In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Μόσχῳ παρεικάζει τὸν Ἐφραΐμ, σκληρῷ τε καὶ ἀγερώχῳ λίαν, καὶ ἀνακόπτεσθαι μὴ εἰδότι τῆς ἰδίας ὁρμῆς, ἣν ἃν ἐφ’ [*](c) ὅτῳ ποιοῖτο τυχὸν, ἤγουν τιθασεύεσθαι μὴ ἀνεχομένῳ, ζητοῦντι δὲ μᾶλλον ἀεὶ τὸ νικᾶν, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀνεπιπλήκτοις ἵεσθαι ταῖς ὁρμαῖς. ἀλλ’ εἰ καί ἐστι τοιοῦτός φησιν, ἐνδώσει καὶ οὐχ ἑκών. δαμασθήσεται γὰρ ταῖς τῶν συμφορῶν ἐφόδοις, ὑποζευγνύντος Θεοῦ, μόνον δὲ οὐχὶ καὶ αὐτουργοῦντος εἰς τοῦτο, καὶ τὸ κάλλος τού· τραχήλου αὐτοῦ παραλύοντος, τουτέστι, τὸ ἐξαιρέτως ἀφηνιῶν μέρος ἐν τῷ Ἰσραὴλ. τοῦτο δὲ ἢν ἡ παρ’ αὐτοῖς βασιλεία, κατερεθίζουσα πρὸς ἀπόστασιν τοὺς ὑπὸ χεῖρα λαούς. οὐκοῦν [*](d) καταρριφθήσεται, Θεοῦ καταβρίθοντος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐπιβιβῶ Ἐφραΐμ. οἰκονομικῶς δέ φησιν, ὅτι παρασιωπήσομαι Ἰσύδαν, ἀντὶ τοῦ, μικρὸν ὑπερθήσομαι τὸν Ἰούδαν, οὐ ποιναῖς ἐνιείς· οὐκ ἐπάγων ἤδη τὰ ἐξ ὀργῆς· [*](1. αὐτῆς (sic) D. πλείστη] ἀπλείστη Edd. 1 2. κάλλιστον D. (A.V.) 14. Δαμάλει pro Μόσχῳ b. invitis Syr. D. Edd. 16. τισσάβεσθαι D. 21. Haec αὐτουργοῦντος εἰς τοῦτο, καὶ accesserunt ex B.D. κάλλιστον ut supra D.)

217
διακαρτερῶν δὲ μᾶλλον, καὶ ὑπενδιδοὺς ἠρέμα. καὶ διὰ ποίαν αἰτίαν; ὁ μὲν γὰρ Ἐφραῒμ, τουτέστιν αἱ δέκα καθάπερ ἤδη προεῖπον, ἀπονενεύκασιν ὁλοτρόπως ἐπὶ τὸ δεῖν ἑλέσθαι πληροῦν τὰ τῆς πλανήσεως ἔργα· αἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις δύο φυλαὶ, Ἰούδας τε φημὶ καὶ Βενιαμὶν, γεγόνασι πολλάκις ὑπὸ βασιλέας ὀρθούς τε καὶ εὐσεβεῖς, [*](e) καὶ τὰ τῆς εἰδωλολατρείας ἀθύρματα κατασείοντας, οἳ ζῆν ἀνέπειθον ἐπιεικῶς καὶ ἐννόμως· ὁποῖος γέγονεν Ἀμεσίας ὁ τοῦ Ἰωὰς, εὐσεβὴς καὶ δίκαιος ἀνήρ· ὁμοίως Ἐζεκίας, αὐτὸς ἐν ἴσῳ τεθαυμασμένος τῷ προειρημένῳ, ζηλωτὴς καὶ θεοφιλής. ταύτῃτοι προπεπόνθασι μὲν αἱ δέκα φυλαὶ τὴν αἰχμαλωσίαν· καταστρατεύσας δὲ τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος, [*](4 Reg xix. 35, 36.) ἠδίκησεν οὐδὲν, ᾤχετο δὲ μᾶλλον εἰς τὴν ἑαυτοῦ, φυγὰς καὶ περιδεὴς, ὅτε καὶ πεπτώκασιν ἐν μιᾷ νυκτὶ διὰ [*](a 151 A.) χειρὸς ἀγγέλου τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδες. ἀνεξικακοῦντος δὴ οὖν τοῦ Θεοῦ, καὶ φέροντος ἡμῶν τὰς ἀσθενείας, μὴ ῥᾳθυμῶμεν ἡμεῖς, μηδὲ ἀναπεπτωκότες ἁλισκώμεθα περὶ τὸ χρῆναι πληροῦν τὰ αὐτῷ δοκοῦντα καὶ φίλα.

Ἐνισχύσει αὐτῶ Ἰακὼβ.

Εφην, ὅτι καταστρατεύσας ὁ Ἀσσύριος τὴν ὑπὸ χεῖρα πληθὺν, καὶ πᾶσαν ἐξαναστήσας τὴν Σαμάρειαν, τάς τε πόλεις αὐτὰς καὶ τοὺς ναοὺς ἐμπρήσας, πεπολιόρκηκε μετὰ [*](b) τοῦτο τὴν Ἱερουσαλὴμ, εἷλε δὲ οὐδαμῶς, Θεοῦ προασπίζοντος· ἀνῄρηνται γὰρ δι’ ἀγγέλου ἐν μιᾷ νυκτὶ ἑκατὸν [*](4. ἐν assumptum ex B.D. 7. οἳ om. D. 8. Ἀμεσίας B.D. Ἀμασίας Edd. 9. ἀνὴρ] + καὶ D. 15. ἑκατὸν] + καὶ D. 18. ἁλισκόμεθα D. 19. Post φίλα, haec addit D.:—ἢ τοῦτο δρᾶν ᾑρημένοι, παύλου λέγοντος ἀκουσώμεθα Ἤ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς· ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιαν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου καὶ τὴν ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ. ἔσται γὰρ ἐν τούτοις τῆς ῥᾳθυμίας τὰ τέλη καὶ ποιναῖς περιπεσεῖται πάντη τε καὶ πάντως ὁ ταῖς εἰς τὰ αἰσχίω ῤοπαῖς προσκείμενος καὶ τὴν θείαν ἡμερότητα λυπῶν ταῖς ἄγαν ἀναισθησίαις. 20. αὐτῷ] αὐτὸν F. (86, 147.))

218
ὀγδοήκοντα πέντε χιλιάδες. τοῦτό τοι, καθάπερ ἐγᾦμαι, προαπαγγέλλει νυνὶ λέγων ἐνισχύσει αὐτῷ Ἰσκώβ. αὐτῷ δὴ τίνι; ἢ δῆλον, ὅτι τῷ πολιορκήσειν μέλλοντι Ῥαψάκῃ; κέκληκε δὲ Ἰακὼβ τοὺς ἐξ αἵματος Ἰακὼβ, Ἰούδαν τε φημὶ καὶ Βενιαμίν. ἴοι δ’ ἂν εἴπερ ἕλοιτό τις καὶ κατὰ παντὸς τοῦ Ἰσραὴλ ἡ λέξις.

[*](C)

Ἔοικε δὲ πάλιν τῆς προφητείας ὁ νοῦς εἰς ἀνάμνησιν ἡμᾶς ἀναφέρειν ἀρχαιοτέρου πράγματος, μονονουχὶ πληροῦντος Θεοῦ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν θεσπέσιον Ἰακώβ. [*](Gen. xxxii. 24sqq.) ἐπειδὴ γὰρ ὡς ἄνθρωπος μετ’ αὐτοῦ πεπάλαικεν ἐν νυκτὶ, πέραν τοῦ χειμάρρου Ἰαβὸκ, εἶτα γεγονότος τε ὄρθρου λοιπὸν, καὶ διαυγαζούσης ἡμέρας, ὁ μὲν Θεὸς ἀπαίρειν [*](Ib. 26.) ἤθελε λέγων “Ἀπόλυσόν με, ἀνέβη γὰρ ὁ ὄρθρος,” ὁ δὲ οὐκ ἀνήσειν ἔφασκεν, εἰ μὴ αὐτὸν εὐλογήσειεν, ἤκουε [*](Ib. 28.) δὴ τότε “Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων [*](d) “δυνατός.” τοῦτό που τάχα πρὸς τὸ παρὸν ὁ τῆς προφητείας ἡμῖν ὑποσημαίνει λόγος, ἐναργέστατα τιθεὶς τὸ ἐνισχύσει αὐτῷ Ἰακώβ. ἄθρει δὲ τῆς ἐπαγγελίας τὸ ἀκριβές· οὐ γὰρ ὅτι κατισχύσει τῶν Ἀσσυρίων ὁ Ἰακὼβ, ἀλλ’ ἐνισχύσει, φησίν· ἐν Θεῷ γὰρ ἴσχυσεν, οὐ δι’ ἑαυτόν.

[*](1. ὀγδοήκοντα] + καὶ D. 2. προαπαγγέλλει D. προαγγέλλει Edd. 3. τῳ] τὸ Aubertus. 5-7. ἴοι δ’ ἂν—πάλιν om. D. ἕλοιντο 11. Ἰαβὸκ Β. (Alex.) Ἰαβὼχ Edd. (Vat.) Ἰακὼβ D. (38, 56, 108.) 16, δυνατός] + ἔσῃ Edd. (Vat.) 20, ἴσχυσεν] + καὶ D. δι’ ἑαυτόν B.D. δι’ ἑαυτοῦ Edd.)