In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι ἰδογ' ἐγὼ ἐν ταῖς ἡμέραις ἐκειναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, [*](Κεφ. γ΄.) ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰούδα καὶ Ἱερουσαλὴμ, καὶ [*](2) συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ, καὶ διακριθήσομαι πρὸς οὐτοὺc ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραὴλ, οἳ διεσπάρησαν έν τοῖς ἔθνεσι, καὶ τὴν γῆν μου καταδιείλοντο, καὶ ἐΜ τοι λαόι μου [*](3) ἔβαλον κλήρους, καὶ ἔδωκα τὰ παιδάρια πόρναις, καὶ τὰ [*](c) κοράσια ἐπώλουν ἀντὶ οἴνου κοὶ έπινον.

Ἐκ τῆς Ῥοβοὰμ βασιλείας ἀπορραγεισῶν τῶν δέκα φυλῶν, καὶ διήρη μένων αὐτῶν καὶ παντὸς τοῦ Ἰσραὴλ, εἴς τε τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδα οἱ μακάριοι γεγόνασι προφῆται. λελαλήκασι δὲ τὰ παρ’ ἀμφοῖν, τῆς ὅλης αὐτοῖς βασιλείας παρατεινούσης μέχρι καιρῶν τῆς αἰχμαλωσίας. μετὰ ’δε γε [*](d) τὴν ἐν τοῖς Ἱεροσολύμοις ἐκεῖθεν ὑποστροφὴν, καὶ τὴν γεγενημένην κατὰ καιροὺς ἐπάνοδον, προεφήτευσαν ἐπὶ τὸν Ἰσραὴλ Ἀγγαῖός τε καὶ Σαχαρίας καὶ μέντοι καὶ Μαλαχίας φαίνεται δὲ καὶ ὁ Ἔσδρας ὀλίγα ἄττα τῶν κατ’ ἐκεῖνο καιροῦ, καὶ ἐν τοῖς αὐτοῦ χρόνοις γεγενημένων προαγορεύσας. μέμνηται τοίνυν τῶν προκειμένων ὁ λόγος πράγματος οὐκ ἐν καιρῷ προφητῶν τῶν ἀρχαίων ἀλλ’ ὅτε δὴ μόλις Κύρου τὸν λαὸν ἀνέντος ἑπενόστησαν εἰς τὴν Ἰουδαίαν. καὶ τί τὸ χρῆμα τὸ ἀξιάκουστον, [*](e) τί δὲ δὴ γενέσθαι συμβέβηκεν, ἐροῦμεν ὡς ἔνι, τὴν τοῦ Εσθρα συγγραφὴν κομίζοντες εἰς ἀπόδειξιν.

Οὐκοῦν ἐπειδήπερ εἰς τὴν Ἰουδαίαν ἐπανῆλθον ἄρτι, καὶ δασμῶν καὶ τῶν τῆς δουλείας ἀναπνεύσαντες πόνων οἱ ἐξ Ἰσραὴλ, ἐπὶ τὸ ῥᾴθυμον ἐτράποντο, καὶ ἦσαν οὐκ ἀσφαλεῖς [*](1. Διότι B.F. ℵ Alex. XII.) ὅτι Edd. (Vat.) ἐν alt. om. F. 2. ἀνεπιστρέψω F. καὶ alt. om. B. (51, 95, 185, 238.) 3. τοῦ assumptum ex B. cf. 234. fin. 235 C. d. 236. C. 6. καταδιείλοντο Β. F. (36 al.) κατεδιείλαντο Edd. 8. ἀντὶ] + τοῦ Edd. (Vat.) invitis B.F. ἔπινον Β. ἔπιον F. Edd. (228.) 10. αὐτῶν] αὐτῷ Edd. 12. βασιλείας] προφητείας iid. 14. τοῖς assumptum ex B. 18. καιροῦ] καιρῶν iid. 20. καιροῖς iid. 21. ὅτι pro ὅτε iid. λαὸν Β. Ἰσραὴλ Edd.)

346
τῶν διὰ Μωυσέως τεθεσπισμένων ἐπιτηδευταὶ καὶ φύλακες. [*](Exod. xxxiv. 16.) ἀποφάσκοντος γὰρ τοῦ νόμου τὸ χρῆναί τινας ταῖς τῶν [*](233 A. a) ἀλλοφύλων θυγατράσι συγκατευνάζεσθαι, ὀλίγα φροντίσαντες σαντες τῶν θεόθεν αὐτοῖς κεχρησμῳδημένων, ἀλλοτρίαις γυναιξὶν ἐπεμίσγοντο. καὶ πρὸς τοῦτο λίαν δεδυσφορηκὼς [*](3 Esdr. viii. 68.) Ἔσδρας, περιερρήγνυτο μὲν τὴν ἐσθῆτα, κατωλοφύρετο δὲ τοὺς ἐξ Ἰσραὴλ, καὶ τῶν ἀλλοφύλων γυναικῶν ἀπαλλάττεσθαι παρεκάλει. οἱ δὲ τοῦτο δρᾶν ἀνεπείθοντο, δεδιότες τάχα που τὰ ἐξ ὀργῆς, καὶ τῶν ἐσομένων αὐτοῖς, εἰ μὴ ἕλοιντο τιμᾶν τὸν νόμον, τῶν προγεγονότων τὴν πεῖραν ἐποιοῦντο διδάσκαλον. ἐπειδὴ δὲ ἀπεβέβλητο καὶ ἀπεφοίτα [*](b) τῶν Ἱεροσολύμων ἡ τῶν ἀλλοφύλων γυναίων πληθὺς, λοιπὸν ἀναγκαίως κατεπικραίνοντο πρὸς ὀργὰς οἱ περίοικοι τῶν ἐθνῶν, ἅτε δὴ καὶ διὰ τούτων οὐ μετρίως ἐξυβρισμένοι, καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο που τάχα διελογίζοντο κατὰ σφᾶς αὐτούς. ἐπειδὴ γὰρ τὴν Ἱερουσαλὴμ ἀνετείχιζον μὲν, ἐσπούδαζον δὲ καὶ αὐτὸν τὸν θεῖον ἐγείρειν ναὸν, τοῖς τοῦ φθόνου βέλεσιν ἀνεκαίοντο πρὸς ὀργὰς, καὶ διακωλύειν ἐπεχείρουν, ἐκεῖνο διενθυμούμενοι, κατά γε τὸ εἰκὸς, ὡς εἰ [*](C) γένοιτο πάλιν ὁ Ἰσραὴλ ἐν δυναστείαις ταῖς πρώην, καὶ τετειχισμένας μὲν ἔχοι τὰς πόλεις, ἐπαμύνοντα δὲ τὸν τῶν ὅλων Θεὸν, ἅτε δὴ τοῖς ἀρχαίοις ἔθεσι θεραπευόμενον ἐν ναῷ, πάλιν κατακρατήσει καὶ ἀφόρητος ἔσται τοῖς ἁπανταχοῦ, καὶ δασμοὺς ἐπιβαλεῖ τῶν ὁμόρων τισὶ, καὶ ἁλώσονται πάντως, καταδῃουμένων μένων αὐτοῖς τῶν χωρῶν, εἰ δή τινες ἕλοιντο κἂν γοῦν ὀψὲ ἀντιβλέψαι μόνον. ταύτης ἕνεκα τῆς αἰτίας παρεσκεύαζον μέν τινας ἀπείργειν αὐτοὺς τῶν τε ἐπ’ αὐτῷ τῷ ναῷ, καὶ τοῖς τείχεσι κατασκευασμάτων. ἐπειδὴ [*](d) δὲ αὐτοῖς ἀνόνητος ἦν ἡ σπουδὴ, Θεοῦ κατευρύνοντος τοῖς ἐξ Ἰσραὴλ τὴν τῶν ἐπιτηδευμάτων ὁδὸν, ὡπλίζοντο λοιπὸν καὶ καταστρατεύειν ἤθελον· ἀλλ’ ἥλωσαν καὶ πεπτώκασι [*](2. τὸ assumptum ex Β. τῶν ἀλλοφύλων post θυγατράσι transp. Edd. 11. δὲ assumptum ex Β. 26. ὀψὲ om. Β. 28. κατασκευασμάτων] παρεσκευασμένων Edd.)
347
ἐπαμύνοντος αὐτοῖς Θεοῦ. γέγονε δὲ τῶν εἰς τοῦτο συναγηγερμενων ἡ ἄθροισις ἐν τῇ κοιλάδι Ἰωσαφάτ· χῶρος δὲ οὗτος οὐ πολλοῖς σταδίοις ἀπέχων Ἰερουσαλὴμ, ἐν τοῖς πρὸς ἠῶ μέρεσι. ψιλὸν δὲ εἶναί φασι, καὶ ἱππήλατον. ὅτι δὲ διεφθονήκασι μέν τινες τῶν δυνατωτέρων τοῖς ἐξ Ἰσραὴλ τὸν θεῖον ἐγείρουσι ναὸν, ὤνησαν δὲ οὐδὲν, διδάξει λέγων ὁ [*](e) μακάριος Ἔσδρας “Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ [*](3 Esdr. ii. 15.) “ Περσῶν βασιλέως χρόνοις κατέγραψαν κατὰ τῶν κατοι- “ κούντων ἐν Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ Βήλεμος καὶ “ Μιθριδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος “καὶ Γεελ́τεθμος ὁ γραμματεὺς, καὶ οἱ λοιποὶ οἱ τούτοις “συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις “τόποις.’’ ἦν δὲ τῆς γραφῆς τοιάδε τις ἡ δύναμις, ὡς εἴη μὲν πόλις ἄθραυστον ἔχουσα δύναμιν Ἱερουσαλὴμ, εἴκουσα δὲ οὐδαμῶς τοῖς τῶν ἑτέρων χωρῶν βασιλεῦσιν· ἀντεγει- [*](a 234 A.) ρομένη δὲ μᾶλλον καὶ σφόδρα νεανικῶς, ἢν εἰ γένοιτο πάλιν ὑπονοστῆσαι πρὸς τὸ ἀρχαῖον, καὶ αὐτοῖς σωρεύσει φροντίδας τοῖς τῆς Βαβυλῶνος κατὰ καιροὺς ἡγουμένοις. ἀλλ’ ὤνησαν μὲν, ὡς ἔφην, οἱ τὰ τοιάδε γεγραφότες παντελῶς οὐδέν. παρεκάλουν δέ τινες τῶν ἐν Σαμαρείᾳ, τοὺς ἐκ Βαβυλῶνος μετοικισθέντας συνεργάζεσθαί τε καὶ συνοικοδομεῖν αὐτοῖς. οἱ δὲ οὐκ ἤθελον, καὶ ταύτης ἕνεκα τῆς αἰτίας κεκμήκασιν οὐ μετρίως, ταῖς ἐκείνων ἐπιβουλαῖς ἀντεξάγοντες. γέγραπται [*](b) δὲ οὕτως ἐν τῷ Ἕσδρᾳ πάλιν “Καὶ ἤκουσαν οἱ θλίβοντες [*](1 Esdr. iv. 1—5.) “Ἰούδαν καὶ Βενιαμὶν, ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν “οἶκον τῷ κυρίῳ Θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Σορο- “βάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπον “αὐτοῖς οἰκοδομήσομεν μεθ’ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦ- “μὲν τὸν Θεὸν ὑμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ [*](3. ἀπέχων] + τῆς Edd, 9. ἐν prius] + τῇ iid. 10. Σαβέλλιος iid. Ῥάθιμος iid. Βέλτεθμος iid. II. Γεέντεθμος ud. 14. εἴκουσα] ἥκουσα iid. 16. καὶ assumptum ex Β. ἣν] ἕν' 17. σαλεύσει pro σωρεύσει iid. 19. Haec ὡς ἔφην οἱ accesserunt ex Β. 20. τοὺς ἐκ Baβ. μετοικισθέντας] τῶν ἐκ Βαβ. μετοικισθέντων iid. 28.) Β. (A.V.) οἰκοδομήσωμεν Edd. 29. ὑμεῖς (sic) iid. ante Migne.
348
“ ἡμερῶν Σαρσάθου βασιλέως Ἀσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς “ὧδε. καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ “ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ “ Οὐχ ὑμῖν καὶ ἡμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, [*](C) “ ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν κυρίῳ τῷ Θεῷ “ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν. καὶ “ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδαι, “ καὶ ἐνεπόδιζον αὐτοὺς τοῦ οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ’ “ αὐτοὺς, βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν.’’ ἁλλ’ ἐπεβούλευον μὲν, ἄπρακτος δὲ καὶ τούτοις ἡ ἐπιχείρησις ἦν. ὅτι δὲ τῆς λαθραίου λοιπὸν ἀτονούσης ἐπιβουλῆς τὸν πολέμου νόμον ἤεσαν στρατευόμενοι πάντες οἱ περίοικοι [*](d) τῶν ἐθνῶν, ἥλωσάν τε καὶ πεπτώκασι, κἀντεῦθεν ἂν μάθοις. [*](2 Esdr. iv. 7—10.) γράφει γὰρ ὧδε πάλιν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ. “καὶ “ἐγένετο ὡς ἤκουσεν Ἀναβαλὰτ καὶ τωβίας καὶ οἱ Ἄραβες “καὶ οἱ Ἀμμανῖται ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερου- “σαλὴμ, καὶ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, “πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. καὶ συνήχθησαν πάντες “ἐπὶ τὸ αὐτὸ ἐξελθεῖν καὶ παρατάξασθαι ἐν Ἰερουσαλήμ. [*](e) “καὶ πρὸς κύριον τὸν Θεὸν ἡμῶν, φησὶ, προσηυξάμεθα, “καὶ ἐστήσαμεν προφύλακας ἐπ’ αὐτοὺς ἡμέρας καὶ νυκτὸς “ἀπὸ προσώπου αὐτῶν. καὶ εἶπεν Ἰούδας Συνετρίβη ἡ “ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὄχλος πολύς. καὶ σεσίγηται μὲν ἐν τούτοις τῆς κοιλάδος ἡ μνήμη· φέρει δὲ τοῦτο πάλιν εἰς ἡμᾶς ὁ τῆς παραδόσεως λόγος. ἀξιόχρεως δὲ εἰς πίστιν ἡ προφητεία καὶ αὐτὸν ἡμῖν τὸν τοῦ πολέμου χῶρον κατονομάζουσα. ταυτησὶ τῆς ἱστορίας μεμνῆσθαί φαμεν, συνάξειν λέγοντα πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφάτ. δῆλον δὲ ὅτι οὐκ ἄκοντα ἄξει, ἀλλ’ ὅτι βουλόμενα ἐλθεῖν οὐ κωλύσει. διακριθήσεσθαι δὲ πρὸς ταῦτα περὶ τοῦ Ἰσραὴλ [*](1. Σαρσάθου Β. Ἀσοραδὰν Aub. (Vat.) Σαρσάθοφ—ὧδε om. Pont. Ἀσοὺρ Β. (Alex.) Ἀσσοὺρ Aub. (Vat.) 2, 3. καὶ εἶπε τοῦ Ἰσραήλ] οἱ δὲ περὶ τὸν Ζοροβάβελ εἶπον Edd. 9. βουλευόμενοι] ἐβουλεύοντο iid. 14. καὶ prius assumptum ex Β. 15. ἤκουσεν ἀναβαλὰτ Β. ἀναβαλλατ 55. sic quoque Cod. Frid.-Aug. in v. ι.) ἤκουσε Σαναβαλὰτ Edd. (Cod. Frid.-Aug.) ἄῤῤαβες Β. 17. ἀναφράσσεσθαι] + καὶ Edd. inv. Β. (44. al.))
349
καὶ τῆς ἑαυτοῦ κληρονομίαις, ἣν καταδιείλοντο διαρπάζοντές [*](a 235 Α.) που τάχα τὰ τῶν Βαβυλωνίων λείψανα, καὶ ἐν καιρῷ τῆς ταλαιπωρίας συνεπιτιθέμενοι, καὶ πόρναις μὲν τοι παιδάρια χαριζόμενοι, προθέντες δὲ τὰ κόρια πρὸς ἀσυνήθη πορνείαν, καὶ οἷον ἐκκαπηλεύοντες ταῖς ἑτέρων ἀσελγείαις, εἶτα τοὺς ἐντεῦθεν μισθοὺς εἰς τρυφὰς καὶ μέθας συλλέγοντες. Φαμὲν ’δε τι καὶ ἐφ’ ἡμῶν τοιοῦτον γενέσθαι, τὴν διὰ χριστοῦ λύτρωσιν ἐννενοηκότες. ἐξείλετο μὲν γὰρ ἡμᾶς αἰχμαλώτους ὄντας, καὶ ὑπὸ τυράννῳ πράττοντας, πικρῷ [*](b) φημὶ δὴ τῷ σατανᾶ, ἀνεκόμισε δὲ ὥσπερ εἰς γῆν ἁγίαν, εἰς πολιτείαν εὐαγγελικὴν, εἰς ἕξιν εὐμαθεστάτην, εἰς πόλιν τετειχισμένην τὴν νοητὴν Ἰερουσαλὴμ, “ ἥτις ἐστὶν Εκ- [*](1 Tim. iii. 15.) “κλησία Θεοῦ ζῶντος,“ οἰκοδομεῖσθαι παρασκευάσας, ὡς λίθους τιμίους “ εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ [*](Erh. ii. 21,22.) “ἐν πνεύματι ἀλλὰ τοῖς ἐκ βασκανίας πόνοις ἡ τῶν δαιμονίων ἀνεφλέχθη ἀνοσία πληθὺς, καὶ μέντοι πρὸς τούτοις οἱ τοῖς δόγμασι τῆς ἀληθείας μαχόμενοι, καὶ πολλὰς [*](c) μὲν τὰς κατὰ τῶν ἁγίων ἐφόδους πεποίηνται, ἠδίκησαν δὲ οὐδὲν προασπίζοντος Θεοῦ, παραθαρρύνοντος δὲ χριστοῦ καὶ λέγοντος “ Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ, ἀλλὰ θαρσεῖτε, [*](S. Joan. xxi. 33.) ἐγὼ νενίκηκα ’τον κόσμον.

Ὕθλος μὲν οὖν παρὰ τοῖς Ἰουδαίοις σαθρὸς καὶ γραώδης, ὡς ἔσται κατὰ καιροὺς ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ ἡ παρὰ Θεοῦ κατὰ πάντων κρίσις, μετὰ τὸ ἀναβιῶναι τοὺς νεκρούς. οἴονται δὲ ὅτι τῶν εἰς αὐτοὺς ἕνεκα γεγονότων ἀποτιοῦσι [*](d) λόγους, οἱ κατὰ πᾶσαν τὴν ὑπ’ οὐρανόν. ἀμοιρήσειε δ' ἂν οὐδαμῶς τοῦ γελᾶσθαι πρέπειν τὸ ἐνθύμημα αὐτῶν, τῆς θεοπνεύστου γραφῆς τὰ τῆς προφητείας ἐκπεπεράνθαι λεγούσης, καὶ ὅτι δίκας ἐξῄτηνται παρὰ Θεοῦ τὰ περίοικα τῶν ἐθνῶν, τοῦ πολέμου γεγονότος ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφάτ. [*](1. καταδιείλοντο] καταδιείλαντο Edd. 5. ἀσελγείαις iid. 6. τρυφὰς] τροφὰς iid. 14. τοῦ assumptum ex Β. 17. καὶ πολλὰς] πολλοὶ iid. 19. παραθαρσύνοντος iid. 22. οὖν assumptum ex Β. 26. ἀμοιρήσει iid. 27. αὐτοῖς iid.)

350
ἐπέθρωσκον γὰρ, ὡς ἔφην, τοῖς λειψάνοις τοῦ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀνατλάντος ταλαιπωρίαν· δέδοντο γὰρ τοῖς Βαβυλωνίοις.

[*](e)[*](4)

Kαὶ τί ἐμὼ κὼ καὶ Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοί; ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοί; ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ [*](5) ἀνταπόδομα ὑμῶ εἰς τὰc κεφαλὰς ὑμῶν, ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά [*](6) μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν· καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν [*](236 Α. a) Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶι ὁρίων αὐτῶν.

Εθνος μὲν οὖν ἅπαν κατὰ τοῦ Ἰσραὴλ συναγήγερται, Μωαβῖται, Ἰδουμαῖοι, Ἰεβουσαῖοι, Ἀμμανῖται, καὶ οἱ λοιποί. κατάρξαι δὲ οἶμαι βουλῆς καὶ ἐγχειρημάτων Δαμασκηνοὺς καὶ Τυρίους καὶ τοὺς καλουμένους Φυλιστιεὶμ, καὶ μέχρις αὐτῆς τῆς Γὲθ, ἥτις καλεῖται καὶ ἀλλοφύλων. τοιγάρτοι καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός Καὶ τί ἐμοὶ καὶ ὑμῖν [*](b) Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; ποίας γὰρ, φησὶ, τὰς ἀφορμὰς τῆς ἀγριότητος ἔχοντες, ταλαιπωροῦντα τὸν Ἰσραὴλ, καὶ ταῖς ἐκ Βαβυλωνίων συμφοραῖς οὐ μετρίως κατηχθισμένον ἀνοσίως ἐπιφορτίζετε, πικρῶς ἐπιβαίνοντες καὶ οἷον ἐμὲ γελῶντες τὸν σώζοντα τάχα που, καὶ ἀμυνόμενοι, καὶ τὰ ἐχθρῶν εἰς ἐμὲ τολμῶντες λέγειν, μᾶλλον δ' ἤδη καὶ δρᾶσαι; οὐκοῦν οὐκ εἰς μακρὰν ἀπολήψεσθε τὸ ἀνταπόδομα. ἥξει δὲ ὑμῖν εἰς κεφαλήν· δίκας γὰρ ἀποτιεῖτε ἐμοὶ τῷ διακριθησομένῳ πρὸς ὑμᾶς ἐν τῆ [*](c) κοιλάδι τοῦ Ἰωσαφάτ. ἐγκαλεῖ δὲ αὐτοῖς ὡς διηρπακόσι [*](1. ἐπέθρωσκεν Edd. 2. δέδονται iid. 4. καὶ] + γε F. Edd. (Co.) ὑμῖν habent D. F. (22. al.) sed cf. infra 258. c. Glaph. 226 c. in Es. 326 d. 5. ἢ] εἰ Β. 6. Haec ὑμεῖς ἐπ’ ἐμοί om F. Edd. 7. τὰς assumptum ex F. cf. infra 258 d. εἰς τὰς κ. ὑμῶν om. Β. (86.) ἀνθ’ ὧν] + γὰρ Β. 9. εἰσενέγκατε Edd. καὶ alt. om. F. Edd. (Co.) 10. Ἰσραήλ Β. (239.) cf. S. Cyr. locis supra citatis. Ἱερουσαλὴμ Edd. 15. φιλιστιεὶμ Edd. 16. Γὲτ iid. 21. κατηχθημένον iid. 23. ἀμυνόμενοι Β. ἀμυνόμενον iid. 24. οὐκ accesait ex Β.)

351
μὲν τὰ ἐπίλεκτα τοῦ ναοῦ, καὶ τὰ χρυσᾶ σκεύη σεσυληκόσι, καὶ ταῖς τῶν ἰδίων θεῶν ἀνατεθεικόσι τιμαῖς. ἀφόρητον δὲ τὸ χρῆμα καὶ πικρὸν, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι καταλυπῆσαι Θεόν. ἔφη γὰρ ὅτι “Τὴν δόξαν [*](Es. xlli.S.) “ μου ἑτερ́ῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τί γὰρ ἕτερον ἃν εἴη τὸ τοῖς θείοις ἀναθήμασι τοὺς τῶν εἰδώλων καλλωπίζειν ναοὺς, ἢ μονονουχὶ διακεκραγέναι καὶ λέγειν ὡς εἴη μὲν ὁ τῶν ὅλων Θεὸς ἐν δευτέροις, τὰ δὲ ἐν λόγῳ τῷ προὔχοντι καὶ σώζειν εἰδότα τοὺς ἰδίους προσκυνητάς;[*](d) καὶ οὐκ ἀπόχρη, φησὶν, εἰς δυσσέβειαν ὑμῖν τὸ τῶν θείων ἀναθημάτων τὸν ἐμὸν γυμνῶσαι νεὼν, ἀλλὰ γὰρ καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖςνὐοῖς τῶν Ἑλλήνων. γενέσθαι δέ τι τοιοῦτον εἰκὸς, ὡς ἐν ταῖς χώραις τῶν ἐθνῶν τινὰς ἀποκομισθῆναι τῶν ἐξ Ἰσραὴλ, ἀπεμπολούντων αὐτοὺς ἢ Τυρίων τυχὸν, ἢ καὶ ἑτέρων, οἷς ἐμπορία τὸ σπουδαζόμενον, καὶ φιλοκέρδεια τὸ ἐπιτήδευμα.

Πρέποι δ’ ἂν ὁ λόγος, ὥς γε μοι φαίνεται, καὶ τοῖς τῶν [*](e) ἀνοσίων προεστηκόσιν αἱρέσεων, οἳ τοὺς υἱοὺς τῆς Ἐκκλησίας μονονουχὶ διαρπάζοντες τῇ τῶν Ἑλλήνων καταπωλοῦσι σοφίᾳ, ἵνα πολυπλόκων ἐννοιῶν ἀναπιμπλάμενοι, πικροὶ γένοιντο ζητηταὶ, μᾶλλον δὲ ἀπειθεῖς τε καὶ ἀλιτήριοι, καὶ τὰ ὀρθὰ διαστρέφοντες, καίτοι δέον ἁπλῆ διαβιῶναι φύσει, καὶ τὸν ἀκαπήλευτον λόγον τῆς ἀληθείας μελετᾶν. ἔξω δὴ οὖν τῶν ἰδίων ὁρίων γενέσθαι τοὺς ἠπατημένους μένους παρασκευάζουσιν. ὅροι δὲ ὥσπερ καὶ χώρα τῶν τέκνων τῆς Ἐκ- [*](a 237 Α.) κλησίας τῆς ἀληθείας ἡ γνῶσις, καὶ τὸ εἰς πᾶν ὁτιοῦν τῶν ἀκριβῶς ἐξητασμένων εἰς ὀρθότητα νενευκός. λέγοιντο δ' ἂν εἰκότως χρυσᾶ σκεύη καὶ ἀργυρᾶ, καὶ ἐπίλεκτα Θεοῦ, κατὰ τὸ ἀληθὲς οἱ πίστει τε κατηγλαισμένοι, καὶ τοῖς ἐξ ἔργων [*](7. καλλωπίζειν] κατακαλλύνειν Edd. 9. λόγῳ τῷ προὔχοντι λόγοις τοῦ προὔχοντος iid. εἰδότας iid. 10. φημὶ iid. 12. Ἰσραὴλ] Ἰερουσαλὴμ iid. (ut supra.) 16. ἐμπορεῖα Β. φιλοκερδεῖν Edd, 18. Ηρέπει iid. 22. γενῶνται iid. 23. φύσει Β. φράσει Edd. 28. λέγοιτο iid. 29. καὶ post Θεοῦ add. iid. 30. τε assumptum ex Β.)

352
ἀγαθῶν αὐχήμασι κεχρυσωμένοι, καὶ τῷ τῆς εὐσεβείας διαστίλβοντες κάλλει. ἀλλ’ εἰ γένοιτό τινα τῶν ὧδε λαμπρῶν τοῖς τῆς ἀπάτης ἐναλῶναι βρόχοις, ἀκούσονται πάντως οἱ [*](b) τῆς ἀπάτης εὑρεταί Τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπιλεκτά μου εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. ἔγκλημα δὲ τοῦτο δεινόν τε καὶ δυσδιάφυκτον. “Ἁμαρ- “τάνοντες γὰρ εἰς τοὺς ἀδελφοὺς, ὑπὲρ ὧν χριστὸς “ἀπέθανεν,” αὐτὸν ἀδικοῦσι χριστὸν, ᾧ πάντη τε καὶ πάντως τὰς τῶν εἰς αὐτὸν πεπλημμελημένων δίκας ἀποτιοῦσιν.

[*](7)

Ἴδου ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς [*](C) ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν eic κεφαλὰς [*](8) ὑμῶ. καὶ ἀποδώσομαι τοὺς θἳοὺς ὑμῶν καὶ τᾶς θυγατέρας ὑμῶν εἰς χεὶρας υἳὼν Ἰούδα, καὶ ἀποδώσονται αὐτοὺς eic αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι κύριος ἀλάλησεν.

Απρακτα μὲν τὰ Τυρίων ἔσεσθαι μηχανήματα καὶ τὰ ἐκ τῆς δυστροπίας εὑρέματα κατὰ τῶν ἐξ Ἰσραὴλ, ἐναργέστατά φησιν, ἐξ ἀντιστρόφου δὲ ὥσπερ γενέσθαι τοῖς ἠδικηκόσι τὴν συμφορὰν, καὶ τοῖς ἴσοις ἐναλῶναι κακοῖς, μονονουχὶ [*](d) πιπτούσης εἰς κεφαλὴν τῶν ἀνόσια πεπλημμεληκότων τῆς ἰσοστάθμου δικῆς. ὥσπερ γὰρ αὐτοὶ τὸ ἐξ Ἰούδα γένος εἷλον, εἶτα τοῖς ἀνδραποδώναις δεδώκασιν, ἀποκομίζειν εἰπόντες εἰς ἔθνος μακρὰν, οὕτω τὰ αὐτῶν ἀπεμπολησθήσεσθαι τέκνα, φησὶ, διὰ χειρὸς Ἰουδαίων, καὶ ὅτι πάντη τε καὶ πάντως τὰ τοιάδε συμβήσεται, προσεμπεδοῖ λέγων Ὄτι κύριος ἐλάλησεν. ἀνήνυτον δὲ πάντως οὐδὲν ὃ φθέγξεται

[*](1. ἀγαθοῖς Edd. 3. ἐναλῶναι] ἁλῶναι iid. 7. ἀδελφοὺς] + ἥμων iid. u. Ἴδου] Ταὶ ἰδοὺ F. Edd. (Vat.) 12. τὸ om. F. Edd. (Co.) εἰς] + τὰς F. (62, 95, 147, 185.) κεφαλὰς] οἱ ο΄ κεφαλὴν XII mg. cf. infra. 20. κεφαλὰς Edd. 22. ἀνδραποδισταῖς iid. 24. Ἰουδαίων] Ἰούδα iid. πάντη τε καὶ assumpta ex B. 25. τὰ assumptum ex Β. προσεμποδεῖ (sic) Edd. ante Migne. 26. φθέγγεται iid.)
353