In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Σαλπίσατε σάλπιγγι ἑ Σὼ, κηύεατε ἐν ὄρει ἁγίῳ μου, καὶ [*](Κεφ. β΄.) συγχυήσονται πάντες οἱ κατοικοῦντες τὴν γὴν, διοτι πάρεστιν [*](3. ὑδάτων accessit ex Β. 4. εἰς αὐτοὺς ὑετὸν] ὑετὸν ἐπὶ τῆς γῆς Edd. γένος pro γεγραμμένον iid. 6. Quae sequuntur iisque ad fin. scliolii ἡμῶν δὲ δὴ—καὶ εὐαγγελικήν om. B. Contuli igitur cum D. 17. εἰς D. πρὸς Edd. 20,21. νοητὸν—δὲ καὶ D. νοητὸν, κα ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ποτισθήσονται, καὶ Edd. 25. ἀποτρέφουσα D. ἀποστρέφ. Édd. 28. συγχυθήσονται Β. (240= b. 86 mg.) συναχθήτωσαν F. (Alex.) συγχυθήτωσαν Edd. (Vat. ℵ))

314
[*](2) ἡμέρα κυρίου, ὅτι ἒγγὴς ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης./p>

Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. [*](b) εἴη δ’ ἃν καὶ ἐπ’ ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ’ ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ’ αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιῶν, ἤγουν ἐν ὅλη τῆ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα κυροῦ, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ’ ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολύ [*](C) μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐτοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν κυροῦ, καθ’ ἢν ἔσονται μὲν ὡς ἐν ὁμίχλη καὶ σκότῳ, τὸν [*](d) ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν.

Ὡς ὄρθρος χυθήσεται ἐπὶ τὰ ὄρη λαὸς πολὴς καὶ ἰσχυρός· ὅμοιος αὐτῷ οὐ γέγονεν ἀπὸ τοῦ αἰῶνος, κω μετ’ αὐτὸ οὐ προστεθήσεται [*](3) ἕως ἔτω εἰς γεωεὰς γενεῶν. τὰ ἔμπροσθεν αὐτοῦ πῦρ [*](5. νοοῖτο τυχὸν hoc ordine Β. 6. βεβηκότος] + τε Edd. 7. περιηγγελένου post Ἰουδαίᾳ transp. iid. τὴν pro γῆν iid. 9. ἀναπλησθήσεσθαι] ἀναπλησθῆναι iid. Statim τὴν πόλιν pro τὰ πάντα iid. γὰρ] + ἡ iid. 11. ἁλλ’] + ὡς iid. πάντα pro πόθη iid. 12. πάρα] κατὰ iid. 14. πεῖραν] φροντίδα iid. 15. ἀναδύεσθαι πρὸς μετάγν.] πρὸς μετάγν. ἁλύεσθαι iid. 18. καὶ assumptum ex Β. 20. ἐπαγωγαῖς iid. 22. τῶν] τῆς iid. 23. ἐπηρτ. αὑτοῖς hoc ordine Β. καταφοράν] καταφθοράν iid. 25. ἀπὸ] ἐκ F.)

315
ἀναλίσκον, καὶ τό ὀπίσω αὐτοῦ ἀναπτομένη φλόξ· ὡς παράοεισος τρυφῆς ὴ γῆ πρὸ προσώπου αὐτοῦ, καὶ τὰ ὀπίσω αὐτοῦ [*](e) πέδω ἀφανισμοῦ, καὶ ἀνασωζόμενος οὐκ ἔστιν αὐτῷ.

Ὄρθρον ἔοικεν ἀποκαλεῖν ἢ τὴν ἐν ὄρθρῳ δρόσον, ἢ ἐπειδὰν ὅλως καταχέηται τῶν ὀρῶν, ἀφίησιν οὐδὲν τῶν ἐν αὐτοῖς ἀκατάδευστον· ἤγουν τὰς πρώτας ἡλίου βολὰς, καὶ τοῦ τῆς ἡμέρας φωτὸς τὴν εὐθύς τε καὶ ἐν ἀρχαῖς ἀνάλαμψιν, ἢ ταῖς τῶν ὀρέων κορυφαῖς καὶ πρό γε τῶν ἄλλων μονονουχὶ καὶ ἐνευρύνεται, καὶ κατερυθαίνει βουνούς. οὕτως ἔσεσθαι [*](a 215 Α.) φησιν ἐπὶ τ‘ὶ ὄρη τὸν λαὸν τὸν ἰσχυρὸν, ἀκρίδας τυχὸν, ἤγουν, ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν, τὸν Ἀσσύριον ὡς ἐν πληθύι· νοούμενον ἀπαραβλήτῳ λοιπόν· ὅμοιος γὰρ αὐτῷ φησὶν οὔτε γεγονεν απὸ τοῦ αἰῶνος, οὔτε μὴν ἔσται ποτέ. ἐπειδὴ δὲ ταῖς τῶν ἀκρίδων ἐμβολαῖς δαπανᾶται μὲν τὸ παρεμπῖπτον εὐθὺς, εἰ δὲ δήπου τι καὶ περιλειφθὲν τύχη, ἔργον ἐστὶ καὶ αὐτὸ τῶν ἑπομένων ταῖς πρώταις· πῦρ ἀναλίσκον ἔφη τὰ ἔμπροσθεν αὐτοῦ, φλόγα δὲ ἂναπτομένην τὰ κατόπιν καὶ ἑπόμενα. τοῦτο [*](b) δὲ αὐτὸ δράσειεν ἂν οἶμαί που καὶ πολεμίων στρατός. ἕψονται γὰρ πάντως ταῖς τῶν φθασάντων ἀγερωχίαις ὁμοῦ καὶ ἀφειδίαις καὶ οἱ κατόπιν ἰόντες βραχύ· ποιήσονται δὲ τὴν γῆν ὡς τρυφῆς παράδεισον, ἄρδην ἀποκείροντες, καὶ ἐνσπαταλῶντες τοῖς εὑρισκομένοις. ἔχει δὲ τὸ ἀληθὲς ὁ λόγος καὶ ἐπ’ αὐτῆς εἰ φέροιτο τῆς ἀκρίδος.

Ως ὅρασις ἵππων ἡ ὅρασις αὐτῶι, καὶ ὡς ἱππεῖς οὕτω καταὀπίσω [*](4) [*](2. Β, (XII.) ὄπισθεν Edd. (A.V. ℵ) 3. οὐκ ἔστιν Β. (Alex.) οὐκ ἔσται Edd. (Vat.) 4. ἔοικεν ἀποκαλεῖν hoc ordine B. 5. ὀρῶν D. ὄρων Edd. οὐδὲν post αὐτοῖς transp. D. Edd. 6. ἀκατάδευστον D. ἄκατάρδευτον Aub. ἀκατάδευτον Pont. ἀκατάλευστον (sic) B. τῆς ἡμέρας φωτὸς hoc ord. Β. 7. εὐθὺ Edd. ἀρχῇ iid. ἣ] Sic correxi post Migne. ἡ Edd 8. τῶν ὀρέων κορυφαῖς hoc ord. Β. μονονουχὶ καὶ om. Β. 9. κατερυθραίνει iid. ἔσεσθαι post ὄρη transp. iid. 11. Haec τῆς ὄπ assumpta ex Β. τῶν Ἀσσυρίων —νοουμένων nd. 12. αὐτῷ φησὶν hoc oraine B. Statim οὐ iid. 13. τοῦ om. b. .., 15. περιλειφθὲν τύχῃ] περιλειφθείη τυχὸν iid. ἐστὶ καὶ αὐτὸ] καὶ αὐτὸ ἔσται iid. 18. ἂν assumptum ex Β. 20. ἀφειδίαις] αὐθαδείαις iid. 23. εἰ ante ἐπ’ ἀύτης transp. iid. Statim ἐκφέρ. iid.)

316
[*](5 c) διώξονται. ὡς φωνὴ ἁρμάτων ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐξαλοῦται, καὶ ὡς φωνὴ φλογὸς πυρὸς κατεσθιουσης καλαμην, καὶ ὡς λαὸς πολὺς καὶ ἰσχυρὸς παρατασσόμενος εἰς πόλεμον.

Tὴν ἀκρίδα καὶ τὸν βροῦχον, εἰ δὴ φέροιντο κατὰ χωρῶν καὶ πόλεων, οὐδὲν ἐν μείοσιν ἔσεσθαί φησιν ἵππου τῆς μαχιμωτάτης· κατασκιρτήσει γὰρ οὕτω τῆς γῆς, ὡς τάχα που καὶ ἁρμάτων ἀπομιμήσασθαι κτύπον. ἁπάσαις τε γὰρ [*](d) ἐπιθρώσκουσι κορυφαῖς ὀρέων, καθίπτανται δὲ καὶ βουνοῦ παντὸς, καὶ οἷον φλογὸς ἠχὴν ἀποτελοῦσιν καταπιμπράσης αλάμην. φασὶ γὰρ οὐ δίχα κτύπου πράττεσθαι παρ’ αὐτῶν τῶν ἐν ἀγροῖς τὴν κατάβρωσιν, ἠχὼ δέ τινα τῶν ὀδόντων ἀποτελεῖσθαι βληχηρὰν καὶ κακόφωνον, περιθραυομένων αὐταῖς τῶν ἐμπεπτωκότων, ὡς ἀνέμου φλόγα διαρριπίζοντος. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι, τὸ ἀπεικὸς οὐδέν· ἄττει γὰρ κατὰ πληθὺν, καὶ ὀλίγα παραχωρεῖ τοῖς [*](e) ἀνδριζομένοις ἐν μάχη. βορὸν γὰρ τὸ χρῆμα καὶ διὰ πληθὺν ἀμέτρητον οὐκ εὐκαταγώνιστον, μᾶλλον δὲ καὶ δυσάντητον. ὁ αὐτὸς δ’ ἂν γένοιτο καὶ περὶ τῶν Ἀσσυρίων λόγος· εἰ δὲ βούλοιτό τις καὶ περὶ αὐτῆς που τάχα τῆς Ῥωμαίων ἐκστρατείας, οἳ δίκην ἀκρίδων κατεδηδόκασιν τὸν Ἰσραὴλ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν ἀνοσίως πεπλημμεληκότα, οὐδ’ οὕτω κακῶς.

[*](4, 5. τὴν ἀκρίδα—καὶ πόλεων om. Β. 5. ἔσεσθαί φησιν hoc ordine B. 6. οὕτω γὰρ κατασκ. inverso ordine Edd. 7. ἀπομιμήσασθαι] ἀπομιμεῖσθαι iid. 9. οἷον assumptum ex Β. ἠχὴν ἀποτελοῦσι hoc ordine Β. 11. τῶν prius om. Aub. κατάπτωσιν pro κατάβρωσιν Edd. 12. βληχηρὰν] βληχρὸν iid. Statim καὶ κακόφωνον accesserunt ex Β. 13. πεπτωκότων Edd. 14. ὄχλῳ δὲ δὴ πάλιν πολεμίων αὐτὴν παρεικάζεσθαι] εἰ δὲ δεῖ πολεμίων ὄχλῳ αὐτὴν παρεικάζεσθαι, πάλιν iid. 15. παραχωρεῖ post ἐν μ. transp. iid. 16. μάχαις iid. 19. καὶ περὶ αὐτῆς που τάχα] τάχα που καὶ περὶ αὐτῆς iid. τῶν post τῆς add. iid. ἐκστρατείας] στρατείας iid. 20. ἀκρίδος iid. Statim κατεδ. post Ἰσραὴλ transp. iid. 21. Haec τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν et ἀνοσίως accesserunt ex Β. 22. οὐδ’ οὕτω κακῶς om. Β.)
317

Ἀπὸ προσώπου αὐτοῦ συντριβήσονται λαώ.

[*](6)

Xρῆμα γὰρ, ὡς ἔφην, ἄμαχον παντελῶς καὶ δυσκαταγώνιστον ἀνθρώποις βρούχου καὶ ἀκρίδος ἐμβολή.

[*](a 216 Α.)

Πᾶν πρόκωπον ὡς πρόσκαυμα χύτρας.