In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Tῆς πόλεως ἐπιλήψονται, καὶ ἐΜ τῶι τειχέων δραμούνται, καὶ ἐπὶ τὰς οἰκιας ἀναβήσονται, καὶ διὰ θυρίδων [*](10) ὡς κλέπται. πρὸ προσώπου αὐτῶ συγχυθήσεται ἡ γῆ, καὶ σεισθήσεται ὁ οὐρανὸς, ὁ ἥλιός τε κω ἡ σελήνη συσκοτάσουσι κὼ τὰ ἄροτρα οὐ δώσουσι τὸ φέγγος αὐτῶ.

[*](217 Α. a)

Ἀκούεις ὅτι καταπτήσονται μὲν καὶ αὐτῶν τῶν τειχῶν, [*](3. μάχαις Edd. 5. συντελέσωσιν B.F. (26. al.) συντελεσθῶσιν Edd. (Vat.) 6. μὲν] + γὰρ D. 7. ἐντείνεται· πόθεν;] Sic edidi ex D. ἐντείνεταί ποθεν Edd. κατακρούουσι] κατακτείνουσι iid. 8. ταῖς assumplum ex B.D. καταφθοραῖς D. Edd. καταφοραῖς Β. λιμοῖς Edd. 9. καὶ alt. om. Β. invito D. τοῖς πεσοῦσιν αὐτοῖς ὑπὸ τὴν τοιόνδε Β. invito D. 15. δ’ ἀν’] δὲ Edd. 16. φησὶ γάρ om. Β., γὰρ post τῆς (lin. seq.) addens. 19. αὐγῶν Β. Pont. ℵ Alex. XII.) αὐτοῦ Aub. (Vat.) πηγὴ pro ἡ γῆ (sic) Β. 20. τε assumptum ex B. 21. οὐ δώσουσι Β. (XII. 42, 86, 240.) δύσουσι Edd.)

319
καὶ οἷον αὐτὴν καταδῃοῦσαι τὴν πόαν, ἐν ἴσῳ τοῖς εἰωθόσι λωποδυτεῖν, διὰ θυρίδων ἐμβαλοῦσι, συγχέουσαι δήμους, καὶ μονονουχὶ διακυκῶσαι τὸ πᾶν, ὡς ἤδη δοκεῖν καὶ αὐτὸν δεδονῆσθαι τὸν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, καὶ μέντοι καὶ ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ’ ἀνθρώπων [*](b) στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα.

Καὶ κυριος δώσει φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ· [*](11) ὅτι πολλH́ ἐστι σφόδρα ἡ παρεμβολὴ αὐτοῦ, ὅτι ὀχυρὰ ἔργα [*](c) λόγων αὐτοῦ· διότι μεγάλη ἣ ἡμέρα του Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα· καὶ τίς έσται ἱκανὸς αὐτῇ;

Ἔφην ἤδη φθάσας, ὅτι σκοπὸς τῷ προφήτῃ δεινὴν καὶ δυσδιακόμιστον ἀποφῆναι τὴν συμφορὰν, ἵνα δὴ μεταχωροῖεν ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ βουλεύεσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ [*](d) ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν [*](2. λωποδυτεῖν] + καὶ Edd. συγχέουσαι δήμους hoc ordine Β. 3. διακυκλῶσαι iid. 7. ἐνοικ. τὴν γῆν] τὴν γῆν οἰκοῦσι iid. 8. νοοῖτο πάλιν post στρατ. transp. iid. Statim ὡς assumptum ex Β. 9. στρατιαῖς iid. χώραν Wd. πόλεις ud. II. ἀγροὺς nd. τε assumptuni ex B. 14. καὶ] + ὁ Edd. (91. 153.) 16. λόγου Β. τοῦ assumplum ex Β. (ℵ Alex. XII suprascriptum.) 17. Haec καὶ τίς ἔσται ἱκανὸς αὐτῇ serunt ex Β. Scholion sequens in duo post φήμην (320. 20.) dividebant Edd. 20. ἤδη post τε transp. iid. 22. οἶδε alt. om. B. 23. τινὰς ante ὡς tr. iid. 24. εἰωθότι pro οἵῳ τε iid. 25. φησι assumptuin ex B.)

320
αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ’ ἐχθρούς. πρέποι γὰρ ἃν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι’ αὐτῶν, ὅτι μὴ αὐτόματον ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος [*](e) συμβέβηκεν ἁπλῶς, ἀλλ’ ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβοὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερεμίας [*](Hier. xxiii. 29.) οὗτος ἦν· “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει [*](218 Α. a) κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; διικνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ επιφανης ἡ ἡμερα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται [*](b) ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτεράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Δαυεὶδ ἀνα- [*](Ps. lxxv. 8.) κεκραγὼς πρὸς Θεόν “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- “σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;”

[*](12)

Καὶ νυν λέγει κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸc μὲ ἕε ὅλης καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, [*](5. δι’ αὐτῶν] διὰ τούτων Edd. 6. τὰ δεινὰ post ἔφοδον transp. iid. 7. επενήνεκται post Θεοῦ transp. iid. 9. δὲ] + μᾶλλον iid. 10. ’δε] yapud. πάντηι τε καὶ assumpta ex B. ’ 11. γενέσθαι προστάττῃ pro προστάττοι γενέσθαι Edd. 12—18. Quae sequuntur καὶ om. Β. Contuli cum D. 17. γὰρ assumptum ex D. 19, 20. διὰ τὴν—φήμην om. Β. habet D. 23. θεσπέσιος assumptum ex B. ἀνα κεκραγὼς post Θεόν transp. iid. 27. ὅλης] + τῆς Edd. (A.V. ℵ XII mg.) ἐν κλαυθμῷ καὶ ἐν κ.] ἐν utrumque om. F. Edd. (Co.))

321
καὶ διαῤῥήξατε τάς καρδιας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν· [*](13) καὶ ἐπιστρέψατε πρὸς κύρω τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων [*](c) καὶ οἰκτίρμων εστί, μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐμ ταὶς κακίαις. τίς οἶδέν εἰ ἐπιστρέψει καὶ μετανοήσςι καὶ [*](14) ἡπολίπηται ὀμόω αὐτοῦ εὐλογίαν, θυσίαν καὶ σπονδὴν κυρίῳ τῶ̣ Θεῷ ἡμῶν;

Ἐντεῦθεν ἃν μάθοις, καὶ μάλα σαφῶς, ὡς οὐχ ἑτέρου του χάριν ὑψοῦ μὲν ἐτίθει τὰ διηγήματα· σκληρὰν δὲ αὐτοῖς καὶ δυσδιακόμιστον κομιδῇ προαναφωνεῖ τὴν συμφορὰν, ἢ ὥστε λοιπὸν μεταπεῖσαι παρελθεῖν εἰς μετάγνωσιν. ἀπογινώσκειν γὰρ οὐκ ἐᾷ· διαβεβαιοῦται δὲ, καὶ μάλα σαφῶς, ὡς εἴπερ [*](d) ἕλοιντο φρονεῖν τὰ βελτίω, καὶ τὰς ἰδίας ὁδοὺς κἂν γοῦν τοῖς δευτέροις ἐπανορθοῦν εἰς τὸ ἀρέσκον Θεῷ, πεπαύσεται πάντως τὰ ἐξ ὀργῆς, καὶ εἰς πλάτος αὐτοῖς εὐκοσμίας μεταχωρήσει τὰ πράγματα. τίς δ’ ἂν γένοιτο τῆς τε ἐπιστροφῆς αὐτοῖς, καὶ ὁ τῆς λιτῆς τρόπος, καθίστησιν ἐναργὲς, οὕτω λέγων καὶ νῦν λέγει κύριος ὁ Θεὸς ἡμῶν Ἐπιστράφητε πρὸς μὲ ἐξ ὅλης καρδιας ὑμῶν. ἐρρίφθω, φησὶ, τὰ παρωχηκότα, καὶ ἀποδημείτω πρὸς λήθην τὰ φθάσαντα· ἑαυτῶν ἀμείνους [*](e) ὄφθητε τοῖς δευτέροις, ἐκμειλίσσεσθε Θεὸν νηστειᾳ καὶ πόνῳ, κοπετῷ τε καὶ ὀδυρμοῖς. ἕψεται γὰρ πάντως ταῦτα δρᾶν ᾑρημένοις τὸ χρῆναι λοιπὸν ἐν εὐπαθείαις εἶναι καὶ τρυφῇ. ὥσπερ γὰρ τῆς ῥᾳστώνης τὸ τέλος, καὶ τοῦ διαπίπτειν εἰς ἡδονὰς καταστρέφει πάντως εἰς οἰμωγὰς καὶ κόλασιν· οὕτω τῆς ἐπιεικείας καὶ τῶν ἐπὶ ταῖς μεταγνώσεσι πόνων ἡ ἔκβασις εἰς τὸ τῆς εὐημερίας ἔρχεται πλάτος. χρήἐπιστρέψατε [*](2. Β. (42, 239, 240) ἐπιστράφητε Edd. (A.V. c.) . . . ὑπολίπηται Β. ὑπολήψεται Edd. (86, 228.) ὑπολείψεται A.V. c.) et cf. infra 219 e. εὐλογίαν] + καὶ Edd. (Vat.) 6. ἡμῶν Β. (Alex. ℵ) ὑμῶν Edd. (Vat.) 7. χάριν] χάριν τινὸς Edd. 8. τὰ διηγημένα ἐτίθει pro ἐτίθει τὰ διηγήματα iid. 9. προανεφώνει iid. 10. μεταπεῖσαι παρελθεῖν] μεταστήσαι τούτους iid. 13. ἀρέσκειν iid. πεπαύσ. πάντως hoc ordine Β. 14. εὐθὺς pro αὐτοῖς iid. Statim εὐθυμίας pro εὐκοσμίας iid. 16. αὐτοῦ iid. 18. ὅλης] + τῆς (ut supra) iid. 20. ὄφθητε τοῖς δευτέροις Β. ὄφθητε· τοῖς δευτέροις iid. 21. κοπετῷ] κωκυτῷ iid. ὀδυρμῷ iid. 22. εὐπαθείᾳ ud. 23. του] τὸ iid. 26. ἔρχεται πλάτος hoc ordine Β.)

322
[*](219 Α. a) σιμὸν οὖν ἄρα τὸ κλαίειν ἐφ’ ἁμαρτίαις, καὶ λυπεῖσθαι κατὰ [*](2 Cor. vii. 10.) Θεόν. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος “Ἡ κατὰ Θεὸν “λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά- [*](S.Matth, v. 4.) “ζεται.’’ μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς “Πεν “θοῦντας νῦν, ὅτι αὐτοὶ παρακληθήσονται.” καὶ μὴν καὶ ὁ σοφὸς ἡμῖν Σολομῶν τοιοῦτόν τι φησὶν αἰνιγματωδῶς [*](Eccles. vii. 3.) “Ἀγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους, ἣ τὸ πορευ- “θῆναι εἰς οἶκον πότου.’’ πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον, ὅση τις ἐστὶ τῆς νηστείας ἡ δύναμις. ἐξημεροῖ τὸν Δεσπότην, [*](b) κατευνάζει τὴν ὀργὴν, ἀνατρέπει κόλασιν. ἑαυτοὺς γὰρ αἰκιζόμενοι, μονονουχὶ καὶ λελυττηκότα καὶ ἀγριαίνοντα καθ’ ἡμῶν τὸν θεῖον εὖ μάλα δυσωποῦμεν θυμὸν, καὶ τὴν τοῦ καταπαίοντος χεῖρα συστελοῦμεν εὐκόλως. εἰ γάρ ἐστιν [*](1S.Joan. i. 9.) ἀληθὲς, ὅτι καὶ μόνον ὁμολογοῦντες τὰς ἁμαρτίας κατοικτείροντος δικαιούμεθα, πῶς ἃν ἐνδοιάσειέ τις ὅτι τοῖς ἐξ ἀσκήσεως πόνοις ἑαυτοὺς κατατήκοντες, καὶ οἷον αἰτοῦντες δίκας, τῶν ἡμαρτημένων κερδανοῦμεν παρὰ Θεοῦ τὴν ἄφεσιν; [*](C) πενθεῖν οὖν ἄρα κελεύει καὶ διαρρηγνύναι σφᾶς, ἥκιστα μὲν τὰ ἀμφία, διαπτύσσειν δὲ μᾶλλον νοητῶς τὴν καρδίαν τὴν ἀπηνῆ καὶ πεπιλημένην εἰς ἢν ὁ θεῖος οὐκ εἰσδύεται φόβος. [*](2 Cor. vi. 12,13.) ἐπιστέλλει γοῦν Κορινθίοις ὁ Παῦλος “Οὐ στενοχωρεῖσθε “ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. τὴν “δὲ αὐτὴν ἀντιμισθίαν· ὡς τέκνοις λέγω· πλατύνθητε καὶ “ὑμεῖς.” χρὴ δὴ οὖν ἄρα κατευρύνειν μὲν ὥσπερ Θεῷ τὴν καρδίαν, καὶ μονονουχὶ περιρρηγνύναι τὸν νοῦν, ἵν εἰσδέξαιτο τὸ αὐτοῦ. τὸ γάρτοι πλάττεσθαι λύπην, καταῤῥηγνυ- [*](d) μένων ἀμφίων εἰκῇ καὶ μάτην, ὀνήσειεν ἃν οὐδὲν τοὺς τοῦτο [*](2. Haec ὁ μακάριος assumpta ex Β. Statim γράφει παῦλος hoc ordine Β. 3. ἀμεταμέλητον] Sic correxi. ἀναμεταμέλητον (sic) Edd. 5. νῦν accessit ex Β. 10. ἀνατρέπει] + τὴν iid. 11, καὶ λελυττηκότα καὶ ἀγριαίνοντα] ἀγριαίν. καὶ λελυττηκ. iid. 12. τὸν θεῖον καθ' ἡμῶν et χεῖρα τοῦ καταπ. inv. ord. iid. 13. εὐκόλως συστέλλομεν pro συστελοῦμεν εὐκόλως iid. 14. Θεοῦ κατοικτ. hoc ordine Β. 17. παρὰ Θεοῦ τῶν ἡμαρτημένων κερδανοῦμεν inv. ord. iid. 18. ὄρα om. Β. 21. γοῦν] οὖν Edd. 22. ὑμῶν] ἡμῶν Β. 24. δὴ assumptum ex Β. 25. περιρρηγνύναι τὸν νοῦν hoc ordine Β. 26. τογάρτοι Edd. τοιγάρτοι e suo Migne. 27. ἀμφίων om. Aub.)
323
δρᾶν ᾑρημένους· ἐμποιήσειε δ’ ἂν οὐ βραχὺ τὸ κέρδος τὸ ἀνοιγνύναι καρδίαν, καὶ ἐναποτίθεσθαι τὸ Θεῷ δοκοῦν· ἀποκομιεῖ γὰρ τὸ χρῆμα πρὸς σωτηρίαν. ὅτι δὲ οὐκ ἀποτεύξονται τοῦ σκοποῦ ποιούμενοι τὰς λιτὰς, ἐμπεδοῖ λέγων, ὡς εἴη μὲν ὁ τῶν ὅλων Δεσπότης φιλάνθρωπός τε καὶ πολυέλεος, οἰκτίρμων καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις. εἰ γὰρ δὴ καὶ ἕλοιτο κακοῦν τοὺς ἡμαρτηκότας, ἀλλ’ οὖν ἔσται πρᾶος, καὶ οὐκ ἐς μακράν· μεταχωρεῖ γὰρ εὐκόλως ἐπὶ τὸ βουλεύεσθαι τὰ χρηστά. τοῦτο εἶναί φημι [*](e) τὸ μετανοεῖν ἐπὶ ταῖς κακίαις. ὑποτεμνόμενος δὲ χρησίμως ὁ προφήτης τῶν τὴν σωτηρίαν ἀπεγνωκότων τὸ εἰκαιόβουλον τίς οιδέ φησιν, εἰ μετανοησει καὶ ὑπολειψεται ὀπίσω αὐτοῦ εὐλογιαν, τουτέστι δώσει τοῖς ἐπιστρέφουσι τὸ μετασχεῖν εὐλογίαν, ὥστε καὶ σπονδὴν καὶ θυσίαν ἀναθεῖναι πάλιν αὐτῷ, χαίροντάς τε καὶ εὐφῥαινομένους ἀνάψαι τὰ χαριστήρια.

[*](a 220 Α.)

Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάστε νηστείαν, κηρύξατε θεραπείαν, [*](15) συναγάγετε λαὸν, ἁγιάσατε ἐκκλησίαν, ἐκλέξασθε πρεσβυτέροθς, [*](16) συναγάγετε ωήπια θηλάζοντα μαστοὺς, ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ κω νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. ἀνὰ μέσον τῆς κρηπῖδος καὶ τοῦ θυσιαστηρίου κλαύσονται [*](17) οἱ ἱερεῖς οἱ λειτουργοῦντες τῷ κθρίῳ καὶ ἐροῦσιν φεῖσαι κύριε τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν [*](b) ἐν τοῖς ἔθνεσι ποῦ εστίν ὁ Θεὸς αὐτῶι;

Διανίστησιν εὖ μάλα καὶ διὰ τούτων αὐτοὺς εἰς μετάγνωσιν, καὶ τρόπον οὐδένα τῆς εἰς τοῦτο σπουδῆς ἀνεπιτήἐμποιήσῃ [*](1. Edd. 2. Θεῷ δοκοῦν] δοκοῦν τῷ Θεῷ iid. 6. πολυέλεος] φιλέλεος iid. 12. ὑπολήψεται iid. Statim ὀπίσω om. Β. 13. εὐλογίαν] † καὶ τὰ ἐξῆς iid. 15. ἀνάψαι] ἀναμέλψαι iid. 19. συνάγετε iid. 20. αὐτοῦ om. Edd. (XII in mg. add.) 22. τῶ om. iid. (Alex. XII.) 24. ὄνειδος] ὀνειδισμὸν F. cf. infra 221 a.)

324
δευτον ἐᾶν ἐπιτάττει χρησίμως. δεῖν γὰρ ἔφη λαμπρῷ καὶ διαπρυσίῳ κηρύγματι κεχρημένους, ἁγιάζειν μὲν νηστείαν, κηρύξαι δὲ θεραπείαν, καὶ συναγείρειν ἐν ἐκκλησιᾳ τοὺς θεραπεύειν ὀφείλοντας, δῆλον δὲ ὅτι λελυπημένον τὸν τῶν ὅλων [*](Ps. cxlviii. 12.) Θεόν. εἶεν δ' ἃν οὗτοι “Νεανίσκοι καὶ παρθένοι, πρεσβύ- [*](c) “τεροι μετὰ νεωτέρων,’ νήπιά τε πρὸς τούτοις ἀρτιγενῆ καὶ ὑπότιτθα, καὶ μὴν καὶ νυμφίοι, καὶ ἀρτίγαμοι κόραι, τάχα που κατεστεμμένων ἔτι παστῶν ἐκθέουσαι καὶ γαμηλίους εὐνὰς ἀρνούμεναι, τρυφῆς τε ὑπερορῶσαι καὶ πότων, καὶ ἀλλασσόμεναι τὴν σκληραγωγίαν· κρότου περιεσταλμένου, καὶ ἠρεμούντων ᾀσμάτων καὶ εὐφημιῶν, ἃς ἔθος τισὶν ἀνάπτειν ἔσθ’ ὅτε τοῖς γεγαμηκόσι· καὶ ὁμοῦ νυμφίοις ὀλοφυρόμεναι. [*](d) καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ ἔφη τις τῶν παρ’ [*](Sir. xxii. 6.) ἡμῖν σοφῶν “Μουσικὰ ἐν πένθει, ἄκαιρος διήγησις.’’ ἐπηρτημένης δὴ οὖν θείας ἡμῖν ὀργῆς, πενθεῖν ἀναγκαῖον, οὐχὶ δὴ πότοις τε καὶ τρυφαῖς ἐναβρύνεσθαι φιλεῖν. ὅτι γὰρ οὐκ ἀμοιρήσειεν ἃν μομφῆς τε καὶ δίκης τὸ οὐκ ἐν καιρῷ τρυφᾶν, σαφηνιεῖ τις λέγων τῶν ἁγίων προφητῶν [*](Es. xxii. 12,13.) περὶ τῶν ἐξ Ἰσραήλ “Καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν “ τῆ ἡμέρᾳ ἐκείνη κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ [*](e) “ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην, σφά. “ζοντες μόσχους καὶ θύοντες πρόβατα καὶ λεγ́οντες Φάγω- “μὲν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. ἰτέον δὴ οὖν εἰς θρήνους καὶ δάκρυα, ἐπηρτημένης ὀργῆς, καὶ διεῤῥίφθω πότος. δεῖν δὲ δή φησιν ὁ προφήτης καὶ αὐτὸ τοῖς πενθοῦσι τὸ ἱερὸν καὶ ἀπόλεκτον ἀναπλέκεσθαι γένος, καὶ πρὸς ἀυταῖς ταῖς του νάου κρηπῖσι, και ανα μέσον του θυσιδιαπρυσίῳ] [*](2. διαπρεπεῖ Edd. g. ὑπερορῶσαι καὶ πότων] καὶ πότου ὑπερορῶσαι iid. 10—12. κρότου—γεγαμηκόσι post ὀλοφυρόμεναι transp. 11. ἠρεμούντων ᾀσμάτων hoc ordine Β. 15. θείας ἡμῖν hoc ordine Β. 16. δὴ assumptum ex Β. ἐναβρύνεσθαι] ἐνευρύνεσθαι Edd. 18. λέγων post προφητῶν transp. iid. 21. εὐφροσύνας iid. 23. ἰτέον δὴ] ζητητέον iid. 24. εἰς assumptum ex Β. 25. δή assumptum ex B. 20. ἀναπλέκεσθαι καὶ ἀπόλεκτον inverso ordine iid. καὶ alt.] -f δὴ iid. 27. ταῖς assumptum ex Β. Statim τοῦ ναοῦ κρηπῖσι hoc ordine Β.)
325
αστηρίου κατολολύζειν ἐκτενῶς ἀνακεκραγότας καὶ λέγοντας Φεῖσαι Κύριε τοῦ λαοῦ σοῦ, καὶ μὴ δῷς τὴν κληρονομίαν εἰς ὄνειδος, τοὐ κατάρξαι αὐτῶν ἔθνη, ὅπως μὴ εἴπωσιν ἐν τοῖς [*](a 221 Α.) ἔθνεσι Που ἐστὶν ὁ Θεὸς αὐτῶν;

Ἀλλ’ εἰ περὶ μόνης αὐτῷ τῆς ἀκρίδος λόγος ἦν, πῶς οὐχὶ μᾶλλον λιμοῦ καὶ ἐνδείας αἰτοῦσιν ἀπαλλαγήν; ἐκδεδίασι δὲ τὸ πεσεῖν εἰς χεῖρας ἐχθρῶν, καὶ παραιτοῦνται γέλωτα καὶ ὀνειδισμόν. εἰκὸς οὖν, φαίην δ’ ἃν ὅτι καὶ ἀληθὲς, ὡς ἐν τοῖς αἰνίγμασι τοῖς περὶ τῆς ἀκρίδος ἡ τῶν Ἀσσυρίων ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ’ αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἃν εἰκότως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς [*](b) γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ισραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας. ἠλλάξαντο γὰρ “θεοὺς οἳ οὐκ εἰσι θεοὶ,’’ καὶ τὸν τῶν ὅλων [*](Hier.ii. 11.) ἀφέντες Δημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ’ ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος ἡττώμενοι, ποίαν ἃν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων c πολιορκοῖντο φάλαγξιν;

[*](1. ἀνακεκραγότας] ἀνακωκυοντας Edd. 3. ὅπως μὴ εἴπωσιν ἐν τοῖς ἔθνεσι] μήποτε εἴπωσιν τὰ ἔθνη iid. 5. εἰ περὶ μόνης] εἴπερ μόνον iid. 8. φαίην δ’ ἂν ὅτι] ὅτι φαίην ἂν iid. 10. ἐγράφετο λεληθότως hoc ordine Β. 1 1, τοιαῦτα iid. εἰκότως post θεσπισμάτων transp. iid. 16. ἀφέντες Δημιουργὸν] Θεὸν ἀφέντες iid. προσκεκ. τῇ Β.] τῷ Β. προσκεκ. iid. 17. τῆς ἀκρίδος] αἱ ἀκρίδες iid. 18. ἔχουσι] ἔχοντες iid. Statim τὴν assumptum ex Β. 19. ψευδωνύμων] + αὐτῶν Edd. βρούχου καὶ ἀκρίδος ἡττώμενοι] βροῦχοι καὶ ἀκρίδες ἡττωμένοις iid. 20. ἂν assumptum ex Β. 21. πολεμίων] ἐναντίων iid.)