In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀληθὲς γὰρ, ὅτι δείμασί τε καὶ λύπαις ταῖς ἀφορήτοις ἔσθ’ ὅτε καὶ ἡ τῶν προσώπων ἄνθη μαραίνεται καὶ καταμελαίνεταί πὼς εἰς τὸ ἀκαλλὲς τοῖς ἐκ νοῦ θορύβοις μονονουχὶ μεταχρωννυμένη.

Ὡς μαχηταὶ δραμοῦντα, καὶ ὡς ἄνδρες πολεμισταὶ ἀναβήσονται [*](7) ἐμ τά τείχη.

Kαταθέουσαι γὰρ ἐν ἴσῳ τε τοῖς μαχιμωτάτοις, ὄκνου τε [*](b) ἀμείνους ὑπάρχουσαι καὶ δειμάτων, καὶ αὐτῶν ὑπεραρθήσονται τῶν τυχῶν, θρασεῖαν ὥσπερ τινὰ μελετῶσαι τὴν ἐμβολήν.

Kαὶ ἕκαστος ἐὺ τῇ ὁδῷ αὐτοῦ πορεύσεται, κω οὐ μὴ ἐκκλίνωσιν τὰς τρίβους αὐτῶ, καὶ ἕκαστος ἀπὸ του ἀδελφοῦ αὐτοῦ οὐκ [*](8) ἀφέξεται.

Αβασίλευτον μὲν ἡ ἀκρὶς, ἐκστρατεύει γεμὴν ἀφ’ ἑνὸς κελεύσματος εὐτάκτως. φασὶ δὲ αὐτὰς στοιχηδὸν ἰέναι, καὶ ὡς ἐν τάξει διίπτασθαι, καὶ ἥκιστα μὲν ἀπονοσφίζεσθαι, περιέπειν δὲ οὕτως ἀλλήλας, ὡσανεὶ καὶ ἀδελφοὶ, φύσεως [*](e) αὐτῆς βραβευούσης τὸ φιλάλληλον.

[*](2. παντελῶς καὶ δυσκ.] Sic edidi. καὶ δυσκ. παντελῶς Edd. παντελῶς καὶ δυσκ. παντελῶς(?) Β. 9. δραμοῦνται Β. διαδραμοῦνται F. Edd. (Co.) 11, Καταθεουσαι] Καταθέσουσι Edd. καταθέ[υ]σουσι Migne. τε prius assumptum ex Β 16. αὐτοῦ om. Edd. 18. μὲν] γὰρ iid. μὲν γὰρ pro γεμὴν iid. Statim ἐξ pro ἀφ’ nd. 19. κελεύσματος εὐτάκτως hoc ord. Β. 21. ἀδελφαὶ iid.)
318

Καταβαρυνόμενοι ἐι τοῖς ὅπλοις αὐτῶ πορεύσονται.

Ὅπλα δὲ οἶμαί που τοὺς ὀδόντας φησὶ, δι’ ὧν αὐταῖς ὁ πόλεμος, καὶ τὰ ὡς ἐν μάχη κατορθώματα, δαπανωμένης μὲν πόας, ληίου δὲ πίπτοντος, καὶ φυτῶν αὐαινομένων.

[*](d)

Kαὶ ἐν τοῖς βέλεσιν αὐτῶι πεσοῦνται, κω οὐ μὴ συντελέσωσιν.

Bάλλουσι μὲν ἀκρίδες οὐ βελῶν ἀκίσι τοὺς πολεμουμένουσ, ἀλλ’ οὐδὲ τόξον αὐταῖς ἐντείνεται· πόθεν; κατακρούουσι δὲ ὥσπερ ταῖς τῶν ἐδωδίμων καταφθοραῖς, καὶ τοῖς λιμοῦ καὶ ἐνδείας δείμασιν. ὅτι δὲ καὶ αὐτοῖς τοῖς ὑπὸ τοιάνδε πεσοῦσι συμφορὰν οὐκ ἂν ἐξαρκέσειε τὸ ἀπολέσθαι τὰ ἐν ἀγροῖς, ἀλλὰ γὰρ καὶ οἴκοις αὐτοῖς καὶ πόλεσιν εἰσπεφοιτηκότα καὶ παρενοχλοῦντα δεινῶς, τὸν ἐκ τῶν ἀκρίδων [*](e) ἕξουσι στρατὸν, ἤγουν καὶ αὐτὸν τὸν Ἀσσύριον, παρέδειξεν εἰπών Καὶ οὐ μὴ συντελέσωσιν. ὅμοιον ὡς εἰ λέγοι Καὶ τοῦτο οὐκ ἔσται τὸ τῆς ὀργῆς πέρας, παρέλθοι δ’ ἂν καὶ ἐπέκεινα· φησὶ γάρ·

[*](9)