In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Kατεπόθη ’Ισραὴλ, νῦν ἐγένετο ἐν τοῖς ἔθωεσιν ὡς ἅχρηστον, [*](8) ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀvέΘαλε καθ' [*](9) Ἐφραΐμ, δῶρα ἠγάπησε, διὰ τοῦτο παραδοθήσονται τοῖς [*](10) εθωεσι.

Καταπεπόσθαι φησὶ τὸν ‘Ισραηλ, ὡς οἰκτρὰν ὑπομείναντα [*](a 121 Α.) ναυαγίαν, καὶ τοῖς τῶν ἰδίων ἁμαρτιῶν ἐναποπνιγέντα κύμασι, καὶ ὥσπερ τινὶ πέτρᾳ τοῖς ἐκ θείας ὀργῆς κινήμασι περιτεθραυσμένον. ἤγουν καὶ καθ’ ἕτερον τρόπον, καταπεποσθαι φησὶν αὐτὸν, ὡς ὑπὸ δεινοῦ καὶ ἀπλήστου δράκοντος, τοῦ Ναβουχοδονόσορ· ἔφη γὰρ ὧδε καὶ ἕτερος ἡμῖν τῶν ἁγίων προφητῶν, τὸ τοῦ Ἰσραὴλ πρόσωπον ἑαυτῷ περιτιθεὶς, δορικτήτου τε ὄντος ἤδη καὶ τοῖς ἑλοῦσι δουλεύοντος, 5 “ κατέφαγέ με, ἐμερίσατό με, κατέλαβέ με σκότος [*](Hier. xxviii. 34.) “ λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέ με [*](b) “ δράκων, ἔπλησε τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου.” Ἀληθὲς δὲ καὶ ἑτέρως, ὡς καταρροφεῖ τρόπον τινὰ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἐκπίπτοντας, καὶ ἰδίαν ποιεῖται τροφὴν ὁ πολυκέφαλος δράκων, ὃν καὶ ἡ τοῦ ψάλλοντος φωνὴ βρῶμα δεδόσθαι φησὶ λαοῖς τοῖς Αἰθίοψι. “ Σὺ γάρ φησι, συν- [*](Ps. lxxiii. 14.) “ ἔθλασας τὴν κεφαλὴν τοῦ δράκοντος· ἔδωκας αὐτὸν “ βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. οἱ γὰρ μελάντατον ἔχοντες ἐν γε δή σφισιν αὐτοῖς καὶ ἀφεγγῆ τὸν νοῦν, Αἰθίοπες [*](c) [*](1, 2. τόμος πέμπτος B.D. 5. ἠγάπησε B.D.F. (Alex.) ἠγάπησαν Edd. (Vat.) ἐν post παραδ. add. Edd. invitis B.D.F. (23, 49, 233.) 12. ἔφησε D. 17. τρυφῆς D. τροφῆς Β. Edd. (62.) 19. τρυφὴν D. 21. δεδόσθαι D. δίδοσθαι Edd. 23. τὰς κεφαλὰς D.)

174
εἰκότως καὶ νοοῖντ’ ἂν καὶ λέγοιντο πρός τε ἡμῶν αὐτῶν, καὶ παρὰ Θεοῦ. οὗτοι τρέφουσι τὸν πολυκέφαλον δράκοντα, καὶ αὐτοὶ δὲ αὐτὸν σιτοῦνται πάλιν.

Καταπεποται τοίνυν ὁ Ἰσραηλ, καὶ γέγονεν ἐν τοῖς ὡς σκεῦος ἄχρηστον. ἀπενηνεγμένος γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἠχρειώθη παντελῶς, τὰ ἐκείνοις δοκοῦντα φρονεῖν τάχα που βεβιασμένος. ἤγουν, ὅτι γέγονε σκεῦος ἄχρηστον, ταύτῃτοι καὶ κατεόθη, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, μετεφοίτησεν εἰς τὰ ἔθνη. τοιοῦτο τί φησιν ὁ πάντων Δεσπότης [*](d) καὶ διὰ φωνῆς Ἱερεμίουπερί τινος τῶν ἐν Σαμαρείᾳ βεβασιλευκότων [*](Hier. xxii. 28—30.) ἐπὶ τὸν Ἰσραήλ “ Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος “ οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς “ γῆν ἢν οὐκ ἤδει. γῆ γῆ, ἄκουε λόγον κυρίου, γράψον τὸν “ ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον.’’ ἠχρειώθη τοίνυν ὁ Ισραήλ. ποία γὰρ χρεία ψυχῆς τῷ Θεῷ πλανωμένης, καὶ φιλαμαρτήμονος καὶ ἀποτρεχούσης εὐκόλως εἰς πᾶν [*](e) ὁτιοῦν τῶν ἐκτόπων καὶ εἰς, τὸ πάντων ἐπέκεινα τῶν κακῶν, τῆς ὑπὸ Θεῷ δουλείας τὴν ἀποστροφὴν ; τίς οὖν ἡ αἰτία τοῦ τὰ τοιάδε πάσχειν τὸν Ἰσραήλ ; ὅτι ιιὐτοὶ ἀωεβησαν εἰς Ἀσσυρίους. μονονουχὶ γάρ φησιν, αὐτόμολοι δεδραμήκασι πρὸς ἐχθρούς. πῶς ἢ τίνα τρόπον ; δεδιότες γὰρ τὴν ἐκείνων ἔφοδον, οὐ τὴν Θεοῦ μᾶλλον ἐπικουρίαν ἐζήτουν μεταγινώσκοντες, δώροις δὲ μᾶλλον μεταπεπείκασι κατηρεμῆσαι βραχύ. εἶτα τὴν τοιάνδε σκέψιν, ὡς εἰκαίαν αὐτοῖς ἐσομένην καὶ ἄχρηστον, διαγελᾷ τρόπον τινὰ, λέγων περὶ [*](122 A. a) τῶν ἐκ φυλῆς Ἐφραΐμ βεβασιλευκότων, οἳ καὶ πεπόμφασι τοῖς Ἀσσυρίων τυράννοις, τυράννοις, ἀνεθαλε ἑαυτὸν Ἐφραΐμ.

ὅμοιον ὡς εἰ λέγοι· μέλλων ἐκκόπτεσθαι καθάπερ τι στέλεχος ὁ ἐκ φυλῆς ’Εφραΐμ βεβασιλευκὼς, καὶ οἷον ὑπὸ [*](6. ἐκείνῳ D. 9. τοιοῦτον D. 15. ἠτιμώθη post Ἱσραήλ edd. Edd. καὶ ἠτιμώθη e suo edidit Migne.) 18. Θέῳ] Θεοῦ iid. τί pro τίς iid. 20. Haec εἰς Ἀσσυρίους accesserunt ex B.D. Stalim μόνον γὰρ οὐχὶ pro μονονουχὶ γόρ D. 29. “ομοιον] + δὲ D.)

175
πυρὸς τῆς θείας ὀργῆς καταμαραίνεσθαι, ἀωέθαλε καθ’ ἑαυτὰν, τουτέστιν, ἐμοῦ δίχα, καὶ σύμπνοιαν τὴν ἐμὴν οὐκ ἔχων, ᾠήθη φησὶν, ὅτι ζήσεται καὶ δώσει ῥίζαν εἰς βάθος, καὶ τῶν ἰδίων οὐκ ἀπολισθήσεται θρόνων. ἐξεπρίατο γὰρ [*](b) πρόσ’ καιρόν τε καὶ ὀλίγην ἀνάβλησιν τοῦ κακοῦ, δῶρα ἀγαπησας· οὐ δέχεσθαι μᾶλλον, ἀλλὰ διδόναι. καὶ τί τὸ ἐντεῦθεν ὄφελος μὲν οὐδὲν, παραδοθήσονται δὲ τοῖς ἔθνεσι, καὶ δι’ αὐτῶν μάθοι τῶν συμβησομένων, ὡς οὐκ ἄν τις ἀναθάλοι καθ’ ἑαυτόν· οὐδ’ ἂν ὀνήσειε τοὺς Θεῷ προσκρούοντας τὸ δῶρα διδόναι τοῖς ἐχθροῖς. ὑποκείσονται γὰρ, καὶ οὐκ εἰς μακρὰν, τῇ δίκῃ.

Νῦν εἰσδέξομαι αὐτοὺς, καὶ κοπάοουσι μικρὸν του χρίειν κὼ ἄρχοντας.

[*](c)

Απάσης, ὡς ἔπος εἰπεῖν, τῆς τοῦ Ἰσραὴλ φαυλότητος παραίτιοι γεγόνασιν οἱ ἐκ φυλῆς τοῦ Ἐφραΐμ ἐπ’ αὐτοὺς βεβασιλευκότες. πρῶτος μὲν γὰρ ὁ ἐπάρατος Ἱεροβοὰμ τῆς ἀποστασίας γέγονεν εὑρετὴς, δαμάλεις αὐτοῖς ἀναστήσας χρυσᾶς, καὶ τῶν καλουμένων ὑψηλῶν, τουτέστι, τῶν ἐν ὄρεσι καὶ βουνοῖς τεμενῶν, καθιστὰς ἱερεῖς, τοὺς οὐκ ἐκ φυλῆς Λευΐ, ἀλλ’ ὅσοι μᾶλλον “ ἐπλήρουν τὴν χεῖρα αὐτων, [*](3 Reg xiii. 33.) κάτα τὸ γεγραμμένον. εἶτα μετ’ ἐκεῖνον, τῶν Ἀσσυρίων προσδοκωμένων, ἐν καιρῷ τῆς βασιλείας Μαναειμ, [*](d 4 Reg. xv. 19.) πεπόμφασι χρήματα, πείθοντες ἀποσχέσθαι τῆς γῆς. Ταύτῃτοι δικαίως ἡ θεία γέγονεν ἀπειλὴ κατὰ τῆς βασιλίας τῆς ἐκ φυλῆς Ἐφραΐμ γεγενημένης ἐπὶ τὸν Ἰσραήλ. Νῦν γὰρ αὐτοὺς εἰσδεξομαι φησιν, οὐχ ὡς τρόπον ἔχοντας ἀγαθὸν, οὐδὲ ὡς ἄριστα βιοῦν ἑλομένους, οὔτε μὴν τῆς κατὰ τὸν νόμον πολιτείας ἐφιεμένους, ἀλλ’ ὡς παιδευτὴς, καὶ δίκας αἰτῶν, καὶ ὑπὸ κρίσιν ἤδη καλῶν. παρῆκα μὲν γὰρ ἐξ ἡμερότητος εἰς ὑπέρθεσιν τὰ ἐκ θείας ὀργῆς, κατὰ τὸν ἤδη e [*](8. μάθοι Β. μαθήσονται D. μαθήσουσι Edd. 18. τῶν alt. om. D. 20. αὐτῶν] An err. pro αὐτοῦ? 22. Μαωαεΐμ D. Μαναΐμ Edd. 27. τῆς assumptum ex B.D.)

176
παρωχηκότα καιρὸν, ἀλλὰ νῦν αὐτοὺς εἰςδέξουαί φησιν, ἵνα τῇ τῶν δεινῶν πείρᾳ μανθάνωσι μόλις, ὅτι καὶ ὑπὸ Δεσπότην εἰσὶ, καὶ τῆς ἐμῆς οὐκ ἔξω χειρός. ὅτι δὲ οὐκ εἰς ἀνάβλησιν τὰ ἐξ ὀργῆς ἔτι, πεπληροφόρηκε λέγων τὸ νῦν. εἰσδεχθεντες δὴ οὖν ἵνα παιδεύωνται, πεπαύσονται λοιπὸν τού χρίειν βασιλέι καὶ ἄρχοντας. δουλεύοντες γὰρ Ἀσσυρίοις καὶ Μήδοις, ποίαν ἂν ἔσχον σχολὴν τὰ τῆς ἀποστασίας [*](123 A. a) ἔργα πληροῦν ; οἵγε καὶ κατοιμώζοντες διετέλουν, καὶ τὴν ἀδόκητον κατεθρήνουν συμφοράν. ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀνεῖναι Κῦρον τὸν Καμβύσου τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οὐκέτι κεχρίκασιν ἐν Σαμαρείᾳ τοὺς ἐκ φυλῆς Ἐφραΐυ, ἁλλ’ ὑφ’ ἕνα πάντες γεγόνασι ζυγὸν, βασιλευόντων ἐν ‘Ιεροσολύμοις τῶν ἐξ Ἰούδα φυλῆς. κατῳκήκασι γὰρ οὐκέτι διῃρημένως, ἀλλ’ ἐν τοῖς ‘Ιεροσολύμοις ἅπαντες. ἄρχεται δὲ πρῶτος μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς τῆς ἐπ’ ἀμφοῖν [*](b) βασιλείας, φημὶ δὴ τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, ἤτοι πασῶν ἁπαξαπλῶς τῶν δυοκαίδεκα φυλῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, τῶν Λευιτικῶν καθηγου- μένου ταγμάτων καὶ τὴν τῆς ἀρχιερωσύνης διέποντος λειτουργίαν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου.

[*](11)

Ὅτι ἐπλήθυνεν ’Εφραΐμ θυσιαστήρια εἰς ἁμαρτίασ, ἐγένοντο [*](12) θυσιαστήρια ἀγσπημένα· καταγράψω αὐτῷ πλῆθοσ κα τὰ νόμιμα αὐτοῦ. εἰς ἀλλότρια ελογίσθησαν αὐτῷ θυσιαστήρια ἡγαπημένα.

[*](c)

Ἐξηγεῖται τὴν αἰτίαν, δι’ ἣν εἰκότως τοῖς βασιλεύουσι τὸ ἀποπεσεῖσθαι δεῖν τῆς ἀρχῆς ἐπιφέρει λοιπόν. πλεῖστα μὲν γὰρ ὅσα θυσιαστήρια, τὰ εἰς αμαρτιας πεποίηται τῷ ’Εφραΐμ. ἄττει δὲ ὁ λόγος καὶ ἐπὶ τὸν πρῶτον Ἱεροβοὰμ, τὸν ἐκ φυλῆς ’Εφραΐμ βασιλεύσαντα, καὶ μετ’ ἐκεῖνον εἰς τοὺς ἐφεξῆς, οἳ [*](7. γὰρ pro ἂν καὶ 8. καὶ τὴν ἀδόκητον om. D. 9. τὸ om. D. 10. τοῦ pro τὸν prius Edd. 1 1. οὐκέτι] οὐ iid. 21. ἁμαρτίαν F. (Alex. XII a manu prima.) θυσιαστήρια αὐτῷ ordine inverso D. 22. αὐτοῦ F. (42, 62 147.) 23. αὐτοῦ B. αὐτῶν F. Edd. αὐτῷ om. D. 26. δεῖν τῆς ἀρχῆς hoc ordine B.D. 28. ἄττει] ἅπτει Edd.)

177
ἐν ὄρει παντὶ καὶ βουνῷ βωμοὺς ἀνιστάντες τοῖς δαίμοσι, θύειν ἀνέπειθον τοὺς ἐξ Ἰσραήλ. εἶτα λυπεῖσθαι δέον ἐπὶ τοῖς οὕτως ἐκτόποις ἐπιχειρήμασιν· ἐπλήθυναν γὰρ θυσιαστήρια τὰ εἰς ἁμαρτιας· ἐποιήσαντό φησιν αὐτὰ καὶ ἠγαπημένα, καὶ [*](d) προσέτι τούτοις εἰς όἰλλότρια ἐλογισθησαν αὐτῷ· δῆλον δὲ ὅτι τῷ Ἐφραΐμ· θυσιαστήρια τὰ ἠγαπημένα. δηλοῖ δὲ δὴ πάντως τὰ ἐν τῇ ἀρχαίᾳ σκηνῇ, ἤγουν ἐν τοῖς Ἰεροσολύμοις, ἐν τῷ θείῳ κείμενα ναῷ. δύο δὲ ἦσαν ταυτί· τὸ μὲν τῶν καρπωμάτων [*](Exod. xl. 26,24.) ἐν τῆ πρώτῃ σκηνῇ, τὸ δὲ ἕτερον τοῦ θυμιάματος τὸ χρυσοῦν, ἐν τῇ δευτέρᾳ καὶ ἐσωτάτω. Πόλλα τοιγαροῦν τῶν ἐξ Ἐφραΐμ βεβασιλευκότων τὰ ἐγκλήματα· πρῶτον μὲν ὅτι ἐπλήθυναν θυσιαστήρια εἰς ἁμαρτίας· εἶτα ὅτι καὶ ἠγαπημένα πεποίηνται, τὰ ἐφ’ οἷς ἦν εἰκὸς ὀλοφύρεσθαι καὶ θρηνεῖν, ὡς προσκεκρουκότας· καὶ τὸ ἔτι μεῖζον, ὡς ἀπονενευκὼς εἰς ἀπόνοιαν, ἀλλότπια πεποίηται τοι ἠγαπημένα θυσιαστήρια, ἃ ἐχρῆν ὄντως ἀγαπᾶν καὶ ἐν παντὶ ποιεῖσθαι λόγῳ. προσέρριπτε δὲ διὰ μέσου, τὸ καταγράψω αὐτῷ πλῇθος καὶ τὰ νόμιμα αὐτοῦ. καί τι τοιοῦτον ὑποδηλοῖ· τὸ γάρ τοι πλῆθός φησι τῶν εἰς ἁμαρτίας αὐτοῖς [*](a 124 Α.) πεποιημένων θυτιαττηριων, καὶ τα νομίμῳ νομιμα τουτέστι πάλιν, τὰς αὐτοῖς νενομισμένας θυσίας, ἤτοι τοὺς τῶν θυσιῶν καιροὺς ἢ τρόπους, καθ’ οὓς τὰς βεβήλους προσῆγον τελετάς· κατετέμνοντο γὰρ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ ἕτερα ἅττα τούτοις [*](Supra vii. 14) ἐοικότα δρᾶν ἐσπούδαζον εἰς αμαρτιας αὐτοῖς καταυραψω καὶ εἰς ἐγκλήματα.

Χρῆμα δὴ οὖν σωτήριον, τὸ τῶν θείων ἔχεσθαι θυσιαστηρίων, καὶ μεταποιεῖσθαι τῶν παρὰ Θεοῦ, καὶ μὴ ζητεῖν τὰ ἑτέρων, ἃ καὶ ἔστιν εἰς ἁμαρτιαν. τοῦτο ποιοῦσιν οἱ μὴ b γνησίως χριστιανίζοντες, ἐκπίπτοντες δὲ μετὰ τὸ σωτήριον βάπτισμα πρὸς ἔθη καὶ παρατηρήσεις Ἑλληνικὰς, οἷς ἀκόἕπειθον [*](2. Edd. 6. δὴ assumptum ex D.b. 1 1, τοιγαροῦν] + ἐν αὐτῷ D. 15. ἀπονενευκὼς] ἀπονενευκότες Edd. πεποίηνται iid. 16. ὄντως] οὕτως iid. 17. προσέρριπται D. 18. καί τι] καὶ τί iid. 25. καὶ εἰς ἐγκλήματα D. τὰ ἐγκλήματα iid. 26. οὖν δὴ ordine inverso D. 30. ἐπιτηρήσεις D.)

178
[*](1. Cor X. 21.) λουθον εἰπεῖν τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς α Ου δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων· καὶ μὴν καὶ οἱ τοῖς ἀνοσίοις αἱρετικοῖς συναπτόμενοι, καὶ τῶν παρ’ αὐτοῖς θυσιιιστηρ́ων μετέχοντες, οἷς καὶ κατὰ ἀλήθειαν ζίς ‘ἰλλότριι ἐγενηἠησιιν θυσιιιστήριόι τ‘ὶ ἠγιιπημένόι. ἐπλή- [*](c) θυνaaιι γὰρ ἑαυτοῖς τὰ εἰς ιἱμηιιτίιις, ἔξω θύοντες τὸν ἀμνὸν τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τουτέστι τῆς Ἐκκλησίας.

[*](13)

Διότι ἐαλ Θύ6ωω θυσίαν κὼ Τάrω0ι κρέα, κύρωc οὐ nροοδέεετα αὐτd· νυν μνΗσθΗοεται τάο άδικίαο αὐτῶι κω ἐκδικH0ει τὰc άμαρτίαο αὐτῶ.

Ὅτι γεγόνασι καὶ πεπλήθυνται παρὰ τοῦ Ἐφραὶμ τὰ εἰς ἁμαρτίας θυσιαστήρια, καὶ διὰ τούτων εὖ μάλα δηλοῖ. ἃ [*](d) γὰρ θύουσί φησιν, οὐ Θεῷ μᾶλλον, ἁλλὰ τοῖς τῶν εἰδώλων τεμένεσι παρ’ αὐτῶν προσφέρεται· κἂν ἑορτάζωσιν ἐπὶ ταῖς θυσίαις, τροφῶν ἢ ποτῶν ἀναπιμπλάμενοι, πρὸς Θεὸν τὸ χρῆμα οὐδέν. οὐ γὰρ αὐτῷ τελοῦσι τὴν πανήγυριν, ὅτι τὰ εἰς δόξαν δαιμονίων πραττόμενα, κατ’ οὐδένα τρόπον παρα- δέξαιτο ἃν ἡ θεία τε καὶ ἀκήρατος φύσις, παροξύνεται δὲ μᾶλλον ὡς ὑβρισμένη· μόνον δὲ οὐχὶ καὶ οὐχ ἑκοῦσα κατα- βιάζεται πρός γε τὸ χρῆναι λοιπὸν τοῖς εἰς τοῦτο καλοῦσιν ὀργῆς ἐπάγειν τὰς δίκας, καὶ λοιπὸν ἰέναι πρὸς ἀνάμνησιν [*](e) πάντων, ὡς ἔπος εἰπεῖν, τῶν τοῖς προσκρούουσι πεπλημμε- λημένων. οὗ δὴ γεγονότος, ὀξεῖς οἱ θυμοὶ, παρὰ πόδας ἡ [*](Heb. x. 31.) δίκη, καὶ οὐδεὶς ὁ ἐξαιρούμενος. " Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.’’ προσήκει δὲ μᾶλλον, καὶ ἄμεινον ἀσυγκρίτως, καὶ πάσης ἡμῖν εὐημερίας πρόξενον, τὸ Θεῷ προσάγειν θυσίας, πνευματικὰς δηλονότι, καὶ αὐτῷ [*](8. κρέας D. (14Τ) 9• τῆς ἀδικίας αὐτῶν F. 14- προσ- φέρεται παρ’ αὐτῶν inverso ordine D. ἑορτάζουσιν D. 15• τροφῆς D. αναππλόμενοι (sic) . 22. παντὸς D. 25• προσήκει δὲ] προσήκοι δ’ δν D. 20. ἁπάσης D.)

179
πληροῦν ἑορτὰς, διαβιοῦν ὀρθῶς ᾑρημένους, καὶ τὸ κατά τι γοῦν ὅλως διαπίπτειν ἀποσπουδάζοντας.

Αὐτοὶ δὲ εἰς AiVunxov ἀπέστρεψαν, κὼ ἑ Ἀσσυρίοις ἀκάθαρτα [*](a 125 Α.) Φαγονται.

Αἰτιᾶται πάλιν, ὡς ἀνούστατά τε καὶ ἀνοσίως κομιδῇ διαζῆν ἐθέλοντας, καὶ εἰσάπαν ἠγνοηκότας τὴν τοῦ συμφέροντος τρίβον. ἐγὼ μὲν γάρ φησιν, εἰς τοῦτο γνώμης ἐνηνεγμένους λοιπὸν ὑπενεγκεῖν ἠπείλησα ταῖς ὀργαῖς, καὶ ἐκδικήσειν τὰς ἁμαρτίας αὐτῶν, καὶ ἀναμνησθήσεσθαι πάσας τὰς ἀνομίας αὐτῶν. καὶ ἦν ἐν ἀρχαῖς τὸ συμβήσεσθαι προσδοκώμενον, καταπτοοῦντος ἤδη τὸν Ίσραὴλ τοῦ πολέμου, καὶ μονονουχὶ τῆ χώρᾳ προσβάλλοντος. εἶτα, δέον [*](b) αὐτοὺς λιταῖς τε καὶ μεταγνώσεσιν ἐκμειλίσσεσθαι Θεὸν, καὶ μεταπαιδεύεσθαι μὲν τὸ δοκοῦν αὐτῷ, ταῖς δὲ εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐκδυσωπεῖν τὴν ὀργὴν, ὡς ἐπί τι τῶν ἄγαν χρησίμων, ἐξελέσθαι τε δυναμένων αὐτοὺς, ἀπέστρεψαν εἰς Αἴγυπτον, καλοῦντες εἰς ἐπικουρίαν “Αἰγύπτιον Αἰγύπτιον ἄνθρωπον [*](Es. xxxi. 3.) “ καὶ οὐ Θεόν, ἵππων σάρκας,’’ κατὰ τὸ γεγραμμένον. ἀλλ’ “ Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας [*](Ps. xxxii. 16, 17; cxvii.8,9.) “ οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς [*](c) “ σωτηρίαν. ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐπ’ “ ἄνθρωπον. ἀγαθὸν τὸ ἐλπίζειν ἐπὶ κύριον ἢ ἐλπίζειν ἐπ’ “ ἄρχοντας.’’ ὅτι δὲ εἰς οὐδὲν αὐτοῖς τῶν ἀναγκαίων τὰ τῆς τοιᾶσδέ φησιν εἰκαιοβουλίας ἐκβέβηκεν, ἐξ αὐτῆς εἴσονται τῆς πείρας· ἀποκομισθέντες γὰρ εἰς Ἀσσυρίους καὶ Μήδους, ἐκεῖ ἀκάθαρτα θάηονται, τουτέστι, διαβιώσονται τῆς εἰς τὸν νόμον αἰδοῦς ἀποβαλόντες τὸ λείψανον, καὶ ἀφυλάκτως ἐσθίοντες τὸ παρατυχόν.

Ἀλλ’ ἴσως ἐρεῖ τις· εἶτα πῶς τοῦτο λελύπηκεν ἃν τοὺς [*](8. ἠπείλησε (sic) D. 9. αὐτῶν — ἀνομίας om. D. 12. προβάλλοντος Edd. 15. ἐπιδυσωπεῖν Aubertus. 16. τε assumptam ex D. 17. Αἰγύπτιον ἄνθρωπον hoc ordine D. 22. Haec aec ἀγαθὸν — ἄρχοντας accesserunt ex D. 25. τῆς om. D. 29. Hoc εἶτα accessit ex D.)

180
ἐξ Ἰσραὴλ, εἰδωλολατρεῖν ἑλομένους ; πρὸς ταῦτά [*](d) ὅτι πεπλάνηνται μὲν ὁμολογουμένως, ἀλλ’ ἦν τις αὐτοῖς κατὰ νοῦν ἔτι μικρὰ τοῦ νόμου φροντὶς, καὶ τῶν Ἰουδαΐκῶν ἐθῶν οὐκ ἀπώλισθον παντελῶς, καίτοι προσκυνοῦντες ἐν τοῖς τῶν εἰδώλων ναοῖς. ταύτῃτοι καὶ ὁ μακάριος προφήτης [*](3 Reg. xviii. 21.) Ἠλιοὺ, ὡς δυσὶν ἰγνύαις ἐπιχωλεύοντας κατῃτιᾶτό ποτε, καὶ μήτε τῷ Βάαλ ὁλοτρόπως, μήτε μὴν Θεῷ τελείως προσκῖσθαι βεβουλημένους. οὐκοῦν γεγονὼς αἰχμάλωτος ὁ Ἰσραὴλ, ἀποβέβληκε παντελῶς τὴν εἰς τὸν νόμον αἰδὼ, τοῖς τῶν [*](e) κρατούντων ἔθεσί τε καὶ νόμοις, ὡς ἐξ ἀνάγκης ἑπόμενος. [*](S.Matth. XXV 20; S. Luc. viii. 18.) καὶ τοῦτο οἶμαί ἐστιν ὃ καὶ αὐτὸς ἔφη Χριστὸς, ὅτι “ Παωτὶ “ τῷ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ “μὴ ἔχοντος, καὶ ο δόκει ἔχειν, ἀρθήσεται ἀπ’ αὐτοῦ.

Δεῖ δὴ οὖν ἄρα τῶν θείων ἡμᾶς χαρισμάτων μὴ καταφρονεῖν· ἀλλ’ ὧν ἂν ἔχοιμεν παρὰ Θεοῦ, πλεῖστον ὅσον ποιεῖσθαι λόγον· πεφροντικόσι μὲν γὰρ ἐμφιλοχωρήσει τὸ χάρισμα· εἰ δὲ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες περὶ αὐτὸ γινοίμεθα, καὶ αὐτὸ δὴ πάντως ἀποπτήσεται.

[*](126 A. a)

Καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αμτόν, καὶ ῷκοδόμγσαν τεμένη· καὶ Ἰούδας ἐποίησε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ Θενέλια αὐτῶν.

Ἀμφοτέραις ἐπιπλήττει ταῖς βασιλείαις, τῆ τε ἐν Σαμαρείᾳ φημὶ, καὶ τῇ τοῦ Ἰούδα, τουτέστι, τῆ οὔσῃ κατὰ τὴν Ἱερουσαλήμ. τί γὰρ ἄμφω δεδράκασι, καταθρῆσαί τε ἅμα καὶ [*](b) εἰπεῖν ἀναγκαῖον. προσδοκωμένου γὰρ ἔσεσθαι τοῦ πολέμου, μονονουχὶ δὲ καὶ ἐπ’ αὐταῖς ἤδη γεγονότος ταῖς θύραις τοῦ [*](9. παντελῶς D. τελείως Edd. 16. ἐμφιλοχωρήσει iid. 17. γινοίμεθα] γινόμεθα iid. 19. ᾠκοδόμησε B.F. (22. al.) infra 164 b. ῴκοδόμ(??)/ ᾠκοδόμησαν Edd. (A.V.) 20. ἐποίησε B.D. ἐπλήθυνε Edd. (A.V. etc.) cf. infra 164 b. 294 a. 27. μόνον δὲ οὐχὶ D. ταῖς om. D.)

181
δείματος, δέον αὐτοὺς τούς τε ἐν τῆ Σαμαρείᾳ, καὶ τοὺς βασιλεύοντας ἐκ φυλῆς Ἰούδα, τὴν παρὰ Θεοῦ τοῦ σώζοντος ἐπικουρίαν ζητεῖν, εἰς ἐκτόπους καὶ ἀνωφελεῖς ἐτράποντο γνώμας καὶ, ταῖς μεταγνώσεσι θεραπεύειν ὀφείλοντες, κατηρέθιζον ἐφ’ ἑαυτοῖς καὶ ἔτι μειζόνως τὸν τῶν ὅλων κρατοῦντα Θεόν. ὁ μὲν γὰρ Ἰσριιὴλ, τουτέστιν αἱ δέκα φυλαὶ καὶ οἱ τούτων ἀνημμένοι τὸ κράτος, ὡς λελυπημένοις τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις τὴν ἅλωσιν, καὶ τὰς τῶν πολεμίων ἀνατρέψαι φάλαγγας, καὶ πλείονας ἔτι τὰς [*](c) θεραπείας προσῆγον· ἐκμειλισσόμενοι δὲ ὥσπερ, καὶ καθιστάντες εὐμενεῖς, ῷκοδ'ομουν τεμένη, καὶ βωμοὺς δὲ ἐναπετίθεντο, καὶ πλείοσιν ἔτι θυσίαις ἐτίμων· ὁ δέ γε Ἰούδας ὀχυρωτέρας ἐποίει τὰς ἑαυτοῦ πόλεις, λίθοις μᾶλλον ἐπιθαρσήσας, οὐ Θεῷ, καίτοι λέγοντι σαφῶς περὶ τῆς Ἱερουσαλὴμ, ὅτι “Ἐγὲ ἔσομαι αὐτῇ, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, [*](Zach. ii. 5.) “ καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.’’ ἀλλ’ οὐδὲν μὲν ὤνησε τὸ χρῆμα τὸν Ἰσραήλ· πῦρ δὲ ταῖς πόλεσιν ἐπαφήσειν [*](d) ταῖς Ἰούδα, λοιπὸν ἐπηπείλει ὁ Θεός, καταπιμπράντων αὐτὰς δηλονότι τῶν Βαβυλωνίων, οἳ τῆς εἰς αὐτοὺς ὀργῆς γεγόνασιν ὑπουργοί. διασώσει δὴ οὖν παντελῶς οὐδὲν τὸν Θεῷ προσκρούοντα· καὶ ζημία μὲν ὁμολογουμένως καὶ ἀμαθίας ἔγκλημα λοιπὸν, μᾶλλον δὲ δυσσεβείας τῆς ἀνωτάτω, τὸ ταῖς τῶν δαιμονίων ἐπιθαρσῆσαι δυνάμεσι· Θεοῦ δὲ λελυπημένου καὶ παραλύοντος, οὐδὲν ἧττον ἀμαθὲς τὸ γηίνοις ἐπικουρήμασι διαπαίζεσθαι. δεῖ δὲ δὴ μᾶλλον εὐχαῖς τε καὶ μεταγνώσεσιν ἀποκρούεσθαι τὴν ὀργήν· ἔστι γὰρ “ “οἰκτίρ- [*](Joel ii. 13.) “ μῶν καὶ ἀγαθὸς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις’’ κατὰ τὸ γεγραμμένον.

[*](1. αὐτοὺς] αὐταῖς (sic) D. τῇ assumptum ex D. 2. τοῦ assumptum ex B.D. 3. εἰ pro εἰς Edd. 7. Haec τοῖς δαίμοσιν ἤγουν ἀποστῆσαι δυναμένοις accesserunt ex B.D. 9. ἀνατρέψαι D. ἀνατρέπειν Edd. 10. ἐκμελισσόμενοι iid. 11. δὲ assumptum ex D. 13. ἐπιθαρσήσας] + καὶ Edd. invito D. 18. ὁ assumptum ex D. κάτα. πιμπρόντων [legas καταπιμπρώντων] D. 20. Haec διασώσει δὴ οὖν usque ad fin. scholii accesserunt ex D.)
182
[*](Κεφ.θ΄.)

Μὴ χῶρε Ἰσραὴλ, μηδέ εὐφραίνου καθὼς οἱ λαὼ, ὅτι ἀπὸ τοῦ Θεοῦ σου· ἠγάπησας δόματα ἐμ πάντα ἅλωνα σίτου. [*](2) ἅλων καὶ ληνὸς οὐκ ἔγνω αὐτοὺς, καί ὁ οἶνος ἐψεύσατο αὐτούς. [*](e 3) οὐ κατῷκησαν ἐι τῇ γῇ Κυρίου· κατῷκησεν Ἐφραΐμ εἰς Αἴγυπτον, [*](4) καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάτονται. οὐκ ἔσπεισαν τῷ Κυρίῳ οἶνον, κω οὐχ ἥδυναν αὐτῷ· αἱ Θύμα αὐτῶ ὡς ἄρτος πένθους αὐτοῖς, πάντες οἱ ἐσθίοντες αὐτὰ μιανθήσονται, διότι οἱ ἄρτοι αὐτῶι ταῖς ψυχαῖς αu̓τῶv οὐκ είσελεύσονται εἰς τὸν οἶκον Κυπίου.

[*](127 Α, a)

Tαῖς τῶν ἐθνῶν ἀγέλαις, ἐπεί τοι πλείστην ὅσην νοσοῦσι τὴν ἀβουλίαν· πεπλάνηντο γὰρ ὁμολογουμένως· ἔθος ἦν ἀρχομένοις τῆς γεωπονίας καὶ ἀροῦν μέλλουσι τὴν γῆν, θυσίας ἐπιτελεῖν τοῖς δαίμοσι, καὶ παρ’ αὐτῶν αἰτεῖν τὰς τῶν ἀγρῶν εὐκαρπίας· ἀμῶντες δὲ πάλιν, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ μὴν καὶ ληνοῖς ἐντιθέντες τὸν βότρυν, ἔσπενδον, ἔθυον ταῖς ὥραις, ἦδον τὰς ἐπιληνίους ᾠδὰς, ἀναφέροντες τὰ χαριστήρια, [*](b) χαίροντές τε καὶ εὐφραινόμενοι διετέλουν. τοῦτο δρῶντας τοὺς ἐξ Ἰσραὴλ ἐπαιτιᾶται Θεός. μὴ γὰρ δὴ χρῆναι χαίρειν αὐτὸν διισχυρίζεται σαφῶς, καθὰ καὶ τὰ λοιπὰ τῶν ἐθνῶν. διὰ ποίαν αἰτίαν ; οἱ μὲν γὰρ ἠγνοηκότες παντελῶς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, γεννηθέντες δὲ μᾶλλον ἐν πλάνῃ, τάχα που τῆς ἀρρωστίας ἤγουν ἀμαθίας οὐκ ἀπίθανον ἔχουσι λόγον· ὁ ’δε γε Ἰσραὴλ, καίτοι νόμῳ παιδαγωγούμενος, καὶ τὸν τῶν ὅλων Δεσπότην ἐπεγνωκὼς, πεπόρνευκεν εἰς ἀπόστασιν. οὐκοῦν νοοῖτ’ ἃν εἰκότως καὶ ἐν αἰτίᾳ γεγονὼς τῆ φορτικωτέρᾳ, καὶ δυσδιἁφυκτον [*](S. Luc. xii 47,48. C) ἔχων τῆς δυσσεβείας τὸ ἔγκλημα· εἰδὼς γὰρ τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, κατημέλησεν, οὐ πεποίηκε. δαρήμηδ’ [*](1. Edd. 2. ἐπὶ πᾶσαν ἅλωνα F. (22. al.) 4. γῇ] + Edd. Α.V. etc.) invitis B.D. εἰς assumptum ex B.D. (Alex. XII.) 7. οἱ ἔσθοντεσ F. (Alex. XII a manu prima.) 11. πεπλάνηνται Edd. 12. γεωπονίας D. γεωπόνου iid. ἀροῦσι μέλλουσι (sic) D. 15. ἐνθέντες D. 21. καὶ om. D.)

183
σεται δὴ οὖν πολλάς· τοῦ μὴ εἰδότος, εἶτα μὴ δεδρακότος, ὀλίγας δαρησομένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.

Μὴ χαῖρε δὴ οὖν καθὼς οἱ λαοι φησιν. οἱ μὲν γὰρ ἐκ [*](Cf. Ps.lvii. 3.) μήτρας πεπλάνηνται· σὺ δὲ νόμῳ παιδαγωγηθεὶς, ἐκπεπόρ νευκας ἀπὸ Θεοῦ. καὶ τίς αὐτῷ γέγονε τῆς πορνείας ὁ τρόπος; ἠγάπησε δοματά φησιν, οὐ παρὰ Θεοῦ μᾶλλον, ἀλλὰ τὰ ἐκ τῶν δαμάλεων καὶ Βάαλ· καίτοι διδόντων τοῖς αἰτοῦσιν [*](d) οὐδέν. ἐπὶ τίσι δὲ τὰ παρ’ αὐτῶν ἐζήτει δόματα; ἐπὶ πτάντα, ἅλωνιι σίτου. ἐδόκει γὰρ ἀνοσίως αὐτοῖς καὶ ἀβούλως τὰς ἐξ ἀγρῶν αἰτεῖν εὐκαρπίας, ὡς ἔφην, ἐκ τῶν διακένων σεβασμάτων. ἄρ οὖν ἐζήτει μὲν ὁ Ἰσραὴλ παρὰ τῶν εἰδώλων τὰ δόματα· ἐκβέβηκε δὲ αὐτῷ κατ’ εὐχὴν τὰ αἰτήματα ; οὐμενοῦν· ἅλων γὰρ καὶ ληνὸς οὐκ ἔγνω εγνω καὶ ο οἶνος ἐψεύσατο αὐτούς. ἔστι δὲ οὐδενὶ τῶν φιλομαθεστέρων ἀμφίλογον, ὅτι λιμοὶ γεγόνασιν ἐν τῇ Σαμαρείᾳ, ἀφορίαι τε καὶ [*](e) ἀβροχίαι μακραί. ἡμάρτηκε δὴ οὖν τῆς ἐλπίδος, οὐ λαβὼν τὰ αἰτήματα· καὶ προσέτι τούτῳ, καὶ αὐτῆς ἀπῴχοντο τῆς ἁγίας γῆς, καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὡς εἰς χώραν τετειχισμένην καὶ τοῖς ἔτι πλείοσι θεοῖς· μυρία γὰρ ἢν ἐν Αἰγύπτῳ τὰ σεβάσματα, καὶ τῶν θεραπευόντων αὐτὰ θαυμαστή τις ὑπόληψις ἐπὶ δυναστείαις, ὡς ταῖς μαγικαῖς ἐμπειρίαις πάντα [*](a 128 Α.) κατορθοῦν εὐκόλως δεδυνημένων. ἀπειρήκασι δὴ οὖν καὶ τὸ κατοικεῖν ἐν τῆ ἀπολέκτῳ παρὰ Θεῷ γῆ, καὶ τὴν τῶν εἰδώλων ἠλλάξαντο χώραν. ἀλλ’ εἰ καὶ τοῦτο δεδράκασι, βαδιοῦνται πρὸς Ἀσσυρίους. οὐκ ἔδπενδσν τῶ Κυρίῳ συωεωεγκόντες γὰρ ἐν ληνοῖς τὸν ἐξ ἀμπέλου καρπὸν, ἔσπενδον τοῖς δαίμοσι τὰς ἀπαρχὰς, καὶ οὐχὶ τῷ δόντι Θεῷ. ἀνέφερον δὲ καὶ ἄρτους, ὡς ἐν ἀπαρχῇ θερισμοῦ. πλὴν εἰς μολυσμὸν καὶ βεβήλωσιν τὸ [*](b) χρῆμα αὐτοῖς γενήσεταί φησι, καὶ ὡς απτους πένθους κατααὺτῷ [*](5. D. αὐτῶν Edd. 6. ἠγάπησας D. 8. τὰ assumptum ex D. 14. οὐδενὶ] οὐδὲν Edd. 15. λιμοὶ D. λοιμοὶ Edd. I9. ἐλάτρευον post θεοῖς add. iid. invitis B.D. 26. Hoc οἶνον accessit ex B.D. 28. τῳ δόντι Θεῷ] τῷ Θεῷ τῷ δόντι b. δόντι om. D. ἄρτους] + τῶν b.)

184
λογισθήσεται τὰ προσκομιζόμενα, τουτέστι, βδελυρά τε καὶ [*](Num. xix 11.) βέβηλα καὶ ἀπηχθημένα. διὰ ποίαν αἰτίαν; ὁ νόμος μὲν [*](Cf. Lev. xxi 1—3) γὰρ ἀκάθαρτον ἐποίει τὸν ἐγγίζοντα νεκρῷ· ἐγγίζοντα δὲ, ἢ καθ’ αἵματος οἰκειότητα, ἤγουν καὶ κατ’ αὐτὴν τὴν τοῦ σώματος ἁφήν. ἦν οὖν ἀνάγκη τοὺς κατὰ γένος ἐγγὺς, ἢ φίλους τῶν τετελευτηκότων ἐπὶ τῷ πένθει μιαίνεσθαι, περιέποντας τὸν νεκρὸν, καὶ δρᾶν ἐθέλοντας ἐπ’ αὐτῷ τὰ νενομισμένα· [*](c) πάντα δὲ ἦν ἀκάθαρτα ὧν ἃν αὐτοὺς συνέβη θιγεῖν. ἄρτος οὖν πένθους ὁ τοῖς πενθοῦσι νεκρὸν παρακείμενος εἰς τροφήν· οὗ καὶ ἀπογεύεσθαι, πάνδεινον ἐδόκει τοῖς παραιτεῖσθαι μεμελετηκόσι τὸν ἐπὶ νεκρῷ μολυσμόν. μιαροὶ τοιγαροῦν καὶ ἀπόβλητοι καὶ αὐτοί φησιν οἱ ἄρτοι, οἵπερ ἃν προσκομισθεῖεν ὡς ἐν ἀπαρχῇ θερῶν, καὶ οἱ ἐσθίοντες αὐτοὺς μιανθήσονται. ἔσονται δὲ χρήσιμοι μᾶλλον ταῖς ψυχαῖς αὐτῶν, τουτέστιν εἰς βρῶσιν αὐτοῖς. οὐκ εἰσελεύσονται γὰρ εἰς οἶκον [*](Deut. xxvi 2; Lev. xxiii. 10; Num. xv. 18,19. d) κυροῦ. εἰδέναι δὲ χρὴ, ὅτι καὶ ὁ νόμος ἀπαρχὴν θερισμοῦ δραγματα τε καὶ ἄρτον προσάγειν ἐκέλευεν εἰς θυσίαν. μετεκόμισε δὲ ὁ Ἰσραὴλ τὰ εἰς δόξαν Θεοῦ τοῖς γλυπτοῖς, καίτοι Θεοῦ λέγοντος ἐναργῶς “τὴν δόξαν μου ἑτέρῳ οὐ [*](Es. xlii. 8.) “δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.’ οὐκοῦν ἀναγκαῖον αἰτεῖν παρὰ Θεοῦ τὰ ζωαρκῆ, καὶ αὐτὸν ὁμολογεῖν δοτῆρα καὶ χορηγὸν ἁπάσης ἡμῖν εὐκαρπίας [*](Hier. xiv.22.) σωματικῆς καὶ πνευματικῆς. οὐ γὰρ ἐστιν ἕτερος παρ’ ἀν’ τον ὑετίζων, κάτα τὸ γεγραμμένον, ἄλλα τοῖς αὐτοῦ νεύμασι, [*](e) καὶ τὰ ἐξ ὡρῶν ἀνίσχει κατ’ ἀγροὺς, καὶ τῆς ἄνωθεν εὐλογίας ἀναπιμπλάμεθα, τὸν νοητὸν ἄρτον τρεφόμενοι, καὶ οἶνον [*](Ps. ciii. 15.) ἔχοντες τὸν ἐξ οὐρανοῦ, “ τὸν εὐφραίνοντα καρδίαν ἀνθρώ- “που.” ταῦτα φρονεῖν ᾑρημένοι, κατοικήσομεν τὴν γῆν. ἐσόμεθα γὰρ μετὰ Θεοῦ, καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα οὐ γαγόμεθα. καταβόσκουσι γὰρ ἐν ἀκαθαρσίαις τοὺς [*](Eph. vi. 12.) προσίοντας αὐτοῖς οἱ “ κοσμοκράτορες τοῦ αἰῶνος “τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.”

[*](27 ἔχοντα (sic) D.)
185