In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀπέῤῥιψε Σαμάρεια βασιλέα αὐτῆς ὡς φρύγανον ἐπὶ προσώπου [*](8) ὕδατος, καὶ ἐξαρθήσονται βωμοὶ ὤν, ἁμαρτήματα [*](C) ἄκανθαι καὶ τρίβολοι ἀναβήσονται ἐπὶ τὰ Θυσιαστήρια αὐτῶ.

Τὸ ἀνασφαλές τε ἅμα καὶ τὸ ἀνεπιεικὲς τοῦ τρόπου τῶν ἐξ Ἰσραὴλ, ἤτοι τῶν ἐν Σαμαρείᾳ, καὶ περὶ αὐτοὺς οὓς ᾤοντο θεοὺς, ἐπιδείξειεν ἃν εὐκόλως καὶ τόδε δὴ πάλιν. καὶ θαυμαστὸν οὐδέν. οἱ γὰρ τὸν ἕνα καὶ ἀληθῆ, καὶ φύσει Θεὸν ταῖς ἀποστασίαις καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀποδρομαῖς ἀνοσίως περιυβρίσαντες, πῶς ἃν ἐγένοντο γνήσιοι περὶ πολλούς τε καὶ ψευδωνύμους καὶ λίθων πεποιημένους [*](d) ἢ ξύλων θεούς; ἀπεῤῥίφθαι δὴ οὖν φησὶ παρὰ τῶν ἐν Σαμαρείᾳ τὸν μόσχον, τὸν ἐν δόξη τῆ παρ’ αὐτοῖς Θεοῦ τε καὶ βασιλέως· ἀπεῤῥίφθαι δὲ οὕτως, ὡσανεὶ καὶ κάρφος ταῖς τῶν ὑδάτων δίναις ἐμπεπτωκὸς, ἀποφέροιτο λοιπὸν πρὸς τὸ τοῖς διωθοῦσι δοκοῦν. ὅτι δὲ αὐτοῖς τοῖς σεβάσμασι τὰ τεμένη συνοιχήσεται, βωμοί τε λυθήσονται, καὶ ἀκάνθης ἔσονται τόποι, καταδῃωθείσης αὐτοῖς ἁπάσης τῆς χώρας, πῶς ἦν ἀμφίβολον; ἁμαρτήματα δὲ τοῦ Ἰσραὴλ τοὺς βωμοὺς ἀποκαλεῖ, καὶ μάλα εἰκότως, οἷον ὑπόμνημα τῆς εἰς [*](e) Θεὸν δυσσεβείας αὐτῶν ἀνοσίως ἐγηγερμένους· ὢν δὲ πάλιν, τὸν Ἄπιν ὠνόμασεν, ἤτοι τὰς δαμάλεις τὰς ἐν Βαιθήλ τε καὶ Δὰν, ὧν εἰς δόξαν καὶ οἱ βωμοί. οὐκοῦν, ὃ μὴ ἵστησι Θεὸς, τοῦτο πάντη τε καὶ πάντως λυθήσεται. καί τι τοιοῦτον ὑποδηλοῦν ὑπολαμβάνω τὸ δι’ ἑτέρου προφήτου σαφῶς [*](Mal. i.4.) εἰρημένον “Αὐτοὶ οἰκοδομήσουσι καὶ ἐγὼ καταστρέψω.”

[*](10. καὶ post Θεὸν add. Edd. 17. τοῖς alt. assumptum ex B.D 19. ἀκανθεῖς (sic) Edd. 23. τῆ post ἐν add. iid. 25. καίτοι τοιοῦτόν τι (sic) D. Statim ὑποδηλοῦν D. δηλοῦν Edd. 27. καταστρέψω] + εὐδοκιμεῖ δὲ λίαν καὶ ὁ σοφώτατος δαυεὶδ ἀνακεκραγώς τε καὶ λέγων Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.)
213

Καὶ ἐροῦσι τοῖς ὄρεσι Καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς Πέσατε ἐπ᾿ ἡμᾶς.

Oὐκ ἐν μόναις ταῖς δυσὶ πόλεσι, Δάν τε φημὶ καὶ [*](a 148 Α.) Βαιθὴλ, ἐθρησκεύοντο τὰ γλυπτὰ, ἀλλ’ ἐνταῦθα μὲν αἱ δαμάλεις αἱ χρυσαῖ, ἐν δέ γε τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, τὰ τῶν περιοίκων ἐθνῶν σεβάσματα, ὁ Βάαλ, ὁ Βεελφεγὼρ, ἡ Ἀστάρτη καὶ ὁ Χαμώς. ὅτι τοίνυν οὐχὶ μόνοι κατασεισθήσονται τοῦ ὢν οἱ βωμοὶ, τουτέστι, τοῦ Ἄπιδος, ἤτοι τῶν δαμάλεων, ἀλλὰ γὰρ πάντη τε καὶ πάντως καὶ τὰ ἐν βουνοῖς καὶ ὄρεσι τεμένη πεσοῦνται, διὰ τούτων ὑποδηλοῖ. περιεστήξει γὰρ εἰς τοῦτο αὐτοῖς ἀθλιότητός τε καὶ δειμάτων τὰ πράγματα, ὡς ὑπ’ αὐτοῖς γενέσθαι τοῖς ὄρεσι καὶ βουνοῖς [*](b) ἑλέσθαι μᾶλλον, ἢ ζῶντας ἰδεῖν ἃ παθεῖν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας αὐτούς. ἰστέον δὲ, ὅτι καὶ αὐτὸς ὁ Χριστὸς ἀπαγγέλλων Ἰουδαίοις τὰς ἐπενεχθησομένας αὐτοῖς συμφορὰς διά γε τὰ εἰς αὐτὸν τολμήματα, τοῖς ἴσοις ἐχρήσατο λόγοις. “τότε γὰρ ἐρεῖτε, φησὶ, τοῖς ὄρεσι καλύψατε ἡμᾶς, καὶ [*](S. Luc. xxiii. 30.) “τοῖς βουνοῖς Πέσατε ἐφ’ ἡμᾶς.” τὰ γὰρ εἰς λῆξιν ἥκοντα τῶν κακῶν, καὶ τῶν δεινῶν αἱ ὑπερβολαὶ, καίτοι πικρὸν ὄντα τὸν θάνατον, τριπόθητον ἔσθ’ ὅτε δεικνύουσι τοῖς πολλοῖς. αὐτοῖς δὴ οὖν ἄρα τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς, ἐν c οἷς αἱ ψευδολατρείαι, καὶ τῆς κατὰ Θεοῦ δυσσεβείας τετόλμηται τὰ ἐγκλήματα, μονονουχὶ καὶ ἐροῦσί φησι Πεσατε εφ ἡμᾶς, καὶ φθάσατε τοῦ Βαβυλωνίου ξίφους τὴν ἀγριότητα, καὶ τῆς εἰς αἰχμαλωσίαν ἀπαγωγῆς τὴν ἀκλεᾶ καὶ δύσοιστον ἀθλιότητα.

[*](1. πέσατε B.D. πέσετε F. Edd. (XII a manu sec.) 4. ἐνταῦθα] ἐν ταύταις D. 5. τοῖς alt. om. D. 6. ὁ prius om. D. καὶ pro ἡ D. 7. μόνοι] μόνον Edd. II. πέρι στήξει unius litt. rasura facta D. 18. πέσετε iid. 23. πέσετε iid. 26. ἀθλιότητα] + ἐκδέξεται τοίνυν τοὺς τὰ δεινὰ πλημμελήσαντας ἰσοπαλὴς ἡ δίκη, καὶ τοῖς λυποῦσι Θεὸν καταίρει τὰ πράγματα πρὸς ἀπευκτὴν δηλονότι καὶ δυσδιαφύλακτον κόλασιν D.)
214
[*](9)