In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τι ποιήσετε ἐν ἡμέρᾳ πανηγύρεως καὶ ἐν ἡμέραις ἑοπτῆς τοῦ [*](a 129 A. 5) Κυρίου ;

Ἐπειδὴ γὰρ εἰς τοῦτό φησι καθίκεσθε δυσβουλίας καὶ ἀσεβημάτων, βδελυροὶ δὲ οὕτω γεγόνατε καὶ ἀπηχθημένοι, ποῖος ὑμῖν ἄρα βοηθήσει τρόπος ; ἢ τί πεπραχότες καὶ βου- λευσάμενοι τῆς οὕτω δεινῆς καὶ ἀγρίας ἐκνεύσετε συμφορᾶς, ὅταν ἡ ἐμὴ τελῆται πανηγυρις, δαπανῶντος τοῦ πολέμου τοὺς λελυπηκότας ; οὐκοῦν ἑορτὴν ἰδίαν ὀνομάζει Θεὸς, τὸν καιρὸν [*](b) δηλονότι, καθ’ ὃν ὁ Ἰσραὴλ ἐξαιτοῖτο δίκας τῶν εἰς αὐτὸν πεπλημμελημένων.

Χρὴ τοιγαροῦν μὴ ἁπλῶς τὸ δοκοῦν ἀπερισκέπτως ἐπι- τελεῖν, καὶ τοῖς παροῦσιν ἐφήδεσθαι, συναρπαζομένους ταῖς ἐπιθυμίαις εἰς τὸ προσκρούειν Θεῷ, περιαθρεῖν δὲ μᾶλλον καὶ τὰ ἐσόμενα, καὶ διεκδύνειν ἐπείγεσθαι τὰ ἐκ θείας ὀργῆς. ἐσόμεθα γὰρ οὕτω σοφοὶ, καὶ τῶν συμφερόντων ἐπιστημονες.

Δῶ τοῦτο ἰδοὺ πορεύσονται ἐκ ταλαιπωπίας Αἰγύπτου, κω ἐκ. [*](6) δέξεται αὐτοὺς Μέμφις, κω θάψει αὐτοὺς Μακμάψ. κὼ τὸ [*](c) ἀργύρω αὐτῶι ὄλεθρος κληροωνμήσει· ἄκαωθαι ἐν τοἶς σκη- νώμασιν αὐτῶι.

Kαταδῃούντων τὴν Σαμάρειαν τῶν Βαβυλωνίων, οἱ διαφυγεῖν ἰσχύσαντες μόλις ἀπέδραμον εἰς τὴν Αἰγυπτίων· ἀλλὰ καὶ αὐτὴν ἑλόντων τὴν Ἱερουσαλὴμ, ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας, εὐαρίθμητοι κομιδῆ κατελείφθησαν ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίν. οὗτοί τε εἰσῆλθον εἰς [*](d) Αἴγυπτον, καίτοι παρεγγυῶντος Θεοῦ διὰ φωνῆς Ἱερεμίου, καὶ λέγοντος ἐναργῶς, μὴ χρῆναι βαδίζειν αὐτοὺς τὴν ἐνεγ- [*](1. τοῦ assumptum ex D. deest in Edd. (311.) 8. ὀνομάζει] + ὁ Edd. 12. συναρπαζομένους] παιζομένους D. 13. περιπρθρεῖν (sic) D. Edd. 17. πορεύσονται B.D.F. (Alex. XII.) πορεύονται Edd. (Vat.) 18. Μακμάς B.D. μnχμός Edd. Statim καὶ assumptum ex B.D. (sol.) 23. ἐν] + τοῖς D. τῆς om. D. 27. αὐτοὺς assumptum ex D.)

186
κοῦσαν ἀφέντας εἰς τὴν Αἰγυπτίων, ἠπειληκότος δὲ, ὅτι κἂν εἰ τοῦτο δρῷεν παρὰ τὸ αὐτῷ δοκοῦν, περιπεσοῦνται τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι φορτικωτέροις. ἔχει δὲ οὕτω τὸ γεγραμμένον [*](Hier. xlix. 15, 16.) “ Οὕτως εἶπε κύριος Ἐὰν ὑμεῖς δῶτε τὸ 6. “ ὑμῶν εἰς Αἴγυπτον καὶ εἰσέλθητε ἐκεῖ τοῦ κατοικεῖν, καὶ “ ἔσται ἡ ῥομφαία ἢν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, [*](e) “ εὑρήσει ὑμᾶς ἐν Αἰγύπτῳ.” ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃτοι λελυπημένοι, μετὰ τὴν τῶν ‘Ιεροσογύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατὰ τῶν Αἰγυπτίων οἱ Βαβυλώνιοι, καὶ ἀμογητὶ νενικήκασι, τότε συμβέβηκε τοὺς περιλειφθέντας ἐξ Ἰουδαίων συνδιολέσθαι τοῖς Αἰγυπτίοις. οἱ δὲ δὴ διαφυγεῖν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν ἰσχύσαντες, μόλις ἐπέκεινα δεδραμήκασιν, ἐπὶ τὴν Ἀρκάδων ἰόντες χώραν, καὶ ὡς εἰς πόλιν ὀχυρωτάτην κατῳκήκασι τὴν Μέμφιν καὶ [*](130 Α. a) τὴν Μακμάς· ἑτέρα δὲ αὕτη γείτων που πάντως, καὶ τῶν ἄλλων ἐπισημοτέρα πόλις· ἐκεῖ καὶ τετελευτήκασι, μακροὺς δηλονότι διατελέσαντες χρόνους, ὑπονοστῆσαί τε μὴ δυνηθέντες εἰς τὴν Ἰουδαίαν. ἔφη δὲ οὕτω πάλιν ὁ προφήτης [*](Ib. li. 11—14.) Ἱερεμίας “ Διὰ τοῦτο οὕτως εἶπε κύριος Ἰδοὺ ἐγὼ ἐφίστημι “τὸ πρόσωπόν μου τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους “τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ, [*](b) “ἐκλείψουσιν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἔσονται εἰς “ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν. καὶ ἐπι- “σκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκε- “ψάμην ἐπὶ Ἱερουσαγὴμ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν “θανάτω, καὶ οὐκ ἔσται σεσωσμένος οὐδεὶς τῶν ἐπιλοίπων “’Ιούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ, τοῦ ἐπιστρέψαι “εἰς γῆν Ἰούδα, ἐφ’ ἢν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν “τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν. ἀκούεις ὅτι [*](3. καὶ assumptum ex B.D. 10. κατὰ τῶν Αἰγυπτίων οἱ βοβυλώνιοι] κατ’ αὐτῶν D. 12. συνδιολέσθαι] συνδιολύσθοι Pont. συνδιόλλυσθαι Aub. 22. πεσοῦνται] πεσεῖται Edd. λοιμῷ D. 23. καὶ prius assumptum ex Β. (Ale.x.) 25. Haec ὡς ἐπεσκεψάμην —θανάτῳ acces- serunt ex B.D.)
187
τετελευτήκασιν ἐν Αἰγύπτῳ, κἀκεῖ τῆς θείας αὐτοῖς ὀργῆς ἐπενηνεγμένης ; ὅταν τοίνυν τὴν ἐν Αἰγύπτῳ ταλαιπωρίαν παραιτούμενοι, καθάπερ εἰς ἐπίσημον πόλιν ἀφίκοιντο τὴν [*](c) Μέμφιν, ἐκδεξεται μὲν όιὐτοὺς, πλὴν ἐν Μακμας τεθνήξονται. τοῦτο γὰρ τὸ θιίψει αὐτοὺς Μαχμάς. ὅταν τοίνυν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα, ἁλλ’ ἔνθαπερ ἃν ἴοι τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. καὶ ταυτὶ μὲν αὐτοῖς ἐν Αἰγύπτῳ συμβήσεσθαι λέγει.

Ἐπειδὴ δὲ καὶ τοῖς ἐξ ἰδίου πλούτου λελυπήκασι· “ τὸ γὰρ [*](Supra viii. 4) “ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον ἐποίησαν ἑαυτοῖς εἴδωλα, φησί· ταύτῃτοι δικαίως ὄλεθρος αὐτὸ κληρονομήσει, τουτέστι, κλῆρος ἔσται τῷ ὀλοθρευτῇ. ὄλεθρον γὰρ ἀποκαλεῖ τὸν Ασσύ- [*](d) ῥίον, ὡς ἀγρίως τε καὶ ἀπηνῶς ἀνελόντα καὶ μεμαχημένον. ἀναφυήσονται δὲ καὶ ἄκανθαι φησιν ἐν τοῖς σκηνώμασιν αὐτωι. ἐρημίας γὰρ εἰς τοῦτο κατηντήκασιν αἱ πόλεις, ὡς ἀκάνθης γενέσθαι μεστάς· σημεῖον δὲ τοῦτο γῆς ἀβάτου καὶ κεχεπσωμενηυς.

Οταν τοίνυν τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἀγαθοῖς, ἢ σῶμα· τικοῖς ἢ πνευματικοῖς, μὴ δὴ χρῷτό τις ὀρθῶς, μήτε μὴν εἰς [*](e) δόξαν αὐτοῦ, πράττοι δὲ ἀπερισκέπτως τὰ δι’ ὧν ἃν προσ- κρούοι, καὶ ἁλίσκοιτο λυπῶν, κατοιχήσεται μὲν εἰς ὄλεθρον, ἔσται δὲ κλῆρος τοῦ διαρπάζοντος σατανᾶ, καὶ ἀκάνθης ἐν- αύλισμα, ἀγρίων δηλονότι καὶ ἐκτόπων ἐπιθυμιῶν· καὶ καρ- ποὺς ἡμέρους οὐκ ἃν ἔχοι κατὰ τὸν νοῦν. πάθοιεν δ’ ἃν τοῦτο καὶ πρό γε τῶν ἄλλων αἱρετικοὶ, τὴν τοῦ λόγου χρείαν δαπανῶντες δυσσεβῶς εἰς τὸ παραλύειν ἀδελφούς· καὶ [*](a 131 Α.) “ τύπτειν αὐτῶν ἀσθενοῦσαν τὴν συνείδησιν, καίτοι Χποσ- [*](1 Cor. viii. 12.) τοῦ παθόντος ὑπὲρ ἡμῶν.

“Ηκασιν αἱ ήμέραι τῆς ἐκδικήσεως, ἤκασιν αἱ ‘μέραι Τῆς ἀωταπο- [*](7) [*](11. αὐτὸ] αὐτὸν Edd. 12. τῶν ὀλοθρευτῶν D. 14. ἀνα- φυήσονται Β. ἀναφύσονται D. Edd. 15. ἀκάνθης] ἀκανθῶν φυήσονται 20. τὰ om. D. 22. κλῆρος] κλῆσις Kdcl. 29. ἐκδικήσεως] + σου F. (Alex.))

188
δόδεώς σου, κω κακωοήδεται Ἰσραὴλ ὥσπερ ὁ προφήτης ὁ παρεξεστηκὼς, ὁ ὄνθρωπος ὁ πνευματοφόρὂς.

Εθος ἦν τοῖς ἐξ Ἰσραὴλ τοὺς τῶν ἁγίων προφητῶν ἀποσείεσθαι λόγους, καὶ οὐδὲν ἡγεῖσθαι τὰ παρὰ Θεοῦ, καίτοι πολλάκις ὅτι παθεῖν αὐτοῖς συμβήσεται τὰ δεινὰ [*](b) προηγορευκότος. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς προσπεφώνηκέ [*](Ezech. xii. 27,28.) που τῷ προφήτῃ λέγων Ἱεςεκιήλ “Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ “οἶκος Ἰσραὴλ ὁ παραπικραίνων λέγοντες λέγουσιν Ἡ “ὅρασις ἢν οὗτος ὁρᾷ εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς “οὗτος προφητεύει. διὰ τοῦτο εἰπὸν πρὸς αὐτούς τάδε “λέγει Ἀδωναΐ κύριος Οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ “λόγοι μου, οὓς ἃν λαλήσω· ὅτι λαλήσω λόγον καὶ “ποιήσω, λέγει Ἀδωναΐ Κύριος ” τοιοῦτον τί φησι κὰνθάδε· [*](c) ηκασι γάρ φησιν αἱ ἡμέραι τῆς ἐκδικήσεως. ὅμοιον ὡς εἰ λέγοι Ἐγγὺς ἡ δίκη, καὶ ἐπ’ αὐταῖς ἤδη θύραις ὁ ἀγὼν, γείτων ἡ συμφορὰ, καὶ ἐν ὀφθαλμοῖς ὁ πόλεμος. ἐνέστηκεν ἡ τῆς ἀνταποδόσεως ἡμέρα. κακουμένῳ δέ σοι, φησὶν, ὦ Ἰσραὴλ, συγκακωθήσεται πάντως, καὶ ἐν ἴσῳ τρόπῳ μεθέξει τῆς δίκης, πᾶς ὁ ἐν σοὶ ψευδοπροφήτης, ὁ παρεξεστηκὼς ἄνθρωπος, τουτέστιν, ὁ ἔνθους καὶ μαινόμενος, καὶ ἀπολωλεκὼς τὰς φρένας, ὃν σὺ νενόμικας εἰναι πωευματοφόρον. [*](d) ὁμοῦ γὰρ τοῖς ἄλλοις διολώλασι οἵ τε ἱερεῖς τῶν ὑψηλῶν, καὶ οἱ τῶν εἰδώλων θεραπευταὶ, καὶ πάντες ὅσοι ψευδοεπεῖς τε καὶ ψευδομάντεις ἦσαν ἐν τῷ Ἰσραήλ. ἐπειδὴ γὰρ μαίνεσθαι προσεποιοῦντο τὰς μαντείας ποιούμενοι, καὶ φοιβᾶν ὑπεκρίνοντο, ταύτῃτοι καὶ ἄνθρωπον παρεξεστηκότα τὸν τοιοῦτον ὀνομάζει.

[*](2. ὁ prius assumptum ex B.D. (62, 86, 147.) 6. προηγορευκότος] περιηγορευκότος Edd. 7. λέγων λέγων hoc ordine B.D. 9. ὥρα (sic) D. μακροὺς post καιροὺς add. Edd. invitis B.D. 13. τοιοῦτον] τοιοῦτο Edd. 15. εἰ deest in Edd. ante Migne. θήραις Edd. ante Migiie. 19. πᾶς post ὁ transp. Edd. 23. οἱ om. D. 25. ποιούμενοι B.D.b. ποιησόμενοι Edd.)
189

Ὑπὸ τοῦ πλήθους τῶι ἀδικιῶν σου ἐπληθύνθη μανία σου.

Πλῆθος ἀδικίας φησὶν οἱονεὶ τὴν πολύτροπόν τε καὶ [*](e) πολυειδῆ θρησκείαν τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ λόγῳ, πεπλάνηντο, καὶ πάντες ἦσαν εἰδωλολάτραι. πλὴν ἐμερίζοντο τοὺς τῆς πλανήσεως τρόπους, ἄλλοι τε ἄλλοις προσῆγον ῆγον τὰς τελετὰς, καὶ τοῖς προσιοῦσιν ἐποιοῦντο τὰς ψευδομαντείας. οἱ μὲν γὰρ ταῖς δαμάλεσιν ἐλάτρευον· οἱ δὲ τῷ Χαμὼς, εἰδώλῳ Μωάβ· ἕτεροι δὲ τῆ Ἀστάρτῃ. ἦσαν δὲ, οἳ καὶ τῷ Βάαλ καὶ τῆ στρατιᾷ τοῦ οὐρανοῦ. ταύτητοι Θεὸς ἐπῃτιᾶτο λέγων διὰ φωνῆς Ἱερεμίου “ Ὅτι κατὰ [*](a 132 Α.) ἀριθμὸν πόλεων σου ἤσαν θεοί σου Ἰούδα. ἑκάστη γὰρ [*](Hier. ii. 28.) πόλις τῶν παρ’ αὐτοῖς ἴδιον ἔχειν ὡμολόγει θεόν. τοῦτο αὐτὸ πλῆθος ἀδικιας ὀνομάζει δικαίως. ἀδίκημα γὰρ ἀληθῶς καὶ ὕβρις εἰς Θεὸν, τὸ ἀποφοιτᾶν μὲν αὐτοῦ, προσκεῖσθαι δὲ ξύλοις τε καὶ λίθοις, καὶ “τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν,” [*](Ib. i. 16.) καθάπερ γέγραπται. μανίαν δὲ λέγει τὴν μαντείαν. οὐκοῦν ἐπειδήπερ πλῆθος ἀδικίας ηὕρηται ἐν σοί φησι, ταύτῃτοι καὶ παρὰ σοὶ πεπλήθυνται μανία, τουτέστιν ἡ ψευδομαντεία, [*](b) ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ψευδομάντεων ἴδιον ἔχοντος τρόπον, καθ’ ὃν ἐμαντεύετο. ἔκτοπον οὖν ἄρα καὶ παράνομον καὶ βέβηλον ἀληθῶς, καὶ οὐκ ἀνικάνως ἔχον εἴς γε τὸ δύνασθαι λυπεῖν καὶ παροτρύναι δεινῶς τὸν τῶν ὅλων Θεὸν, τὸ ψευδοεπείαις προσκεῖσθαι φιλεῖν τῶν λαλεῖν εἰω- θότων τὰ " ἀπὸ καρδίας αὐτῶν, καθὰ γέγραπται, καὶ οὐκ Ib. xxiii. “ ἀπὸ στόματος κυρίου. παραφυλακτέον δὴ οὖν Χριστιανοῖς τὸ πλημμέλημα. μόνοις γὰρ ἂν πρέποι τὸ τοιάδε νοσεῖν τοῖς τῶν δαιμόνων θεραπευταῖς.

[*](c)[*](1. ’Υπὸ] Ἀπὸ D. (22.al.) 3. γὰρ assumptum ex B.D. 4. πεπλάνηνται D. 5. δὲ pro τε D. 9. τῳ] τῇ D. 15. αὐτῶν] αὐτοῦ Edd. 17. ηὕρηται D. εὕρηται Edd. 27. δαιμόνων] ἁγίων (sic) iid. θεραπευταῖς] + εἴη δ’ ἀν’ οὐκ ἀμφίλογον ὡς οἱ τῆς ἐκείνων μετίσχοντες πλάνης τὴν ἴσην αὐτοῖς ὑπομένουσι (sic) κόλασιν D.)
190
[*](8)

Σκοπὸς Ἐφραἶμ μετὰ Θεοῦ προφήτης, παγὶς σκόλια ἐπὶ πάσας τὰς ὁδοὺς αὐτοῦ.

Σκοποὺς ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ τοὺς τῶν λαῶν προεστηκότας καὶ προβεβλημένους, ὑψοῦ τε ἠρμένους διὰ τιμὴν, οἷς ἂν καὶ ἐνορῴη τις, εἰ δὴ βούλοιτο τὸν εὐθῆ τε καὶ ἀνεπίπληκτον διαζῆσαι βίον. καὶ γοῦν ἔφη που Θεὸς πρὸς [*](Ezech. iii. 17.) τὸν μακάριον προφήτην Ἰεζεκιήλ “ Υἱὲ ἀνθρώπου, σκοπὸν “ δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκούσῃ ἐκ τοῦ στόματός [*](d) “ “μου λόγον, καὶ διαπειλήσῃ αὐτοῖς παρ’ ἐμοῦ.’’ ἔθος γὰρ τοῖς τοιοῖςδε σκοποῖς, οὐχὶ μόνον τοῖς παιδευομένοις πρὸς ὑποτύπωσιν ἀρετῆς ἤτοι πολιτείας συννόμου τὸν ἑαυτῶν προτιθέναι βίον, ἀλλὰ γὰρ καὶ εἰσηγεῖσθαι τὰ χρήσιμα, καὶ τὸ τῷ Θεῷ δοκοῦν διερμηνεύειν ὀρθῶς. ἀλλ’ οἱ μὲν ὑπὸ σκοποὺς ὄντες ἀγαθοὺς, κατ’ εὐθὺ τοῦ πρέποντος ἰόντες, ἐσώζοντο· ζοντο· οἱ δὲ πονηροῖς καὶ φαύλοις ἀνδράσι τῆς ἑαυτῶν διανοίας [*](2 Tim. iii. 13.) προσνέμοντες τὴν ῥοπὴν, “ πλανῶντές τε καὶ πλανώ- [*](e) “μένοι” διετέλουν, καὶ ἁπάσης ἀγαθουργίας καὶ γνώσεως ἀληθοῦς ἐξῳκισμένον ἔχοντες νοῦν. τοῦτο πεπονθότας καταιτιᾶται αιτιᾶται καὶ νῦν τοὺς ἐκ φυλῆς Ἐφραΐμ, ἤτοι τὸν Ἰσραήλ. γέγονε γὰρ αὐτῷ φησὶ σκοπὸς μετὰ θεῶ προφήτης. ὅμοιον ὡς εἰ λέγοι, καθ’ ἕκαστον τῶν ψευδωνύμων θεῶν, καὶ ψευδό [*](Supra 131. e.) μάντις ἰδικός. ὡς γὰρ ἤδη προεῖπον, εἰς πολύτροπον ἐμερίζοντο ζοντο πλάνην. καὶ οἱ μὲν λελατρεύκασι τῷ Βάαλ· οἱ δὲ τῷ [*](133 Α. a) Χαμὼς, ἤγουν τῷ Βεελφεγώρ· καὶ ἐν ἑκάστῳ τεμένει πεπλαστούργητό πλαστούργητό τι, καὶ χειρόκμητον ἦν ἄγαλμά τε καὶ βρέτας, καὶ ὁ προσεδρεύων ἑκάστῳ ψευδοπροφήτης ἰδικός. καὶ διάφορος φόρος παρ’ αὐτοῖς ὁ τῆς μαντείας ἦν τρόπος. ἠρεύγοντο δὲ τοῖς προσερχομένοις τὸ δοκοῦν ἁπλῶς ὡς χρήσιμόν τε καὶ [*](1. Σκοπὸς] ὣ σκοπὸς (legas ὡς σκοπὸς) D. 4. Haec καὶ προβεβλημένους accesserunt ex D. 5. εὐθῆ τε D. ὀρθὸν Edd. 8. τοῦ assumptum ex D. (23. al.) 10. τοῖς τοιοῖσδε] του ’δε Edd. 11. συννόμου] σὺν νόμοις iid. 12. καὶ prius om. D. 13. τὸ om. D. 18. ἔχοντες] + τὸν iid. οὕτω pro τοῦτο iid. 19. ἐκ] + τῆς iid. 23. τῷ prius] τῇ D. 25, Hoc ἦν assumptum ex D.)

191
ἀναγκαῖον. οὐκοῦν ἐπειδήπερ γέγονε σκοπὸς τοῖς ἐξ Ἐφραΐμ μεθ’ ἑκάστου τῶν ψευδωνύμων θεῶν καὶ προφήτης ἰδικὸς, λοιπὸν λοιπὸν πρὸς πᾶν ὁτιοῦν τῶν αἰσχίστων ἀσχέτως ἀπονενεύκασι. τοῦτο γέγονεν αὐτῷ καὶ καὶ σκολιοί. [*](b) γὰρ ἦν κατευθύνεσθαι καὶ ὀρθῶς βαδίζειν δύνασθαί ποτε τοὺς εἰς τοσαύτην πολυθείαν ὠλισθηκότας, ὡς σὺν ἑκάστῳ θεῷ καὶ προφήτην ἔχειν ἰδικόν· καὶ προσέτι, ποιεῖσθαι σκοπὸν, τὸν τῆς εἰς Θεὸν εὐσεβείας ἀποκομίζοντα, καὶ τοῖς τῆς ἀπωλείας ἐνιέντα βόθροις.

Προσεκτέον δὴ οὖν τοῖς ἐθέλουσι βιοῦν ἐννόμως, οὐχὶ τοῖς διδάσκουσιν ἁπλῶς, οὐδὲ τοῖς λαλοῦσι τὰ ἀπὸ καρδίας [*](Hier. xxiii. 16.) αὐτῶν, ἀλλ’ οἷς ἃν ἡ θεία καὶ ἄνωθεν ἐπιμαρτυρήσῃ χάρις τῆς εἰς Θεὸν ἀγάπης τὸ γνήσιον. τοιγάρτοι καὶ ὁ Xριστός “ Προσέχετε, φησὶν, ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται [*](S.Matth. vii. 15.) “χονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι [*](c) “ “λύκοι ἅρπαγες.’’ θηρῶν γὰρ ἀγρίων ὀλίγα διενεγκεῖν φαμὲν ἀληθεύοντες, τοὺς τῶν ἀνοσίων αἱρέσεων εὑρετὰς καὶ προεστηκότας, “ Τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ [*](Es. ix. 12.) “ στόματι.’’ δαπανῶσι γὰρ ὥσπερ τὰς τῶν ἁπλουστέρων ψυχὰς, τοῖς τῆς ἀπάτης ὀδοῦσι συντρίβοντες. εἰρήσθω δὴ οὖν καὶ πρὸς ἡμῶν “ Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν [*](Ps. lvii. 7—9.) “ “ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν “ “ὁ κύριος. ἐξουδενωθήσονται ὡς ὕδωρ διαπορευόμενον, ἐν- [*](d) “ “τενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν. ὡς ὁ κηρὸς “ ὁ τακεὶς ἀνταναιρεθήσονται.”

Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν. ἐφθάρησαν κατὰ τὰς ἡμέρας [*](9) τοῦ βουνοῦ· μνησθήσεεται ἀδικίας αὐτοῦ, ἐκδικήσει ἁμαρτίας αὐτοῦ.

Μανιαν κἀνθάδε συνήθως φησὶ τὴν ψευδομαντείαν. κυροῦ [*](17. αἱρέσεων om. D. 23. ὁ om, D. 24. ἀσθενήσουσιν] ἀσθενήσωσιν Edd. Statim haec ὡς ὁ κηρὸς ὁ τακεὶς ἀνταναιρεθήσονται accesserunt ex D. 26. κατέπηξαν] κατέπηξεν Aubertus. τὰς deest in Edd. 27. αὐτοῦ. . . . αὐτοῦ B.D. (Alex.) sed cf. infra 134 a. αὐτῶν . . . . αὐτῶν Εdd. (Vat.) 29. ψευδομαντίαν Β. Statim Θεοῦ pro Τυρίου b.)

192
δὲ οἶκον ὀνομάζει τὸν Ἰσραήλ. καὶ γοῦν εἴρηταί που διὰ [*](e) φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὡς ἐκ [*](Hier. iii. 4.) προσώπου Θεοῦ " ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα “ καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” ;” καταπλήττεται δὴ οὖν τῆς ἀποπληξίας τὸ μέγεθος, καὶ τῶν ἀτόπων ἐγχειρημάτων τὴν ὑπερβολήν. ἐληλάκασι γὰρ πρὸς τοῦτο λοιπὸν ἀνοσιότητός φησιν, ὡς μανίαν ἐν οἴκῳ κυρίου καταπῆξαι, τουτέστι, ψευδομαντείαν, καὶ τὰ τοῖς θείοις νόμοις ἀπηγορευμένα πλημμελεῖν. εὖ δὲ δὴ καὶ τὸ κατέπηξάν φησιν· οὐ γὰρ πέπαυται [*](134 Α. a) τολμηθὲν εἰσάπαξ, ἀλλ’ οἱονεὶ πέπηγε καὶ ἐνεβοθρεύθη λοιπὸν τῆς δυσσεβείας τὸ χρῆμα. οὐ γὰρ κατεληξε ψευδομάντεις μάντεις ἔχων καὶ ψευδοπροφήτας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ τὰ τοιάδε τετολμήκασιν, εἰκότως ὧν ἔδρασαν ἐξαιτούμενοι δίκας, εφθαρησαν κατα τας ημερας του βουνοῦ. μεμνησεται γὰρ ἀδολὀας αὐτῶν, καὶ ἐκδικήσει πάσας τὰς ἁμαρτίας αὐτῶν. καὶ τί δὴ τοῦτό ἐστι τὸ ἀφαίρησόν κατὰ τὰς ἡμέροις τοῦ βουνοῦ, φέρε, διὰ βραχέων ὑπομνήσωμεν. γέγραπταί τι τοιοῦτον ἐν τῆ βίβλῳ τῶν κριτῶν· ἐπιδρομάδην δὲ ἅπασαν, [*](b) ὡς ἔνι, ποιήσομαι τὴν ἀφήγησιν, καὶ μακροτέραν οὖσαν [*](Jud. xvii. 6—12.) συστελῶ. “ Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐκ ἦν βασι- “ λεὺς ἐν Ἰσραήλ, ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. “ “καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ, δήμου Ἰούδα, καὶ αὐτὸς “ Λευΐτης, καὶ οὗτος παρῴκει ἐκεῖ. καὶ ἐπορεύθη ὁ ἀνὴρ “ Βηθλεὲμ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἂν εὕρῃ “ “τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραΐμ, καὶ ἕως οἴκου Μιχαία, “ “τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Μιχαίας Πόθεν [*](C) " ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν Λευΐτης Ἐγώ εἰμι ἀπὸ Βηθλεὲμ " Ἰούδα, καὶ ἐγὼ πορεύομαι κατοικῆσαι ἐν ᾧ ἃν εὕ ῥὼ τόπῳ. “ καὶ εἶπεν αὐτῷ Μιχαίας Κάθου μετ’ ἐμοῦ, καὶ γίνου μοι " “εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίους " εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. [*](3. τοῦ post προσώπου add. Edd. 5. ἐκτόπων D. 14—17 — τοῦ βουνοῦ ’φερε om. D. 18. ἐπιδρομάδην] ἐπιτομάδην Edd. 25. Μιχαία] Μιχαίου iid. 26–29 αὐτῷ — εἶπεν om. D. 30. ἀργυρίους habet Β. (15, 18, 64.) Ambiguus D.)
193
“ καὶ ἐπορεύθη ὁ Λευΐτης, καὶ ἤρξατο παροικεῖν παρὰ τῷ " “ἀνδρί. καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν " αὐτοῦ. καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λςυΐτου, " καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα, καὶ ἐγένετο ἐν οἴκῳ Μιχαίου. εἰδωλολάτρης μὲν οὖν ὁ Μιχαίας, κατεμισθοῦτο γεμὴν τὸν [*](d) ἐξ αἵματος τοῦ Λευΐ, καὶ θεραπευτὴν ἐποίει γλυπτοῦ, καὶ ταῖς τῶν εἰδώλων ἀνετίθει χρείαις. καὶ τί μετὰ τοῦτο γενέσθαι συμβέβηκεν ; ἔφη πάλιν ὡδὶ τὸ γράμμα τὸ ἱερόν “ “καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ [*](Jud. xviii. 1.) “ “κληρονομίαν τοῦ κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως “ τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία.” εἶτα πέντε τινὰς ἐπιλεξάμενοι, προβαδίζειν ἑαυτῶν ἀναπείθουσι, [*](Ιb. 2.sqq.) θουσι, καὶ κατερευνῆσαι τὴν γῆν ἢν ἂν δύνοιντο λαβεῖν καὶ οἰκεῖον ποιεῖσθαι κλῆρον. οἱ δὲ ἀφίκοντό φησιν " “ἕως ὄρους [*](e Ib. 2.) “ Ἐφραΐμ, ἕως οἴκου Μιχαίου, καὶ ηὐλίσθησαν ἐκεῖ.’’ αὐτῶν ὄντων ἐν τῷ οἴκῳ Μιχαία, καὶ τὸν Λευΐτην ἐπιγινώσκουσιν, ὡς ὁμογενῆ, διά τοι τὸ γλώττῃ χρῆσθαι τῆ κατ’ αὐτούς. Ἑβραίοις γὰρ οὖσιν ὡς Ἑβραῖος ἐλάλει. ἐρόμενοι δὲ τὴν αἰτίαν, καὶ ἀναμαθόντες, ὅπως ἐκ φυλῆς ὄντα Λευΐ κατεμισθοῦτο μὲν ὁ Μιχαίας, ἱερουργὸν δὲ τῶν ἑαυτοῦ κεχειροτόνηκε σεβασμάτων, συναλγῆσαι δέον, ὡς αἰχμαλώτῳ καὶ ἠπατημένῳ μένῳ καὶ ἀλητεύοντι, συγκατώλισθον εὐθὺς εἰς τοὺς τῆς [*](a 135 Α.) ἀπάτης βρόχους, καὶ ἀγορεύειν αὐτὸν ἠξίουν, ἐπερωτῶντα τὸ [*](Ib. 5.) εἴδωλον εἰ κατὰ γνώμην αὐτοῖς ἐκβήσεται τὸ ἐγχείρημα, τὸ κατακρατῆσαί φημι τῆς χώρας, ἣν ἀφίκοντο καταθρήσοντες. ὁ δὲ τὸ δοκοῦν λελάληκεν ὡς παρὰ Θεοῦ. κατασκεψάμενοι [*](Ib. 6.) δὲ τὴν γῆν οἱ ἀπεσταλμένοι, τοῖς πεπομφόσιν ἀπήγελλον, ὡς ἀγαθὴ καὶ πίων, καὶ οὐ σὺν ἱδρῶτι ληπτή. ἐπειδὴ δὲ τῶν τοιούτων ἐπύθοντο λόγων οἱ ἀπὸ φυλῆς τῆς Δὰν, [*](Ib. 11.sqq.) [*](6. γλυπτῶν Niceph. Cat. in Jud. 1. c. 7. ἀνετίθει B.D. ἀνετίθη Cat. ἀντεέθει Edd. 9. ἐαντῇ] οὐτῇ Edd. 13. δύνοιντο B.D. δύναιντο Edd χ 15. Haec αὐτῶν ὄντων ἐν τῷ οἴκῳ μιχαία [μί Cod.] accesserunt ex D. 17. αὖ. τῆς pro αὐτούς Edd. 23. αὐτὸν] αὐτοῖς D. 25. κατακρατῆσαι] Sic correxi ex D. κατακρατῆσα (sic) D. κρατῆσαι Edd. ἢν] εἰς ἢν Cat. 29, τῆς] τοῦ iid.)
194
ἑξακόσιοι τὸν ἀριθμὸν, ἐν ὅπλοις ὄντες ἀνέβαινον. ἀφίκοντο [*](Jud. xviii. 14. b) δὲ καὶ αὐτοὶ μέχρις οἴκου Μιχαία. “ Καὶ ἀπεκρίθησαν, φησὶν, “ οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν “ Λαϊσὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Ἔγνωτε ὅτι “ “ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ Ἐφοὺδ καὶ Θεραφεὶμ καὶ γλυπτὸν “ καὶ χωνευτόν ; καὶ νῦν γνῶτε τί ποιήσετε.’’ τὸ μὲν οὖν Εφοὺδ ἑρμηνεύεται λύτρωτις, Θεραφεὶμ δὲ πάλιν πάλιν ἣ ἰώμενος αὐτούς. αὐτούς. εἴδωλον γὰρ ἦν ὑπόληψιν ἔχον ἐφ’ ἑαυτῷ ψευδῆ, τοῦ θεραπεύειν δύνασθαί τινας. περιπλάττουσι γὰρ Ἑλ [*](c) ληνῶν παῖδες ἔσθ’ ὅτε ταῖς τοιαύταις δόξαις τὰ χειροποίητα. [*](Ib. 18.sqq.) τοῦτο μεμαθηκότες οἱ ἀπὸ Δὰν, ἀναλαμβάνουσι τὸ γλυπτὸν, ἀναπείθουσι δὲ καὶ τὸν ἐξ αἵματος τοῦ Λευΐ κατακολουθῆσαί σφισιν, ἀποφοιτῶντα Μιχαίου. παραταξάμενοι δὲ καὶ νενι- κηκότες, καὶ ὑπὸ χεῖρα λαβόντες τὴν γῆν, ἀνεδείμαντο πόλιν, ἢν ἐπωνόμασαν Δὰν, τὸ τοῦ προπάτορος ὄνομα καταγρά. Φοντες αὐτῇ. φυλῆς γὰρ ἦσαν καὶ αἵματος τῆς ἀπὸ Δὰν, ὡς ἔφην. ἱδρυσάμενοι δὲ καὶ τὸ εἴδωλον ἐν αὐτῇ, θυσίας προσῆγον, καὶ ὁμοῦ τῆ γῇ καὶ θεὸν ἐκτήσαντο. πρὸς τοῦτο [*](d) αὐτοῖς ἀβουλίας κατεκομίσθη τὸ φρόνημα.

Ταύτῃτοι Θεὸς ἠγανάκτει λοιπὸν, καὶ μάλα εἰκότως, ὡς ὑβρισμένος. εἶτα δέον πάντας τοὺς ἐξ Ἰσραὴλ ἐχθροὺς ἡγεῖσθαι καὶ πολεμιωτάτους τοὺς ἀπὸ Δὰν, καὶ τῆς εἰς Θεὸν δυσσεβείας ἐξαιτῆσαι λόγους, τάχα που καὶ συνηνέχθησαν, θησαν, καὶ ἐπαινεῖν ἠξίουν, ὡς κατ’ οὐδὲν ὅλως ἡμαρτηκότας. κότας. καὶ ποῖα γέγονεν αὐτοῖς τῆς εἰς τοῦτο ῥᾳθυμίας τὰ 2 [*](Ib. xix. 1sqq.) ὀψώνια, φέρε λέγωμεν ἐφεξῆς. ἀβασιλεύτου μεμενηκότος [*](e) τοῦ Ἰσραὴλ, ἀνήρ τις Λευΐτης, παροικῶν ἐν μηροῖς ὄρους ΕΦραΐμ, σύνοικον ἐποιήσατό τινα τῶν ἐκ Βηθλέεμ. ἐπειδὴ δὲ τὸ γύναιον ἀπέδρα πρὸς τὸν πατέρα, εἵπετο μὲν ὁ Λευΐτης· [*](2. Μιχαία D. μιχαίου Edd. 4. εἶπαν D. εἶπον Edd. 5. ἐφοὺδ B.D. (Alex.) ἐφὼδ Edd. (Vat.) Sic quoque et paullo infra Edd. Θεραφεὶμ D. Θεραφὶυ Edd. [Θεραφὶν Vat. Θεραφειν Alex. X. XI.] 7. Θεραφεὶμ D, Θεραφεὶν Cat. Nic. Θεραφὶμ Edd. 8. ἐφ’ ἑαυτοῦ D. 15. ὄνομα accessit ex B.D. Cat. Statim γράφοντες pro καταγράφ. Edd. repugnantibus iisdem. 18. προσήγαγον Cat. 2 1 . δέ pro δέον D. 29. τὸ assumptum ex B.D.)

195
ἀναπείθει δὲ αὖθις ὑπονοστῆσαι σὺν αὐτῷ, καὶ οἴκοι γενέσθαι λοιπόν. οὗ δὴ γεγονότος, κατὰ μέσην ἰὼν τὴν ὁδὸν, ὁμοῦ τῷ γυναίῳ κατέλυσεν ἐν Γαβαὰ, ἣ διερμηνεύεται βουνός. ᾤκουν δὲ τὴν Γαβαὰ, ἤτοι τὸν βουνὸν οἱ ἐκ φυλῆς Βενιαμίν. ἐπειδὴ δὲ παρά τινι κατηυλίζετο πρεσβύτη, κατὰ μέσην [*](a 136 Α.) ἐλθόντες τὴν νύκτα τῶν ἐκ φυλῆς Βενιαμὶν ἄνδρες παρά- νομοι, καθὰ γέγραπται, καταβιάζεσθαι πρὸς ἀσέλγειαν τόν [*](Jud. xix. 22.) τε Λευΐτην, καὶ αὐτὸν, καὶ ἑτέρους ἤθελον. δυσωπηθέντες δὲ μόλις τῆς ἀτοπίας τὴν ὑπερβολὴν, τὴν τοῦ Λευΐτου συλλαμβάνουσι παλλακίδα, καὶ δὴ καὶ ἀπεκτόνασι, δι’ ὅλης νυκτὸς εἰς τὸ γύναιον ἀσελγαίνοντες. ὁ δὲ διελὼν εἰς μέλη τὸ σῶμα διένειμε τοῖς ἐκ φυλῆς Ἰσραὴλ, καταφανῆ καθιστὰς τῶν ἐκ φυλῆς Βενιαμὶν τήν τε εἰς τοὺς ξένους ἁμαρτίαν, καὶ [*](b) τὸ ἀχάλινον εἰς ἀσέλγειαν· καὶ ὅτι τὰ Σοδομιτῶν μεμίμηνται πλημμελήματα. ἐντεῦθεν ἀγανακτήσας συναγήγερται πᾶς [*](Ib. xx. 11sqq.) Ἰσραὴλ, καὶ κατεστρατεύοντο τῆς φυλῆς Βενιαμὶν ἐν Γαβαὰ, τουτέστιν, ἐν τῶ βουνῷ· οὕτω τε αὐτὴν ἀνῃρήκασι, καίτοι πολυανδροῦσαν λίαν, ὡς ὀλίγους κομιδῆ περισωθέντας, μόλις ἀναφυγεῖν εἰς τὴν ἔρημον. διολώλασι δὲ καὶ ἐκ παντὸς Ἰσραὴλ τῶν μαχίμων οὐκ εὐαρίθμητοι. ἀλλ’ οὐκ ἂν ἠφίει Θεὸς ἀλλήλοις συμπλέκεσθαι τοὺς ἐξ Ἰσραὴλ, εἰ μὴ τὸ ἐξ [*](c) οἴκου Μιχαία γλυπτὸν οἱ μὲν ἀπὸ Δὰν τετιμήκασι, κατηρέμησαν μησαν δὲ παραλόγως οἱ ἐκ τῶν ἑτέρων φυλῶν. τοιοῦτόν τι γέγονε καὶ ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς λελυπημένου Θεοῦ. συνεπλάκησαν γὰρ ἀλλήλαις αἵ τε τοῦ Ἰούδα φυλαὶ δύο, καὶ αἱ δέκα τοῦ Ἐφραΐμ· καὶ ὡς ἐν ταῖς ἡμέραις τοῦ μυρίοι μὲν ὅσοι πεπτώκασι, συνωλοθρεύοντο δὲ τοῖς νικῶσιν οἱ ἡττημένοι, θείας εἰς τοῦτο καλούσης ὀργῆς. πέπρακται δὲ ταῦτα Ἀμεσίου μὲν βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, τοῦ [*](d) γεμὴν Ἰωὰς ἐπὶ τὸν Ἰσραὴλ, ὃς εἷλεν οὕτω τὰ Ἱεροσόδὴ [*](2. om. D. 3. ἣ] ἡ Aub. 4. γοβὰν D. 5. τινι] τινα Aubertus. κατηυλίζετο τινὶ (omittens παρά) D. 6. ἐλθόντες τὴν νύκτα hoc ordine B.D. 10. τῆς post ὅλης add. Edd. 12. υίοῖς pro ἐκ φυλῆς D. 13. τοὺς om. Cat. 14. μεμίμηνται Β. Cat. μεμίμηντο per rasuram ut vid. D. 22. Μιχαία D. Μιχαίου Edd. 29. Ἀμεσίου] Ἀμασίου iid.)
196
[*](4 Reg xiv. 13.) λύμα, ὡς καὶ καθελεῖν τοῦ τείχους μέρος εἰς πήχεις τετρακοσιας.

[*](10)

Ὡς σταφυλὴν έν ἐρήμῳ εὖροω τοι Ἰσραὴλ, καὶ ὡς σῦκον ἐν συκῇ πρώιμον εἶδον πατέρας αὐτῶν· αὐτοὶ εἰσῃλθον πρὸς τὸν Βεελφεὼρ, καὶ ἀπηλλοτπιώθησαν εἰς αἰσχύνην, κὼ ἐγένοντο οἱ ἠγαπημένοι ὡς ὣ ἐβδελυγμένοι.

Οτι μὴ μάτην αὐτοῖς τὸ καταφθαρῆναι συμβέβηκεν, ἀλλ’ [*](c) ἐν δίκῃ, λοιπὸν πειρᾶται διδάσκειν. ἐγὼ μὲν γὰρ, φησὶν, ἐπελεξάμην αὐτοὺς, ὡς ἐν ερημῳ σταφυλὴν εὑρὼν, καὶ ὡς σῦκον πέπειρον ἀπὸ συκῆς ἁρπάσας· ἐξήγαγον γὰρ τῆς Αἰγυπτίων χώρας, εἰδωλολατρούσης ὅλης καὶ πεπλανημένης, καὶ πολλὴν νοσούσης τὴν ἐρημίαν παντὸς ἀγαθοῦ. τί οὖν οἱ ἀπόλεκτοι, οἱ διὰ τῆς ἐμῆς ἡρπαγμένοι χειρός; προσκέκλινται τῷ Βεελφεγὼρ, ἐξῆλθον οἰκειότητος τῆς πρός με εἰς αἰσχύωην. τοῦτό [*](137 Α. a) ἐστι τὸ ἀπηλλοτριώθημεν εἰς αἰσχύνην. αἰσχύνην δὲ ὀνομάζει τὸν εελφεγώρ. ἦν γὰρ ἐν ἀκαλλεστάτῳ σχήματι τῶν ἄλλων μάλιστα, καὶ ἄσεμνον ἰδεῖν.

Οὐκοῦν, ἀγαπῶντες μὲν τὸ εἶναι μετὰ Θεοῦ, καὶ τιμῶντες ὡς καλέσαντα καὶ ἐπιλεξάμενον, καὶ ὥσπερ ἐξ ἐρήμου καὶ ἀκανθοτόκου γῆς ἁρπάσαντα τῆς ἐν τῶδε τῶ κόσμω κατα- στάσεως, ὡς σταφυλην τε καὶ σῦκον ἠγαπηκότα πρώιμον, διασώσομεν ἀρραγῆ τὴν πρὸς αὐτὸν ἕνωσιν, δῆλον δὲ ὅτι [*](b) τὴν πνευματικήν. εἰ δὲ δὴ γένοιτό τις ἀπόνευσις εἰς τὸ ἀκαλλὲς, καὶ εἰς τὸ λυποῦν αὐτὸν, οὐδὲν ἔτι διοίσομεν τῶν ἐθνῶν. ἐσόμεθα γὰρ οἱ ἠγόιπημένοι ὡς οἱ ἐβδελυγμένοι οἳ [*](Ezecli. xxxiii. 12.) καὶ εὐλόγως μεμίσηνται. “ Δικαιοσύνη γὰρ, φησὶ, δικαίου “ οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἁμάρτῃ.’’ καὶ [*](1 Cor. x. 12.) σφόδρα σοφῶς ὁ μακάριος γράφει Παῦλος “ Ὥστε ὁ “ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.’’

[*](3. σῦκον F. (68 al.) Edd. et infra. σκοπὸν B.D. (A.V. XII a anu prima). 14. εἰς αἰσχύμην] δι αἰσχύνην D. 16. τὸν] τοῦ Edd. 17. ἀσέμνων D. 21,22. ὡς σταφ. — ἕνωσιν om. D. 22. διασώσωμεν Edd. 27. ἁμάρτη̣] + ἀποθανεῖται iid.)
197