In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Kαὶ ἐζήλωσε κύριος τὴν γῆν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ [*](19) καὶ ἀπεκρίθη κυριος καὶ εἶπε τῷ λαῷ αὐτοῦ Ἰδοὺ ἐΓὼ ἀποστέλλω ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνόν καὶ τὸ ἔλαιον, καὶ ἐμπλησθησεσθε αὐτῶν, καὶ οὐ δώσω ὑμᾶς οὐκ ἔτι εὶς ὀνειδισμὸν ἐν [*](20) τοῖς ἐθνεσιν, καὶ τὸν ἀπὸ βορρᾶ ἐκδιώξω ἀφ' δμῶ’.

Ἄθρει δὴ τρέχοντα κατὰ πόδας τὸν ἔλεον. φθάνει γὰρ [*](d) οἶμαι τὸ πένθος ἡ γαληνότης, καὶ τὸ ἐπὶ ταῖς μεταγνώσεσι δάκρυον ἡ τοῦ κατοικτείραντος χάρις. οὐ γὰρ μόνον ἠλέει τοὺς πεπραχότας ἀθλίως, ζηλοῖ δὲ μᾶλλον καὶ ἐπεμήνισε τοῖς λελυπηκόσιν, οἳ καὶ τῆς ἐπενηνεγμένης αὐτοῖς ἀθλιότητος γεγόνασιν ὑπουργοί. ἐπισκήπτει δέ που τοῖς Βαβυλωνίοις ὁ τῶν ὅλων Θεὸς, ὡς ἀπηνέστερον ἤπερ ἐχρῆν τοῖς [*](Es.xlvii. 6.) ὑπὸ θείαν ὀργὴν ἐπενηνεγμένοις. ἔφη γὰρ ὅτι “Ἐγὼ δέδωκα “ αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος·’’ [*](Zach. i. 14,15. e ) καὶ μὴν καὶ πρὸς τὸν μακάριον προφήτην Ζαχαρίαν “τάδε “ λέγει κύριος Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιῶν “ ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ἐγὼ ὀργίζομαι ἐπὶ τὰ [*](1, 2. Sic Β. εἰς τὸν προφήτην Ἰωὴλ τόμος β΄ . D. 3. ἐζήλωσεν] + ὁ F. Aub. 4. ἀπεκρίθη] + ὁ Edd. ἀποστελῶ F. ἐξαποστέλλω A.V. ℵ) ἐξαποστελῶ (23. al.) cf. Hom. Pasch. vi. 89 d. 9, ἡ om. B. 10. τοῦ κατ’. χάρις hoc ordine Β. ἠλέει] ἐλεεῖ Edd. 11. καὶ ἐπεμήνισε Β. ὡς καὶ ἐπιμηνῖσαι iid. 13. που om. Β. 14. πὼς ἢ χρὴ pro ἤπερ ἐχρῆν iid. 15. ἐγὼ assumptum ex Β. 16, ἔλεος] ἔλαιον (sic) Edd. ante Migne. 17. Haec ’τον μακάριον προφήτην assumpta ex Β. 18. ἐζήλωσα Edd.)

327
“ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ’ ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, “αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά.’’ ζηλώσας δὴ οὖν τὸν λαὸν αὐτοῦ, κατεπαγγέλλεται μὲν ἀφθόνως αὐτοῖς χορηγήσειν τὰ ζωαρκῆ, καὶ τῆς προλαβούσης συμφορᾶς ἰσοπαλῆ πὼς τὴν εὐθυμίαν, καὶ τὰ ἐδώδιμα μὲν εἰς κόρον· ἀσφάλειαν δὲ πρὸς τούτοις καὶ τὸ μὴ εἰς χεῖρας δοθήσεσθαι τῶν ἐχθρῶν, μήτε [*](a 222 Α.) μὴν ὑποπεσόντας δουλείᾳ τῆ ἐπ’ αὐτοῖς, οἰκτρὸν καὶ ἐπ’ ἀθλιότητι διαζήσεσθαι βίον. ὑπισχνεῖται δὲ πρὸς τούτοις ἀφανίσαι τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν Ἀσσύριον· βορειοτέρα γὰρ αὐτοῖς καὶ πρὸς ἀκτῖνα μᾶλλον ἡ χώρα. εἰ δὲ δή τις οἴοιτο καὶ ἐκ τῶν βορειοτέρων τῆς Ἰουδαίας γενέσθαι μερῶν τῆς ἀκρίδος τὴν ἔφοδον, τὸ κωλῦον οὐδὲν ὀρθῶς ἔχειν οἴεσθαι καὶ οὕτω τὸν λόγον.

Εἰ δὲ δή τισι καταφθείροιτο καὶ τὰ εἰς καρδίαν ἀγαθὰ [*](b) καὶ τῆς νοητῆς εὐκαρπίας ὁ πλοῦτος, οἷαπερ ἀκρίδος ἐπιπηδώσης αὐτοῖς τῆς τῶν δαιμονίων ἀγέλης, καὶ καταθεουσῶν ἀρχῶν, δυνάμεων καὶ ἐξουσιῶν· δῆλον δὲ ὅτι τῶν πονηρῶν· ποιείτω τὸ πένθος, μελετάτω τὴν μετάγνωσιν, δακρυρροείτω πρὸς Θεόν. ἀκούσεται γὰρ εὐθὺς ἐκ φιλανθρωπίας λέγοντος Ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν τὸν σῖτον καὶ τὸν οἶνον καὶ τὸ ἔλανιον. ἀποφανεῖ γὰρ αὐτοῦ τὴν καρδίαν ὡς εὔσταχυν γῆν, ὡς σπέρμασιν ὡραίοις κομῶντα κῆπον, ὡς εὔβοτρυν ἀμπελῶνα, καὶ [*](c) μὴν καὶ ἐλαίῳ καταπιανεῖ, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “'Ελίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.’’ ἐξελάσει δὲ ἀπ’ [*](Ps. xxii. 5.) αὐτοῦ τὸν ἀπὸ Βοῤῥᾶ, τουτέστι τὸν ἀποψύχοντα σατανᾶν, καὶ ζεῖν οὐκ ἐῶντα τῷ πνεύματι τοὺς ὑπ’ αὐτῷ γενομένους. [*](1. συνεπιτεθεμένα Pont. συνεπιτεθειμένα Aub. Statim μοι add. Edd. ἐγὼ μὲν hoc ordine Β. (Alex. XII.) 2. κακά] κακίαν iid. 3. αὑτοῖς assumptum ex B. 4. πὼς assumptum ex B. 5. τὰ ἐδώδιμα μὲν εἰς κόρον·] εἰς κόρον τὰ ἐδώδιμά iid. πρὸς τούτοις δὲ ἀσφάλειαν inverso ordine iid. 6. τοῦ pro κοὶ τὸ iid. 7. αὐτοὺς iid. ἐν pro ἐπ’ alt. iid. 8. διαζήσεσθαι] ζῆσαι iid. 9. ἀφανιεῖν iid. Ἀσσύριον. βορειοτέρα γ. α. καὶ πρ. ἀκτῖνα] βορειότερον, πρὸς ἀκτῖνα γὰρ αὐτοῖς iid. II. μερῶν τῆς Ίουδ. τῆς ἀκρίδος γενέσθαι inverso ordine iid. 14. τισι καταφθείροιτο D. iid. καταφθ. τις Β. 15. ἐπιπηδώσης αὐτοῖς hoc ordine Β. 16. δαιμόνων Edd. 17. τῶν assumptum ex Β. 21. αὐτοῦ τὴν hoc ordine Β. σπέρμασιν] πρέμνοις iid. 23. Haec κατά γε τὸ ἐν ψ. ὑμνούμενον accesserunt ex Β. 26. ζεῖν] ζῆν iid.)

328
[*](s.Matth. xxiv. 12.) ψυγήσεσθαι δὲ καὶ ὁ Παῦλος ἔφασκε “τῶν πολλῶν τὴν ἀγά- “πην διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν.’’ ἀλλ’ οἵ γε χριστοῦ γνώριμοι τῷ πνεύματι ζέουσιν· ἀνέχονται δὲ οὐδαμῶς τὸ [*](Gal. v. 24.) ἀποψύχεσθαί ποι πρὸς ἐκτόπους ἡδονάς· “Τὴν γὰρ [*](d) σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.”

Καὶ ἐξοίσω αὐτό eic rnv avubpov, καὶ ἀφανιῶ τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὰ ὀπίσω αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην· καὶ ἀναβήσεται ἡ σαρία αὐτοῦ, καὶ ἀναβήσεται ὁ βρόνοc αὐτοῦ, ὅτι ἐμεγάλυνεν τὰ ἔργα αὐτοῦ.

Διαπλάττει μὲν ἔτι τοῦ λόγου τὸ σχῆμα, καθὰ καὶ ἐν ἀρχαῖς ὡς ἐπ’ ἀκρίδος καὶ βρούχου, ἃ καὶ ἀφανισθήσεσθαί [*](e) φησιν, ἀπενηνεγμένα κατὰ βούλησιν Θεοῦ πρὸς αὐτάς που τάχα τῆς Ἰουδαίων γῆς τὰς ἐσχατιὰς, καὶ εἰς τοῦτο δυσωδίας ἐλθεῖν, ὡς καὶ φορτικὴν γενέσθαι τὴν διάδοσιν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν· μεθίστησι δὲ οὐδαμῶς ὁ λόγος τοῦ χρῆναι νοεῖν καὶ τὰ τοιάδε δὴ πάλιν ὡς ἐπί γε τῶν Βαβυλωνίων. ἐν μὲν γὰρ τοῖς νοτίοις μέρεσι τῆς Ἰερουσαλὴμ βαθεῖά τις ἔρημος ἐξευρύνεται, τερματίζεται γεμὴν πρὸς ἠῶ τε καὶ νότον πελάγεσιν Ἰνδικοῖς· πρὸς δύσιν δ’ αὖ καὶ βορειότερα, τῇ [*](223 Α. a) Παλαιστίνων γείτονι θαλάσσῃ, καὶ αὐτῇ δὲ προσκλυζούσῃ τῆ Αἰγυπτίων. ἐκεῖ τὸν βροῦχον καὶ τὴν ἀκρίδα διολέσθαι φησὶ, δυσαχθῆ δὲ γενέσθαι τὸν βρόμον αὐτῶν, τῆς μὲν ἀκρίδος που τάχα, καθάπερ ἔφην ἀρτίως. ἀνῄρηνται δὲ καὶ οἱ Βαβυλώνιοι, τὴν βορειοτέραν οἰκοῦντες χώραν, καὶ πρὸς [*](4.Eeg. xix. 35.) ἠῶ κειμένην. ἀνῄρηνται δὲ καθὰ πλειστάκις εἰρήκαμεν ἐν και- [*](1. ψυχθήσεσθαι Edd. καὶ assumptum ex Β. ὁ Παῦλος] ὁ κύριος iid. Statim τὴν ἂγ. τῶν πολλῶν ἔφασκε inverso ordine iid. 4. πρὸς] + τὰς iid. 5. σάρκα γὰρ ἑαυτῶν inv. ordine iid. 6. ἐξοίσω Β. (XII a prima manu.) ἐξώσω Edd. (A. V. ℵ) g. ἐμεγαλύνθη F. (XII.) 10. Διοπλόττει μὲν] Διαπλαττόμενον καὶ Edd. καθὼς iid. 14. γενέσθαι τὴν διάδοσιν hoc ordine Β. 15. χρῆναι] χρὴ iid. 16. δὴ assumptum ex Β. 19. βορειότερα] τὰ βοῤῥότερα (sic) iid. 20. οὐτῇ ’δε πρ. τῆ Αἰγυπτίων] αὐτοῖς δὲ πρ. τοῖς Αἰγυπτίοις iid. 21. διολέσαι iid. 22. Haec τῆς μὲν—ἀρτίως accesserunt ex Β. 23. πλὴν ἀνῄρηνται pro ἀνῄρηνται δὲ iid. 24. οἰκοῦντες post κειμένην transp. ud. 25. Haec καθὰ πλ. εἰρήκ. assumpta ex Β. Statim ἐν om. Β.)

329
ροῖς τῆς Ἐζεκίου βασιλείας, καὶ ἦν δυσφόρητος τῶν τωμά- [*](Ezek. xxxix.13.) τῶν ὁ βρόμος, ὡς καθαρισθῆναι μόλις ἐν ἑπταμήνῳ τὴν γῆν, καὶ τῆς τῶν πτωμάτων ἀπηλλάχθαι σαπρίας. οὕτω γάρ που φησὶν ὁ προφήτης Ἰεζεκιήλ. ὅτι δὲ προσκέκλιται τοῖς βορειοτέροις τῶν Βαβυλωνίων ἡ γῆ, σαφὲς ἂν γένοιτο, [*](b) λέγοντος Θεοῦ διὰ φωνῆς ἁγίων τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπενηνεγμένοις εἰς αἰχμαλωσίαν “Ὢ, ὣ, φεύγετε ἐκ γῆς [*](Zach. ii. 6.) “βορρᾶ, λέγει κύριος· εἰς Σιῶν ἀνασώζεσθε, οἱ κατοικοῦν- “τες θυγατέρα Βαβυλῶνος.”

Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Κριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμονίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, [*](c) καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουήλ, ἀνακεκραγώς τε καὶ λέγων “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν [*](Cant. ii. 1.) “κοιλάδων,’’ τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ [*](d) κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνάκαμεν.

Θάρσει γῆ, χαῖρε κοὶ εὐφραινου, ὅτι ἐμεγάλυνεν κυριος τοῦ [*](21) ποιῆσαι. θαρσεῖτε κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ [*](22) [*](2. ὁ assumptum ex Β. 3. ἀπαλλαγῆναι Edd. 4. που et ὁ προφήτης assumpta ex Β. 7. εἰς αἰχμαλωσίαν] ἐν αἰχμαλωσίᾳ iid. 12. στίφη τῶν δ. δηλονότι mv. ord. iid. 12—14. κατηφάνισεν αὐτὰ κατέκλεισεν αὐτὰ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς κατηφάνισε, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης iid. 14. τε assumptum ex Β. 17. δὴ] δὲ iid. 18. τῆς φαυλότητος ἐνειλ. δεσμοῖς] δεσμοῖς ὑπειλ. τῆς φαυλότητος iid. 20. ἐπέφ. ἡμῖν post Ἐμμαν. transp. iid. 22. τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν] ἐπῃσθόμενοι τῆς ἐνούσης εὐωδίας αὐτῷ iid. 23. δυσωδίας κατεγνώκ. hoc ordine Β. 20. τὰ om. iid. ℵ 130,311.))

330
πεδία τῆς ἐρήμου, ὅτι ξύλον Ἤνεγκε τὸν καρπὸ αὐτοῦ, ἄμπελος [*](23) καὶ συκῦ ἔδωκαν τὴν ἰσχὺν αὐτῶ. καὶ τά τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ κθρίῳ τῷ Θεῷ ὐμῶν, διότι ἔδωκεν [*](e) ὐμῖν βρώματα εἰς δικαιοσύνην, καὶ βρέξει ὑμῖν ὑετὸν πρώιμον [*](24) καὶ ὄψιμον, καθὼς ἔμπροσθεν, κὼ πλησθήσονται αἱ ἄλωνες σίτου, καὶ ὑπερεκχυθήσονται αἱ ληνοὶ οἴνου καὶ ἐλαίου.

Ἔθος τοῖς ἁγίοις προφήταις, ἐκ τῶν κατὰ μέρος, καὶ ὡς πρὸς ὀλίγους ἀγαθῶν, ἐκκομίζειν τὸν λόγον ἐπὶ τὰ καθόλου τε καὶ γενικώτερα· ταῦτα δέ ἐστι τὰ διὰ χριστοῦ. πρόεισι δὴ οὖν εἰς τοῦτο πάλιν ἡμῖν ὁ λόγος. πότε γὰρ δέδοται τὸ χρῆναι θαρσεῖν τῆ τῇ· πότε δὲ αὖ καὶ ἐμεγάλυνε Κύριος τοῦ [*](224 Α. a) ποιῆσαι μεθ’ ἡμῶν; εἰ μὴ ὅτε Θεὸς ὣν ὁ Λόγος γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἄνωθεν ἀγαθοῖς ἐπικλύζων τὴν ὑπ’ οὐρανὸν [*](Es. ixvi. 12.) εὑρίσκοιτο τοῖς εἰς αὐτὸν πιστεύουσιν “Ὡς ποταμὸς εἰρήνης, ὡς χειμάρρους τρυφῆς, ὡς πρώιμός τε καὶ ὄψιμος ὑετὸς, καὶ ἁπάσης νοητῆς εὐκαρπίας δοτήρ. τότε δὴ τότε καὶ τοῖς ἄγαν ἀσυνετωτάτοις· οἳ καὶ κτήνη λέγονται τοῦ πεδίου· νοητή τις ἀνέφυ πόα, τῶν διδασκόντων ὁ λόγος· τότε βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου. καὶ ἔρημον μὲν ὀνομάζει [*](b) τὴν Ἐκκλησίαν κατὰ τὸ ἐν προφήταις περὶ αὐτῆς ἐν [*](Ib. xxxv. 1.) ρημένον “Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω “καὶ ἀνθείτω ὡς κρῖνον.’’ πεδία δὲ αὐτῆς εἶεν ἂν οἱ λαῶν ἡγούμενοι καὶ παιδαγωγεῖν εἰδότες, οἳ καὶ τοῖς θείοις καὶ ἐξ οὐρανοῦ χαρίσμασιν οἱονεὶ βρύοντά τε καὶ εὖ μάλα περιηνθισμένον φέρουσι τὸν νοῦν καὶ ταῖς τῶν δογμάτων ἄνθαις ἡδὺ πνέοντα, καὶ οἷον ἀρτιφανεῖ τῆ πόᾳ κατεστεμμένον. [*](1. τὸν om. Edd. 2. τὴν om. iid. (Co.) 3. τῷ assumptum ex B.F. (22. al.) ἡμῶν Β. (68, 106, 311.) 4. ὑμῖν prius] ἡμῖν Β. Statim τὰ add. Edd. (A.V. ℵ) ὁ. ἐμπλησθ. (Alex.) Ilom. Pasch. vi. 89 e. 7. ὡς assumptum ex B. 8. κομίζειν Edd. τε om. B. ii. δ’ iid. καὶ et μεθ’ ἡμῶν assumpta ex B. 13, 14. ἀγαθοῖς ἐπικλύζων et εἰς αὐτὸν πιστεύουσιν hoc ordine B. 16. γὰρ pro δὴ τότε iid. 20. Haec ἐν προφήταις περὶ αὐτῆς εἰρημένον aCCeBSerunt ex Β. 21. ἀγαλλιάσθω] + ἡ Edd. 22. αὐτῶν pro αὐτῆς et εἰσιν pro εἶεν ἂν iid. 23. καὶ ult. assumptum ex B. 26. ἡδὺ πνέοντα] πνέοντά τε ἡδὺ Efld. οἷον assiimptum ex Β.)

331
οὗτοι τὸν τῶν ἀποκτηνωθέντων ἐκτρέφουσι νοῦν, ἵνα καὶ εἰς σύνεσιν ἀναβῶσιν ἀνθρωποπρεπῆ. ἔφη δὲ ὅτι καὶ ξύλον ἐξήνεγκε τὸν καρπὸν αὐτοῦ, ἄμπελόν τε καὶ συκῆν τὴν ἰδίαν ἐκδοῦναι δύναμιν, τὸν στερεὸν οἶμαι τῶν διδασκόντων λόγον, ᾧ ἔνεστι μὲν τὸ γλυκὺ, ἔνεστι δὲ αὖ πρὸς τούτῳ καὶ τὸ [*](c) κατευφραίνειν εἰδὸς, τοῖς ἀπὸ συκῆς καὶ ἀμπέλου παρεικάζων καρποῖς. ἁρμόσειε δ’ ἂν καὶ μάλα εἰκότως, τοῖς μὲν ἔτι παχυτέροις τὸν νοῦν καὶ νώθειαν ἔχουσι τὴν κτηνοπρεπῆ, κατανέμεσθαι μάθησιν τὴν χθαμαλωτέραν, τὴν ὡς ἐν εἴδει καὶ δυνάμει πόας ἐν τοῖς τὰ μικρὰ διδάσκουσι φυομένην, τοῖς γεμὴν ἤδη τελείοις τὸν ὑψοῦ τε ἤδη νοούμενον, καὶ οἷον ξύλοις ὡραίοις ἐπηνθηκότα καρπὸν, τὸν περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος, ἤγουν παιδεύσεως ἠθικῆς, τῆς ὡς ἐν ὕψει [*](d) θεωρημάτων. τοιγάρτοι κτήνη μὲν ἐκείνους ὀνομάζει, Σιῶν δὲ τέκνα τοὺς τελειοτέρους, οἷς καὶ ἑπιγάννυσθαι κελεύει Κυρίῳ τῴ Θεῷ αὐτῶν. ἡ πᾶσα γὰρ ἡμῶν θυμηδία χριστὸς, παρ’ οὗ καὶ δι’ οὗ πᾶσα πλήρωσις ἀγαθῶν, καὶ τῶν οὐρανίων χαρισμάτων ἀμφιλαφὴς χορηγία τοῖς ἀγαπῶσιν αὐτὸν, ὡς ἐν πρωίμοις τε καὶ ὀψίμοις καρποῖς νοουμένη καὶ ὡς ἐν σίτω πληροῦντι τὴν ἅλω, καὶ ὡς ἐν οἴνῳ ληνοῦ ὑπερχεομένῳ, καὶ ὡς ἐν ἐλαίῳ τῷ ὑπερβλύζοντι. ἰστέον δὲ, ὅτι καὶ κατά γε τὸν τρόπον τῆς μυστικῆς πληρώσεως ἀληθὴς ἡ ὑπόσχεσις. [*](e) δέδοται γὰρ ἡμῖν ὡς ἐν ὑετῷ τὸ ὕδωρ τὸ ζῶν τοῦ ἁγίου βαπτίσματος, ὡς ἐν σίτω γεμὴν ὁ ἄρτος τῆς ζωῆς καὶ ὡς ἐν οἴνῳ τὸ αἷμα· προ[σ]επενήνεκται δὲ καὶ ἢ τοῦ ἐλαίου χρεία, [*](1. τὸν post ἀποκτηνωθέντων transp. Edd. νοῦν κατευφραίνουσιν pro ἐκτρέφουσι νοῦν iid. 2. ἀνάγωσιν iid. ἤνεγκε Β. sed cf. Hom. Pasch. vi. 89 e. 3. ἄμπελόν τε καὶ συκῆν τ. ἰ ἐκδοῦναι] ὀμπελός τε καὶ συκῆ τὴν ἰδίαν ἐκδέδωκε Edd. 5. ἔνεστι—ἔνεστι] μέτεστι—μέτεστι iid. αὖ assumptum ex Β. Statim πρὸς om. Β. 6. τοῖς] τῆς Edd. παρεικάζων καρποῖς hoc ordine Β. 9. μάθησιν τὴν χθαμ.] καὶ χθαμ. μάθησιν iid. II. γεμὴν] δὲ iid. Statim ἤδη τελείοις hoc ordine Β. ἤδη alt. accessit ex Β. 14. θεωρουμένης Edd. 15. δὲ] + ἤδη iid. 16. ἡμῶν pro αὐτῶν iid. ἡμῶν θυμηδία hoc ordine Β. 18. ἀμφιλαφὴς accessit ex Β. 19. καρποῖς] ὑετοῖς Edd. 20. Haec πληροῦντι τὴν et ὡς ἐν accesserunt ex Β. ληνοῖς Edd. 21. ὡς ἐν, τῷ et γε assiimpta ex Β. 24. ἐν σίτῳ γεμὴν] δ’ ἐν σίτῳ iid. 25. προ[σ]επενήνεκται] Sic coirexi. προεπενήνεκται iid.)
332
συντελοῦσα πρὸς τελείωσιν τοῖς δεδικαιωμένοις ἐν χριστῷ διὰ τοῦ ἁγίου βαπτίσματος.

[*](225 Α. a)[*](25)

Kαὶ ἀνταποδώσω ὑμῖν ἀντὶ τῶν ἐπῶν ὧν κατέφαγεν ἡ ἀκρὶς καὶ ὁ βροῦχος καὶ ἡ ἐρυσίβη καὶ ἡ κάμπΗ, ἡ δύναμίς μου ἡ μεγάλη [*](26) ἣν ἐξαπέστειλα εἰς ὑμᾶς, καὶ φάγεσθε ἐσθίοντες καὶ ἐμπλησθήσεσθε, καὶ αἰνέσετε τὸ ὄνομα κυρίου τοῦ θεοῦ ὑμῶν, ὃς ἐποίησεν μεΘ’ ὑμῶν θαυμάσια.