In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐπειδὴ δὲ ἠγάπησε, καὶ ἐπιβλέψειν ἐπ᾿ αὐτὸν ἐπαγγέλλεται. ἀξιοῖ γὰρ ἐποπτείας, οὓς ἂν ἕλοιτο τιμᾶν, καὶ δύναται [*](2. ἀντικεκομίσμ. D. 9, ὃτι assumptum ex B.D. 10. ἐληλεγμένοις Edd. 14. αὐτὸν] + καὶ F. (XIi supra lineam.) 15. ἔφασκον Aubertus. 16. συνδεῖναι pro συντεῖναι Edd. 23. ἐπ’ αὐτοῖς D.)

231
πρὸς ἡμᾶς, ἐντεχνίᾳ καὶ δυνάμει τῆ θεοπρεπεῖ χειρούμενος, [*](a 160 A.) τοὺς οἵπερ ἃν ἕλοιντο νοσεῖν τὸ ἐξήνιον. εἰ γὰρ μὴ πείθων ὀνίνησιν, ἐξ ἀνάγκης περιτρέπει πρὸς τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον, καὶ μετασοβεῖ ταῖς θλίψεσι πρὸς τὸ ὅτι μάλιστα σύμφερον τε ἡμῖν καὶ ἀναγκαῖον εἰς σωτηρίαν. ἀκουέτω δὴ οὖν πρὸς ἡμῶν ὁ τῶν ὅλων Θεός “ Κύριε, ἐν θλίψει μικρᾷ ἡ [*](Es. xxvi. 16.) “ παιδεία σου ἡμῖν·” τοῦτό ἐστι τὸ ῥάπισμα· καὶ πάλιν “ Παίδευσον ἡμᾶς, κύριε, πλὴν ἐν κρίσει καὶ μὴ ἐν θυμῷ, [*](Hier. x. 24.) “ ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.” οὐ γὰρ τὸ παιδεύεσθαι [*](b) τοῖς εὖ φρονοῦσι πικρόν· τὸ δὲ ἐν ὀργῇ κολάζεσθαι, καὶ δεινὸν καὶ δύσοιστον, μᾶλλον δὲ καὶ ὀλέθρου τὸ χρῆμα μεστόν.

Κατῴκησεν Ἐφραΐμ ἑ γῇ Αἰγύπτῳ, κὼ Ἀσοὺρ αὐτὸς βασιλεὺς [*](5) αὐτοῦ, ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι· κω ἠσθέησεν ῥομφαία [*](6) ἐν ταῖς πόλεσιν αὐτοῦ, κω κατέπαυσεν ἐν ταῖς χερσίν αὐτοῦ. κω φάγονται ἐκ τῶ διαβουλίων αὐτῶι.

Οτι πάντη τε καὶ πάντως εἰς λῆξιν τὴν ἀνωτάτω παντὸς ἡμᾶς ἀποφέρει κακοῦ τὸ ἀπονοσφίζεσθαι Θεοῦ, διανενευκότας [*](c) ἀσχέτως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὰ πονηρὰ, καὶ ταῖς ἀπειθείαις περιυβρίζειν τρόπον τινὰ, καίτοι καλοῦντα πρὸς σωτηρίαν αὐτὸν, σαφηνιεῖ μὲν λέγων καὶ ὁ μακάριος Παῦλος “ Βλέπετε, [*](Heb. xii. 25.) “ἀδελφοὶ, μὴ παραιτήσησθε τὸν καλοῦντα· οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν προκειμένων ἡμῖν ἔσται καταφανές. καταλελοιπὼς γὰρ, φησὶ, τὴν ἐνεγκοῦσαν αὐτὸν ὁ παμμόχθηρος Εφραΐμ γῆν, ὥσπερ ἰδίαν τὴν Αἰγυπτίων ἐποιήσατο, τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφοράς. γέγονε δὲ καὶ ὑπ’ αὐτὸν τὸν [*](d) Ἀσοὺρ, καὶ ὀθνείοις σκήπτροις ὑπήνεγκε τὸν αὐχένα· κατώλισθε γὰρ εἰς τοῦτο ταλαιπωρίας. κἂν εἴ τις ἔροιτο τὴν αἰτίαν, ἀκούσεται λέγοντος τοῦ πάντα εἰδότος Ὅτι [*](2. ἔλοιντο] βούλοιντο D. 6. κύριε assumptum ex D. 12. Hoc γῇ assumptum ex D. (XII.) Ἀσοὺρ B.D. Ἀσσοὺρ Edd. (A.V.) 13. ἠθέλησεν] Sic correxi. ἐθέλησεν Edd. sed (?) ῥομφαία] ἐν ῥομφαίᾳ Edd. (Vat.) Statim ἐν ταῖς πόλεσιν—φάγονται om. D. 20. καὶ om. D. 21. καλοῦντα habet D. 22. καὶ om. D. 26. Ἀσσοὺρ Edd. 28. του] + τὰ Edd. invitis B.D.)

232
ἠθέλησεν ἐπιστρέψαι· Θεοῦ γὰρ προθέντος τὴν ἀμνηστίαν καὶ ἀνόπιν ὥσπερ ἰέναι προστάττοντος, ἐπανήκειν ’δε ουτως εἰς τὸ αὐτῷ δοκοῦν, μεταφοιτῶντα φαυλότητος καὶ τῶν τῆς εἰδωλολατρείας ἀποθρώσκοντα βόθρων, κατημέλησε δεινῶς καὶ οὐκ ἠθέλησεν ἐπιστρέψαι· ταύτῃτοι καὶ ἥλω λοιπὸν, καὶ ὑπὸ χεῖρα γέγονε τῶν μεμισηκότων. ἠσθένησε γὰρ ἐν ταῖς πόλεσιν αὐτοῦ ῥομφαία, καὶ κατεπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, τουτέστιν, ἐν οὐδεμιᾷ πόλει τοῦ Ἐφραΐμ ηὕρηταί τις ἀνὴρ, ὁ δεινὸς εἰς μάχην, καὶ ῥομφαίᾳ χρῆσθαι [*](e) δυνάμενος. παρείθησαν γὰρ, καὶ οἷον ἐλύθησαν τῶν κατέχειν αὐτὴν εἰωθότων αἱ χεῖρες. ἐπειδὴ δὲ πονηρὰ καθ’ ἑαυτῶν καὶ πεφρονήκασι καὶ δεδράκασι, τῆς ἑαυτῶν δυσβουλίας ἔδονται τοὺς καρπούς.

Πικρὸν οὖν ἄρα τὸ ἀτιμάζειν ἀποτολμᾶν ταῖς ἀπειθείαις τὸν σώζοντα, κἂν εἰ προκέοιτό τισι τὸ διαφυγεῖν δύνασθαι πλημμελείας ἐξ ἡμερότητος τῆς παρὰ Θεοῦ, τὸ ῥᾳθυμεῖν οὐκ [*](161 Α. a) ἀζήμιον. κατοικήσομεν γὰρ ἐν Αἰγύπτῳ, τουτεστιν, ἔξοικοι τε καὶ ἀλῆται πάντη τε καὶ πάντως ἐσόμεθα, καὶ οὐχὶ γῆν ἀφέντες τὴν αἰσθητὴν, καὶ εἰς ἑτέραν μετανιστάμενοι, ἀλλὰ τὸν τῶν ἁγίων ἀφέντες κλῆρον· ἐσόμεθα δὲ καὶ ὑπὸ τὸν Ἀσοὺρ, τὸν ο ἄρχοντα δηλονότι τοῦ αἰῶνος τούτου, ὑπ’ αὐτῷ τε κεισόμεθα δοῦλοι καὶ αἰχμάλωτοι, καὶ τοῖς αὐτοῦ θελήμασιν ὑποκύπτοντες, διά τοι τὸ ἀσθενῆσαι καὶ καταπαῦσαι παρ’ ἥμιν τὴν ῤομφαίαν. οὐ γὰρ ἔστιν, οὐκ ἐστι τοῖς φιλαμαρτήμοσιν ἑλεῖν [*](Eph.vi. 11, 17. b) δύνασθαι “τὴν πανοπλίαν τοῦ Θεοῦ,” καὶ τὴν μάχαιραν “τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.” μάχαιραν δὲ νοήσεις, καὶ τῆς διανοίας ἡμῶν οἱονεὶ τὴν μαχιμωτάτην τε καὶ φιλοθεωτάτην κίνησιν, ἢν τοῖς πάθεσιν ἀντεξάγοντες, καὶ τοῖς διαβολικοῖς κακουργήμασιν ἀντιτάττοντες, τὴν εὐσεβῆ καὶ ἀμώμητον διάττομεν τρίβον, καὶ τῆς εὐαγγελικῆς πολιτείας ταῖς ἑαυτῶν κεφαλαῖς ἀνάπτομεν τὰ αὐχήματα.

[*](1-5. Haec Θεοῦ—ἐπιστρέψαι accesserunt ex D. 10. ἔχειν D. 18, καὶ ult. om. D. invito Β. 20, Hoc ἀφέντες assumptum ex D. καὶ om. D. Ἀσσοὺρ passim Edd. 21. ἐπ’ pro ὑπ᾿ iid. 27. τοἱονεὶ (sic) D. 30. διάττομεν B.D. διατάττομεν Edd.)
233

Kαὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ [*](7) ὁ Θεὸς ἐμ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ [*](c) αὐτόν.

Δυσέκφραστος κομιδῇ τῶν προκειμένων ὁ νοῦς, καὶ τραχεῖα τῶν λέξεων ἡ συνθήκη, καὶ πολλῆς ἃν δέοιτο τῆς σαφηνείας, τοῖς ἐθέλουσι νοεῖν. ἔστι δὲ ὃ βούλεται δηλοῦν ὡς ἐν ὀλίγῳ, τοιοῦτον. ἀπῴχετο, φησὶν, ὁ Ἐφραΐμ εἰς Αἰγυπτίους, γέγονε δὲ καὶ ὑπὸ βασιλέα, τὸν Ασούρ. εἶτα, ὥσπερ τινὸς πυνθανομένου τε καὶ λέγοντος Ἀνθ’ ὅτου καὶ τίνα τρόπον συγκεχώρηται παθεῖν, ἢ πῶς ἀλλοφύλοις δεδούλευκεν ὁ Ισραὴλ; τίθησιν ἐφεξῆς τὰς ἀπολογίας, καί φησι, πρῶτον μὲν, ὅτι “οὐκ ἠθέλησεν ἐπιστρέψαι·” προκειμένης γὰρ [*](d Supra ver. 5.) ἡμερότητος, ἥλω, φησὶ, καὶ πρὸς τοῦτο ῥᾴθυμος καὶ ἀπειθής· εἶτα, ὅτι “καὶ ἠσθένησε ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ.” [*](Supra ver. 6.) οὐ γὰρ ἦν, ὡς ἔφην, ὁ τοῖς Ἀσσυρίοις ἀντανιστάμενος, ἣ καὶ εὐδόκιμος τὰ τακτικὰ, Θεοῦ τὸ μάχιμον παραλύοντος, καὶ δειλίᾳ που τάχα προκατασείοντος καὶ τὸν εὐσθενῆ λίαν ἐν μάχαις. αἰτία δὲ καὶ ἑτέρα τοῦ πεσεῖν αὐτὸν ὑπὸ τὸν Ασούρ. ποία δὲ αὕτη; ὁ γὰρ λαὸς, τουτέστιν ὁ Ἐφραΐμ, μονονουχὶ καὶ ἐξεκρέματο αὐτοῦ, τοῦ Ἀσούρ δηλονότι, καὶ ἐκ [*](e) της αὐτοῦ κατοικίας ἀπαίρειν ἠθέλησεν εἰς τὴν Περσῶν τε καὶ Μήδων. καὶ οὐ δήπου φαμὲν, ὅτι τοῦτο παθεῖν αὐτὸς ἃν ἠθέλησεν ὁ Ἐφραΐμ, ἀλλ’ ὅσον ἧκεν εἰς τὰ αὐτῷ πεπλημμελημένα, μονονουχὶ καὶ ἐζήτησε παθεῖν τὰ οὕτω δεινὰ, εἴπερ ἐξὸν διαδρᾶναι τὴν ὀργὴν μεταφοιτᾶν ᾑρημένῳ πρὸς τὰ ἀμείνω καὶ πρεπωδέστερα, μονονουχὶ καὶ ἐξεκρέματο τοῦ Ασοὺρ. καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τουτέστι τὴν κατοικίαν [*](a 162 Α.) αὐτοῦ, πρὸς τὴν ἐκείνου βαδίζειν ἀσυνέτως ἐγλίχετο, καίτοι Θεοῦ πάντη τε καὶ πάντως ἐπάξειν αὐτῷ τὰ τοιάδε διειρη- [*](2. ὁ deest in Edd. 3, αὐτούς pro αὐτόν F. 5, τῆς assumptum ex B.D. 19, 19. ἀσούρ D. 20. τοῦ ἀσοὺρ δηλονότι om, D. 27, ἀσσοὺρ D, Aubertus. αὐτοῦ κατοικίαν inverso ordine D.)

234
κότος, εἰ μὴ βούλοιτο μετανοεῖν. ἐπειδὴ δὲ πρὸς τοῦτο αὐτοὶ κατώλισθον σκοποῦ, θυμωθήσεται Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ. τίμια δὲ καὶ ἐξαίρετα καὶ προὔχοντα τῶν λαῶν, βασιλεῖς δηλονότι καὶ ἡγούμενοι, οἳ καὶ τοῖς ἀγελαίοις συναπεκομίσθησαν, ἐλεεινοί τε καὶ δοῦλοι, καὶ ἐν τάξει δορικτήτων, ὅτι [*](b) τοὺς ὑπὸ χεῖρα πεπλανήκασι, καὶ γεγόνασι παγὶς τοῖς, εἴπερ ἤθελον αὐτοὶ, καὶ διάττειν δυναμένοις τὴν ἐπ’ εὐθύ. καθηγεῖται γὰρ ἀεὶ τῶν ὑπεστρωμένων τὸ ἡγούμενον. ἔσονται δὴ οὖν ταπεινοὶ καὶ ἀπερριμμένοι, καίτοι πλείστην ὅσην ἐσχηκότες τὴν δόξαν. πρόσεστι γὰρ πάντως τοῖς τῆς βασιλείας θώκοις τὸ εὐκλεές. ἀλλ’ οὐκ ἂν ὑψώσειεν αὐτοὺς ὁ Θεός. πέπαυται γὰρ, ὡς ἔφην ἤδη πλειστάκις, ἡ τοῦ Ἐφραΐμ βασιλεία.

Παραφυλακτέον δὴ οὖν ἡμῖν μάλιστα τοῖς ἐν Χριστῷ, τὴν εἰς τὰ φαῦλα ῥοπὴν, ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ· [*](c) ἢ εἰ μὴ τοῦτο δρῴημεν, ἑκόντες αὐτοὶ τὸν τοῦ διαβόλου ζυγὸν ἑαυτοῖς ἐπιθήσομεν, μονονουχὶ καὶ ἀποκρεμάμενοι τῆς εἰς αὐτὸν ἀγάπης, ὅλη τε βαδίζοντες προθυμίᾳ πρὸς τὸ ὑπ’ αὐτῷ γενέσθαι λοιπὸν, καὶ τὰ αὐτῷ δοκοῦντα πληροῦν. ἀλλ’ εἰ τοῦτο γένοιτο, παροξυνοῦμεν Θεὸν, οὕτω τε λοιπὸν 2 ἐσόμεθα ταπεινοὶ, χθαμαλὸν καὶ πεπατημένον ἔχοντες νοῦν, Θεοῦ παραλύοντος, καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἀνδρείαις ἀνορθοῦν ἡμᾶς οὐκ ἀνεχομένου.

[*](8)

Τι σε διαθῶ Ἐφραΐμ; ὑπερασπιῶ σου Ἰσραὴλ; τί σε διαθῶ; [*](d) ὡς Ἀδάμα θήσσμαὶ σε κω ὡς Σεβοείμ. μετεστράφη ἡ καρδία [*](9) μου ἑ τῷ αὐτῷ, συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατά τὴν ὀργὴν τοῦ Θυμοῦ μου, οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλει- [*](1. βούλοιντο Aubertus. 5, δορυκτήτων Edd. 8. ὑπεστρωμμένων D. II. θάκοις D. 15. Haec ἀνασειράζοντος μάλιστα τοῦ Θεοῦ accesserunt ex D. 16. Interpungebant ἑκόντες, pro ἑκόντες Edd. invitis B.D. 22. ἀνδρίαις Edd. invito D. 24. διαθῶ B.D. (Alex. XII.) ποιήσω F. διαθῶμαι Edd. (Vat.) σου] σε F. (Co.) 26. συνεταράχθη] διεταράχθη F. (Co.) ποιήσω] + σε F.)

235
φθῆναι τὸν Ἐφραΐμ, διότι Θεὸς ἐγώ εἰμι κω οὐκ ἄνθρωπος, ἐν σοὶ ἅγιος.

Προεισήγαγε τὰς μέμψεις, ὑποδεικνὺς ὅτι πάντη τε καὶ πάντως αὐτοῖς τομωτάτην ἔδει λοιπὸν ἐπιφέρεσθαι τὴν ὀργὴν ἀνόσια πεπραχόσι, καὶ ἐπέκεινα μέτρου κατὰ Θεοῦ δεδυσσεβηκόσιν, [*](e) ὡς μηδεμιᾶς ἔτι φειδοῦς αὐτοῖς περιλελεῖφθαι τρόπον. ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἡμερότητος πηγὴ καὶ γένεσις, ἀνακόπτει τὸ κίνημα, οὐχ ὡς παραλόγως γεγονότι τυχὸν ἐκ λογισμοῦ του κρείττονος ἐπιτίμων· οὐ γὰρ ἀν’ ἁμάρτοι ποτὲ τῶν αὐτῇ πρεπωδεστάτων ἐννοιῶν ἢ πράξεων ἡ θεία τε καὶ ἄφραστος φύσις· ἀπείργων δὲ ὥσπερ τὸ κατ’ ἀξίαν, καὶ κατακωλύων ἐξ ἡμερότητος τὸ ὅτι μάλιστα πρέπον αὐτοῖς, τουτέστι, τὴν εἰσάπαν ἀπώλειαν, καὶ τὸ ἐκ ῥίζης ὥσπερ [*](a 163 Α.) αὐτῆς ἀναβοθρεύεσθαι δεῖν. ταύτῃτοί φησι Τί σε διαθῶ; ποίᾳ, φησὶν, ὁδῷ χρήσομαι τὰ κατά σε συντιθείς; ὑπερασπιῶ σου καὶ ἐπαμυνῶ πάλιν, καὶ δυσκαταμάχητον ἀποδείξω τοῖς ἐπιβουλεύειν ἐθέλουσιν; εἶτα πῶς τοῦτο γενήσεται; πρέποι γὰρ ἂν τὸ κολάζεσθαι μᾶλλον ἢ εὐημερεῖν, τοῖς τὰ δεινὰ κατὰ Θεοῦ δεδρακόσιν. οὐκοῦν ἀπονέμων τὸ πρὸς ἀξίαν, καὶ ἰσοστάθμους τοῖς πλημμελήμασι τοῖς σοῖς ὁρίζων δίκας, ὡς Ἀδαμὰ θήσομαί σε κα) ὡς Σεβοείμ· πόλεις [*](b Gen. xix. 25; cf. xiv. 8.) δὲ αὗται Σοδομιτικαὶ, ἃς μέχρις αὐτῶν κατεδήδοκε βάθρων τὸ καταιβάσιον πῦρ. ἀλλ’ οὐδὲ τοῦτο δράσω, φησὶ, καίτοι γενέσθαι δικαίως ὀφεῖλον. ὑπερθήσομαι δέ· μεταβεβούλευμαι γάρ· καὶ οὐκ ἀκράτοις χρήσομαι τοῖς θυμοῖς, οὐκ ἃν δοίην εἰς ἐξάλειψιν παντελῆ, καίτοι πονηρὸν γεγονότα, τὸν Ἐφραΐμ. διὰ ποίαν αἰτίαν; οὐ γὰρ ἦσαν ἄξιοι τοῦ παθεῖν αὐτό; ναί φησιν, ἀλλ’ εἰμὶ Θεὸς καὶ οὐκ ’ν, ἀγαθὸς δηλονότι, καὶ οὐχὶ τοῖς ἐξ ὀργῆς κινήμασι παραχωρῶν τὸ νικᾶν· ἀνθρώπινον γὰρ τὸ τοιόνδε πάθος. τί οὖν ἔτι κολάζεις, φησὶν, [*](c) [*](3. προεισήγαγε] προσήγαγε Edd. 4. ἀποτομωτάτην iid. 8. τυχὸν om. D. 18. πρέποι D. πρέπει Edd. 23. καταιβάσιον] Sic edidi. κατοιβάσιον (sic) D. καταβάσιον Β. καταβαῖνον Edd.)

236
εἴπερ εἶ Θεὸς ὀργαῖς μὴ κρατούμενος, ἐμφύτῳ δὲ μᾶλλον ἑπόμενος ἡμερότητι; κολάζω, φησὶν, εἰμὶ γὰρ οὐ μόνον ἀγαθὸς, ὡς Θεός· ἁλλὰ πρὸς τούτῳ καὶ ἅγιος, μισῶν ἀδικίας, ἀποστρεφόμενος τοὺς με μεμολυσμένους, παραιτούμενος τὸν θεομισῆ, καὶ ἐπιστρέφων τὸν ἀλιτήριον, διασμήχων τὸ βέβηλον, ἵνα μοι πάλιν συνάπτηται.

Ωφελεῖ δὴ οὖν ὁ Προφήτης ἡμᾶς, ἀνακεκραγώς τε καὶ [*]( Es. lv 6,7. d) λέγων “Ζητήσατε τὸν κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν “ἐπικαλέσασθε· ἡνίκα δ’ ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ “ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς “αὐτοῦ καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται. χρὴ γὰρ ἡμᾶς, εἰ περὶ πολλοῦ ποιούμεθα τὸ εἶναι μετὰ Θεοῦ, παντὶ σθένει παραιτεῖσθαι τὸ πλημμελεῖν, μεμνῆσθαί [*](Lev. XX. 26.) τε λέγοντος “Ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι.”

[*](10)

Καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.

Επιτρέχει τῶν ἁγίων Προφητῶν ἔσθ’ ὅτε τὸν νοῦν [*](e) ἀκριβῶς τῶν ἐσομένων ἡ γνῶσις, ἐναστοράπτοντος τὸ χρῆμα αὐτοῖς τοῦ Ἀγίου Πνεύματος. τοιγάρτοι καὶ μεταξὺ τῶν ἰδίων λόγων, ἤτοι τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ, τάς τινων ἐσθ’ ὅτε προανακεκράγασι φωνὰς, ἢ μετανοούντων, ἢ εὐχαριστούντων, ἢ ἀνασκιρτώντων ἐφ’ οἷς ἂν αὐτοὺς εὐφραίνειν ἐπαγγέλληται Θεός. τοιουτονί τι παθόντα καὶ νῦν τὸν [*](164 Α. a) μακάριον εὑρήσομεν Ὠσηέ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ὑπισχνεῖτο τὴν ἡμερότητα, καὶ οὐκ εἰσάπαν ἔφασκεν ὁλοθρεύσειν τοὺς ἡμαρτηκότας, ὅτι τε εἴη Θεὸς, ἀγαθὸς δηλονότι, καὶ οὐκ ἄνθρωπος· οὐ γάρ τοι καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. οἱ δὲ ὥσπερ ἐπεγνωκότες τὰ οἰκεῖα πλημμελήματα, καὶ κατερυθριῶντες ἤδη πὼς ἐπὶ τῇ πλείστη τε καὶ ἀδοκήτῳ χάριτι, καταλήξειν ἐπαγγέλλονται τῶν σφίσιν ἐξηυρημένων, [*](5. διασμήχων] καὶ διασμήχων Edd. invito D. 9, ἐπικαλέσασθαι D. ἡμῖν D. 14. εἰμι om. D. (XI.) 27, κτῆσιν Edd. ante Migne.)

237
δι’ ὧν καὶ προσκεκρούκασι. καὶ ποῖα ταῦτά ἐστι, δι’ αὐτοῦ πάλιν ἡμᾶς τοῦ προφήτου πεπληροφόρηκεν Θεός. ἔφη γὰρ [*](b) ἐν τοῖς ὀπίσω βραχὺ, τόν τε Ἰούδαν αὐτὸν καὶ τὸν Ἐφραΐμ αἰτιώμενος, “ Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν [*](Supra viii. 14.) “καὶ ᾠκοδόμησε τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετει- “χισμένας· καὶ ἀποστελῶ πῦρ ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ “καταφάγεται τὰ θεμέλια αὐτῶν.” ὁ μὲν γὰρ Ἐφραΐμ, ἤγουν ὁ Ἰσραὴλ, βωμοὺς καὶ τεμένη κατὰ τὴν Σαμάρειαν τοῖς εἰδώλοις ἀναδειμάμενοι, κατώλισθον εἰς ἀπόστασιν, ἐπελάθοντο ελάθοντο τοῦ Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὸ οὐδενὸς ἀξιοῦντες λόγου, παροτρύνοντες διετέλουν· Ἰούδας [*](c) δὲ αὖ, καίτοι πεποιθότες ἐπὶ τῷ Θεῷ, κατὰ τοὺς ἄνωθεν ἔτι χρόνους παρ’ αὐτοῦ τε καὶ δι’ αὐτοῦ σωζόμενοι, κατέθηγον εἰς ὀργὰς, κατὰ πολλοὺς μὲν καὶ ἑτέρους τρόπους, μάλιστα δὲ δι’ ἑνὸς τούτου. Θεοῦ γὰρ ἠπειληκότος ἐπιπέμψειν αὐτοῖς τὸν Ἀσσύριον ἀφανιοῦντα τὴν γῆν, ἀνετείχιζε τὰς ἑαυτοῦ πόλεις, οἰηθεὶς ὅτι, κἂν εἰ μὴ βούλοιτο Θεὸς, τῆ τῶν πόλεων εὐτειχίᾳ σωθήσεται, καὶ τῆς τοῦ μαχομένου περιέσται χειρός.

Oὐκοῦν ἐπαγγελλομένου Θεοῦ τὰ ἐξ ἡμερότητος ἀγαθὰ [*](d) καὶ οὐ μετρίως προσκεκρουκόσι, καὶ αὐτοὶ λοιπὸν οἱ σωζόμενοι τῶν ἀτόπων ἐγχειρημάτων τε ὁμοῦ, καὶ μέντοι καὶ βουλευμάτων ἀποπαύσασθαί φασι. καὶ δὴ καὶ βοάτω μὲν Ἰούδας οὐκ εἰσελεύσομαι εἰς πόλιν, τουτέστι, τεῖχος καὶ ἕξω Θεόν, ἀσφάλειαν ποιήσομαι τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν τοῦ σώζοντος ὑποδραμοῦμαι δεξιὰν, αὐτὸς ἀρκέσει καὶ μόνος εἰς σωτηρίαν ἐμοί· εἰκαῖον ὁμολογήσω καὶ ἄχρηστον παντελῶς τὸ προσδοκᾶν, ὅτι πολέμου τὴν γῆν καταθέοντος, εἰσελθὼν εἰς πόλιν, σωθήσομαι· οὐκοῦν οὐκ εἰσελεύσομαι εἰς [*](e) πόλιν· Ἐσραὴλ δὲ πάλιν, ἤγουν ὁ Ἐφραΐμ, ἀναφωνείτω ἕτερον· τὸ δέ ἐστι, τὸ Ὀπίσω κυροῦ πορεύσομαι. ἀποπεπαύσομαι, φησὶ, τῶν ἀρχαίων αἰτιαμάτων, λοιπὸν τοῖς θείοις [*](2. πεπληροφόρηκεν] + ὁ Edd. 6, ἐπὶ habet D. 12. ἔτι om. D. 24. καὶ assumptum ex D.)

238
ἕψομαι νόμοις, καθηγητὴν ποιήσομαι τὸν τῶν ὅλων Θεόν. εἰ δὲ δή τις ἴοι πρὸς τὸ δοκοῦν Θεῷ, πάντως που καὶ αὐτὸν εἴσεται μόνον, αὐτῷ τε τὸ σέβας ἀνάψει, προσκυνήσει τε ἕτερον ἐπ’ αὐτῷ παντελῶς οὐδένα.

[*](165 Α. a)

Ὡς λεὼ ἐρεύξεται, ὅτι αὐτὸς ὡρύσεται, καἰ ἐκστήσονται τέκνα [*](11) ὑδάτων· κω ἐκπτήσονται ὡς ὄρνεον ἐξ Αἰγύπτου, καὶ ὠς περιστερὰ ἐκ γῆς Ἀσσυρίων· κω ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶ, λέΓει Κύριος.

Ηκοντος ἤδη τοῦ χρόνου, καὶ πεπερασμένου τοῦ καιροῦ, καθ’ ὃν ἔδει λοιπὸν τῆς αἰχμαλωσίας ἀνεῖσθαι τὸν Ἰσραὴλ, Κῦρος ὁ Καμβύσου Περσῶν τε καὶ Μηδῶν ἀνημμένος τὸ κράτος, σὺν ὄχλῳ βαρεῖ καὶ δυσαντήτῳ δυνάμει, τῆς τε Βαβυλῶνος αὐτῆς, καὶ τῆς τῶν Ἀσσυρίων κατεστρατεύετο [*](b) χώρας, διανιστάντος αὐτὸν εἰς τοῦτο Θεοῦ. καὶ γοῦν ὁ προφήτης Ἱερεμίας προαναφωνῶν τῆς Βαβυλῶνος τὴν ἅλωσιν, [*](Hier xxvii. 24.) περί τε Μηδῶν φησὶ καὶ Περσῶν “Ἐπιθήσονταί σοι, καὶ “ἁλώσῃ Βαβυλὼν, καὶ οὐ γνώσῃ· εὑρέθης καὶ ἐλήφθης, [*](Ib. iv. 7.) “ὅτι τῷ κυρίῳ ἀντέστης·” Κύρου δὲ πέρι “Ἀνέβη λέων “ἐκ τῆς μάνδρας αὐτοῦ, ἐξολοθρεύων ἔθνη ἐξῆρε, καὶ “ἐξῆλθεν ἐκ τοῦ τόπου αὐτοῦ, τοῦ θεῖναι τὴν γῆν σου εἰς “ἐρήμωσιν, καὶ αἱ πόλεις σου καθαιρεθήσονται, παρὰ τὸ “μὴ κατοικεῖσθαι αὐτάς. ὅτι δὲ ἦν ὁ τῶν ὅλων Θεὸς, ὁ [*](c) τῷ Κύρῳ διδοὺς τὸ κρατεῖν, πληροφορήσει λέγων ὁ προφήτης [*](Es. xlv. 1—3.) Ἡσαΐας “τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ, “οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη [*](4. ἐπ’ αὐτῷ D. παρ’ αὐτὸν Edd. οὐδένα] + καταμειδιάσει δὲ μᾶλλον τῆς τῶν δαιμονίων ἀπάτης, ἐκεῖνο λέγων τὸ διὰ προφήτου φωνῆς Θεοὶ οἱ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ τούτου. D. 5. καὶ om. D. Post ἐκστήσονται, ἐπ’ αὐτῷ addit Β. 6. καὶ prius assumptum ex B.D. (Alex. XII.) ἐκπτήσσονται F. 12. δυσαντήτῳ] δυσαιτήτῳ Edd. Migne autem Cotelerium (Monum. Ε. G II. 580) citat, δυσαντήτῳ esse legendum monentem. 13. τῶν assumptum ex D. 19. Haec ἐξολοθρεύων—τόπου αὐτοῦ accesserunt ex B.D. 23. τῷ om. D. 24. οὕτω pro τόδε D. (A.V. c.))

239
“καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ “θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν “σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, “καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς “ σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι. νενικηκὼς τοιγαροῦν ὁ Κῦρος, καὶ κατὰ κράτος ἑλὼν τὴν Βαβυλωνίων, ἀνῆκε τὸν Ίσραὴλ, καὶ δὴ καὶ ὑπονοστήσαντες, κατῳκήκασι [*](d) τὴν ἑαυτῶν.

Tουτὶ τὸ διήγημα διερμηνεύει λέγων ὁ προφήτης Ὠσηέ Ὡς λέων ἐρεύξεται. τίς ἐρεύξεται; Κῦρος δηλονότι. ὅμοιον ὡς εἰ λέγοι τυχὸν Δεῖνόν καὶ διαβριθὲς κατὰ τῆς Βαβυλωνίων, ὁ παρὰ Κύρου κτυπήσει πόλεμος. ὠρυομένου δὲ αὐτοῦ, καὶ οἱονεί τινος λέοντος κατακεκραγότος τῶν δι’ ἐναντίας ἐκστήσονται τέκνα ὑδάτων. καὶ τὸ μὲν ἐκστήσονταί φησιν, ἀντὶ τοῦ καταπλαγήσονται. τέκνω δὲ ὑδάτων, τοὺς Βαβυλωνίους φησὶν, οἳ τοῖς τῶν ὑδάτων τέκνοις, τουτέστι, [*](e) τοῖς ἐν ὕδασι νηκτοῖς, ἤγουν ἰχθύσι παραχωροῦντες οὐδὲν εἰς δειλίαν, εὐπτόητοί τε καὶ ἄνανδροι διὰ πείρας αὐτῆς γεγονότες ἁλώσονται. ἑτοιμότατον δὲ πρὸς δειλίαν τῶν ἰχθύων τὸ γένος, καὶ φεύγει μὲν κτύπους, παραιτεῖται δὲ καὶ τὴν τοῦ θηρῶντος σκιάν. ὅταν τοίνυν ἐρευγομένου Κύρου, φησὶ, καὶ δεινόν τι καὶ φρικῶδες τῆς Βαβυλωνίων καταλαλάζοντος, καταπλαγείη τῷ φόβῳ τὰ τῶν ὑδάτων τέκνα, τουτέστιν, οἱ Βαβυλώνιοι τοῖς ἰχθύσιν εἰς δειλίαν παραχωροῦντες [*](a 166 Α.) οὐδέν. τότε καὶ ὀρνέου δίκην καὶ περιστερᾶς ἀποπτησονται τῆς Αἰγύπτου καὶ οἱ πάλαι συμπεφευγότες ἐν αὐτῇ· ἀποδραμοῦνται δὲ τῆς Χαλδαίων καὶ οἱ τῆς αἰχμαλωσίας ἐναλόντες τοῖς βρόχοις. ἐπανήξουσί τε λοιπὸν, καὶ οἰκήσουσι τὴν ἑαυτῶν.

Ἐξὸν οὖν ἔχειν τὰ ἀγαθὰ, Θεῷ τῆς διανοίας ὑποφέροντας τὸν αὐχένα, καὶ ὑπ’ αὐτῷ πράττοντας μόνῳ, μὴ ἐθελονταὶ [*](4. συνκλάσω D. (A.V.) 5. ἀνοίξωσι (sic) pro ἀνοίξω σοι D. 17. ὕδασι D. ὕδατι Edd. 18. εὐπτόητοί B.D. εὐάλωτοί Edd. 22. καταλάζοντος Aubertus. 27. τοι τῆς αἰχμαλωσίας ἐναλόντες inverso ordine D.)

240
[*](b) βαδίζωμεν ἐπὶ τὸ λυποῦν, αὐτόκλητον ὥσπερ ἐφ’ ἑαυτοῖς κατασύροντες κίνησιν· καίτοι μετὸν, ὡς ἔφην, ἐν βεβαίῳ κεῖσθαι τῆς εὔημερίας, κατευφραίνοντας ῥαίνοντας τὸν Δεσπότην διὰ τῆς ἐννόμου πολιτείας καὶ ζωῆς, καὶ τῆς εἰς αὐτὸν γνησιότητος.

[*](12)

Ἐκύκλωσέ με ἐν ψεύδει Ἐφραΐμ, καὶ ἐν ἀσεβείᾳ οἶκος Ἰσραὴλ καὶ Ἰούδα.

Φύσει μὲν ἀγαθὸς ὢν καὶ φιλοικτίρμων ὁ Θεὸς, καὶ ἀνεθέλητον ἔχει τὸ πλήττειν ὅλως τινὰς, καλεῖται δὲ καὶ [*](c) ἀναγκαίως εἰς ἀγανάκτησιν ἐπιστρεπτικὴν, ὅταν ἴοι τινῶν πέρα λόγου τε καὶ μετροῦ τὰ ἐγκλήματα. τοῦτο διδάσκει πάλιν ἡμᾶς διὰ τῶν προκειμένων. μονονουχὶ γάρ φησι τῇδε κἀκεῖσε, καὶ οἱονείπως ἐν κύκλῳ τὸν τῆς θεότητος ὀφ- θαλμὸν ἐνιέντι τε καὶ περιφέροντι, πανταχῆ τὸ ψεῦδος καὶ τὴν ἀσεβειαν ἦν ἰδεῖν τοῦ τε Ἐφραΐμ καὶ τοῦ Ἰούδα. ψεῦδος δὲ ἀποκαλεῖ τὰ τῆς εἰδωλολατρείας παίγνια, καὶ τὴν τῶν ματαίων προσκύνησιν· ἀσεβειαν δὲ τάχα, τὴν ὕβριν τὴν [*](d) κατὰ Θεοῦ. πῶς γὰρ οὐκ ἀσέβεια δεινὴ καὶ ἐκτοπωτάτη, τὸ ἀποσείεσθαι μὲν τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, προςκλίνεσθαι δὲ ἀμαθῶς ξύλοις τε καὶ λίθοις· ἤγουν προσκυνεῖν τῇ κτίσει παρὰ τὸν ποιητὴν, καὶ δεσποτικοῖς ὑψώμασιν ἐπιχειρεῖν στεφανοῦν τὰ παρ’ αὐτοῦ πρὸς τὸ εἶναι παρενηνεγμενα;

Νῦν ἔγνω αὐτοὺς ὁ Θεὸς καὶ λαὸς ἂγιος κεκλήσεται Θεοῦ.