In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Σοφὸν οὖν ἄρα καὶ παντὸς ἐπαίνου μεστὸν, τὸ πεποιθέναι μᾶλλον ἐπὶ Θεῷ, καὶ μὴ τοῖς τῶν πλανώντων ἀποφέρεσθαι λόγοις ἐπὶ τὸ προσκρούειν τῷ Θεῷ, ἐμφρόνως δὲ μᾶλλον [*](6. γε om. D. 15. καὶ ἀσυνέτως αὐτοῖς inverso ordine D. 16. ἔτι pro ὅτι D. 17. Hoc ἰδοὺ alt. accessit ex b. ὁ assumptum ex B.D.b. 18. ἀνθιστάμενος pro ἀντονιστ. b. 20. τε assumptum ex b. 21. φοβεῖσθαι. b. ἡ om. b. supra lineam manu eadem habet D. ἡ alt, assumptum ex D.)

208
[*](d) πρὸ πείρας αὐτῆς ἀποφοιτᾶν τῆς ὀργῆς, καὶ μὴ ὀψὲ παθόντας θόντας ὀλοφύρεσθαι, μόλις εἰς ἀνόνητον ἰόντας ὑστερο- ὐστεροβουλίαν.

[*](5)

Ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ὑγροῦ τῷ μόσχῳ τ’ οἴκου δι’.

Η ἄγρωστις φύεται ἐν ἀγροῖς, μάλιστα τοῖς ἀνηρότοις καὶ κεχερσωμένοις, καταδράττεται δὲ, καὶ μάλα νεανικῶς, τῆς παρατυχούσης καὶ γείτονος γῆς. διέρπει γάρ πὼς εἰς [*](e) τὸ εὐρὺ, καὶ ἔτι δυσκαταγώνιστος τοῖς ἀνείργειν αὐτῆς ἐθέλουσι τὸν ἀεὶ τῶν παρακειμένων ἐπέκεινα δρόμον. κρῖμα τοίνυν φησί· δῆλον δὲ ὅτι παρ’ αὐτοῦ τοῦ Θεοῦ· καθάπερ τις ἄγρωστις ἐπ’ ἀγροῦ χέρσον ἀνατελεῖ τῷ μόσχῳ τού οἴκου ὤν. ὅμοιον ὡς εἰ λέγοι ψῆφος ὀλέθρου καὶ νεῦμα κολάζον ἔσται παρ’ ἐμοῦ, καταδράξεται δὲ ὡς ἄγρωστις τοῦ μόσχου, ἤτοι τῶν σεβασμάτων τοῦ ὄντος ναοῦ κατὰ τὴν Βαιθήλ. σημαίνει γὰρ τοῦτο ὁ οἶκος τοῦ ὤν. ἐκδεδώκασι μὲν γὰρ οἱ ἕτεροι πάλιν ἑρμηνευταὶ τοῦ μόσχου τοῦ οἴκου Βαιθήλ· οἱ [*](145 Α. a) δέ γε ἑβδομήκοντα ἀντὶ τοῦ οἴκου Βαιθὴλ, οἴκου ὢν εἰρήκασι. καὶ τὴν αἰτίαν ἤδη προείπομεν ἐν τοῖς ἀνωτέρω, πλὴν οὐδὲν ὀκνοῦντες ὑπομνήσομεν. σελήνης μὲν γὰρ τέκνον, ἔκγονον δὲ ἡλίου τὸν Ἄπιν Αἰγύπτιοι μυθοπλαστοῦντες ἔλεγον. ὢν δέ ἐστι κατ’ αὐτοὺς ὁ ἥλιος. εἰς τύπον δὲ τοῦ παρ’ Αἰγυπτίοις τίοις Ἄπιδος ἡ δάμαλις ἦν, ἢν ἐποίησεν Ἱεροβοάμ. οὐκοῦν, ὡς ἄηρωστις καταδραττομένη, φησὶ, καὶ νικῶσα πᾶν ὅσον [*](2. ὑστεροβουλίαν. Hic sequuntur in D. quae infra dedi; ; non sunt autem B. Cyrilli, sed cujusdam scholion, textui Cyrilli adjectum: : ἄμεινον δὲ παρὰ πολύ φαίην ἂν ἔγωγε τὸ μὴ πλήττεσθαι τὴν ἀρχὴν, ἤγουν τετραυματισμένους ἀνοιμώζειν εἰκῆ. παραιτητέον οὖν ἄρα καὶ τοὺς εἰς ἔκτοπον πλάνην ἀποκομίζειν ἐθέλοντας, διὰ τοῦ τὸ τῆ κτίσει λατρεύειν παρὰ τὸν κτίστην καὶ ποιητήν· καὶ τοὺς τῶν αἱρέσεων προεστηκότας ἐν ἴσῳ ποιεῖσθαι λόγῳ τοῖς τὰ τοιάδε συμβουλεύουσι· κατακομίζουσι γὰρ εἰς πέταυρον ἅδου καὶ αὐτοὶ τὰς τῶν προσιόντων ψυχὰς, ῥήματα κενὰ καὶ διαθήκας ψευδεῖς λαλοῦντες οἱ δείλαιοι· βλέπουσι μὲν γὰρ τῶν ἀληθῶν οὐδὲν, λαλοῦσι δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος κυρίου καθὰ γέγραπται. 7. καὶ alt. om. D. 12, τις assumptum ex B.D. καθάπερ (sic) Pontanus.] 22. κατ’ αὐτοὺς om. D. b.)

209
ἐστὶ παρακείμενον, κρῖμα γενήσεται παρ’ ἐμοῦ, τῷ μόσχῳ τοῦ οἰκοῦ ὢν, ἤτοι Βαιθήλ. παναλκὲς γὰρ τὸ θεῖον ἀεὶ, καὶ τοῖς [*](b) αὐτοῦ νεύμασιν οὐδὲν ἔσται τὸ ἀντιστατοῦν. “ Τὴν γὰρ [*](Εs. xiv. 27.) "χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει ;” κατὰ τὸ γεγραμμένον.

Παροικήσουσιν οἱ κατοικοῦντες Σαμάρειαν, ὅτι ἐπένθησεν ὁ λαὸς αὐτοῦ ἐπ’ αὐτό· καὶ καθὼς παρεπίκραναν αὐτὸν, ἐπιχαροῦνται ἐμ τὴν δόξαι αὐτοῦ.

Ἴδου δὴ καθίστησιν ἐναργὲς τὸ κρῖμα τὸ καταδραττόμενον τοῦ μόσχου, καὶ ἀγρώστεως δίκην ἐξευρύνεσθαι πεφυκὸς, καθ’ ὧνπερ ἂν βούλοιτο Θεός· ἱστορίας δὲ διαμέμνηται καὶ [*](c) νῦν, ἢν ἀναγκαῖον εἰπεῖν· συνήσομεν γὰρ ὡδὶ, καὶ οὐχ ἑτέρως, τὸ χρησμῳδούμενον. ἔθος ἦν ἅπασι τοῖς εἰδώλων προσκυνηταῖς, κυνηταῖς, καιροῦ καταθλίβοντος καὶ πολεμίων ἐφεστηκότων, εἰ ἐν ἐνδείᾳ γένοιντο χρημάτων, ἅπτεσθαι καὶ αὐτῶν τῶν ἐν τοῖς τεμένεσιν ἀναθημάτων. γέγραπται τοίνυν ἐν ταῖς βασιλείαις, λείαις, ὅτι πολιορκοῦντος τὰς ἐν Σαμαρείᾳ πόλεις τοῦ βασιλέως Συρίας, Μαναεΐμ, τὸ τηνικάδε βασιλεύων ἐπὶ τὸν Ισραὴλ, εἶτα ταῖς ἴσαις δυνάμεσιν ἀντιφέρεσθαι πρὸς ἐκεῖνον [*](d) οὐκ ἔχων, ἐπρεσβεύετο πρὸς Φούλαν τὸν τῶν Ἀσσυρίων βασιλέα, καὶ δώροις ἀνέπειθεν ἐπαμύναι τε οἱ, καὶ ἀποστῆσαι τὸν Σύρον, ὃ δὴ καὶ τετέλεσται. εἷλε γὰρ ἐκεῖνος κατὰ κράτος τὴν Δαμασκὸν, ἀποσφάττει δὲ καὶ αὐτὸν τὸν Ἄδερ. φασὶ τοίνυν, ὅτι πλείστης ὅσης ὁλκῆς ζητουμένης χρυσίου, περιέστη λοιπὸν εἰς τοῦτο τῷ Mαναεΐμ ἀνάγκης τὰ πράγματα, ὡς καὶ μίαν δάμαλιν ὑφελέσθαι χρυσῆν, καὶ συναποστεῖλαι διὰ τῶν πρέσβεων. καὶ τεθρήνηκε μὲν ὁ Ἰσραὴλ, [*](e) ἢν ἐνόμιζεν εἶναι θεὸν, ἐκπεμπομένην ὁρῶν. ᾤετο γεμὴν, ψυχροῖς ἑαυτὸν λογισμοῖς παραμυθούμενος, ὡς ἐν μείζοσιν [*](6. ὁ assumptum ex B.D. (Αlex. XII.) 12. ἣν om. D. συνήσωμεν Edd. 15. εἰ] οἱ D. Aubertus. χρημάτων γένοιντο inverso ordine D. 17 Σαμαρείᾳ] συρία (sic) B. 18. Mαναεΐμ] Sic correxi ex D. hic et infra. Mαναΐμ Edd.)

210
ἔσται, καὶ λαμπροτέροις αὐτὴν ἐνιδρύσει ναοῖς ὁ Βαβυλώνιος. διέκειτο δὲ πρὸς τούτοις, ὅτι προσκυνηθήσεται καὶ παρὰ πλειόνων ἐθνῶν· μυρία γὰρ ὅσα ἐστὶ τὰ Περσῶν τε καὶ Μηδῶν ἔθνη. ὁ μὲν οὖν Μαναεΐμ, ὡς ὅλην οὖσαν δι’ ὅλου [*](146 A. a) χρυσῆν, πέπομφε τὴν δάμαλιν· ὁ ’δε γε Φούλα συνέθλασε λαβών· ἕτερον γὰρ παρ’ ἐκείνοις τὸ σέβας, καὶ δαμάλεως οὐκ ἀνέχονται. εἶτα, φασὶν, οὐχ ηὑρῆσθαι χρυσῆν, ἡπόχαλκον χαλκον δὲ μᾶλλον, χρυσῷ διαπεπασμένην. ἐντεῦθεν, φησὶν, ὁ Ἀσσύριος ἐγέλασε τὸν Ἐφραΐμ, τουτέστι, τὸν Μαναεΐμ τὸν ἐκ φυλῆς Ἐφραΐμ βασιλεύοντα . διέπτυσε δὲ πρὸς τούτῳ καὶ τὰς τοῦ Ἰσραὴλ εἰκαιοβουλίας.

Εἰρηκότες δὴ οὖν τῆς ἱστορίας, ἤγουν τῆς Ἑβραίων παραδόσεως τὸν λόγον, φέρε λοιπὸν ἀναγκαίως ἐπιτρέχωμεν [*](b) τὴν λέξιν· δυσκάτοπτος γὰρ καὶ δυσχερεστάτη λίαν ἡ συνθήκη τοῦ ῥητοῦ. ἔφη τοίνυν ὅτι πόιροικήσουσιν οἱ κατ οἰκοῦντες Σαμάρειαν· τὸ παροικήσουσιν, ἀντὶ τοῦ μετοικήσουσιν, σιν, ἤτοι μετοικισθήσονται, φησὶν, οἱ νῦν ὄντες ἐν Σαμαρείᾳ· λέγει δὲ τοὺς μόσχους, ἤτοι τὰς δαμάλεις. ἐξεπέμφθησαν γὰρ, ὡς ἔφην, εἰς Βαβυλωνίους. καὶ ἐπένθησε μὲν ἐπ’ αὐτοῖς ὁ λαὸς αὐτοῦ. τίνος δὲ αὐτοῦ ; ἢ δῆλον, ὅτι τοῦ ὤν, ὅ ἐστι, τοῦ Ἄπιδος ; πλὴν ὡς ὤφθησαν, φησὶ, παραπικραίνοντες καὶ ἀτιμάζοντες αὐτὸν διὰ τοῦ πέμπειν ἑτέροις, οὕτω καὶ [*](c) ἡσθήσονται ἐπὶ τὴν δόξαν αὐτοῦ. νομιοῦσι γὰρ ὅτι καὶ πολὺ λίαν εὐκλεέστερος ἔσται, παρὰ πλειόνων ἐθνῶν προσκυνούμενος. μένος. ἀλλ’ ἡμαρτήκασι τῆς ἐλπίδος· συντέθραυσται γὰρ, καὶ γέλωτος ἀφορμὴ τοῖς Βαβυλωνίοις ἦν. οὐκοῦν [*](Supra ver. 2.) τεταλαιπώρηκεν ἡ στήλη αὐτῶν κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φήτου φωνήν. παρεπίκραναν δὲ τὸν μόσχον, οὐχ ὅτι παρ- [*](2. καὶ προσκυνηθήσεται inverso ordine Cat. in 4 libb. Regum. 3, τὰ] + τῶν D. 5. Φούλα D. Φουλὰ Cat. in 4 libb. Reg. Φούλας Edd. 6. δαμάλεως] δαμάλεων Cat. cit. 7. φασὶν Cat. φησὶν Edd. εὑρδσθαι Cat. 8. διαπεπλασμένην πεπλασμένην D. 10. πρὸς τούτῳ B. Edd. πρὸς τοῦτο Cat. Paris. πρὸς τούτοις τοῖς Cat. Escorial. πρὸς τού ambigue D. 14. Haec καὶ δυσχερ .—ἔφη τοίνυν accesserunt ex B.D. 15. οἱ κατοικοῦντες — μετοικήσουσιν om. D. 22. καὶ alt. assumptum ex B.D. b.)

211
ἐπικράνθη κατὰ τὸ ἀληθές· πῶς γὰρ ἂν τοῦτο πέπονθεν ἀναίσθητος ὕλη; ἀλλ’ ὅτι τῶν ἐγχειρημάτων ἡ δύναμις παρώργισεν ἂν αὐτὸν, εἴπερ ἦν ὄντως Θεὸς, καὶ ἐν αἰσθήσει τοῦ παθεῖν τὰ συμβεβηκότα.

[*](d)

Ὅτι μετῳκίσθη ἀπ᾿ αὐτοῦ, καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξέναι τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραΐμ δέξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.

Εαυτὸν ἡμῖν ὁ προφητικὸς ἑρμηνεύει λόγος. ὃ γὰρ εἴρηκεν ἀμυδρῶς, τοῦτο πειρᾶται διατρανοῦν. μετῳκίσθη γὰρ ὁ μόσχος ἀπὸ τοῦ Ἰσραὴλ, καὶ δήσαντες αὐτόν· χαριεντίζεται δὲ ὁ λόγος· ἀπεκόμισαν ξένια τῷ βατιλεῖ Ἰαρεὶμ, ὅ ἐστιν, ἐκδίκῳ. ἐκαλεῖτο γὰρ εἰς ἐπικουρίαν, καὶ οἱονείπως [*](c) εἰς τὸ ἐκδικῆσαι τὴν Σαμάρειαν ὀλοθρευομένην ὑπὸ τῶν Σύρων. ἀλλὰ δέξεται μὲν ὁ Φούλα ὡς ἐν δόματι παρὰ τοῦ Ἐφραῒμ τὴν δάμαλιν. Ἐφραῒμ δέ φησι τὸν βασιλέα. πλὴν αἰσχυνθήσεταί φησιν ὁ Ἰσραὴλ ἐπὶ ταῖς ἑαυτοῦ βουλαῖς. ὅτι γὰρ, ὡς ἔφην, ἀπέστη μὲν τοῦ πάντα ἰσχύοντος Θεοῦ, εἵλετο δὲ μᾶλλον δαμάλεσι προσκυνεῖν, καταγέλαστος ἦν, καὶ κατεφωρᾶτο πεσὼν εἰς γραώδη [*](a 147 Α.) καὶ ψυχρὰν καὶ ἀνόνητον εἰκαιοβουλίαν. ἀληθεύει δὴ οὖν ὁ προφήτης, μᾶλλον δὲ Θεὸς, εἰ λέγοι διὰ φωνῆς ἁγίων περὶ τῶν λελατρευκότων τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, “Ἴδετε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται.” [*](Es. xliv. 20.) Αρμόσειε δ’ ἃν ὁ λόγος καὶ τοῖς τὰ ὀρθὰ τῆς Ἐκκλησίας παραλύουσι δόγματα. ὥσπερ γὰρ ἡ δάμαλις συντριβομένη τοῖς τοῦ Ἰσραὴλ ἤλεγξεν εἰκαιοβουλίαν, οὕτω καὶ τὰ ἐκείνων [*](b) δόγματα ταῖς ἐρεύναις συντριβόμενα, καὶ τῇ δυνάμει τῆς ἀληθείας συντεθραυσμένα, πρὸς αἰσχύνης ἔσονται καὶ ἐνκαὶ] [*](3. + ὁ D. 5, μετῳκίσθη] κατῳκίσθη F. (Co.) 8. ταὐτὸν D. λ 13. ὠλοθρευμένοις (sic) D. 14, Φούλα] Sic edidi. Φού D. Φούλας Edd. 26. τοῖς D. τὴν Edd. εἰκαιολογίαν iid. 28. συντεθραμμένα D. αἰσχύνην D.)

212
τροπῆς τοῖς συντεθεικόσιν αὐτὰ, καὶ ἀνοσίως ἐξηυρηκόσι, καὶ ἀβουλότατα δεχομένοις εἰς νοῦν καὶ καρδίαν.

[*](7)

Ἀπέῤῥιψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου [*](8) ὕδατος, καὶ ἐξαρθήσονται βωμοὶ ὤν, ἁμαρτήματα [*](C) ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ Θυσιαστήρια αὐτῶ.

Τὸ ἀνασφαλές τε ἅμα καὶ τὸ ἀνεπιεικὲς τοῦ τρόπου τῶν ἐξ Ἰσραὴλ, ἤτοι τῶν ἐν Σαμαρείᾳ, καὶ περὶ αὐτοὺς οὓς ᾤοντο θεοὺς, ἐπιδείξειεν ἃν εὐκόλως καὶ τόδε δὴ πάλιν. καὶ θαυμαστὸν οὐδέν. οἱ γὰρ τὸν ἕνα καὶ ἀληθῆ, καὶ φύσει Θεὸν ταῖς ἀποστασίαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀποδρομαῖς ἀνοσίως περιυβρίσαντες, πῶς ἃν ἐγένοντο γνήσιοι περὶ πολλούς τε καὶ ψευδωνύμους καὶ λίθων πεποιημένους [*](d) ἢ ξύλων θεούς; ἀπεῤῥίφθαι δὴ οὖν φησὶ παρὰ τῶν ἐν Σαμαρείᾳ τὸν μόσχον, τὸν ἐν δόξη τῆ παρ’ αὐτοῖς Θεοῦ τε καὶ βασιλέως· ἀπεῤῥίφθαι δὲ οὕτως, ὡσανεὶ καὶ κάρφος ταῖς τῶν ὑδάτων δίναις ἐμπεπτωκὸς, ἀποφέροιτο λοιπὸν πρὸς τὸ τοῖς διωθοῦσι δοκοῦν. ὅτι δὲ αὐτοῖς τοῖς σεβάσμασι τὰ τεμένη συνοιχήσεται, βωμοί τε λυθήσονται, καὶ ἀκάνθης ἔσονται τόποι, καταδῃωθείσης αὐτοῖς ἁπάσης τῆς χώρας, πῶς ἦν ἀμφίβολον; ἁμαρτήματα δὲ τοῦ Ἰσραὴλ τοὺς βωμοὺς ἀποκαλεῖ, καὶ μάλα εἰκότως, οἷον ὑπόμνημα τῆς εἰς [*](e) Θεὸν δυσσεβείας αὐτῶν ἀνοσίως ἐγηγερμένους· ὢν δὲ πάλιν, τὸν Ἄπιν ὠνόμασεν, ἤτοι τὰς δαμάλεις τὰς ἐν Βαιθήλ τε καὶ Δὰν, ὧν εἰς δόξαν καὶ οἱ βωμοί. οὐκοῦν, ὃ μὴ ἵστησι Θεὸς, τοῦτο πάντη τε καὶ πάντως λυθήσεται. καί τι τοιοῦτον ὑποδηλοῦν ὑπολαμβάνω τὸ δι’ ἑτέρου προφήτου σαφῶς [*](Mal. i.4.) εἰρημένον “Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω.”

[*](10. καὶ post Θεὸν add. Edd. 17. τοῖς alt. assumptum ex B.D 19. ἀκανθεῖς (sic) Edd. 23. τῆ post ἐν add. iid. 25. καίτοι τοιοῦτόν τι (sic) D. Statim ὑποδηλοῦν D. δηλοῦν Edd. 27. καταστρέψω] + εὐδοκιμεῖ δὲ λίαν καὶ ὁ σοφώτατος δαυεὶδ ἀνακεκραγώς τε καὶ λέγων Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.)
213

Καὶ ἐροῦσι τοῖς ὄρεσι Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐπ᾿ ἡμᾶς.

Oὐκ ἐν μόναις ταῖς δυσὶ πόλεσι, Δάν τε φημὶ καὶ [*](a 148 Α.) Βαιθὴλ, ἐθρησκεύοντο τὰ γλυπτὰ, ἀλλ’ ἐνταῦθα μὲν αἱ δαμάλεις αἱ χρυσαῖ, ἐν δέ γε τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, τὰ τῶν περιοίκων ἐθνῶν σεβάσματα, ὁ Βάαλ, ὁ Βεελφεγὼρ, ἡ Ἀστάρτη καὶ ὁ Χαμώς. ὅτι τοίνυν οὐχὶ μόνοι κατασεισθήσονται τοῦ ὢν οἱ βωμοὶ, τουτέστι, τοῦ Ἄπιδος, ἤτοι τῶν δαμάλεων, ἀλλὰ γὰρ πάντη τε καὶ πάντως καὶ τὰ ἐν βουνοῖς καὶ ὄρεσι τεμένη πεσοῦνται, διὰ τούτων ὑποδηλοῖ. περιεστήξει γὰρ εἰς τοῦτο αὐτοῖς ἀθλιότητός τε καὶ δειμάτων τὰ πράγματα, ὡς ὑπ’ αὐτοῖς γενέσθαι τοῖς ὄρεσι καὶ βουνοῖς [*](b) ἑλέσθαι μᾶλλον, ἢ ζῶντας ἰδεῖν ἃ παθεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας αὐτούς. ἰστέον δὲ, ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ἀπαγγέλλων Ἰουδαίοις τὰς ἐπενεχθησομένας αὐτοῖς συμφορὰς διά γε τὰ εἰς αὐτὸν τολμήματα, τοῖς ἴσοις ἐχρήσατο λόγοις. “τότε γὰρ ἐρεῖτε, φησὶ, τοῖς ὄρεσι καλύψατε ἡμᾶς, καὶ [*](S. Luc. xxiii. 30.) “τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς.” τὰ γὰρ εἰς λῆξιν ἥκοντα τῶν κακῶν, καὶ τῶν δεινῶν αἱ ὑπερβολαὶ, καίτοι πικρὸν ὄντα τὸν θάνατον, τριπόθητον ἔσθ’ ὅτε δεικνύουσι τοῖς πολλοῖς. αὐτοῖς δὴ οὖν ἄρα τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, ἐν c οἷς αἱ ψευδολατρείαι, καὶ τῆς κατὰ Θεοῦ δυσσεβείας τετόλμηται τὰ ἐγκλήματα, μονονουχὶ καὶ ἐροῦσί φησι Πεσατε εφ ἡμᾶς, καὶ φθάσατε τοῦ Βαβυλωνίου ξίφους τὴν ἀγριότητα, καὶ τῆς εἰς αἰχμαλωσίαν ἀπαγωγῆς τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀθλιότητα.

[*](1. πέσατε B.D. πέσετε F. Edd. (XII a manu sec.) 4. ἐνταῦθα] ἐν ταύταις D. 5. τοῖς alt. om. D. 6. ὁ prius om. D. καὶ pro ἡ D. 7. μόνοι] μόνον Edd. II. πέρι στήξει unius litt. rasura facta D. 18. πέσετε iid. 23. πέσετε iid. 26. ἀθλιότητα] + ἐκδέξεται τοίνυν τοὺς τὰ δεινὰ πλημμελήσαντας ἰσοπαλὴς ἡ δίκη, καὶ τοῖς λυποῦσι Θεὸν καταίρει τὰ πράγματα πρὸς ἀπευκτὴν δηλονότι καὶ δυσδιαφύλακτον κόλασιν D.)
214
[*](9)

Ἀφ᾿ ὁδ’ οἱ βουνιὶ, ἥμαρτεν Ἰσραὴλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ [*](d 10) αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος, ἐπὶ τέκνα ἀδικίας ἦλθε αὐτός· καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαὼ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐπὶ ταῖς δυσίν ἀδικίαις αὐτῶν.

Πρεσβυτέραν εἶναι, φησὶ, τῆς ἐπὶ ταῖς δαμάλεσι πλάνης, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς γεγενημένην ἀπόστασιν. καὶ γοῦν ὅτε τὴν Σαμάρειαν κατειλήφασιν αἱ δέκα φυλαὶ, τῆς [*](3 Reg. vii 28) Ῥοβοὰμ βασιλείας ἀποσεισάμεναι τὸν ζυγὸν, τότε τὰς δαμάλεις εἰσκεκόμικεν Ἱεροβοάμ· ἐν δέ γε τοῖς [*](e) ὄντες, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς ἐπετήδευον πλάνην, [*](Ib. xi. 5—7.) ταῖς ἀλλοφύλοις γυναιξὶν εἴκοντος καὶ κατανεύοντος τοῦ Σολομῶνος, τὸ τηνικάδε καὶ βωμοὺς ἀνιστάντος καὶ τεμένη λοιπὸν τοῖς ἐκείνων σεβάσμασιν. ἐξ οὗ τοίνυν ἐπενοήθησαν οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς ἀθύρματα, καὶ αἱ ψευδολατρείαι, ἐξ ἐκείνου τοῦ καιροῦ προσκέκρουκεν ὁ Ἰσραήλ, ἔνδειξις δὲ καὶ τοῦτο τῆς θείας ἡμερότητος γένοιτ’ ἃν οὐκ ἀσυμφανὴς, [*](149 Α. a) οὐδὲ ἐν χρόνῳ μακρῷ κολάζειν ἀνεχομένης τοὺς ἠσεβηκότας, ἀνιείσης δὲ μᾶλλον καὶ περιμενούσης τάχα που τῶν πεπλανημένων τὴν μετάγνωσιν. οἱ δὲ ἦσαν ἀπηνέστεροί τε καὶ τὰ ἔτι χείρω νοσοῦντες ἡλίσκοντο. προσέθεσαν γὰρ τοῖς βουνοῖς καὶ τὰ ἐπὶ ταῖς δαμάλεσιν εὑρήματα. θύοντες δὲ τοῖς δαίμοσιν ἐν ὄρεσί τε καὶ βουνοῖς, καὶ δοκοῦντες εὐσεβεῖν περὶ τὰ μάταια, τάχα που καὶ ᾤοντο κατὰ σφᾶς, μᾶλλον δὲ καὶ ἀραρότως ἐνόμιζον, ὅτι καὶ ἐν βεβαίῳ στήσονται τῆς [*](b) εὐημερίας, ἔσονται δὲ καὶ ἀμείνους τῶν ἀνθεστηκότων, καὶ ἀνάλωτοι τοῖς ἐχθροῖς. σύνηθες δὲ τοῖς πλανωμένοις νόσημα τοῦτο.

καὶ γοῦν ὅτε κατέβησαν εἰς Αἴγυπτον, ἁλούσης τῆς [*](2. ἐπὶ] + τὰ Edd. (Vat.) τῆς post τέκνα add. F. Edd. (XII.) ἦλθε assumptum ex B.D. (Alex. XII.) 3. ἐπὶ pro ἐν D. (XII.) 4. ἐπὶ B. (XII.) infra 150 a. ἐν D. Edd. (A.V.) 6. γεγενημένοις (sic) D. 12. ἀνιστάντος D. ἀνιστῶντος Edd. 16, γένοιτο D.)

215
Ἱερουσαλὴμ ὑπὸ τοῦ Βαβυλωνίου, συνεβούλευε μὲν ὁ προφήτης Ἱερεμίας ἀποσχέσθαι τοῦ θύειν εἰδώλοις, ἵνα τις γένοιτο φειδὼ ἐπ’ αὐτοῖς παρὰ τοῦ σώζειν ἰσχύοντος Θεοῦ. οἱ δὲ ταύτης ἕνεκα τῆς αἰτίας περιπεσεῖν ἔφασκον τοῖς δεινοῖς, ὅτι δὴ κατέληξαν τοῦ πληροῦν ἐθέλειν τὰ νενομισμένα, καὶ ὀλιγωροῦντες ἠλέγχοντο τῆς εἰς τὰ μάταια τιμῆς. [*](c) γέγραπται δὲ οὕτως “Καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες [*](Hier. li. 15—18.) “οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς “ἑτέροις, καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς “ὁ λαὸς, οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν γῇ Παθουρῇ, “ λέγοντες Τὸν λόγον ὃν λελάληκας πρὸς ἡμᾶς τῷ ὀνόματι “ Κυρίου, οὐκ ἀκουσόμεθα. ὅτι ποιοῦντες ποιήσομεν πάντα “ τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν “ τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, “ καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασι- [*](d) “ λεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα, καὶ “ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα “ χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. καὶ ὡς διελίπομεν “ θυμιῶντες τῆ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες “ ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. Αἰτιᾶται τοίνυν τῶν ἐξ Ἰσραὴλ αὐτό τε τὸ εἰκαιόμυθον, καὶ τὸ σαθρὸν τῆς ἐλπίδος, καί φησι περὶ τῶν βουνῶν, ὅτι εκεῖ ἔστησαν, τουτέστιν, ὅτι καθάπερ αὐτοί φασιν, ἤγουν [*](e) οἴονται κατὰ σφᾶς, ἐκεῖ τοῖς γλυπτοῖς λατρεύσαντες, τὸ ἀσφαλὲς ἐσχήκασι τῆς εὐημερίας, καὶ ἐν ἀκλονήτοις ἔστησαν ἀγαθοῖς. καὶ ὥς γε οἴονται πάλιν, οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ, τὸ κατά τι γοῦν ὅλως λυπεῖν εἰωθὸς, εἰ πληροῦν ἕλοιντο τοῖς γλυπτοῖς τὰ νενομισμένα. ἀλλ’ ἠπάτηνταί φησι καὶ διημαρτήκασι τῆς ἐλπίδος. ἀφῖκται γὰρ δὴ πόλεμος ἐπ’ αὐτοὺς, ἀδικίας ὄντας τέκνα, καὶ διὰ πείρας αὐτῆς παιδευθήσονται, πικρὸν ὅτι τὸ ἐξήνιον. καὶ τίνες ἂν εἶεν, οἱ [*](1. συνεβούλευε] συνεβούλευσε Edd. μὲν] + γὰρ D. 2. ἀπέχεσθαι iid. 5. δὴ] + οὐ iid. 8. γνῶντες iid. II. ἡμᾶς] + ἐν iid. 21. αὐτό τε] αὐτό τι Aubertus. 31, πικρὸν] μικρὸν D. οἱ assumptum ex D.)
216
[*](150 Α. a) δι’ ὧν ἔσονται τὰ εἰς παιδείαν αὐτοῖς; πλείστη τις ὅση πολεμίων ὁμήγυρις. τοῦτο γάρ ἐστι τὸ συνχθήσονται ἐπ αὐτοὺς λαοὶ, καὶ τὰ ἐκ τοῦ πολέμου δεινὰ συμβήσεται πάντως, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐπὶ ταῖς δυσὶν ἀδικίαις καὶ ποῖα δὴ ταῦτά ἐστι, σαφέστερον ἡμῖν διὰ φωνῆς Ἱερεμίου [*](Hier. ii. 12,13.) παρέδειξεν εἰπών “ Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ “ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος, ὅτι δύο καὶ [*](b) “ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν “ ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ- “ μένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.

[*](11)

Ἐφραΐμ δάμαλις δεδιδαγμένη ἀγαπᾶ νῖκος, ἐΓὼ δέ ἐπελεύσομαι ἐΜ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραΐμ, κα παρασιωπήσομαι Ἰούδαν.

Μόσχῳ παρεικάζει τὸν Ἐφραΐμ, σκληρῷ τε καὶ ἀγερώχῳ λίαν, καὶ ἀνακόπτεσθαι μὴ εἰδότι τῆς ἰδίας ὁρμῆς, ἣν ἃν ἐφ’ [*](c) ὅτῳ ποιοῖτο τυχὸν, ἤγουν τιθασεύεσθαι μὴ ἀνεχομένῳ, ζητοῦντι δὲ μᾶλλον ἀεὶ τὸ νικᾶν, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀνεπιπλήκτοις ἵεσθαι ταῖς ὁρμαῖς. ἀλλ’ εἰ καί ἐστι τοιοῦτός φησιν, ἐνδώσει καὶ οὐχ ἑκών. δαμασθήσεται γὰρ ταῖς τῶν συμφορῶν ἐφόδοις, ὑποζευγνύντος Θεοῦ, μόνον δὲ οὐχὶ καὶ αὐτουργοῦντος εἰς τοῦτο, καὶ τὸ κάλλος τού· τραχήλου αὐτοῦ παραλύοντος, τουτέστι, τὸ ἐξαιρέτως ἀφηνιῶν μέρος ἐν τῷ Ἰσραὴλ. τοῦτο δὲ ἢν ἡ παρ’ αὐτοῖς βασιλεία, κατερεθίζουσα πρὸς ἀπόστασιν τοὺς ὑπὸ χεῖρα λαούς. οὐκοῦν [*](d) καταρριφθήσεται, Θεοῦ καταβρίθοντος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπιβιβῶ Ἐφραΐμ. οἰκονομικῶς δέ φησιν, ὅτι παρασιωπήσομαι Ἰσύδαν, ἀντὶ τοῦ, μικρὸν ὑπερθήσομαι τὸν Ἰούδαν, οὐ ποιναῖς ἐνιείς· οὐκ ἐπάγων ἤδη τὰ ἐξ ὀργῆς· [*](1. αὐτῆς (sic) D. πλείστη] ἀπλείστη Edd. 1 2. κάλλιστον D. (A.V.) 14. Δαμάλει pro Μόσχῳ b. invitis Syr. D. Edd. 16. τισσάβεσθαι D. 21. Haec αὐτουργοῦντος εἰς τοῦτο, καὶ accesserunt ex B.D. κάλλιστον ut supra D.)

217
διακαρτερῶν δὲ μᾶλλον, καὶ ὑπενδιδοὺς ἠρέμα. καὶ διὰ ποίαν αἰτίαν; ὁ μὲν γὰρ Ἐφραῒμ, τουτέστιν αἱ δέκα καθάπερ ἤδη προεῖπον, ἀπονενεύκασιν ὁλοτρόπως ἐπὶ τὸ δεῖν ἑλέσθαι πληροῦν τὰ τῆς πλανήσεως ἔργα· αἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις δύο φυλαὶ, Ἰούδας τε φημὶ καὶ Βενιαμὶν, γεγόνασι πολλάκις ὑπὸ βασιλέας ὀρθούς τε καὶ εὐσεβεῖς, [*](e) καὶ τὰ τῆς εἰδωλολατρείας ἀθύρματα κατασείοντας, οἳ ζῆν ἀνέπειθον ἐπιεικῶς καὶ ἐννόμως· ὁποῖος γέγονεν Ἀμεσίας ὁ τοῦ Ἰωὰς, εὐσεβὴς καὶ δίκαιος ἀνήρ· ὁμοίως Ἐζεκίας, αὐτὸς ἐν ἴσῳ τεθαυμασμένος τῷ προειρημένῳ, ζηλωτὴς καὶ θεοφιλής. ταύτῃτοι προπεπόνθασι μὲν αἱ δέκα φυλαὶ τὴν αἰχμαλωσίαν· καταστρατεύσας δὲ τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος, [*](4 Reg xix. 35, 36.) ἠδίκησεν οὐδὲν, ᾤχετο δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ, φυγὰς καὶ περιδεὴς, ὅτε καὶ πεπτώκασιν ἐν μιᾷ νυκτὶ διὰ [*](a 151 A.) χειρὸς ἀγγέλου τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες. ἀνεξικακοῦντος δὴ οὖν τοῦ Θεοῦ, καὶ φέροντος ἡμῶν τὰς ἀσθενείας, μὴ ῥᾳθυμῶμεν ἡμεῖς, μηδὲ ἀναπεπτωκότες ἁλισκώμεθα περὶ τὸ χρῆναι πληροῦν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα.

Ἐνισχύσει αὐτῶ Ἰακὼβ.

Εφην, ὅτι καταστρατεύσας ὁ Ἀσσύριος τὴν ὑπὸ χεῖρα πληθὺν, καὶ πᾶσαν ἐξαναστήσας τὴν Σαμάρειαν, τάς τε πόλεις αὐτὰς καὶ τοὺς ναοὺς ἐμπρήσας, πεπολιόρκηκε μετὰ [*](b) τοῦτο τὴν Ἱερουσαλὴμ, εἷλε δὲ οὐδαμῶς, Θεοῦ προασπίζοντος· ἀνῄρηνται γὰρ δι’ ἀγγέλου ἐν μιᾷ νυκτὶ ἑκατὸν [*](4. ἐν assumptum ex B.D. 7. οἳ om. D. 8. Ἀμεσίας B.D. Ἀμασίας Edd. 9. ἀνὴρ] + καὶ D. 15. ἑκατὸν] + καὶ D. 18. ἁλισκόμεθα D. 19. Post φίλα, haec addit D.:—ἢ τοῦτο δρᾶν ᾑρημένοι, παύλου λέγοντος ἀκουσώμεθα Ἤ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς· ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ τὴν ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. ἔσται γὰρ ἐν τούτοις τῆς ῥᾳθυμίας τὰ τέλη καὶ ποιναῖς περιπεσεῖται πάντη τε καὶ πάντως ὁ ταῖς εἰς τὰ αἰσχίω ῤοπαῖς προσκείμενος καὶ τὴν θείαν ἡμερότητα λυπῶν ταῖς ἄγαν ἀναισθησίαις. 20. αὐτῷ] αὐτὸν F. (86, 147.))

218
ὀγδοήκοντα πέντε χιλιάδες. τοῦτό τοι, καθάπερ ἐγᾦμαι, προαπαγγέλλει νυνὶ λέγων ἐνισχύσει αὐτῷ Ἰσκώβ. αὐτῷ δὴ τίνι; ἢ δῆλον, ὅτι τῷ πολιορκήσειν μέλλοντι Ῥαψάκῃ; κέκληκε δὲ Ἰακὼβ τοὺς ἐξ αἵματος Ἰακὼβ, Ἰούδαν τε φημὶ καὶ Βενιαμίν. ἴοι δ’ ἂν εἴπερ ἕλοιτό τις καὶ κατὰ παντὸς τοῦ Ἰσραὴλ ἡ λέξις.

[*](C)

Ἔοικε δὲ πάλιν τῆς προφητείας ὁ νοῦς εἰς ἀνάμνησιν ἡμᾶς ἀναφέρειν ἀρχαιοτέρου πράγματος, μονονουχὶ πληροῦντος Θεοῦ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν θεσπέσιον Ἰακώβ. [*](Gen. xxxii. 24sqq.) ἐπειδὴ γὰρ ὡς ἄνθρωπος μετ’ αὐτοῦ πεπάλαικεν ἐν νυκτὶ, πέραν τοῦ χειμάρρου Ἰαβὸκ, εἶτα γεγονότος τε ὄρθρου λοιπὸν, καὶ διαυγαζούσης ἡμέρας, ὁ μὲν Θεὸς ἀπαίρειν [*](Ib. 26.) ἤθελε λέγων “Ἀπόλυσόν με, ἀνέβη γὰρ ὁ ὄρθρος,” ὁ δὲ οὐκ ἀνήσειν ἔφασκεν, εἰ μὴ αὐτὸν εὐλογήσειεν, ἤκουε [*](Ib. 28.) δὴ τότε “Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων [*](d) “δυνατός.” τοῦτό που τάχα πρὸς τὸ παρὸν ὁ τῆς προφητείας ἡμῖν ὑποσημαίνει λόγος, ἐναργέστατα τιθεὶς τὸ ἐνισχύσει αὐτῷ Ἰακώβ. ἄθρει δὲ τῆς ἐπαγγελίας τὸ ἀκριβές· οὐ γὰρ ὅτι κατισχύσει τῶν Ἀσσυρίων ὁ Ἰακὼβ, ἀλλ’ ἐνισχύσει, φησίν· ἐν Θεῷ γὰρ ἴσχυσεν, οὐ δι’ ἑαυτόν.

[*](1. ὀγδοήκοντα] + καὶ D. 2. προαπαγγέλλει D. προαγγέλλει Edd. 3. τῳ] τὸ Aubertus. 5-7. ἴοι δ’ ἂν—πάλιν om. D. ἕλοιντο 11. Ἰαβὸκ Β. (Alex.) Ἰαβὼχ Edd. (Vat.) Ἰακὼβ D. (38, 56, 108.) 16, δυνατός] + ἔσῃ Edd. (Vat.) 20, ἴσχυσεν] + καὶ D. δι’ ἑαυτόν B.D. δι’ ἑαυτοῦ Edd.)