In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Σπείρατε ἑαυτῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, [*](12) φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ζητήσατε τὸν Κύριον ἕως οὗ ἔλῃ γεννήματα δικαιοσύνης ὑμῖν.

Διττὸς ἀείπως ἐστὶν ὁ τῆς παραινέσεως τρόπος. ἢ γὰρ [*](e) ἐξηγούμενοι τὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἐπικεισομένην κόλασιν μετασοβεῖν εἰθίσμεθα καὶ μάλα γοργῶς ἐπὶ τὸ βιοῦν ἑλέσθαι λαμπρῶς· ἢ τὰς τοῖς ἐπιεικέσιν ηὐτρεπισμένας τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παιδευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέμους, [*](a 152 Α.) τὰς συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ’ ἰδοὺ δὴ πάλιν, καὶ καθ’ ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπωρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι κελεύει, γηπόνοις ἐν ἴσῳ, σπέιροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ ἕλ’ καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος [*](b) γράφει Παῦλος “ Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- [*](Gal. vi. 7.) “ σει.” καὶ “Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ,” κατὰ τὸ [*](Prov. xxii. 8.) [*](1. 2. Τόμος ἕκτος B.D. 4. ζητήσατε F. ἐκζητήσατε Edd. 5. γε νήματα F. (22al.) 7. ἐθέλουσι] θέλουσι Edd. 9. ηὐτρεπισμένους iid. 21. καὶ om. D.)

220
γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀποτρυγήσει [*](Ps. ciii. 15.) “τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου.” δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθελοντὰς εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων [*](Rom. i. 25. c) αὐτὸ τῶν προσκυνούντων “τῇ κτίσει παρὰ τὸν πῶς δ’ ἃν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καπρὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰςδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητήσατε τὸν Κῦρον ἑώς οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. ζητοῖτο δ’ ἃν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπω τὸ θεῖον· ἀλλ’ ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων [*](d) αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμόθεν ἔχουσαν τὸ ἐπιτιμᾶσθαι δεῖν. εὑρόντες γὰρ οὕτως αὐτὸν, καὶ τὴν τῶν ἑτέρων ἀγαθῶν καταπλουτήσομεν κτῆσιν. ἢ οὐκ ἀληθεύει Χριστὸς, ὅταν λέγῃ [*](S. Joan. XV. 5.) “Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν;” ἀλλ’ ἔστιν οἶμαι τουτὶ τοῖς ὀρθὰ φρονεῖν εἰωθόσιν οὐδαμόθεν ἀμφίβολον. κτῆσις γὰρ ἡμῖν αὕτη παντὸς ἀγαθοῦ μετὰ Θεοῦ, καὶ διὰ Θεοῦ, καὶ παρὰ Θεοῦ.

Εἴποι δ᾿ ἄν τις, καὶ μάλα εἰκότως, οὐχὶ μόνοις τοῖς τῶν [*](e) εἰδώλων θεραπευταῖς, τὸ σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην καὶ τὰ τούτοις ἐφεξῆς, ἀλλὰ γὰρ καὶ τοῖς τῆς ὀρθῆς πίστεως [*](1 Tim. iv. 1. 2.) ἀποτρέχουσι, προσκειμένοις δὲ μᾶλλον “πνεύμασι πλάνης, “ ἐν ὑποκρίσει δαιμονίων, κεκαυτηριασμένοις τὴν συνείδη- “σιν,” ὡς γοῦν ὁ σοφώτατος γράφει Παῦλος. οὗτοι σπείρουσι μὲν τοῖς εἰς γνῶσιν καὶ φιλομάθειαν ἐγκείμενοι πόνοις· πλὴν οὐκ εἰς ἔργα δικαιοσύνης, ἀλλ’ εἰς ἀδικίαν καὶ ἀσέβειαν [*](2 Tim.iii. 13, 1 Cor. viii. 12.) “ Πλανωντες καὶ πλανώμενοι, καὶ τύπτοντες ἀσθενοῦσαν [*](3. δὴ pro δὲ D. 6. κτίσαντα] κτίστην καὶ ποιητήν D. Statim haec addit ἤγουν οἰομένων ὅτι θεοὶ κατὰ ἀλήθειάν εἰσιν οὓς ἂν ἐργάσαιντό δηλονότι καὶ ζύλων οἱ τεχτουργοί. 8. ἀποτρυγεῖν Edd. 13, προθυμίαις] + ταῖς D. 28. πόνοις assumptum ex B.D.)

221
“τὴν συνείδησιν τῶν ἀδελφῶν, ὑπὲρ ὧν Χριστὸς ἀπέθανε. τρυγῶσι δὴ οὖν οὐκ εἰς καρπὸν ζωῆς· πόθεν; ἁλλ’ εἰς κόλασίν [*](a 153 Α.) τε καὶ κρίσιν. καὶ γοῦν ἔφασκεν ὁ Χριστὸς, ὅτι “Ὃς δ᾿ [*](S.Matth. xviii. 6.) “ἃν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων “εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ “τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς “θαλάσσης.” οὐκοῦν ἀγαπάτωσαν τὴν ἀλήθειαν· τοῦτό ἐστι τὸ τῆς γνώσεως φῶς· οὕτω ζητεῖται Θεός· ἐντεῦθεν αὐτοῖς καρποὶ μὲν δικαιοσύνης ἀνατελοῦσιν εἰς ζωήν· τρυγηθήσεται δὲ καὶ οἶνος, οὐ σωματικὸς, νοητὸς δὲ μᾶλλον καὶ [*](b) διὰ Πνεύματος, ὃς καὶ καρδίαν εὐφραίνει καὶ νοῦν.

[*](Ps. ciii. 15.)

Ἳνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς ἀδικίας αὐτῆς ἐτρυγήσατε,[*](13) ἐφάγετε καρπὸν ψευδῆ; ὅτι ἤλπισας ἐν τοῖς ἁρμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ [*](14) λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται.

Αἰτιᾶται πάλιν, ὡς ἀπό γε τῆς εἰς τὸ φαῦλον ἡδονῆς ἐφ’ οἷς ἥκιστα ἐχρῆν κατηρεμεῖν ἑλομένους, ἀβουλότατά τε σεσιγηκότας, ἐφ’ οἷς ἦν εἰκὸς οὐ μετρίως λυπεῖσθαι Θεόν. [*](c) δέον γὰρ, φησὶ, παντὶ σθένει διωθουμένους τὴν εἰς ἐμὲ δυσσέβειαν καὶ τοῖς τὰ αἰσχρὰ συμβουλεύουσι ἐπιτιμᾶν, τοῦτό τε δρῶντας ἐν παντὶ γενέσθαι καλῷ, σεσιγήκασι, παρεδέξαντο τοὺς τῆς πλανήσεως τρόπους· οὐκ ἦν ἐν αὐτοῖς ὁ τοῖς ἐκεῖνα καινοτομοῦσιν ἀνθεστηκώς, οὐκ ἀντιτιθεὶς τὰ ἐκ νόμου, καὶ εἰς ἀνάμνησιν ἀποφέρων τῶν τεθεσπισμένων. γέγραπται γάρ “Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν [*](Exod. xx. 3.) “ἐμοῦ·” καὶ πάλιν “Οὐ ποιήσεις σαυτῷ εἴδωλον.” ἁλλ’ [*](Ib. 4.) ὀλίγος αὐτοῖς παντελῶς ὁ περὶ τούτων ἦν λόγος. σεσιγήζωῆς· [*](d) [*](2. πόθεν;] Sic correxi ex D. ζωῆς ποθεν Edd. 3. Hoc δ’ assumptum ex D. 5. μύλος ὀνικὸς hoc ordine D. 9. ἀνατέλλουσιν. D. 12. παρεσιωπήσατε] παρεσιώπησας F. 13. ἅρμασι B.D. (XII.) ut ἁμαρτήμασι Edd. (A.V.) 17, χρῆν D. 20. καὶ assumptum ex D. 24. τεθεσπισμάτων (sic) D.)

222
κάσι γὰρ, τιμῶντες τὴν ἀσέβειαν, τουτέστι τὴν οὐκοῦν τετρυγηκασι τοὺς τῆς εἰς τοῦτο λοιπὸν ἀδικίας καρποὺς, κατεδηδόκασι καρπὸν ψευδῆ, τουτέστιν, ἀθρανῆ τε καὶ ἀνόνητον ἐσχήκασι τὴν ἐλπίδα. καρπὸς μὲν γὰρ ὁ ἀληθινὸς, ὁ σώζειν τε καὶ ὠφελεῖν δυνάμενος, ἡ εἰς Θεὸν ἀγάπη, καὶ τὰ τῆς δικαιοσύνης αὐχήματα· καρπὸς δὲ ψευδὴς, [*](e) ὁ τῆς δυσσεβείας νοοῖτ᾿ ἂν εἰκότως· καταίρει γὰρ πάντως εἰς τέλος τὸ ἀπευκτόν. ποῖος οὖν ὁ ψευδὴς ἄρα καρπὸς, ὁ ἐκ τῆς δυσσεβείας αὐτοῖς γεγενημένος, παρέδειξεν εὐθύς. προσεπάγει γάρ Ὃτι ἤλπισας ἐν τοῖς ἥμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ παντα τὰ περιτετειχισμένα σου οἰχήσεται. δεδυσσέβηκας μὲν γὰρ οὐ μετρίως, φησὶ, ξύλοις τε καὶ λίθοις λελατρευκὼς, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ἀτιμάσας Θεόν. εἶτα τοῦ [*](154 Α. a) πολέμου περιηγγελμένου, βεβηκότος δὲ ἤδη καὶ αὐτῶν εἴσω θυρῶν, οὐ τὴν παρ’ ἐμοῦ μᾶλλον ἐζήτεις ἐπικουρίαν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσι, καὶ τῷ πλήθει τῶν ἁρμάτων ἐπεθαρσήσατε, καὶ τῆς τῶν πολεμίων ἰσχύος κρατήσειν ὑπελαμβάνετε, ἀρκούσης ὑμῖν εἰς τοῦτο τῆς τῶν ψευδωνύμων θεῶν φειδοῦς καὶ ἐπικουρίας. τοῦτο ὑμῖν γενήσεται καρπὸς ψευδὴς ἔσται γὰρ ὄλεθρος κατὰ τῶν λαῶν, πᾶσά τε λαμπρὰ [*](b) καὶ εὐτειχεστάτη κατασεισθήσεται πόλις. ὃ γὰρ οὐχ ἵστησι Θεὸς, πάντη τε καὶ πάντως πεσεῖται.

Λεγέσθω δὴ ταῦτα καὶ πρὸς ἡμῶν, μᾶλλον δὲ παρὰ Θεοῦ, τοῖς προσεδρεύειν ἐθέλουσι τοῖς ἀνοσίοις αἱρετικοῖς, καὶ μαθητιᾶν ὑποκρινομένοις τὰ εἰς ζωήν τε καὶ σύνεσιν. οὗτοι παρασιωπῶσιν ἀσέβειαν. ἀνέχονται γὰρ δυσφημούντων ἀκούοντες, καίτοι πλείστην ὅσην ὀφείλοντες τὴν κατ’ αὐτῶν ποιεῖσθαι κατάρρησιν. μεθέξουσι δὴ οὖν τῆς ἑαυτῶν δυσβουλίας, [*](c) καὶ τοὺς τῆς ἀδικίας ἐκθεριοῦσι καρπούς. φάγονται [*](1. γὰρ om. D. 9, αὐτῆς (sic) D. 12. σοι D. 15. περιηγγελμένου D. προηγγ. Edd. ἤδη assumptum ex D. 22. εὐτειχεστάτη] εὐτυχεστάτη Edd. 27. παρασιωποῦσιν D. 29. δυσβουλίας] συμβουλίας iid.)

223
γὰρ ψευδῆ, νόθην καὶ ἀπόβλητον δεχόμενοι γνῶσιν, διδασκόμενοί τε τὰ διεστραμμένα, καὶ ὅσα τῆς ἀληθείας τὸ κάλλος παραχαράττειν ἐπιχειρεῖ. ὅτι δὲ καὶ αὐτῶν πᾶσα πεσεῖται δύναμις, Θεοῦ καταστρέφοντος, οἰχήσονται δὲ καὶ εἰς ὄλεθρον καὶ ἀπώλειαν, πῶς ἂν ἐνδοιάσειε τις;

Ὡς ἄρχων Σαλμανὰ ἐκ τοῦ οἴκου Ἱεροβαὰλ, ἐν, ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισεν· οὕτως ποιήσω ὑμῖν, οἶκος [*](15 d) τοῦ Ἰσραὴλ, ἀπὸ προσώπου κακιῶν ὑμῶ.

Ἐν τῆ βίβλῳ γέγραπται τῶν κριτῶν, ὡς ἐξέκλινε μὲν ὁ Ἰσραὴλ ὀπίσω τῶν Βααλεὶμ κατὰ καιρούς. ταύτῃτοι Θεῷ προσκεκρούκασι, παραδέδονται δὲ καὶ εἰς χεῖρας Μαδιὰμ, [*](Jud. vi. 1.) ἐφ’ ὅλοις ἔτεσιν ἑπτά. ἀπηνῆ δὲ οὕτως ὑπομεμενήκασι τὴν ἐκ τῶν κεκρατηκότων πλεονεξίαν, ὡς ἤδη καὶ πέτρας [*](Ib. 2.) οἰκεῖν, καὶ σώζεσθαι μόλις ἐν αὐταῖς καταδυομένους, καὶ προτείχισμα ποιεῖσθαι τὰς δυσχωρίας, διά τοι τὸ παντελῶς [*](e) ἀπειπεῖν πρὸς μάχην. συμβέβηκε τοίνυν ὠμῶς ἀναιρεῖσθαι κατὰ καιροὺς τοὺς ἐμπίπτοντας τοῖς Μαδιηναίοις, ὥστε καὶ ἀθλίαις μητράσι συνδιόλλυσθαι τέκνα, φειδοῦς ἁπάσης ἐξῃρημένης. ἦρχον δὲ αὐτῶν Ὠρήβ τε καὶ Ζὴβ, καὶ Ζεβεὲ [*](Ib. vii. 25; viii. 5sqq.) καὶ Σαλμανά. παρετείνετο δὲ τὰ τῆς συμφορᾶς ἄχρις ἂν κατοικτείρας Θεὸς ταλαιπωροῦντα τὸν Ἰσραὴλ ἤγειρε τὸν Γεδεὼν, ὃς καὶ μετωνόμασται παρά τε τοῦ πατρὸς καὶ τῶν [*](Ib. vi. 32.) ἐγχωρίων Ἱεροβάαλ, δι’ αἰτίαν τοιαύτην. χρήσαντος μὲν [*](a 155 A.) γὰρ αὐτῷ τοῦ Θεοῦ διὰ φωνῆς ἀγγέλου, καθεῖλε τὴν στήλην τοῦ Βάαλ, καὶ τὸ ἄλσος αὐτοῦ ἐξέκοψε, λεληθότως καὶ ἐν νυκτί. ἐπειδὴ δὲ οἱ τῆς πολίχνης οἰκήτορες τὰ συνήθη πληροῦν ὑπὸ τὴν ἕω σπουδάζοντες, παρῆσαν ἐν τῷ τεμένει, καὶ [*](6. Σαλμανὰ B.F. (42 al.) Σαλμανᾶ D. et infra. Σολμανὰκ Edd. [Σαλαμαν τοῦ post οἴκου add. Edd. invito D. (Alex.) 8. προσώπου] + ἀδικίας Edd. (Vat.) 10. τῶν om. Aub. τῷ (sic) Pontanus. 11. καὶ om. D. 17. Haec κατὰ καιροὺς accesserunt ex D. 26. πληροῦν] πληροῦντες Edd.)

224
κατεῤῥιμμένον τεθέανται τὸν Βαάλ, καὶ τὸν δρυμὸν ἐπ’ αὐτῷ πεπτωκότα, κατεστχάζοντο τῆς τοῦ Γεδεὼε ἤδη φιλοθεΐας, καὶ αὐτῷ τοῦ πράγματος ἐπέγραφον τὰς αἰτίας. εἶτα προςήεσαν τῷ πατρὶ λέγοντες Δὸς τὸν υἱόν σου, ἵνα ἀποκτείωμεν [*](Jud. vi.b 30, 31.) αὐτὸν, “ὅτι καθεῖλε τὸν Βάλλ.” πρὸς ταῦτα ἐκεῖνος· “Μὴ ὑμεῖς, φησὶν, ἐκδικήσετε τὸν Βάαλ; εἰ θεός “ἐστι, δικαςάσθω πρὸς τὸν καθελόντα αὐτόν.” ἐντεῦθεν ὁ Γεδεὼν μετωνόμαστοι λοιπὸν Ἱεροβαάλ, ὃ διερμηνεύεται “Δικαςάσθω ὁ Βαάλ.”

Ὥσπερ οὖν, φησὶν, ὁ Σαλμανὰ τῆς Μαδιηναίων πληθύος ὁ καθηγούμενος, ἐκ τοῦ οἴκου Γεδεὼν ἤτοι τοῦ Ἱεροβάαλ, μητέρα ἐπὶ τεκνοις ἠδάφισε, τὸν αὐτὸν τυοτονὶ τρόπον τῶν Ἀσσυρίων [*](c) ὁ στρατηγὸς ὠμῶς καὶ ἀπανθρώπως, καὶ οἰκτιρμοῦ παντὸς δίχα χρήσεται πολέμῳ τῷ καθ’ ὑμῶν, καὶ μητέρα σὺν τέκνοις ἐδαφιεῖ. συμβήσεται δὲ ταυτὸ διά γε τὰς ὑμῶν κακίας. κολάξει γὰρ οὐ μάτην, κριτὴς ὢν δίκαιος ὁ τῶν ὅλων Θεός. ἀλλ’ εἰ ἐκτείνοιτο λοιπὸν εἰς τὸ ἐπέκεινα μέτρου τὰ τῶν προσκεκρουκότων αὐτῷ πλημμελήματα, τότε ἀναλόγως ἐπιφέρει τὰ ἐξ ὀργῆς. εἰ δὴ παραιτοίμεθα τὸν θυμὸν, προπαραιτητέον εὖ μάλα καὶ τὸ πλημμελεῖν, καὶ τὸ οἱονεὶ καταθήγειν εἰς ἀγανάκτησιν τὴν θείαν τε καὶ ἡμερωτάτην [*](d) φύσιν, τάχα δέ που καὶ οὐχ ἑκοῦσαν εἰς τοῦτο καταβιάζεσθαι ταῖς τῶν πταισμάτων ὑπερβολαῖς. ἰστέον δὲ, ὅτι τῶν προλαβόντων ἐξηγτῶν τινες, οὐ τὸν τῶν Μαδιηναίων ἄρχοντα Σαλμανὰ μητέρα ἐπὶ τέκνοις ἐδαφίσαι φασὶν, ἐκ τοῦ οἴκου Ἱεροβάαλ, ἤτοι τοῦ Ἰσραήλ· ἀπὸ γὰρ τῶν ἡγουμένων τὸ σύμπαν ἔσθ’ ὅτε κατασημαίνεται· ἀλλὰ μᾶλλον ἐν τῷ οἴκῳ Σαλμανὰ τὸν Γεδεὼν ἐδαφίσαι μητέρα ἐπὶ τέκνοις. ἀλλ’ οἶμαι κρεῖττον, καὶ τὴν ἀπὸ τοῦ πρέποντος ἐπικουρίαν [*](e) ἔχον εἴη ἂν οὐχὶ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ἕτερον. ὥσπερ γὰρ κα’ ἐκεῖνο τοῦ καιροῦ, καθ’ ὃν προσκέκλιτο τοῖς Βααλεὶμ ὁ [*](2 πεπτωκότες (sic) D. 7. ἐντευθεν ὁ] κἀντεῦθεν Edd. 17. ἐκτείνοντο Aubertus. μέτρον Edd. 20. προπαραιτητέον D. παραιτητέον Edd. 25. σαλμανᾶν D. 30. εἴη ἂν hoc ordine D.)

225
Ἰσραὴλ ἠδαφίσθη παρ’ αὐτοῖς τὰ τέκνα μητράσιν ὁμοῦ διὰ χειρὸς ἀλλοφύλων, οὕτω καὶ νῦν ἀπονεύσαντος εἰς εἰδωλολατρείαν τοῦ Ἐφραῒμ, ἐδαφισθήσονται πάλιν διὰ βαρβάρων, τουτέστι τῶν Ἀσσυρίων, ὁμοῦ ταῖς τεκούσαις τὰ γεγεννημένα. οἶμαι δὴ οὖν ὅτι τὸ πιθανὸν ὁ λόγος, καὶ τὴν ὁμοιότητα τὴν ὡς ἐξ εἰκόνος τῆς ἀρχαίας, ἐπὶ τὰ νεώτερα διασώσει μᾶλλον, εἰ τῇδε νοοῖτο τῶν προκειμένων ἡ δύναμις.

[*](a 156 Α.)

Ὄρθρου ἀπεῤῥίφησαν. ἀπεῤῥίφη βασιλεὺς Ἰσραὴλ.

[*](Κεφ. ια΄.)

Οἱ λοιποὶ πάλιν ἑρμηνευταὶ, καὶ μὴν καὶ τῶν Ἑβραίων ἡ συγγραφὴ, τὸ ὡς ὄρθρος ἀπεῤῥίφησαν εἰρήκασιν ἐναργῶς, τὸ οἷον ὡς ἐν ὀλίγῳ κομιδῇ καιρῷ, ἤγουν ὀξέως καὶ ἀμελλητὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπεπτωκέναι τὸν Ἰσραὴλ, [*](b) διὰ τούτου σημαίνοντες. βραχὺς δὲ λίαν ὁ τοῦ ὄρθρου καιρός· ἅμα τε γὰρ ἄρχεται διαυγασμοῦ τῆς ἡμέρας τὸ φῶς, καὶ τὸν ὄρθρον ἐργάζεται· ἀνασχόντος γεμὴν ἡλίου, καὶ πρώτην ἀκτῖνα προέντος, λέλυται παραχρῆμα καὶ διελήλακεν. οὐκοῦν ὡς ὄρθρος, τουτέστιν, ἐν ὀλίγῳ καὶ βραχεῖ καὶ κομιδῆ συνεσταλμένῳ καιρῷ, τοῖς ἡγουμένοις ὁμοῦ συναπεῤῥίφησαν. ἢ γὰρ οὕτως συνήσομεν, ἤγουν καθ’ ἕτερον τρόπον μεταληψόμεθα. ὅτε γὰρ τοῖς ἀνθρωπίνοις πταίσμασιν οὔπω τὰς δίκας ἐπιφέρει Θεὸς, ἢ καὶ μακροτέραν ποιεῖται [*](c) τῆς ἀνεξικακίας τὴν παράτασιν, τὸ ἀπεικὸς οὐδὲν, τοῖς ἐν νυκτὶ καθεύδουσι παρεικάζειν αὐτόν. καὶ γοῦν οἱ μακάριοι Προφῆται διακεκράγασι πολυτρόπως ἡμῖν, αὐτὸ δὴ τοῦτο κατασημαίνοντες. Ἰερεμίας μὲν γὰρ ὁ σοφώτατος “Μὴ [*](Hier. xiv. 9.) “ἕσῃ, φησὶν, ὥσπερ ἄνθρωπος ὑπνῶν, ἢ ὡς ἀνὴρ οὐ δυνά- “μένος σώζειν· ὁ δὲ γε θεσπέσιος μελῳδὸς, ποτὲ μέν φησιν, ὅτι “Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς Κύριε Κύριε; ἀνάστηθι καὶ μὴ [*](Ps. xliii 24.) [*](1. ἠδαφίσθη] ἠδαφίσθησαν Edd. II. ἀμελητὶ D. 12. οἰκειώσεως b. 16. προέντος B.D. προχέοντος Edd. παραχρῆμα assumptum ex D. 18, κομιδῇ συνεσταλμένῳ καιρῶ] ἐν καιρῷ κομιδῇ συνεσταλμένῳ D. συναπερρίφησαν ὁμοῦ inverso ordine D. 19. Hoc γοῦν assumptum ex D. 20, μεταληψόμενος (sic) D, 21. κοὶ assumptum ex B.D.)

226
“ἀπώσῃ εἰς τέλος· ποτὲ δὲ αὖ διεγηγερμένον βλέπων εἰς [*](Ps. lxxvii. 65. d) ἐπικουρίαν τινῶν, “Καὶ ἐξηγέρθη, φησὶν, ὡς ὁ ὑπνῶν “Κύριος.”

Ορθρον δὴ οὖν ἔοικεν ἀποκαλεῖν τῆς ἐπ’ αὐτοῖς οἱονεὶ ἐγρηγόρσεως τὸν καιρόν· ὄρθρου γὰρ ἐξ ὕπνου διανιστάμεθα. ἠγρυπνηκότος δὴ οὖν ἐπ’ αὐτοῖς τοῦ Θεοῦ, καὶ μονονουχὶ διεγηγερμένου λοιπὸν εἰς ἐπίσκεψιν ὧν δεδράκασιν, ἀπόβλητοι καὶ ἀπεῤῥιμμένοι γενήσονται· καίτοι διὰ πλείστην ὅσην ἀνεξικακίαν μονονουχὶ καὶ νυστάξαντος ἐπ’ αὐτοῖς, κατὰ τὸν ἤδη παρωχηκότα καιρόν. συναπεῤῥίφθαι δὲ τοῖς [*](e) ὄχλοις καὶ τὸν βασιλέα, φησὶν, ὡς ὅσον οὐδέπω καὶ τῆς Εφραΐμ βασιλείας ἐσομένης ἐκ μέσου. ὑπονοστήσαντες γὰρ, ὡς ἔφην, εἰς τὴν Ἰουδαίαν μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, ὑφ’ ἕνα πάντες γεγόνασι βασιλέα, καθάπερ ἀμέλει καὶ ἐν ἀρχαῖς καὶ πρὸ τῶν τῆς ἁλώσεως χρόνων. ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα κατὰ τὴν Ἱερουσαλὴμ, ὄντος ἔτι παντὸς τοῦ Ἰσραὴλ.

Διότι νήπιος Ἰσραὴλ καὶ ἐΓὼ ἠγάπησα αὐτὸν καὶ ἐξ [*](157 Α a) μετεκάλεσα τὰ τέκαν αὐτοῦ καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως [*](2)ἀπῴχοντο ἐκ προσώπου μου.

Εοικεν ἡμῖν ἐν τούτοις ὁ λόγος ἀνθυποφορᾷ μάχεσθαι τῆ παρά τινων. νοείσθω γάρ τις ἐκεῖνο διενθυμούμενος, ἢ καὶ λέγων ἀναφανδόν Εἰ ἔμελλον ἀποπεσεῖσθαι, καὶ ἐκ προσώπου Θεοῦ γενέσθαι κατὰ καιροὺς οἱ ἐξ αἵματος Ἰσραὴλ, βδελυροί τε ἔσεσθαι καὶ ἀπηχθημένοι, τί καὶ ὅλως κέκληνται τὴν ἀρχήν; πρὸς ταῦτα Θεὸς, καὶ μάλα εἰκότως, ἐξηγεῖται [*](b) τρόπον τινὰ, λέγων Νήπιος Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν, Gen. Gen. xxv. 27. καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τοὶ τέκνα αὐτοῦ. ἀνὴρ ἄπλαστος [*](1. δὴ pro δὲ D. 2. καὶ assumptum ex B.D, 9, νυστάξαντος D. νυστάξοντος Edd. II. οὐδέπου iid. 17. Haec ἔτι παντὸς accesserunt ex B.D. 28. καὶ assumptum ex D.)

227
γέγονε φησιν Ἰακὼβ, ὃς μετωνομάσθη Ἰσραὴλ. ταύτῃτοι καὶ ἠγάπησα αὐτόν· ἔτι γὰρ ὄντων ἐν μήτρᾳ, “Tὸν Ἰακὼβ [*](Mal. i. 2,3.) “ἠγάπησα, φησί· τὸν δὲ Ἠσαῦ ἐμίσησα.” ἐπειδὴ τοίνυν ἠγάπηκα αὐτὸν, ταύτῃτοι καὶ ἐξειλόμην τῆς Αἰγυπτίων πλεονεξίας τὰ τέκνα αὐτοῦ. “Ποιῶ γὰρ ἔλεος εἰς χιλιάδας [*](Exod. xx 6.) “τοῖς ἀγαπῶσί με. τί οὖν οἱ τετιμημένοι καὶ ἀπόλεκτοι διὰ τοὺς πατέρας, οἱ τῇ τῆς ἐλευθερίας τετιμημένοι χάριτι, [*](c) καὶ δουλείας καὶ πόνων ἀπηλλαγμένοι; ἆρα τετιμήκασιν; ἆρα ταῖς εὐνοίαις κατευφραίνειν ἐσπούδασαν τὸν ὑπερασπίσαντα Θεόν; οὐδαμῶς, φησίν. ἀποδεδραμήκασι γὰρ τοῦ Δεσπότου, ἀπῴχοντο τοῦ τετιμηκότος, ὕβρισαν τὸν κεκληκότα. ἀπῴχοντο δὲ, τίνα τρόπον; ἆρα καθ’ ἕνα καὶ κατ’ ὀλίγους τοῦ φρονεῖν ὀρθῶς ἀπωλισθηκότες, καὶ ταῖς τινῶν ἀπάταις ὑποκλεπτόμενοι; οὐμενοῦν. ἀπέθορον γὰρ οὕτως, ὥσπερ ἀμέλει καὶ κέκληνται, τουτέστι, κατὰ πληθὺν ὅλην καὶ κατὰ φυλὰς, παγγενῆ τε καὶ πανοικί. ἐξῆλθον γὰρ οὕτω [*](d) τῆς Αἰγυπτίων κατὰ καιρούς. μεμνήμεθα δὲ, ὅτι μόλις ἀνήσειν τὸν Ἰσραὴλ ὑπισχνουμένου τοῦ Φαραὼ, καὶ τὴν ἀπαίρουσαν αὐτοῦ πληθὺν ἀναμαθεῖν ἐθέλοντος, λέγοντός τε σαφῶς “Τίνες καὶ τίνες εἰσὶν οἱ πορευόμενοι;” Μωυσῆς [*](Ib. x. 8,9.) ἀπεκρίνετο “Σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ σὺν τοῖς πρεσ- “βυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσι, “καὶ προβάτοις καὶ βουσὶν ἡμῶν. οὐκοῦν κατὰ φυλὰς ὅλας καὶ κατὰ πληθὺν, κατὰ γένος τε καὶ οἴκους ἡ κλῆσις· [*](e) κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ἡ ἀπόστασις, ἧς τὸ ἀκαλλὲς ὅτι μάλιστα σημαίνει, λέγων τὸ ἀπῴχοντο ἐκ προσώπου μου. οὕς γὰρ ἂν ἕλοιτο μισεῖν ὁ τῶν ὅλων Δεσπότης, οὐδ’ ἂν ἐπισκέψαιτο, κατ’ ἐκεῖνό φημι τὸ ἐν ψαλμοῖς ὑμνούμενον [*](Ps. cxviii. 16; 132.) Επίβλεψον επ ἐμὲ καὶ ἐλέησόν με. γέγραπται γὰρ, ὅτι “Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους·” καὶ αὐτὸς δέ που φησίν [*](Ps. xxxiii. 16.) [*](1. μετεπωνομάσθη Edd. 4, ἠγάπηκα] ἠγάπησα Aubertus. 12. κατ ὀλίγον D. 17, Αἰγυπτίων] Αἰγυπτίου Pont. Αἰγύπτου Aub. 24. ἢ οἴκους D.)
228
[*](Es. lxvi. 2.) “Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἁλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου;”

[*](158 A. a)

Αὐτοι τοῖς Βααλεὶμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων. κω ἐΓὼ [*](3) συνεποδισα τὸν Ἐφραιμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονα [*](4) καὶ οὐκ ἔγνωσαν ὅου ἴαμαι αὐτοὺς ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου.

Αμέτρητον οὖσαν καὶ θεοπρεπῆ τὴν ἐνοῦσαν αὐτῷ δείκνυσιν ἡμερότητα. τὸ μὲν γὰρ, τοῖς ἤδη πεπιστευκόσι καὶ [*](b) ἐπεγνωκόσιν αὐτὸν καὶ αὐτῷ δὴ μόνῳ προσκυνεῖν ᾑρημένοις, ἀπονέμειν τὰ ἀγαθὰ, λόγον ἂν ἔχοι τὸν πρέποντα, καὶ οὐκ ἔξω τοῦ εἰκότος τὸ χρῆμα κείσεται· τιμᾷ γάρ τις, εἴπερ ἕλοιτο δρᾶν ὀρθῶς, τὸν οἰκεῖον ἤδη καὶ προσδεδραμηκότα· τὸ δὲ καὶ τοῖς βεβήλοις ἔτι καὶ οὐκ εἰδόσιν αὐτὸν, παντὸς ἀγαθοῦ φαίνεσθαι χορηγὸν, ὑπερβολὴν ἂν ἔχοι φιλανθρωπίας καὶ θαύματος, καὶ θεοπρεποῦς ἀληθῶς ἀπόδειξιν ἡμερότητος. τοιγάρτοι καὶ αὐτὸς ἔφασκεν ὁ Σωτῆρ’, κατοικτείρων τὰ καθ’ ἡμᾶς καὶ τὸν οὐδαμόθεν πρέποντα ταῖς φιλαμαρτήμοσιν [*](S.Matth. ix. 12. c) μοσιν ἔλεον ἀπονέμων ὡς Θεὸς, ποτὲ μὲν, ὅτι “Οὐ χρείαν “ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες, [*](Ib. 13.) ποτὲ δὲ πάλιν “Οὐκ ἦλθον κάλεσαι δικαίους, ἀλλὰ ἀμαρ- “ τωλοὺς εἰς μετάνοιαν.” θαυμάζει δὲ σφόδρα καὶ ὁ σοφώτατος Παῦλος τὴν ἀσύγκριτον ἀνεξικακίαν τοῦ πάντων [*](1 Tim. i. 15.) κρατοῦντος Θεοῦ, καί φησιν ὅτι “ Χριστὸς ἦλθεν εἰς τὸν “κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ.” αὐτοὶ τοίνυν φησὶ, τουτέστιν οἱ ἐξ Ἰσραὴλ, ἐπλανῶντο κατὰ τὴν Αἴγυπτον, οὔπω Θεὸν ᾔδεσαν τὸν ἀληθινὸν, ἐμέ· κατεφωρῶντο δὲ μᾶλλον θυσίας προσάγοντες τοῖς Βααλεὶμ, [*](1. καὶ prius assumptum ex D. 2. Post μου haec addit D. πάνδεινον οὖν ὄρα τὸ ἐκ προσώπου γενέσθαι Θεοῦ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀπόνευσιν ἔχειν· ταύτῃτοι κολάζεται ταῖς ἀποστροφαῖς. 3, τοῖς prius] ταῖς D. (185.) 4, Ἐφραὶμ] + καὶ F. Edd. 5, ἴαμαι] ἰάσομαι F (68.) 21-24. θαύμαζε—εἰμι ἐγώ accesserunt ex D, 24. αὐτοὶ] καίτοι Edd. 27. τοῖς habet hic D.)

229
τουτέστι τοῖς εἰδώλοις, θυμιῶντες τοῖς γλυπτοῖς, ἤτοι τοῖς τῶν ἐγχωρίων σεβάσμασιν. ἐγὼ δὲ ἐπείπερ εἰμὶ χρηστός τε καὶ ἀγαθὸς, καίπερ οὕτως ἔχοντα σκαιότητος τὸν Ἐφραΐμ, ἤτοι καθ’ ὅλου τὸν Ἰσραὴλ, ὡς ἐκ μιᾶς ἐνθάδε φυλῆς δηλούμενον, [*](d) συνεπόδισά φησιν.

Kαὶ τί δὴ τοῦτό ἐστιν, αὐτὸς διεσάφησε λέγων Ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου. ἡ δὲ τοῦ πράγματος ὁμοιότης, ὡς ἐκ τοῦ δρωμένου περὶ τὰ νήπια. οἱ γὰρ τὰ μικρὰ τῶν βρεφῶν εἰς χεῖρας ἀναλαμβάνοντες, οἱονεὶ συμποδίζουσιν αὐτὰ, συνενεγκόντες τοὺς πόδας. δεῖ γὰρ οἶμαι συστέλλεσθαι μηρούς τε καὶ γόνατα παντὸς τοῦ συνιζηκότος· τοῦτό ἐστι τὸ συνεπόδισα· καθάπερ ἀμέλει καὶ περὶ τοῦ Ἀβραὰμ [*](e) γέγραπται, ὅτι συνεπόδισεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ὅτε καὶ [*](Gen. xxii 9.) θύειν αὐτὸν προσεδόκησε τῷ Θεῷ. εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ ἔκδοσις, καὶ μὴν καὶ ἡ τῶν ἑτέρων, οὐκ ἔχει τὸ συνεπόδισα· τεθείκασι δὲ μᾶλλον τὸ Γέγονα ὡς τιθηνὸς τῷ Ἐφραΐμ. οὐκοῦν ἐγὼ μὲν περὶ αὐτοὺς τοιοῦτος, αὐτοὶ δὲ οὐκ ἔγνωσαν, τουτέστιν οὐ συνῆκαν, οὐκ ἤσθοντο ὅτι καταφθείρων ἑτέρους τῶν κατ’ αὐτοὺς ποιοῦμαι τὴν ἐπανόρθωσιν. [*](a 159, Α.) τοῦτο γὰρ τὸ Ἴαμαι αὐτοὺς ἐν διαφθορᾷ κατεφθάρησαν μὲν γὰρ Αἰγύπτιοι πρῶτοι ταῖς δέκα πληγαῖς, οὐκ ἀνιέντος τοῦ Φαραώ. μετὰ δέ γε τὰς Αἰγυπτίων πληγὰς, διολώλασι Χετταῖοι, Εὐαῖοι καὶ Ἀμοῤῥαῖοι, Χαναναῖοι καὶ Ἰεβουσαῖοι, οὓος νενικηκὼς κατὰ κράτος ὁ Ἰσραὴλ κεκληρονόμηκε τῆς ἐπαγγελίας τὴν γῆν, Θεοῦ πᾶν αὐτοῖς καταψιλοῦντος τὸ ἄναντες, καὶ τὸ δύνασθαι κατευμεγεθεῖν τῶν ἐχθρῶν ἀπονέμοντος. οὐκοῦν οὐκ αἰσθάνονταί φησιν, ὅτι [*](b) καταφθείρων ἀνθρώπους τοὺς ὁμογενεῖς αὐτοῖς, εὖ ἐτίθην τὰ κατ’ αὐτούς. καὶ ἐξέτεινα αὐτοὺς, τουτέστι, συνέσφιγξα καὶ συνέσχον ὡς ἐν δεσμοῖς ἀγάπης. ἀλλ’ εἴπερ ἦσαν σοφοὶ, [*](7. πράγματος] παραδείγματος Edd. invitis B.D. b. II. τοῦτό ἐστι Β. τουτέστι D. Edd. 16, γέγονα] γέγονεν Edd. invitis B.D. b. 23. Χετταῖοι] Sic correxi ex b. Χεταῖοι D. Edd. Statim οἱ καὶ ὀμοραῖοι, καὶ εὐαῖοι καὶ Χαναν. b. κοὶ om. D. 28. ἐτίθην b. ἐτίθειν B.D. ἐτίθουν Edd. 30. ὡς assuptum ex B.D, b.)

230
πάντως που καὶ ἐνενόησαν καὶ ἐλογίζοντο κατὰ σφᾶς, ἀνθ’ ὅτου τὰ μὲν ἔθνη ταῦτα κατεφθάρη παρὰ Θεοῦ, ἀντεισκεκομίσμεθα δὲ ἡμεῖς. συνέντες γὰρ οὕτως, ὅτι μεμίσηκα τὸν ἀλιτήριον, καὶ οὐκ ἐν λόγῳ ποιοῦμαι τὸν τῶν δαιμονίων [*](c) θεραπευτὴν, κατέληξαν ἂν τάχα που τοῦ δρᾶν ἑλέσθαι τὰ παραπλήσια.

Δεῖ δὴ οὖν ἄρα τοῖς ἐθέλουσιν εὐφραίνειν Θεὸν καὶ λογισμοῦ σώφρονος καὶ φρενὸς ἀγαθῆς, καὶ τὴν ἐφ’ ἑτέροις ὀργὴν, ἀσφαλείας ποιεῖσθαι πρόφασιν. πάνδεινον δὲ ὅτι τῆς ἀχαριστίας τὸ χρῆμα, καὶ ὡς ἐφ’ ἅπασι τοῖς ἀτόποις ἐληλεγμένος μένος κολάζοιτο ἂν εἰκότως ὁ τῇ νόσῳ περιπεσὼν, κἀντεῦθεν ἡμῖν εὔκολον ἰδεῖν. ὁ γὰρ ἀχάριστος, φησὶν, ὡς βλάσφημος.

[*](d)

Kαὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐμ τὰς σιαγόνας αὐτοῦ. καὶ ἐπιβλέψομαι πρὸς αὐτὸ, δυνήσομαι αὐτῶ.

Ἐπειδὴ γὰρ ἔφασκεν ἠγαπηκέναι τε καὶ ὡς ἐν τάξει βρέφους εἰς βραχίονα λαβεῖν, συντεῖναι δὲ ὥσπερ καὶ ἐν δεσμοῖς ἀγάπης, καίτοι βέβηλον ἔτι καὶ ἀλιτήριον ὄντα τὸν Ἐφραΐμ, [*](Prov. iii. 12.) ταύτῃτοι καὶ ἐπιστρέψειν πλημμελοῦντά φησιν· “Ὃν γὰρ “ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα- “ραδέχεται.” θέα δὲ ὅπως ἡμερότητος οὐκ ἀμοιρήσειν τῆς θεοπρεποῦς καὶ τὸν τῆς ἐπιπλήξεως ὑπισχνεῖται τρόπον. ἐν [*](e) ἴσῳ γὰρ ἔσεσθαί φησι τοῖς εἰς σιαγόνα ῥαπίσμασι διὰ τῆς ἀνθρώπου χειρὸς τὰ ἐπ’ αὐτοὺς κινήματα. πατρὸς δ᾿ ἂν νοοῖτο κίνημα τουτὶ, φειδοῖ καὶ ἀγάπῃ κεραννύντος τὰ ἐξ ὀργῆς, καὶ οἷον ἠρέμα, καὶ χειρὶ πλήττοντος μόλις, ὡς ἂν μὴ ἀνεπιτίμητος ὑπ’ ἄρχῃ παντελῶς.