ’ γῆ παρ- [*](SMatth. xxiv. 35.) “ ἐλεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Kαὶ ταυτὶ μὲν ἱστορικῶς· εἰ δὲ δή τις ἕλοιτο περιαθρεῖν [*](e) τὰ πνευματικὰ, καὶ τῶν κεκρυμμένων ἀναπίμπλασθαι νοημάτων, ἐννοήσει πάλιν, ὅτι καὶ Ἑλλήνων παῖδες οἱ ταῖς δοκη[σι]σοφίαις ἐξωφρυωμένοι, καὶ μὴν καὶ αἱρετικοὶ πολυπλόκοις ἀπάτης εὑρήμασι τὸ δοκεῖν τι σφισὶν αὐτοῖς ἀπονέμοντες, ἀποφέρουσι τῶν ἁπλουστέρων τινὰς τῆς ὀρθῆς τε καὶ ἀμωμήτου πίστεως, ἧς ἃν ἔχοιεν παρὰ Θεοῦ, καὶ τοῖς βρόχοις τῆς ἀπάτης ἐνδέοντες μονονουχὶ, καὶ ἐν δορικτήτων μοίρᾳ λαβόντες, ἀποκομίζουσι τῶν τῆς ἀληθείας ὅρων ὡς [*](a 238 Α.) ἀποτάτω. ἀλλ’ ὅ γε τῶν ὅλων Θεὸς ἄπρακτον αὐτοῖς ἀποφαίνει τὴν κακουργίαν, καὶ ἀνίησι μὲν τοὺς ἠπατημένους, τοὺς δὲ τῶν ἀπατησάντων κατὰ μάθησιν υἱοὺς προσάγει τοῖς ἐξ Ἰούδα· νοηθεῖεν δ’ ἂν οὗτοι πάλιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ ὅσοι τὸ χριστοῦ λαλοῦσι μυστήριον· οἱ δὲ τῆς ἐκείνων πλάνης ἀπαλλάττοντες, εἰς καλήν τε καὶ ἀξιέραστον ἀποφέρουσι δουλείαν, τὴν ὑπὸ χριστῷ δηλονότι, καὶ οἷον αἰχμαλώτους ἁρπάζουσι, μετατιθέντες εἰς τὴν ἑαυτῶν ἕξιν [*](b) τε καὶ γνώμην, ἢ τῆς ἐκείνων ἐστὶν αποτατω. πολὺ γὰρ τὸ μεταξὺ τῆς γνώμης τε τῶν ἁγίων, καὶ τῆς τῶν τοιούτων ὁρᾶται. λέγεται δὲ καὶ ὁ χριστὸς τοὺς ἐκ τῆς Ἑλληνικῆς ἀπάτης εἰς τὴν ἐπίγνωσιν τοῦ κατὰ φύσιν Θεοῦ μετενηνεγμένους ὡς αἰχμαλώτους ἑλεῖν. ἔφη γὰρ ὁ μακάριος Δαυείδ “Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες [*](Ps.lxvii.19.) “δόματα ἐν ἀνθρώποις.”

Kηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε [*](9) τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες [*](c) [*](1, 2. Haec ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται et δὲ accesserunt ex Β. 6. δοκη[σι]σοφίαις] Sic correxi post Migne. δοκησοφίαις D. Edd. lO. δορυκτήτων Edd. 12. αὐτῶν lid. 20. ἢ τῆς] ἥτις ud. 23. τὴν assumplum ex B. 24. μακάριος accessit ex B. 25. ᾐχμαλώτευσεν iid. ἔλαβες] δέδωκε iid. 26. τοῖς pro ἐν iid.)

354
[*](10) πολεμισταὶ, συΓκόψατε τὰ ἄροτρα ὑμῶ εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχὺν [*](11) ἔχω. συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντε τὰ ἔθνη κυκλόθεν [*](12) καὶ συνάχθητε ἐκεἲ· ὁ πραῢς ἔστω μαχητής. ἐξεγειρέσθω, καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς ὦι κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καΘιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κθκλόθεν.

[*](d)

Ἀπειλήσας τοῖς ἔθνεσι τὰς ἐξ ἀντιστρόφου συμφορὰς, καὶ τῶν ἀνοσίων ἔργων ἰσοπαλῆ τὴν δίκην, μεθίστησι τὸν λόγον ἐπὶ τοὺς ἰδίους ἤδη προσκυνητὰς, οὓς ἥκιστα μὲν δειλοὺς καὶ ἀνάνδρους, εἶναι δὲ μᾶλλον κελεύει νεανικοὺς, καὶ μονονουχὶ διαπρυσίῳ κεχρῆσθαι κηρύγματι, συλλέγειν τε ἤδη πρὸς μάχην τὰ ἔθνη, καὶ ἀναπτοεῖν ἐπείγεσθαι πρὸς τοῦτο αὐτὰ, κἂν εἰ ἕλοιντο τυχὸν τὴν ἠρεμαίαν τε καὶ ἀφιλόμακον ἑλέσθαι ζωήν. τοῦτο δὲ ἦν εὐτολμοτάτους αὐτοὺς [*](e) ἀποφαίνοντος, καὶ ἐπ’ αὐτῷ θαρρεῖν ἀναπείθοντος, ὅτι καὶ τῶν ἐχθρῶν ἀμείνους ἔσονται αὐτοῦ προασπίζοντος. ταῦτα δὴ οὖν ἐν τοῖς ἔθνεσι κηρύξατέ φησι, καὶ ἁγιάσατε πόλεμον. καὶ τί δὴ τὸ ἁγιάσατε πάλιν ἐστίν; Ἐμοὶ καθιερώσατε τρόπον τινὰ, ἔσομαι γὰρ ὁ μαχητὴς ἐγὼ, καὶ εἰς ἐμὴν δόξαν ἔσται τὸ δρώμενον· τεθνήξονται γὰρ οἱ τὴν ἐμὴν δόξαν ἀνάψαντες ξύλοις τε καὶ λίθοις. ἅπαν δὲ τὸ ἁγιάζεσθαι [*](239 Α. a) λεγόμενον, εἰς δόξαν ἀεὶ προσάγεται Θεοῦ. διὰ τοῦτό φησιν ἁγιασατε πόλεμον, ἐξεγείρατε τοὺς μακητὰς, καὶ δὴ καὶ ἐπιφωνεῖτε, φησὶ, Προσαγάγετε πάντες ἄνδρες πολεμισταί. καταληγέτω μὲν ὁ γηπόνος τῶν αὐτῷ φιλαιτάτων φροντίδων καὶ σπουδασμάτων· μεταχαλκευέτω δὲ τὸ μὲν ἄροτρον εἰς ῥομφαίαν, τὴν δὲ δρεπάνην εἰς σειρομάστας. οὐ γάρ ἐστι τοῦ γηπονεῖν ὁ καιρὸς, ἀλλὰ τοῦ διδόναι δίκας ἠτιμασμένῳ Θεῶ. [*](2. ὅτι om. F. Edd. (23.) ἰσχὺν ἔχω Β. ἰσχύω ἐγώ Edd. (A.V. etc.) 4. ὁ om. F. Edd. (Co.) μαχητής] πολεμιστής Edd. (22. al.) cf. infra 239 b. ἐξεγειρέσθω Β. (22. al.) ἐξεγειρέσθωσαν Edd. (Vat.) ἐγειρέσθωσαν Alex. 311.) καὶ ἀναβαινέτωσαν om. Β. (invito F.) 5. πόντα om. F. (Co.) διότι] ὅτι F. Edd. (22 al.) 8. καθίστησι Edd. 12. ἀνάπτειν iid. 14. αὐτοὺς accessit ex B. 18. Haec τί δὴ accesserunt ex B. 24. ἐπιφωνεῖτε B.D. ἐπιφωνεῖ καὶ iid. 26. μεταχαλκεύτω iid. ante Migne.)

355
εἰ δὲ δή τις εἴη καὶ ἀδύνατός φησι, μὴ σκῆψιν ἐχέτω τὸ ἄναλκι, ψευδέσθω δὲ καὶ αὐτὸς, εἰ βούλεται, καὶ λεγέτω τὸ δύνασθαι. μὴ γὰρ δὴ τῶν ὅπλων ἤτω μακράν. συναγείρεσθε [*](b) δὴ οὖν ἅπαντές φησιν οἱ κύκλῳ τῆς Ἰουδαίας, καὶ ὁ πραῢς ἔστω μαχητὴς, τουτέστι, καὶ εἴ τις τῶν ἀοργήτων εἴη, ἔστω καὶ οὗτος μαχητής. ὅμοιον ὡς εἰ λέγοι, οὐδενὸς τὸ σύμπαν ὑπολελειμμένου, κἂν εἰ γηπόνος τις εἴη, κἂν εἰ δειλός τε καὶ ἄνανδρος· οὗτος γὰρ ὁ ἀδύνατος· κἂν εἰ πρᾶος καὶ ἀφιλοπόλεμος, παραθηγέσθω πρὸς μάχην. παραιτήσομαι γὰρ οὐδένα· διακρίνω δὲ ἅπαντας ἐν τῆ κοιλαδι τοῦ Ἰωσαφάτ. τὸ δὲ διακρίνω σημαίνει ὅτι κριτὴς ἔσομαι δυνατὸς, [*](e) νατὸς, ποιναῖς τε καὶ δίκαις ἐνιεὶς τοὺς διαρπάσαντας μὲν τὴν γῆν τὴν ἐμὴν, κλήρῳ δὲ διαλαχόντας τόν Ἰσραηλ, καὶ[*](Supra ver. 2, 3.) πόρναις μὲν δεδωκότας τὰ παιδάρια, καταπεπρακότας δὲ τὰ κοράσια, καὶ ὡς οἶνον ἐκπεποκότας.

Ἐπιφωνήσειε δ’ ἂν τὰ τοιάδε πάλιν τοῖς τῆς Ἐκκλησίας ἐχθροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστὸς, οἳ κἂν ἴοιεν παμπληθεὶ, καὶ ὅλη δυνάμει χρώμενοι τῶν ἁγίων καταστρατευοιντο, πεσοῦνται δὴ πάντως αὐτοῦ προασπίζοντος, κακεινους μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους [*](d) προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπη, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς.

Ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρυγητός· εἰσπορεύεσθε, [*](13) πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶ. ἦχοι ἐξήχησαν ἐν τῇ κοιλαδι τῆς [*](14) δίκης, ὅτι ἐγγὺς ἡ ἡμέρα κυριου ἐν τῇ κοιλάδι τῆς δίκης. ὃ [*](15) ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν τό [*](2. ἀναλκὲς Edd. 5. ἔστω] ἔσται iid. 6. λέγει iid. 13. τὴν prius assumptum ex Β. 15. ἐκπεποκότας Β. ἐκπεπωκότας iid. 16. ἐπιφωνήσει iid. 17. Haec ἡμῶν Ἰησοῦς χριστὸς accesserunt ex Β. ἴοιεν] ἴοι Pont. Neutrum habet Aubertus. 18. καταστρατεύονται Edd. 19. πάντες iid. 21. Haec τοῖς ἐκ assumpta ex Β. 25. πεπλήθυνται] ἐπληθύνθη F. Edd. (22. c.) ἐξήχησαν] ἠκούσθησαν F. Edd. 26. ἐν τῇ κ. τῆς δ. om. Β. (49.) 27. οἱ ἀστέρες] τὰ ἄστρα F. Edd. (Co.))

356
[*](e) [*](16) φέγγος αὐτῶν. ό δὲ κυριος ἐκ Σιώ ἀνακεκραξεται, κω ἕε Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐραγὸς καὶ ἡ γἡ.

Τὰ μὲν πρόσοικα τῶν ἐθνῶν τῆς Ἰουδαίων γῆς, Ἄραβάς τε φημὶ καὶ Τυρίους, Γετθαίους καὶ Φυλιστιεὶμ, Μωαβίτας καὶ Ἰδουμαίους, Ἀμμανίτας καὶ Γεργεσαίους, οἱονεὶ σάλπιγγι κεχρημένους συναγείρειν ἐκέλευσεν εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, ὡς αὐτίκα δὴ μάλα τεθνηξομένους, καὶ πικρὰς [*](Α. 240 a) ὑφέξοντας τῷ κρίνοντι δίκας· παραθήγει δὲ νυνὶ τοὺς ἐξ Ἰσραὴλ εἰς ἄμαχόν τινα προθυμίαν καὶ δυσάντητον ἀλκὴν, καὶ δὴ συναγηγερμένοις ἐπιθρώσκειν ὥσπερ διακελεύεται, δεῖν δὲ ὁρᾶσθαί φησιν εὐτολμοτάτους, ἀνδρείους καὶ νεανικοὺς, οὐ τοῖς πολέμου δείμασι κατεπτοημένους, οὔτε μὴν ὡς εἰς μάχην ἰόντας ὅλως, ἡγουμένους δὲ μᾶλλον τὸ χρῆμα τρυφὴν, καὶ ἐν θυμηδίαις αὐτὸ καταγράφοντας καὶ γεγηθότας ἐν ἴσῳ τοῖς τὰς ἐξ ἀμπέλων εὐκαρπίας συλλέγουσι. ταύτῃ [*](b) τοί φησιν Ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκε τρυγητός· τὸ ἐξαποστε4ίλατε τιθεὶς, ἀντὶ τοῦ ἐκπέμψατε καὶ ἐκτείνατε, καθάπερ ἀμέλει καὶ οἱ τρυγᾶν εἰωθότες· κείσονται γὰρ ἕτοιμοι πρὸς ἀναίρεσιν, εὐτρεπεῖς εἰς κατατομήν. ἀποκειρέσθω φησὶν ὁ πολέμιος, ὡς ἐξ ἀμπέλου βότρυς· πατείσθω δὲ ὥσπερ ἐν ληνοῖς, σωρηδὸν ὑπὸ πόδας κείμενος. είσπορεύεσθε γάρ φησι, πατεῖτε, διότι πλήρης ἡ ληνὸς, τουτέστι, συγκεκόμισται πρὸς ὄλεθρον τῶν ἐθνῶν ἡ πληθὺς, οὐδὲν τὸ κωλῦον ὑπὸ πόδας εἶναι τοὺς σούς. ὑπερχεῖται τὰ ὑπολήνια· [*](C) σημαίνει δὲ διὰ τούτου τὸ οἷον ἀμφιλαφὲς τῶν εἰς καταπάτησιν συγκεκομισμένων. ἐν γάρ τοι ταῖς τῶν βοτρύων ἀφθονίαις, ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος τὰς ληνούς. [*](1. ἀνακράξεται Β. (Alex. XII. c.) ἀνακεκρ. Edd. (Vat.) 2. καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ om. Β. 4. Ἰουδαίας Edd. Ἄῤῥαβάς Β. 5. φιλιστιεὶμ Edd. 12, 13. Haec ὁρᾶσθαι—οὐ τοῖς accesserunt ex Β. 13. ὡς assumptum ex Β. 15. θυμηδίᾳ Edd. 18. πέμψατε Β. 26. σημαίνει] σημεῖον] iid. τούτου] τούτων iid. Statiin τὸ assumptum ex Β. 28. ὑπεραίρει πολλάκις καὶ αὐτὰς ὁ οἶνος] καὶ αὐτὰς ὁ οἶνος πολλάκις ὑπεραίρει iid.)

357
τὸ πλῆθος δὴ οὖν τῶν ὑπὸ πόδας κειμένων ὑποδηλοῖ λέγων Υπερχεῖται τα ὑπολήνια.

Ἠχοῖ ἐξηχησαν ἐν τῆ κοιλάδι τῆς δίκης. καὶ τί δὴ τοῦτο ἐστιν; ἔθος τοῖς ἁγίοις προφήταις τὰ ἐσόμενα προαπαγγέλλειν, καὶ ἐν αὐταῖς ἔσθ’ ὅτε γίνεσθαι ταῖς τῶν πραγμάτων φαντασίαις, ὥστε καὶ ὁρᾶν ἤδη δοκεῖν τὰ δρώμενα καὶ ἀκροᾶσθαι φωνῶν. καὶ γοῦν ὁ θεσπέσιος προφήτης Ἱερεμίας τὰ τοῖς Ἰουδαίοις συμβησόμενα προαναφωνῶν, καὶ ὅτι πάντως ἄρδην ἀπολέσει κεκινημένος εἰς μάχην ὁ Ναβουχδοόσορ, [*](d) καὶ εἰς αὐτὴν τοῦ πολέμου τὴν ἀτερπῆ θέαν ἠρπάζετο, μονονουχὶ δὲ καὶ πληθὺν ἀμέτρητον τεθεαμένος νεκρῶν, ἔφασκεν “Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς [*](Hier. iv. 31.) “ἀνῃρημένοις.” τοιοῦτόν τι, καθάπερ ἐγᾦμαι, καὶ ὁ μακάριος Ἰωήλ πεπονθὼς, τάχα που τὸν ἐν πολέμῳ θόρυβον εἰς οὖς ἐδέχετο, ταύτῃτοί φησιν Ἦχοι ἐξήχησαν ἐν τῇ κοίλωι τῆς δικης. καὶ κοιλαδα μὲν δικης ὀνομάζει τοῦ πολέμου τὸν χῶρον, ὡς οὐκ ἐφ’ ἑτέρῳ τινὶ τῶν ἐθνῶν ἐν αὐτῷ συνεηγμένων, [*](e) ἢ ἵνα πικρὰς ἐκτίσωσι δίκας· ἐξηχοῦντας δὲ ἤχους, ἢ τὰς τῶν πιπτόντων ὀλολυγὰς ἐνθάδε φησὶν, ἢ τοὺς τῶν νικώντων ἀλαλαγμούς.. συμβαίνει γὰρ ἐν πολέμοις καταστένωειν μὲν τοὺς πίπτοντας, ἐπαγάλλεσθαι δὲ τοῖς κειμένοις τοὺς κεκρατηκότας, καὶ εὖ μάλα ἐπικαυχᾶσθαι.

Ηλιον δὲ καὶ σελήνην σκοτισθήσεσθαί φησι, καὶ αὐτοὺς δὲ ἀφεγγεῖς ἔσεσθαι τοὺς ἀστέρας. καὶ οὐχὶ δὴ πάντως ὡς τοῦτο αὐτὸ τῶν στοιχείων πεισομένων τοτηνικάδε, ἀλλ’ ὡς σκότος ἐμποιοῦντος τοῦ πολέμου, καὶ οἷον ἀχλὺν ταῖς τῶν [*](a 241 Α.) ἡττωμένων ἐνιέντος ὄψεσι. σκοτοῖ γὰρ ἀεὶ τοῦ θανάτου τὸ δεῖμα, καὶ ἀπαμβλύνει τὸν νοῦν συμφορᾶς ἀδοκήτου μέγεθος, καὶ ὥσπερ ζόφῳ καταμελαίνει καρδίαν τοῖς ὑπερμέτροις [*](1. δηλοῖ Edd. 5. πράξεων iid. 7, 8. Haec καὶ—προαναφωνῶν accesserunt ex Β. 9. πάντας pro πάντως iid. 10 ἀτερπῆ] ἀπρεπῆ iid. ἑρπάζετο Pont. εἱρπάζ. Aub. II. δὲ assumptum ex Β. 13. Haec ὁ μακάριος assumpta ex Β. 14. ἐν] + τῷ Edd. 17. ἐπ pro ἐν iid. συνηγμένων iid. 25. τῶν στοιχείων πεισομένων hoc ordine Β. 27. σκοτοῖ] σκότος iid. 29. ζόφῳ Β. ἥλιον Edd. καταμελ.] + τὴν iid. ὑπερμέτροις] ὑπὲρ μέτρον iid.)

358
τῶν 7, ταθῶν. κεκράξεσθαι δέ φησι τὸν Κύριον, ὡς συνόντα τε καὶ συνασπίζοντα, καὶ στρατηγοῦ δίκην τοῖς ἐναντίοις ἐποτρύνοντα τοὺς ἐξ Ἰσραήλ. πρέποι δ’ ἂν μάλιστα τῷ [*](b) τῆς ἀναστάσεως καιρῷ τὸ φάναι τὸν Κύριον, ὡς ἐκ Σιῶν [*](1 Thess. iv. 16.) ἀνακεκραξεται. ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος “Αὐ- “τος ὁ κύριος ἐν κελεύσματι, ἐν φωνὴ ἀρχαγγέλου, καὶ ἐν [*](1 Cor. xv. 52.) “σάλπιλλι Θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ “ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρτοι.” τοῦτο καὶ ὁ Μωνυσέως [*](Num. x. 10.) νόμος προανετύπου, ἐκέλευε γὰρ ἐν νεομηνίᾳ σαλπίζειν τοὺς ἐξ Ἰσραήλ. καὶ νεομηνία μὲν τύπος ἂν νοοῖτο, καὶ μάλα ἦς, αἰῶνος τοῦ μέλλοντος καὶ νέου μέτα ’τον πρῶτον ἡ ’δε γε σάλπιγξ, τῆς διαπρυσίας ἠχῆς τῆς τοῦ ἀρχαγγέλου [*](C) φωνῆς, τῆς παρὰ Θεοῦ σάλπιγγος, ἢ πάντας ἐγερεῖ τοὺς ἐν τῆ γῇ κειμένους, ἐξαίσιόν τι καὶ φωνητικὸν ἠχοῦσα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ κύριος τὸ ἐπὶ τῷ Λαζάρῳ θαῦμα πληρῶν, ἀφίκετο μὲν εἰς τὸ μνημεῖον, ὡς δέ φησιν [*](S. Joan. xi. 43.) ὁ Εὐαγγελιστὴς, φωνή μεγάλη ἐφώνησε “Λάζαρε δεῦρο “ἔξω.” τοῦτο δὲ πῶς ἂν νοηθείη, λέγοντος Θεοῦ διὰ τοῦ [*](S.Matth. xii. 19.) προφήτου “Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται [*](Es. xlii. 2.) “ἔξω ἡ φωνὴ αὐτοῦ;” σημεῖον οὖν ἄρα τῆς διαπρυσίου σάλπιγγος, καὶ τῆς ἀπ’ αὐτῆς ἠχῆς τῆς ἐπ’ ἐσχάτοις, φημὶ, [*](d) καὶ ἐξ οὐρανοῦ, τὸ μεγάλῃ τὸν Σωτῆρα χρήσασθαι φωνῇ, διανιστάντα τὸν Λάζαρον.