In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐκύκλωσε μὲν ἐν ψεύδει με καὶ ἀσεβείᾳ, φησὶν, οἶκος [*](1. βαδίζομεν D. 2. βεβαίῳ B.D. βαθείαις Edd. 4, Post γνησιότητος haec add. D. —εἰσόμεθα γὰρ οὐδένα ἕτερον, πλὴν ὃτι Θεὸν αὐτὸν κοὶ μόνον, ἀνάψωμεν δὲ καὶ ἐπ’ αὐτῷ τῆς ἐλπίδος τὰ πείσματα. 6. ψεύδει] ψεύδεσιν F. 8. μὲν] + γὰρ D. ὁ om. D. 9. καὶ om. D. 10. ἐπιστρεπτικὴν Β. Edd. ἐπιστρεπτικὸς D. 12. μονονουχὶ γάρ] μόνον γὰρ οὐχὶ D. 13. τὸν om. D. 15. τοῦ τε] τοῦτο Aubertus. 21. ποιητὴν B.D. κτίσαντα Edd. 24. λαὸς] ναὸς F. Edd. κληθήσεται F. (Alex.))

241
Ἐφραΐμ καὶ Ἰούδα· πλὴν καὶ οὕτως ἔσομαι χρηστὸς, [*](e) σύμμετρον αὐτοῖς ἐπάγων τὴν κίνησιν. ἔγνων γὰρ αυτους, ὡς οὐκ ἂν ἑτέρως δύναιντο τὰ ἀμείνω μεταμαθεῖν, εἰ μή τι καὶ πάθοιεν τῶν ὅσα καταλυπεῖ καὶ καλεῖ πρὸς αἴσθησιν τῶν ἡμαρτημένων. ἔγνω τοίνυν αὐτοὺς ὁ Θεὸς, τουτέστιν, οὐκ ἠγνόηκε τῆς ὠφελούσης αὐτοὺς ἐπιστρεφείας τὴν ὁδόν. καὶ οὐκ ἀνόνητον ἔσται τὸ χρῆμα αὐτοῖς. ἐκβήσεται γὰρ ἐντεῦθεν τὸ καὶ ἐν λαοῖς ἀγίοις κατατάττεσθαι Θεοῦ. ἐκτακείσης γὰρ ἅπαξ τῆς ἐνούσης αὐτοῖς φαυλότητος διὰ πόνου καὶ θλίψεων, καθαροί τε ἔσονται καὶ ἡγιασμένοι, καὶ [*](a 167 Α.) πείρᾳ μαθόντες, ὅτι τὸ μὲν γνήσιον τῆς εἰς Θεὸν ἀγάπης πρόξενον αὐτοῖς ἁπάσης ἔσται τρυφῆς καὶ εὐημερίας, καθάπερ ἀμέλει τῆς ἀποστασίας τὰ ἐγκλήματα τοῖς τῆς δουλείας καὶ θλίψεως ἐνίησι βόθροις.

Ὁ δὲ Ἐφραΐμ πονηρὸν πνεῦμα, ἐδίωξε καύσωνα, ὃλην τὴν ἡμέραν [*](Κεφ. ιβ΄.) κενὰ καὶ μάταια ἐπλήθυνε, καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο, [*](b) κα ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο.

Μέτεισι πάλιν ὁ λόγος ἐκ τῆς ἀγελαίας πληθύος ἐπὶ τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ Σαμαρείᾳ, οὓς καὶ πνεῦμα πονηρὸν εἶναί φησι διά τοι τῆς γνώμης αὐτῶν τὸ δυσμετακόμιστον, καὶ τὸ λίαν ἀπονενευκὸς καὶ ἀκάθεκτον εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ. ἐδίωξε γὰρ καύσωνά φησι· καίτοι γὰρ ἐξὸν ὑπὸ τὴν ἐμὴν εἶναι σκιὰν, [*](c) οἱονείπως αὐτόμολος ἀπεχώρει πρὸς καύσωνα. καύσωνα δὲ ὀνομάζει τὴν ἐκ τῶν θλίψεων πύρωσιν, καὶ τὴν καταφλέγουσαν συμφοράν. καὶ γοῦν ὁ σοφὸς Παροιμιαστὴς αἰνιγματωδῶς τοὺς πόνους οὕτως ὀνομάζει, καί φησι “Διεσώθη [*](Prov. x. 5.) “ ἀπὸ καύματος υἱὸς νοήμων· ἀνεμοφθόρος δὲ γίνεται ἐν [*](2. ἔγνων D. ἔγνω Edd. 4, πάθοι D. 7, καὶ οm. D. 8. κοὶ om. D. λαοῖς B.D. b. ναοῖς Edd. 17. ἐνεπορεύετο] ἐνεμπορεύετο Edd. (228.) 20. εἶναί assumptum ex B.D. 22. ἀκαθέκτως D.)

242
“ἀμητῷ υἱὸς παράνομος.” οὐκοῦν ὁ μὲν Ἐφραΐμ, ἐπειδήπερ [*](d) ἐστὶ πνεῦμα πονηρὸν, ἐδίωξε καύσωνα, τουτέστιν, ἐζήτησε καὶ ἐθελοντὴς ἀπέδρα πρὸς καύσωνα· ἀλλ’ οἵγε συνετοὶ περὶ [*](Cant. ii. 3.) Θεοῦ λέλουσιν “ Ἐν τῆ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκά- “θισα.” ἴσα. σκιὰν ’δε φασι τῆς παρὰ Θεοῦ καὶ ἄνωθεν ἐπικουρίας τὴν σκέπην. ἀλλ’ οὐ τοῦτο δέδρακεν ὁ Ἐφραΐμ. ἐζήτησε γὰρ καυσωνα. πὼς, ἢ τίνα τρόπον; ὅλην τὴν ημεραν κενοὶ καὶ μάταια ἐπλήθυνε, τουτέστιν, ἐν παντὶ καιρῷ ψυχρὰ καὶ ἀνωφελῆ καὶ ἔδρα καὶ ἐβουλεύετο. ποῖα δὲ ταῦτά ἐστι; διαθήκην μετὰ Ἀσσυρίων διέθετο. ἔφην δὲ ἤδη προλαβὼν, [*](e) καὶ πλειστάκις, ὅτι τῶν βασιλέων τῶν ἐν Σαμαρείᾳ τινὲς, καὶ τῶν ἐν τοῖς Ἱεροσολύμοις, ποτὲ μὲν χρήμασι τὴν Ἀσσυρίους εἰρήνην καὶ τὴν ἐκεῖθεν ἀσφάλειαν ἀγοράζειν ἐπεχείρουν, ποτὲ δὲ τὴν Αἰγυπτίων ἐκάλουν ἐπικουρίαν, ἐμπορευόμενοί τε τῆς παρ’ αὐτῶν εὐνοίας τὴν ὑπόσχεσιν, τὰ ἐκ τῆς ἰδίας ἔπεμπον χώρας, ὁμοῦ δηλονότι τοῖς ἄλλοις. ἐλαιοφόρος δὲ ἡ Σαμαρειτῶν, καὶ ἦν ἐν Αἰγύπτῳ ἐν τιμῇ τὸ ἔλαιον, οὐκ ἐχούσης αὐτὸ τῆς γῆς. κενὸν οὖν ἄρα καὶ [*](168 Α. a) μάταιον ἡ εἰς ἀνθρώπους ἐλπίς. καὶ δὴ κατορχείσθω τοῦ πεποιθότος ἐπ’ ἀνθρώποις, ὁ ἐπὶ Θεῷ πεποιθὼς, τὸ ἐν [*](Ps. li. 9, 10.) ψαλμοῖς ἐκεῖνο λέγων “ Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν “Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἤλπισεν ἐπὶ τῷ πλήθει τοῦ “πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐν τῆ ματαιότητι αὐτοῦ· “ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, “ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν “αἰῶνα τοῦ αἰῶνος.”

Αγαπᾶν δὲ ὅτι μάλιστα πρέπει τοῖς ἐπιεικείας ἐρασταῖς καὶ ἀσφαλῶς ἐθέλουσι διαζῆν, τὸ ὑπὸ σκιὰν εἶναι Θεοῦ, διὰ τοῦ κατὰ μηδένα παροτρύνειν τρόπον, παραιτεῖσθαι δὲ οὕτω τὸ προσκρούειν αὐτῷ ὡς ἃν καὶ αὐτὰς τὰς ἅδου πύλας.

[*](2. τουτέστιν assumptum ex b. Statim ἐξῄτησε pro ἐζήτησε b. 7. ἐζήτη (sic) D. Utrum incuria an pro ἐζήτει ? 23. Haec καὶ ἐνεδυναμώθη ἐν τῇ ματαιότητι αὐτοῦ accesserunt ex D. 24. ἐν τῷ οἴκῳ τοῦ Θεοῦ om. D. 27—30. Haec Ἀγαπᾶν—πύλας accesserunt ex D.)
243

Kαὶ κρίσις τῷ Κυρίῳ πρὸς Ἰούδαν του ἐκδικῆσαι τὸ Ἰακώβ· [*](2) κατά τὰς ὁδοὺς αὐτοῦ καὶ κατά τὰ ἐπιτηδεύματα αὐτοῦ [*](b) ἀνταποδώσει αὐτῶ.

Ωσπερ Ἐφραΐμ ὀνομάσας, παρέδειξε νοεῖν τοὺς ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότας, οὕτω κἀνθάδε τοὺς ἐκ Φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας, ὡς ἐξ ὀνόματος τῆς βασιλευούσης κατασημαίνει φυλῆς. ἐπιτιμήσας δὴ οὖν τῷ Ἐφραΐμ, ἤτοι τοῖς ἐξ Ἐφραΐμ κρατοῦσι τοῦ Ἰσραὴλ, πνεῦμά τε αὐτὸς ὀνομάσας πονηρὸν, καὶ κενὰ καὶ μάταια πληθύνειν εἰπὼν, διά γε τοῦ διαθήκας μὲν τίθεσθαι πρὸς Ἀσσυρίους, ἐμπορεύεσθαι δὲ καὶ ἔλαιον εἰς Αἴγυπτον, καταιτιᾶται λοιπὸν τοὺς ἐξ Ἰούδα πάλιν, κριθήσεσθαί τε πρὸς αὐτοὺς τὸν τῶν [*](c) ὅλων Θεὸν εὖ μάλα φησὶν, οἱονεί πὼς ἐκδικοῦντα τὸν Ἰακὼβ, φημὶ δὴ τὸν Πατριάρχην, ὡς οὐ μετρίως ἠδικημένον, διάτοι τὸ ἆτα μὴ ἑλέσθαι φρονεῖν τοὺς ἐξ αὐτοῦ γεγονότας, μήτε μὴν τῆς πατρῴας κατόπιν ἰέναι γνώμης, ἀποσείεσθαι δὲ ὥσπερ τι τῶν ἄγαν ἐκτόπων τὸ ἀπομιμεῖσθαι θέλειν αὐτόν. οὐκοῦν ὡς ἠδικημένον εἰς δόξαν διὰ τῆς τῶν τέκνων φαυλότητος τὸν Ἰακὼβ ἐκδικήσειν ἐπαγγέλλεται, τοῖς ἠδικηκόσιν ἀποδιδοὺς κατὰ τὰς ὁδοὺς αὐτῶν, καὶ κατὰ τὰ ἐπιτηδεύματα [*](d) αὐτῶν.

Ἐν τῇ κοιλίᾳ ἐπτέρνισε τὸ ἀδελφὸν αὐτοῦ, καὶ ἐν κόποις αὐτοῦ [*](3) ἐνίσχυσε πρὸς Θεὸν, καὶ ἐνίσχυσε μετὰ ἀγγέλου κὼ ἠδυνάσθη.

[*](4)

Ἀπαριθμεῖται χρησίμως τὰς εὐδοκιμήσεις τοῦ Ἰακὼβ , εἰς ἐλέγχου δύναμιν παρατιθεὶς αὐτὰς τῶν ἕτερα ἅττα φρονεῖν τε καὶ δρᾶν ἡ ῥῆ μένων· ἀεὶ γάρ πὼς ἀντιπαραθέσει τοῦ ἀγαθοῦ, τὸ φαῦλον ἐλέγχεται, καὶ τῆ παραδείξει τῶν ἐπαινουμένων, [*](e) τὸ μὴ οὕτως ἔχον κατηγορεῖσθαι φιλεῖ. ὅτι τοίνυν καὶ ἐξ αὐτῶν σπαργάνων εὐφυὴς γέγονεν Ἰακὼβ, [*](12. τὸν τῶν ὅλων Θεὸν om. D. 21. Hic sequuntur nunnulla in D, quae tamen B. Cyrillum auctorem non habent.)

244
μᾶλλον δὲ καὶ πρὸ ὠδῖνος, πειρᾶται δεικνύειν διὰ τοῦ πτερνίσαι τὸν ἀδελφὸν ἐν τῇ κοιλίᾳ. εἰ γὰρ καὶ θείας δυνάμεως ἐνέργημα τὸ δρώμενον ἦν· οὐ γάρ που τὸ βρέφος τὸ ἐν ἐμβρύῳ καὶ μήτρᾳ πτερνίσαι φαμὲν ἐξ ἑαυτοῦ τὸν Ἡσαὺ· ἀλλ’ οὖν κατὰ πρόγνωσιν ὡς ἐσομένῳ χρηστῷ, τὴν τοῦ γεγονότος κατόρθωσιν ἐνετίθει Θεός. οὕτω καὶ ἔφασκε [*](169 Α. a) “ Tὸν Ἰσκὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.” τοῦτο δὲ [*](Mal. i. 2, 3.) ἦν κατ’ ἐκλογὴν χάριτος, ἑλομένου Θεοῦ τὸν ἀμείνω που πάντως ἐσόμενον, ὡς ἐν προγνώσει δὴ πάλιν. ἀλλὰ ταυτὶ μὲν ἐν μήτρᾳ. ἐπειδὴ δὲ προῆλθεν εἰς ἥβην, μᾶλλον δὲ καὶ ἐν ἀνδράσιν ἐτέλει λοιπὸν, Ἐν κόποις αὐτοῦ ἐνίσχυσε πρὸς Θεόν. Θεοῦ γὰρ πέμποντος οἰκονομικῶς εἰς ἱδρῶτας καὶ πόνους, οὐκ ἠσθένησε, φησίν. ἢ γὰρ οὐχ ἱδρὼς, τὸ τῆς πατρῴας μὲν ἀπαίρειν ἑστίας, ἀφικνεῖσθαι δὲ πρὸς λαβὰν, καὶ ἀνασχέσθαι θητείας, καὶ τοὺς ἐπὶ τῷ ποιμαίνειν ἀνατλῆναι [*](b) πόνους; καὶ πῶς ἢ τίνι τοῦτο ἀμφίβολον; οὐκοῦν ἐν πόνοις ἐνίσχυσε πρὸς Θεόν. οὐχ ὡς Θεῷ μαχόμενος, ὑπακούων δὲ μᾶλλον, καὶ οἱονεὶ περιγιγνόμενος μένος διὰ τοῦ πληροῦν τὰ κεκελευσμένα. ἐξὸν γὰρ ἀνιδρωτὶ πλουτεῖν, καὶ εὐημερεῖν οἴκοι μένοντα τὸν Ἰακὼβ, οὐκ ἀγύμναστον ἠφίει Θεός· ἐπὶ προφάσει δὲ μᾶλλον τῶν ἐξ Ἡσαῦ δειμάτων ἐπ’ ἀλλοδαπὴν ἰόντα χώραν τε καὶ πόλιν, δύσοιστον ὑπενεγκεῖν παρεσκεύαζε πόνον, ἵνα καὶ ἐν αὐταῖς ταῖς θλίψεσι τῆς εἰς Θεὸν ἀγάπης τετηρηκὼς τὸ γνήσιον, εἰκότως θαυμάζοιτο. [*](c) οὐκοῦν ἐνίσχυσεν ἐν πόνοις αὐτοῦ πρὸς τὸν Θεόν. ἀλλ’ ἐνίσχυσε [*](Gen. XXXII. 24sqq.) καὶ μετὰ ἀγγέλου φησὶ καὶ ἠδυνάσθη. πεπάλαικε γὰρ ἄγ- γελος πρὸς αὐτὸν ὡς ἐν εἴδει Θεοῦ. τότε καὶ ἐνάρκησεν ὁ μηρὸς αὐτοῦ. πλὴν ὁ θεσπέσιος Ἰακὼβ πλείστην ὅσην [*](Ib. 30.) ὡμολόγει τῇ πάλῃ τὴν χάριν. ἔφη γάρ Ὃτι εἶδον Θεὸν “πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.”

[*](6. ἐτίθει D. 8. ἐκλογὴν] + τῆς D. 11, καὶ om. D. 13, ἱδρῶτα D. 15, τῶ B.D. τὸ Edd. 16. καὶ πώς ἢ τίνι τοῦτο accesserunt ex D. 18. περιγινόμενος D. 25. τὸν om. D. 26. ἄγγελος] ἄγγελον (sic) D.)
245

Τὸ μὲν οὖν ἐπὶ Χριστῷ μυστήριον διὰ τῆς πρὸς τὸν ἄγγελον προανεδείκνυτο πάλης. ἔμελλον γὰρ οἱ ἐξ Ἰακὼβ ἀνταγωνίζεσθαι τῷ Χριστῷ, ὃν “ Μεγάλης βουλῆς ἄγγελον [*](Es. ix. 6.) ὁ τῶν προφητῶν ὠνόμασε λόγος· καὶ οἱ μὲν ναρκήσειν, τὴν [*](d) παρ’ αὐτοῦ λύτρωσιν οὐ προσηκάμενοι· οἱ δὲ καὶ ὁμολογεῖν, ὅτι τεθέανται δι’ αὐτοῦ τε καὶ ἐν αὐτῷ πρόσωπον πρὸς προσωπον τὸν ἕνα τε καὶ φύσει, καὶ ἀληθῶς Θεόν. ἐν ἑαυτῷ γὰρ ἡμῖν ὑπέδειξε τὸν Πατέρα λέγων ὁ Ἐμμανουήλ “Ὁ [*](S. Joan. xiv. 9.) “ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.” οὐκοῦν προανετύπου τὸ μυστήριον ῥίον ὁ τῆς ἀθλήσεως τρόπος. πλὴν εἰς κατόρθωμα τῷ Ἰακὼβ καταγράφει Θεὸς τὸ γεγενημένον.

Ἔκλαυσαν καὶ εδεήθησάν μου, ἐν τῶ, οἴκῳ μου εὕροσάν με, κὼ [*]() ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν. ὁ δὲ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ [*](5) ἔσται μνημόσυνον αὐτοῦ.

Ἑτέρων διαμέμνηται πάλιν ἱστοριῶν, λαμπρὸν καὶ ἐν δόκιμον πανταχόθεν ἡμῖν ἀποφαίνων τὸν Ἰακώβ. γέγραπται [*](Gen. xxxiv. 25—27.) τοίνυν ἐν τῇ Γενέσει, ὅτι Σικιμίτας μὲν ὠμῶς τε καὶ ἀπανθρώπως ἀπεκτόνασιν οἱ ἐξ Ἰακὼβ Λευΐ τε καὶ Συμεὼν, ἀνακαιόμενοι πρὸς ὀργὰς ἐπὶ Δίνᾳ τῆ ἀδελφῇ, ἢν διεπαρθένευσεν [*](a 170 Α.) Ἐμμὼρ ὁ Συχὲμ υἱός. εἶτα περιδεὴς ἐντεῦθεν ὁ μακάριος ἦν Ἰακώβ· καὶ αὐτίκα δὴ μάλα συνδιολεῖσθαι τοῖς τέκνοις, καὶ τοῖς κατ’ οἶκον ἅπασι προσδοκῶν, ἐπετίμα τοῖς ἐκεῖνα δεδρακόσιν, οὕτω τε ἔφη “Μισητόν με πεποιήκατε, [*](Ib. 30.) “ὥστε πονηρόν με εἶναι τοῖς κατοικοῦσι τὴν γῆν, ἐν τε τοῖς “Χαναναίοις καὶ τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι “ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ “ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. καὶ κατέληγον μὲν οὐδαμῶς τοῦ θράσους οἱ νεανίαι, προσυπήντων γὰρ λέκλοντες [*](b) “ Ἀλλ᾿ ὡσεὶ πόρνη χρήσονται τῇ ἀδελφῇ ἡμῶν; ἐπειδὴ [*](Ib. 31.) [*](1. ἐπὶ χριστοῦ D. 2. ἔμενον pro ἔμελλον Edd. 4, ναρκήσειν] νάρκησιν iid. 2. εὓροσάν B.D. (A.V.) εὗρον F. (42. al.) εὓρησάν Edd. ante Migne. 20. ἐμμὼρ D. ἐμὼρ Edd.)

246
δὲ, ὡς ἔφην, περιδεὴς ἦν ἄγαν ὁ δίκαιος, προσέπιπτε πάλιν τῷ διασώζοντι Θεῷ. εἶτα τῶν δειμάτων αὐτὸν ἀπαλλάττειν ὑπισχνεῖτο, καὶ οὐκ εἰς μακρὰν, οὕτω λέγων ὁ φιλοδίκαιος [*](Gen. xxxv. 1.) Θεός “Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει “ἐκεῖ, καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι “σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡασῦ τοῦ “ἀδελφοῦ σου.” εἶτα, μέλλων ἀναβαίνειν εἰς Βαιθὴλ ὁ [*](c) μακάριος Ἰακὼβ, καὶ εἰς τὸν θεῖον οἶκον ἐλθεῖν· ἑρμηνεύεται γὰρ ἡ Βαιθὴλ, εἰς οἶκον Θεοῦ· προσεφώνει παντὶ τῷ οἴκῳ [*](Ib. 2–4.) αὐτοῦ καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ “Ἄρατε τοὺς θεοὺς τοὺς “ ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλά- “ξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς “Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ “ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ “ διέσωσέ με ἐν τῇ ὁδῷ ἧ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ “τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐ- [*](d) “τῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὦσιν αὐτῶν, καὶ κατέκρυψεν “αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώ- “λεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. οὗ δὴ γεγονότος, ἐν καλῷ τῆς ἐλπίδος ἦν ὁ θεσπέσιος Ἰακώβ. ἀπηλλάττετο γὰρ εἰσάπαν τῆς Σικιμιτῶν ὑποψίας, Θεοῦ κατευνάζοντος ἰδίᾳ δυνάμει τοὺς τὴν ἐπ’ αὐτῷ μάχην ὠδίνοντας. ἔφη γὰρ [*](Ib. 5.) τὸ γράμμα τὸ ἱερὸν ἐφεξῆς “ Καὶ ἐγένετο φόβος Κυρίου “ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω [*](e) “τῶν υἱῶν Ἰαραὴλ.” ἐπειδὴ δὲ ἐγήγερτο θυσιαστήριον ἐν [*](Ib. 9, 11, 12.) Λουζὰ, ἥ ἐστι Βαιθήλ “Ωφθη, φησὶν, ὁ Θεὸς τῷ Ἰακὼβ, “καὶ ηὐλόγησεν αὐτὸν, καὶ εἶπεν Ἐγὼ ὁ Θεός σου, αὐξάνου “καὶ πληθύνου· ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, “καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται, καὶ τὴν “γῆν, ἢν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαὰκ, σοὶ δέδωκα αὐτήν· “καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. [*](3. ὑπισχνεῖται D. g. δὲ pro γὰρ D. 13, ποιήσωμεν D. et Aubertus ed. priorem e suo corrigens. ποιήσομεν Β. (135.) Pontanus. 25. δὲ om. D. τὸ post ἐγήγερτο add. D. 26. ἣ D. ὃ Edd. ὁ assuraptum ex B.D.)
247
τούτων ἡμῖν διαμέμνηται τῶν ἱστοριῶν εἰς τὸ παρὸν χρησμῴδημα τὸ προφητικόν.

Οὐκοῦν ἦν μὲν ἐκ μήτρας πτερνιστὴς Ἰακώβ, ὑμεῖς δὲ ἀεὶ πτερνίζεσθε, καὶ οὐ πτερνίζετε μᾶλλον τὴν ἁμαρτίαν. καὶ φιλοπονώτατος μὲν ἐκεῖνος, καὶ ἐν ἱδρῶσιν εὐδόκιμος καὶ [*](a 171 Α.) γνήσιος πρὸς Θεόν· ὑμεῖς δὲ τρυφῶντες ταῖς ἀποστασίαις ὑβρίζετε, τὸν ἁπάσης ὑμῖν εὐθυμίας οὐ τετιμήκατε χορηγόν. ἔκλαυσαν οἱ πατέρες ὑμῶν καὶ ἐδεήθησάν μου, φησίν. εἰ γάρ που γεγόνασιν ἐν ὑποψίαις τοῦ παθεῖν τὰ παρὰ τῆς τινῶν ἐπιβουλῆς, ἔκλαιον καὶ ἐδέοντό μου. δι’ ἐμοῦ γὰρ καὶ μόνου σώζεσθαι προσεδόκων· ὑμεῖς δὲ πόλεις τειχίζετε, οἴεσθέ τε ὅτι, κἂν εἰ μὴ θέλοιμι, τάχα που σωθήσεσθε, καὶ κρατήσετε τῶν ἀνθεστηκότων. κἀκεῖνοι μὲν ἐν ἐν οἴκῳ μου εὓροσάν με. [*](b) ἀνέβη γὰρ, ὡς ἔφην, εἰς Βαιθὴλ ὁ Ἰακὼβ, ἐπεφάνη τε Θεὸς αὐτῷ καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτὸν ἡ τῆς εὐλογίας ὑπόσχεσις, καθάπερ ἐδείξαμεν ἀρτίως· ὑμεῖς δὲ δὴ πάλιν οὐ ζητεῖτε Θεὸν ἐν τῷ οἴκῳ αὐτοῦ, εἰστρέχετε δὲ μᾶλλον, καὶ σφόδρα προθύμως ἐν τοῖς τεμένεσι τοῦ Βάαλ· ἐξαιτεῖτε λόγους οὐ παρὰ Θεοῦ, ἀλλὰ τὰ ἐκ τῶν δαιμόνων μαντεύματα. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ ἀναβαίνων εἰς Βαιθὴλ, τουτέστιν εἰς οἶκον Θεοῦ, κατηφάνισε τὰ εἴδωλα, ὑμεῖς δὲ τὸ ἐναντίον ἐν [*](c) οἴκῳ Θεοῦ θεὸν ἐστήσατε γλυπτόν· ἔστησαν γὰρ εἰς Βαιθὴλ τὴν δάμαλιν τὴν χρυσῆν, καίτοι τῆς Βαιθὴλ ἑρμηνευομένης, ὡς εἶπον, οἶκος Θεοῦ. διὰ τοῦτο καὶ διὰ φωνῆς Ἱερεμίου φησὶν ὁ Θεὸς περὶ τῆς Ἰουδαίων Συναγωγῆς “Τί ἡ ἠγαπη- [*](Hier. xi. 15.) “μένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;” τουτέστιν εἴδωλον. καὶ ὁ μὲν θεσπέσιος Ἰακὼβ καὶ εἰς οἶκον ἀναβαίνουσι Θεοῦ καθαρίζεσθαί τε καὶ αὐτὰς δὲ τὰς στολὰς [*](7. Hoc ὑβρίζετε assumptum ex D. 8. ὑμῶν om. D. b. habet B. 9. ὑποψίᾳ D. II. τε om. D. 13. μὲν] δὲ Edd. ’itis B.D. b. μου assumptum ex B.D.b. 14. εἰς b. ἐν D. Edd. δὲ pro τε b. Statim αὐτῷ ὁ Θεὸς pro Θεὸς αὐτῷ b. 15. ὑπόσχεσις] ὑπόθεσις b. 16, δὴ assumptum ex B.D. τὸν post ζητεῖτε add. b. 18. Βάαλ· ἐξαιτεῖτε] Βάαλ ἐξαιτεῖτε Pont. Βαὰλ, καὶ ἐξαιτεῖτε AubertllS. ly. δαιμονίων D. 21. Κυρίου pro Θεοῦ D.)

248
μεταμείβειν ἐκέλευσεν, ὑμεῖς δὲ ὁρᾶσθε βέβηλοι καὶ ἀκάθαρτοι, [*](d) καὶ ἀνίπτοις ἰόντες ποσὶν εἰς τὸν θεῖον οἶκον οὐκ ἐρυθριᾶτε, φησίν. ἐπειδὴ δὲ ἦν τοιοῦτος ὁ Ἰακὼβ, ταύτῃτοι καὶ Κύριος Παντοκράτωρ ἔσται μνημόσυνον αὐτῷ. σώζεται γὰρ ἐν μνήμαις Θεοῦ, ἔχει τε ἀειθαλῆ τὴν εὔκλειαν. δοξάζει γὰρ ὁ Θεὸς τοὺς ἀγαπῶντας αὐτόν.

Οὐκοῦν· ἐρῶ γάρ τι πάλιν τῶν εἰς ὄνησιν ἀναγκαίων· κατακρινοῦσιν ἡμᾶς τῶν πατέρων αἱ δόξαι, μὴ τὰ ἶσα φρονεῖν ἑλομένους αὐτοῖς, καὶ διὰ τῶν ὁμοίων κατακαλλύνεσθαι τρόπων τε καὶ σπουδασμάτων. κατακριθησόμεθα δὲ, [*](e) οὐχ ὡς εἰς μόνας ἠδικηκότες τὰς ἑαυτῶν ψυχὰς, ἀλλ’ οἱονείπως καὶ ταῖς τῶν πατέρων εὐκλείαις ἐπιβουλεύσαντες, καὶ προγονικὴν εὐγένειαν καταισχύναντες.

[*](6)

Καὶ σύ ἑ Θεῷ σου ἐπιστρέψεις, ἔλεοι κω κρῖμα φυλάσσου, κω ἔγγιζε πρὸς τοι θεόν θοῦ διὰ παντός.

Απειλῇ κεκέρασται τῆς χάριτος ἡ ὑπόσχεσις. ἀπειλοῦντος γὰρ μᾶλλον, ἢ ὑπισχνουμένου καθαρῶς εἰς τὸ παρὸν ὁ λόγος· πλὴν ἐξ ἀγάπης ἡ ἀπειλὴ, καὶ καλοῦντος εἰς ὀρθότητα λογισμῶν, [*](172 Α. a) καὶ εἰς ἔφεσιν εὐκοσμίας τὸ χρησμῴδημα. ἦν μὲν γάρ φησι σοφὸς καὶ πανάριστος ὁ θεσπέσιος Ἰακὼβ, καὶ γνώμης ἰδίας ἔχων καρπὸν τὸ θεοφιλές. ἁλλ’ οὐκ ἐμιμήσω μὲν τὸν πατέρα. πλὴν ἐπιστρέψεις ἐν Θεῷ σου καὶ σὺ, τουτέστι, κἂν ἐξίτηλος ᾖς καὶ ἀποστάτης καὶ ὑβριστὴς, ἀλλ’ οὖν ἐπανήξεις, καὶ οὐχ ἑκὼν, εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς. ἐπανήξεις δὲ παιδευόμενος ἐν Θεῷ, τουτέστι, διὰ Θεοῦ. καὶ [*](b) ἐπειδή σε λογισμὸς οὐ πέπεικεν ἀγαθὸς ἐπ’ ὀρθὴν ἰέναι [*](4. αὐτῷ B.D. αὐτοῦ Edd. 5, μνήμῃ pro μνήμαις iid. 7. τῶν ἐς ὄνησιν ἀναγκαίων] τὸ εἰς ὄν. ἀναγκαίων Pont. τὸ εἰς ὄν. ἀναγκαῖον Aubertus. 8. κατακρίνουσιν pro κατακρινοῦσιν Edd. Statim ὑμᾶς iid. 10. κατακριθησόμεθα Β. κριθησόμεθα D. κατακριθήσεσθε Edd, 13. καταισχύνοντες D. 15, ’τον, deest in Edd. 22. μὲν assumptura ex D, 24. ἐπανήξεις B.D. ἐπανήξῃς Pont. ἐπανήξῃ Aubertus.)

249
τρίβον, καὶ ἀγαπῆσαι φρονεῖν ἃ δεῖ, περιγενήσεταί σου πάντη τε καὶ πάντως ἡ μάστιξ, μεταθήσει γοργῶς πρὸς τὴν τοῦ συμφέροντος αἵρεσίν τε καὶ γνῶσιν. ταυτὶ μὲν οὖν ἡμῖν, καθάπερ ὑπολαμβάνω, κατασημήνειεν ἂν εἰκότως τὸ Καὶ σὺ ἐν Θεῷ σου ἐπιστρέψεις, ἀπειλὴν ἔχον, ὡς ἔφην, χρησταῖς ὑποσχέσεσιν εὖ μάλα κεκερασμένην. εἶτα λοιπὸν, ὡς ἤδη μαστιζομένῳ, καὶ ἐν αὐτῷ γεγονότι τῷ πλήττεσθαι, Θεὸς ἐπιφωνεῖ Ἔλεον κ.α) κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὥσπερ γὰρ εἴ τις δεσπότης οἰκέτῃ [*](c) παιδευομένῳ, καὶ ἐν αὐτῷ τῷ μαστίζεσθαι γεγονότι, λέγοι μετὰ φειδοῦς τε ἅμα καὶ ἀγανακτήσεως Σώφρων ἔσο καὶ εὐπειθὴς, καὶ μὴ καταφρόνει δεσποτικῶν ἐνταλμάτων· τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς τυπτομένῳ τρόπον τινὰ τῷ Ἐφραΐμ, καὶ ταῖς τοῦ πολέμου ἐκπαιδευομένῳ φησίν Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διαπαντός. ὅμοιον ὡς εἰ λέγοι τυχόν ταύτης ἕνεκα τῆς αἰτίας ἴσθι πληττόμενος, ὅτι μὴ ἐφυλάξω μηδὲ τετίμηκας τὰ ἐμοὶ φίλα καὶ ἠγαπημένα. τὸ μὲν οὖν [*](d) ἔλεος τὴν ἀγάπην δηλοῖ· ἀγάπη δὲ νόμου πλήρωσις, “Τῷ [*](Rom. xiii. 10.) “γὰρ πλησίον κακὸν οὐκ ἐγράζεται,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. τὸ δὲ κρῖμα τὴν δικαιοπραγίαν, ἤτοι τὴν δικαιοσύνην, καὶ τὴν τοῦ θείου νεύματος τήρησιν. κρῖμα γὰρ ὁ νόμος ὠνόμασται παρά γε τῆ θεοπνεύστῳ γραφῆ. τὸ δὲ ἐγγίζειν Θεῷ διαπαντὸς ὑπεμφήνειεν ἂν τὴν εἰς αὐτὸν γνησίαν τῆς διανοίας ἔφεσίν τε καὶ ῥοπὴν, καὶ τὸ μὴ προσκεῖσθαι [*](e) φιλεῖν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς, ἢ τῆ κτίσει τυχὸν, ἤγουν ξύλοις τε καὶ λίθοις. ἐγγιεῖ δὲ Θεῷ καὶ πλησίον ἔσται κατὰ διάθεσιν, καὶ ὁ πράξεσιν ἀγαθαῖς ἐμπρέπειν εἰδὼς, καὶ ἀπαράφθορον ἐν ἑαυτῷ τηρήσας τὴν πίστιν. μεσολαβεῖ γὰρ πολλάκις ἢ ἁμαρτία, καὶ διίστησι Θεοῦ. κατὰ [*](2. μάστιξ] + καὶ Edd. invitis B.D. 7–10. Αb αὐτῷ ad transilit D. 10, τῷ assumptum ex B.D. 16, ὅμοιον] + δὲ D. 22. νεύματος D. βουλήματος mg. γρ. νόμου Β. νόμου βουλήματος Edd. 24, ὑπεμφήνειεν] ὑπέφηνεν iid.)
250
τὸν ἄτον δὲ τρόπον ἀποσοβεῖ πάλιν τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, καὶ τὸ προσκεῖσθαι φωναῖς [*](173 Α. a) ἀνοσίων ψευδοδιδασκάλων. παραιτητέον δὴ οὖν τοῖς ἐθέλουσιν ἐγγὺς εἶναι Θεοῦ, τὰ δι’ ὧν ἃν γένοιντο μακράν.

[*](7)

Χαναὰν, ἑ χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας, καταδυναστεύειν ἠγάπησε. [*](8) καὶ εἶπεν Ἐφραΐμ Πλὴν πεπλούτηκα, εὕπηκα ἀναψυχὴν ἐμαυτῷ. πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ Μᾶ ἀδικίας ἅς ημαρτεν.

[*](Supra ver. 6. b)

ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ δοκοῦν Θεῷ, τετήρηκεν ἃν ἐλεός τε καὶ κρῖμα καὶ τὸ ἐγγίζειν αὐτῷ διαπαντὸς ὁ Εφραΐμ. ἐπειδὴ δὲ φρενὸς ἀπώλισθεν ἀγαθῆς, καὶ δι’ οὐδενὸς πεποίηται λόγου τὰ οὕτω σεπτὰ καὶ τίμια, γέγονεν ἐν ἴσῳ τοῖς ἀλλογενέσι Χαναναίοις, ἄθεος τε καὶ δυσσεβὴς, καὶ ὅτι μάλιστα χαίρων ἐπὶ τοῖς τῆς φαυλότητος τρόποις, καὶ βαρβάρῳ γνώμῃ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἀχαλίνως ἡττώμενος. οὐκοῦν ἔδει μὲν τὸν Ἐφραΐμ ζηλωτὴν ὁρᾶσθαι τοῦ προπάτορος Ἰακὼβ, καὶ τῆς ἐκείνου δικαιοσύνης κατ’ [*](c) ἴχνος ἰέναι φιλεῖν. ἀλλὰ γέγονε Χαναναῖος, ηὕρηται γὰρ ζυγὸς ἀδικίας ἐν χερσὶν αὐτοῦ, τουτέστιν, ἀνισότης καὶ πλεονεξία. τετίμηκε γὰρ ἐν ἴσῳ τοῖς ἔθνεσι τοῖς οὐκ εἰδόσι Θεὸν, τὴν ἐπάρατον καταδυναστείαν. καὶ ὅτι μὲν ἐπλημμέλει τοῦτο δρῶν, ἐννοεῖν οὐκ ἠξίου· ἐπετέρπετο δὲ μόνῳ τῷ πλουτεῖν καὶ τρυφᾶν, ὡς οὐκ ἐφορῶντος Θεοῦ, ὡς οὐκέτι κατασκεπτομένου τοὺς ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἐπιτιμῶντος δικαίως. ἀπονοίας δὲ τῆς ἐσχάτης εἴη ἂν ἀπόδειξις ἐναργὴς, τὸ ἐκ παντὸς μὲν τρόπου πλουτεῖν [*](d) ἐπείγεσθαι τὸν Ἐφραΐμ, οὐδὲν δὲ εἶναι νομίζειν τὰ ἐξ ἀρπαγῆς καὶ βίας ἐγκλήματα, σεμνολόγημα δὲ ὥσπερ ποιεῖσθαι [*](2. Haec δῆλον δὲ ὅτι πνευματικῆς accesserunt ex D. 7, διὰ] δι’ Edd. (Vat.) 9. ἧκεν] ἥκει Edd. Θεῷ δοκοῦν ordine inverso D. 13. Χαναναίοις] Χαναναίος (sic) Aubertus. 15. τῶν assumptum ex B.D. 19. ταῖς pro ἐν b. ἀνισότητος καὶ πλεονεξίας b. 25. εἴη om. D.)

251
λοιπὸν ἐκ πολλῆς ἄγαν ἀποπληξίας τὰ οἷς ἔδει μᾶλλον ἐπερυθριᾶν. ἔφη γὰρ Πλὴν πεπλούτηκα, ηὓρηκα ἀναψυχην ἐμαυτῷ. τί οὖν πρὸς ταῦτα Θεός; Πάντες οἱ πόνοι αὐτου οὐχ εὑρεθήσονται αὐτῷ, διὰ ἀδικίας ἂς ἣμαρτε. καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι “Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, [*](Hiob xx. 15.) κατὰ τὸ γεγραμμένον. καὶ δὴ τοῖς ἐθέλουσιν ἐξ ἀδικίας συλλέγειν, καὶ πλουτεῖν ἐκ πλεονεξίας, ἐπιφωνείτω τις ἤδη τὸ διὰ φωνῆς ἁγίου “ Βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ [*](e Hier. xxii. 15.) “δικαιοσύνην καλήν·” προκειμένου γὰρ τοῦ θείου βήματος, “Οὐκ ὠφελήσουσι μὲν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύ- [*](Prov. x. 2.) “σεται ἐκ θανάτου.” καὶ ἧ φησὶ ὁ Παροιμιαστής “Κρεσσων [*](Ib. xv. 26.) “μικρὰ μερὶς μετὰ φόβου κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ “ ἀφοβίας.” καὶ πάλιν ὁ αὐτός “ Κρείσσων ὀλίγη λῆψις [*](Ib xvi. 8.) “μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. πλὴν αἱ πράξεις ἡμᾶς, καὶ ἡ τῶν ἔργων ποιότης ἀξίους [*](a 174 A.) ἔσθ’ ὅτε τῆς τῶν ἁγίων πατέρων εὐγενείας ἀποτελεῖ, ἀπονέμει δὲ καὶ πατράσιν ἁμαρτωλοῖς. διοίσομεν γὰρ κατ’ οὐδένα τρόπον τῶν ἐν ἀσεβείᾳ βεβιωκότων, εἰ τὰ αὐτῶν μιμοίμεθα. ταύτῃτοι κεκλῆσθαί φαμεν Χαναὰν τὸν Ἐφραΐμ· πεφρόνηκε γὰρ τὰ ἀλλογενῶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, καὶ ἐπ’ ἀθεότητι διαβεβλημένοι. τοιγάρτοι καὶ ὠνειδίζοντό τινες, τοῖς ἑαυτῶν τολμήμασι πρεπόντως ἀκούοντες “Σπέρμα [*](Sus. 56.) “Χαναὰν, καὶ οὐκ Ἰούδα.”

[*](b)

Ἐγὼ δὲ Κύριος ὁ Θεός σου ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἔτι [*](9) κατοικιῶ σε ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς. κὼ λαλήσω [*](10) πρὸς Προφήτας, κω ἐΓὼ ὁράσεις ἐπλήθυνα, καὶ ἑ χερσί προφητῶν ὡμοιώθην.

Χαναὰν ὠνόμασε τὸν Ἐφραΐμ, ὡς ἔφην, ἀπελέγχων ἐναργῶς, ὡς εἴη μεμισηκὼς ἐλεός τε καὶ κρῖμα, ἀνθῃρημένος δὲ [*](11. κρεῖσσον D. (Vat.) 21. ἐπ’ ἀθεότητα D. 25, ἡμέρᾳ Β. (Alex. XII.) ἡ; D. et sic infra. ἐν ἡμέραις F. Edd. (22 al.) ἡμέραι Vat.])

252
[*](c) μᾶλλον τὴν πλεονεξίαν καὶ τὴν ἀνισότητα καὶ πᾶν εἶδος ἀδικίας. ἀλλ’ ἰδοὺ δὴ πάλιν πειρᾶται δεικνύειν, ὡς μὴ μόνον γεγονότα τὰ εἰς ἀνθρώπους τοιοῦτον, ἀλλὰ γὰρ καὶ τὸ ἐγγίζειν Θεῷ διὰ πραγμάτων αὐτῶν παραιτούμενον. αἰτιᾶται δὴ οὖν, ὡς ἠγνοηκότα τὸν Λυτρωτὴν, ὡς ταῖς ἀπονοίαις περιυβρίσαντα τὸν ἐξ οἴκου δουλείας ἐκκεκομικότα σημείοις τε καὶ τέρασι, καὶ ἐν δυνάμει μεγάλη, καὶ ἐν βραχίονι ὑψηλῷ. ἐγὼ γάρ φησιν ἀνήγαγον ὑμῶς ἐξ Αἰγύπτου. ἐν δὲ τῷ ἀνήγαγον εἰπεῖν, ἀποφέρει πρὸς ἀνάμνησιν τῶν ἐπ’ [*](d) αὐτοῖς γενομένων, ἄχρις ἂν εἰσελάσωσιν εἰς τὴν γῆν τὴν τοῖς ἁγίοις πατράσιν ἐπηγγελμένην. μυρία δὲ ὅσα ταυτὶ, καὶ παντὸς ἐπέκεινα θαύματος. ὅτι δὲ ἀπροφάσιστον αὐτοῖς τὸ ἐπιλανθάνεσθαι τούτων, παρέδειξε προστιθείς Ἔτι κατοικιῶ σε ἐν σκηναῖς, καθὼς ἡμέρᾳ ἑορτῆς.

Kαὶ τί δὴ τοῦτό ἐστι, πεύσῃ δὴ πάλιν. ὁ διὰ Μωυσέως προστέταχε νόμος, ἐν τῷ ἑβδόμῳ μηνὶ, τῆ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῆς σκηνοπηγίας τελεῖσθαι τὴν ἑορτήν. καὶ τίς ἡ [*](e) τοῦδε πρόφασις, αὐτὸς ἡμῖν ὁ νομοθέτης διεσάφει, λέγων [*](Lev xxiii. 41—43.) περὶ τῆς σκηνοπηγίας, ἐν τῷ Λευιτικῷ “Ἐν τῷ μηνὶ τῷ “ἑβδόμῳ ἑορτάσετε αὐτήν. ἐν σκηναῖς κατοικήσετε ἑπτὰ “ἡμέρας. πᾶς ὁ αὐτόχθων ἐν Ἰσραὴλ κατοικήσουσιν ἐν “σκηναῖς· ὅπως ἴδωσιν αἱ γενεαὶ ὑμῶν, ὅτι ἐν σκηναῖς “κατῴκισα τοὺς υἱοὺς Ἰσραὴλ, ἐν τῷ ἐξαγαγεῖν με αὐτοὺς “ἐκ γῆς Αἰγύπτου· ἐγὼ κύριος ὁ Θεὸς ὑμῶν.’ οὐκοῦν εἰς ἀνάμνησιν τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου γεγενημένης, ἐτέλουν τὴν ἑορτήν. εἶτα πῶς ἂν δύναιο, φησὶν, ἐπιλανθάνεσθαί [*](175 Α. a) μου τοῦ ἐξαγαγόντος σε ἐξ Αἰγύπτου, γινόμενος ἔτι καὶ ὑπὸ σκηναῖς, καὶ πρόφασιν ἑορτῆς τὸ χρῆμα προσποιούμενος; ετι γὰρ κατοικιω σε ἐν σκηναις καθως ημερᾳ ἑορτῆς. τὸ κατοικιῶ σε φησὶν, ἀντὶ τοῦ κατοικίζω, ἤτοι ποιῶ κατοικεῖν [*](8. ἐξ Αἰγύπτου om. D. 12. ἀπροφάσιστον] ἀποφάσιστον Pont. προφάσιστον Aubertus. 16, νόμος προστέταχε inverso ordine b. 21. ἐν prius assumptum ex B.D. κατοικήσει Edd. 25. ἐξ om. D. b. 26. ἐπιλαθέσθαι b. 27. σε om. D. γενόμενος D. 28. προσποιούμενος D. ποιούμενος Edd. 29. καθὼς] + ἐν Edd. invitis B.D.b.)

253
ἐν σκηναῖς, ἐν ταῖς ἡμέραις τῆς ἐπὶ τούτοις ἑορτῆς. οὐκοῦν ἀπροφάσιτος ἱστὸς ἡ λήθη.