In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀφ᾿ ὁδ’ οἱ βουνιὶ, ἥμαρτεν Ἰσραὴλ, ἐκεῖ ἔστησαν· οὐ μὴ καταλάβῃ [*](d 10) αὐτοὺς ἐν τῷ βουνῷ πόλεμος, ἐπὶ τέκνα ἀδικίας ἦλθε αὐτός· καὶ συναχθήσονται ἐπ᾿ αὐτοὺς λαὼ ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐπὶ ταῖς δυσίν ἀδικίαις αὐτῶν.

Πρεσβυτέραν εἶναι, φησὶ, τῆς ἐπὶ ταῖς δαμάλεσι πλάνης, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς γεγενημένην ἀπόστασιν. καὶ γοῦν ὅτε τὴν Σαμάρειαν κατειλήφασιν αἱ δέκα φυλαὶ, τῆς [*](3 Reg. vii 28) Ῥοβοὰμ βασιλείας ἀποσεισάμεναι τὸν ζυγὸν, τότε τὰς δαμάλεις εἰσκεκόμικεν Ἱεροβοάμ· ἐν δέ γε τοῖς [*](e) ὄντες, τὴν ἐν ὄρεσί τε καὶ βουνοῖς ἐπετήδευον πλάνην, [*](Ib. xi. 5—7.) ταῖς ἀλλοφύλοις γυναιξὶν εἴκοντος καὶ κατανεύοντος τοῦ Σολομῶνος, τὸ τηνικάδε καὶ βωμοὺς ἀνιστάντος καὶ τεμένη λοιπὸν τοῖς ἐκείνων σεβάσμασιν. ἐξ οὗ τοίνυν ἐπενοήθησαν οἱ βουνοὶ καὶ τὰ ἐν αὐτοῖς ἀθύρματα, καὶ αἱ ψευδολατρείαι, ἐξ ἐκείνου τοῦ καιροῦ προσκέκρουκεν ὁ Ἰσραήλ, ἔνδειξις δὲ καὶ τοῦτο τῆς θείας ἡμερότητος γένοιτ’ ἃν οὐκ ἀσυμφανὴς, [*](149 Α. a) οὐδὲ ἐν χρόνῳ μακρῷ κολάζειν ἀνεχομένης τοὺς ἠσεβηκότας, ἀνιείσης δὲ μᾶλλον καὶ περιμενούσης τάχα που τῶν πεπλανημένων τὴν μετάγνωσιν. οἱ δὲ ἦσαν ἀπηνέστεροί τε καὶ τὰ ἔτι χείρω νοσοῦντες ἡλίσκοντο. προσέθεσαν γὰρ τοῖς βουνοῖς καὶ τὰ ἐπὶ ταῖς δαμάλεσιν εὑρήματα. θύοντες δὲ τοῖς δαίμοσιν ἐν ὄρεσί τε καὶ βουνοῖς, καὶ δοκοῦντες εὐσεβεῖν περὶ τὰ μάταια, τάχα που καὶ ᾤοντο κατὰ σφᾶς, μᾶλλον δὲ καὶ ἀραρότως ἐνόμιζον, ὅτι καὶ ἐν βεβαίῳ στήσονται τῆς [*](b) εὐημερίας, ἔσονται δὲ καὶ ἀμείνους τῶν ἀνθεστηκότων, καὶ ἀνάλωτοι τοῖς ἐχθροῖς. σύνηθες δὲ τοῖς πλανωμένοις νόσημα τοῦτο.

καὶ γοῦν ὅτε κατέβησαν εἰς Αἴγυπτον, ἁλούσης τῆς [*](2. ἐπὶ] + τὰ Edd. (Vat.) τῆς post τέκνα add. F. Edd. (XII.) ἦλθε assumptum ex B.D. (Alex. XII.) 3. ἐπὶ pro ἐν D. (XII.) 4. ἐπὶ B. (XII.) infra 150 a. ἐν D. Edd. (A.V.) 6. γεγενημένοις (sic) D. 12. ἀνιστάντος D. ἀνιστῶντος Edd. 16, γένοιτο D.)

215
Ἱερουσαλὴμ ὑπὸ τοῦ Βαβυλωνίου, συνεβούλευε μὲν ὁ προφήτης Ἱερεμίας ἀποσχέσθαι τοῦ θύειν εἰδώλοις, ἵνα τις γένοιτο φειδὼ ἐπ’ αὐτοῖς παρὰ τοῦ σώζειν ἰσχύοντος Θεοῦ. οἱ δὲ ταύτης ἕνεκα τῆς αἰτίας περιπεσεῖν ἔφασκον τοῖς δεινοῖς, ὅτι δὴ κατέληξαν τοῦ πληροῦν ἐθέλειν τὰ νενομισμένα, καὶ ὀλιγωροῦντες ἠλέγχοντο τῆς εἰς τὰ μάταια τιμῆς. [*](c) γέγραπται δὲ οὕτως “Καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες [*](Hier. li. 15—18.) “οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς “ἑτέροις, καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς “ὁ λαὸς, οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν γῇ Παθουρῇ, “ λέγοντες Τὸν λόγον ὃν λελάληκας πρὸς ἡμᾶς τῷ ὀνόματι “ Κυρίου, οὐκ ἀκουσόμεθα. ὅτι ποιοῦντες ποιήσομεν πάντα “ τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν “ τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, “ καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασι- [*](d) “ λεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα, καὶ “ ἔξωθεν Ἱερουσαλήμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα “ χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. καὶ ὡς διελίπομεν “ θυμιῶντες τῆ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες “ ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. Αἰτιᾶται τοίνυν τῶν ἐξ Ἰσραὴλ αὐτό τε τὸ εἰκαιόμυθον, καὶ τὸ σαθρὸν τῆς ἐλπίδος, καί φησι περὶ τῶν βουνῶν, ὅτι εκεῖ ἔστησαν, τουτέστιν, ὅτι καθάπερ αὐτοί φασιν, ἤγουν [*](e) οἴονται κατὰ σφᾶς, ἐκεῖ τοῖς γλυπτοῖς λατρεύσαντες, τὸ ἀσφαλὲς ἐσχήκασι τῆς εὐημερίας, καὶ ἐν ἀκλονήτοις ἔστησαν ἀγαθοῖς. καὶ ὥς γε οἴονται πάλιν, οὐ μὴ καταλάβῃ αὐτοὺς ἐν τῷ βουνῷ, τὸ κατά τι γοῦν ὅλως λυπεῖν εἰωθὸς, εἰ πληροῦν ἕλοιντο τοῖς γλυπτοῖς τὰ νενομισμένα. ἀλλ’ ἠπάτηνταί φησι καὶ διημαρτήκασι τῆς ἐλπίδος. ἀφῖκται γὰρ δὴ πόλεμος ἐπ’ αὐτοὺς, ἀδικίας ὄντας τέκνα, καὶ διὰ πείρας αὐτῆς παιδευθήσονται, πικρὸν ὅτι τὸ ἐξήνιον. καὶ τίνες ἂν εἶεν, οἱ [*](1. συνεβούλευε] συνεβούλευσε Edd. μὲν] + γὰρ D. 2. ἀπέχεσθαι iid. 5. δὴ] + οὐ iid. 8. γνῶντες iid. II. ἡμᾶς] + ἐν iid. 21. αὐτό τε] αὐτό τι Aubertus. 31, πικρὸν] μικρὸν D. οἱ assumptum ex D.)
216
[*](150 Α. a) δι’ ὧν ἔσονται τὰ εἰς παιδείαν αὐτοῖς; πλείστη τις ὅση πολεμίων ὁμήγυρις. τοῦτο γάρ ἐστι τὸ συνχθήσονται ἐπ αὐτοὺς λαοὶ, καὶ τὰ ἐκ τοῦ πολέμου δεινὰ συμβήσεται πάντως, ἐν τῷ παιδεύεσθαι αὐτοὺς ἐπὶ ταῖς δυσὶν ἀδικίαις καὶ ποῖα δὴ ταῦτά ἐστι, σαφέστερον ἡμῖν διὰ φωνῆς Ἱερεμίου [*](Hier. ii. 12,13.) παρέδειξεν εἰπών “ Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ “ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει κύριος, ὅτι δύο καὶ [*](b) “ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν “ ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμ- “ μένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.

[*](11)

Ἐφραΐμ δάμαλις δεδιδαγμένη ἀγαπᾶ νῖκος, ἐΓὼ δέ ἐπελεύσομαι ἐΜ τὸ κάλλος τοῦ τραχήλου αὐτῆς· ἐπιβιβῶ Ἐφραΐμ, κα παρασιωπήσομαι Ἰούδαν.