In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐφραΐμ ὡς ὄρνεον ἐξεπετάσθη.

Ὅσα τῶν ὀρνέων μή ἐστι τιθασά τε καὶ κατοικίδια, συλληφθέντα ληφθέντα φυλάττεται, καὶ κατατέρπει τοὺς ἔχοντας. εἰ δὲ c δὴ γένοιτό τις τοῦ διαδρᾶναι καιρὸς, ἀνυπερθέτως ἀποφοιτᾷ, καὶ ὀξείᾳ φέρεται πτήσει πρὸς τὸ αὐτοῖς σύνηθες ἐνδιαίτημα. οὐκοῦν τεθήρευτο μὲν τρόπον τινὰ διὰ Μωυσέως ὀρνέου δίκην ὁ Ἰσραὴλ, καὶ προσκεκόμιστο τῷ Θεῷ, καὶ ἦν ἐν καλῷ τῆς εὐημερίας, νόμῳ παιδαγωγοῦ μένος καὶ φροντίδος ἀπολαύων καὶ φειδοῦς τῆς ἄνωθεν. ἀπέπτη δὲ πάλιν ἐφ’ ὅπερ ἦν ἐν ἀρχαῖς, μονονουχὶ τὴν τοῦ λαβόντος χεῖρα διεκφυγών. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις τὸ εἰρημένον. πολλὰ τῶν ὀρνέων τοὺς ἐπιχωρίους χειμῶνας οὐ φέροντα, πρὸς ἑτέρας d μεθίστανται χώρας, ἀδιδάκτως ἔχοντα τὴν τοῦ συμφέροντος γνῶσιν, κατὰ τὸ δοκοῦν τῶ πεποιηκότι. ἀλλ’ ἐν ἴσῳ τρόπῳ καὶ ὁ Ἐφραΐμ τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφορὰς ἀπέπτη πρὸς Αἰγυπτίους.

Αί δόξαι αὐτῶι ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων· Μου καὶ [*](12) ἐὰν ἐκθρέψωσι τὰ τέκια αὐτῶ, ἀτεκνωθήσονται ἐξ ἀνθρώπων· διότι κω καὶ οὐαὶ εστί.

[*](e)

Ἀπέδρα πρὸς Αἰγυπτίους τὴν ἐνεγκοῦσαν ἀφεὶς ὁ Ἰσραὴλ, ἐπαμύναι τε οἱ παρεκάλει τὸν τῆς χώρας ἡγούμενον. ἆρ’ ὡς ἀτονοῦντος Θεοῦ, καὶ σώζειν αὐτοὺς οὐχ οἵου τε ; οὐ μενοῦν· παναλκὲς γὰρ τὸ θεῖον, καὶ οὐκ ἀνικάνως ἔχον, τὸν τῶν ’ Ἀσσυρίων ἀποσοβῆσαι πόλεμον. συμβέβηκε δὲ τὰ τοιάδε παθεῖν τοὺς ἐξ Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, ὅτι Θεὸν ἀφέντες τὸν σώζοντα, καὶ τὸ ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ μεγάλα φρονεῖν διαγελῶντες ὡς ἕωλον, ᾤοντο κατὰ σφᾶς [*](a 138 Α.) [*](6. τεθήρευται D. 12. μεθίστανται πρὸς ἑτέρας (omittens χώρας) D. 18. ἐκτρέψωσι Edd. 21. τὸν] + Θεὸν iid. 27. διαγελῶντες B.D. διατελῶντες iid.)

198
δεινοὶ καὶ ἀνάλωτοι γενήσεσθαι τοῖς ἐχθροῖς, διά τοι τὸ εἰς πληθὺν ἐκτετάσθαι πολλὴν, καὶ ἀναρίθμητον ἔχειν τὴν πολυπαιδίαν. ἔτικτον μὲν γὰρ αἱ παρ’ αὐτοῖς γυναῖκες κατ’ ἐπαγγελίαν, καὶ ἐν εὐλογίας τάξει, Μωυσέως προειπηκότος [*](Εxod. xxiii. 26.) εἰρηκότος “ Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσ- "ραήλ.’’ ἀλλ’ ἦν εὔηθες κομιδῇ, διὰ πληθὺν σωμάτων ἀφειδῆσαι βοηθείας τῆς παρὰ Θεοῦ· ἐννοῆσαι δὲ μᾶλλον ὀρθὰ φρονοῦντας ἐχρῆν, ὅτι σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ [*](Dent. xxxii. 30. b) “ Διώξεται μὲν εἷς χιλίους, δύο δὲ μετακινήσουσι μυριάδας.” ἀποσεμνύνονται τοίνυν φησὶν οὐκ ἐπὶ Θεῷ μᾶλλον, ποιοῦνται δὲ δοξαν τόκους καὶ συλλήψεις καὶ ὠδῖνας τῶν παρ’ αὐτοῖς γυναικῶν. ἴστωσαν δὴ οὖν, ὅτι κἂν εἰ τέκοιεν υἱοὺς, κἂν εἰ κάμοιεν ἐκτρέφοντες τεκνα, μεταγνώσονται πονοῦντες εἰκῇ. θρηνήσουσι γὰρ πάντη τε καὶ πάντως τὴν ἀπαιδίαν. ἀρκέσει δὲ ξίφος αὐτοῖς τὸ Βαβυλώνιον εἰς τὸ δαπανῆσαι ῥᾳδίως πᾶν ὅσον αὐτῶν ἐστὶ γένος. Διότι καὶ οὐαὶ αὐτοῖς [*](c) ἐστίν. ὅμοιον ὡς εἰ λέγοι, Θεοῦ αὐτοῖς ἐπιρριπτοῦντος τὸ [*](Hiob xii. 14.) οὐαὶ, τίς ἐπιδώσει τὴν εὐθυμίαν ; “ Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τις ἀνοίξει; κάτα τὸ γεγραμμένον. [*](Heb. x. 31.) “ Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·’ καὶ δεῖ ταῖς ἐπιεικείαις λελυπημένον ἐξημεροῦν, καὶ παρ’ αὐτοῦ τὸ σώζεσθαι ζητεῖν, ἐπ’ οὐδενὶ πεποιθότας, ἀναφω- [*](Hab. iii. 18,19.) νοῦντας δὲ μᾶλλον “ καυχήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί "μου· Κύριος ὁ Θεὸς δύναμίς μου.’

Σἀρξ μου ἐξ οὐτῶ.

Ἀπειλοῦντος Θεοῦ, καὶ δὴ καὶ φάσ’ κοντὸς περὶ τοῦ Ἐφρσΐμ, ἤτοι παντὸς τοῦ Ἰσραὴλ, ὡς καὶ ὁλόρριζος ἀπολεῖται, λεῖται, καὶ θρηνήσει τὴν ἀπαιδίαν, καὶ πονέσει μάτην ἐπὶ ταῖς τῶν τέκνων ἀνατροφαῖς, ἑαυτὸν ὁ προφήτης ὑπεξάγει [*](16. ἐστὶ assumptum ex B.D. 17. γὰρ post Θεοῦ add. D. 20. Haec Φοβερὸν οὖν usque ad fin, scholii accesserunt ex D. 28. πονέσει] πονήσει Edd.)

199
τῆς δίκης, ἔξω τε γενέσθαι τῆς ὀργῆς προσεύχεται λέγων [*](d) Σάρξ μου ἐξ αὐτῶν. τὸ δὲ ἐξ αὐτῶν συνήσεις, ἀντὶ τοῦ μακρὰν ἀπ’ αὐτῶν. ἔξω γὰρ αὐτῶν καὶ ἀποτάτω φησὶν, αὐτός τε γενοίμην ἐγὼ, καὶ τὸ ἐμὸν ἅπαν γένος. δηλοῖ γὰρ ἐσθ’ ὅτε καὶ τὸ γένος ἡ σαρξ. ἐκδεξόμεθα γὰρ οὕτω καὶ τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον. γέγραφε γὰρ ὡδί “ ‘Υμῖν δὲ λέγω τοῖς ἔθνεσίν ἐφ’ ὅσον μὲν οὖν ἐγώ [*](Rom. xi. 13, 14.) “ εἰμι ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴπως “ “παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.” [*](e) ἔθος δὲ τοῖς ἁγίοις προφήταις, ὅταν ἴδωσι πολλάκις δεινὰ καὶ δυσφόρητα τὰ τινῶν ἐγκλήματα, λοιπὸν τὰ καθ’ ἑαυτοὺς τῆς ἐκείνων βδελυρίας ἀλλοτριοῦν. καὶ γοῦν ὁ προφήτης Ἰουδαίους πλείστοις ὅσοις αἰτιάμασιν ἐμπεπτωκότας τοὺς Ἰουδαίους καὶ Θεῷ προσκεκρουκότας ὁρῶν, “ κύριε, φησὶ, [*](Hier. xv. 17.) “ παντοκράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ ἀλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” δεῖ δὴ οὖν ἄρα θαυ- [*](a 139 Α.) μάσαι τὸν μακάριον Παῦλον, ὅταν ἡμῖν ἐπιστέλλῃ λέγων “ “Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλο- [*](1 Tim. v. 22.) “ τρίαις.’’ εἴποι δ’ ἃν εἰκότως ἅπας τις οὖν εὐσεβὴς περὶ τῶν προσκρουόντων τῷ Θεῷ, καὶ ὅσον οὐδέπω κολασθησομένων, Σάρξ Σαρξ μου ἐξ αὐτῶν.

Ἐφραἶμ, ὅν τρόποι εἶδον, εἰς θήραν παρέστησε τὰ τέκνα αὐτοῦ, [*](13) καὶ Ἐφραῖμ τοῦ ἐφαγαγεῖν εἰς ἀποκέντησιν τὰ τέκνα αὐτοῦ.

[*](b)

Tαλανίζει καὶ νῦν ὁ προφήτης τὸν Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, αὐτόν τε γενέσθαι παραίτιον ἑαυτῷ φησὶ καὶ τῆς ἀπαιδίας καὶ τῆς ἀνηκέστου συμφορᾶς. ὡς γὰρ τεθέαμαι [*](2. συνοίσεις (sic) D. 3. ἐξ pro ἀπ’ D. 5. τὸ alt. assumptum ex B.D. 7. Haew ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν accesserunt ex D. μὲν om. D. 13. τοὺς ἰουδαίους καὶ Θεῷ προσκεκρ. om. D. 15. παντοκράτορ D. παντοκράτνπ κράτωρ Edd. 18. λέγων assumptum ex D. 19. σεαυτὸν D. σαυτὸν Edd. 20. ἅπας τις οὖν D. πᾶς Edd. Statim ἀσεβὴς iid. repugnantibus B.D. 23. παρέστησε — αὐτοῦ B.F. Edd. παρέστησαν — αὐτῶν D. (A,V, XII a manu prima. 24. καὶ ἐφραὶμ desunt in Edd. 27. τεθέαμαι om. D.)

200
καὶ ἐκ τῶν σῶν λόγων, ὦ Δέσποτα, φησὶ, καὶ ἀπό γε τῶν πραγμάτων αὐτῶν, αὐτὸς ὁ Ἐφραΐμ εἰς θήραν καὶ ἀποκέντησιν τα ἑαυτοῦ παρεστησε τεκνα. καὶ οὐκ ἃν ἑτέρους αἰτιῷτο λοιπὸν, αὐδ’ ἃν τῆς θείας καταβοήσειεν ὀργῆς, εἰ τὰ εἰκότα φρονεῖν ἕλοιτο· αἰτιάσεται δὲ μᾶλλον τὴν ἑαυτοῦ δυσβου- [*](c) λίαν καὶ ἀπόστασιν. ἐπειδὴ γὰρ λελύπηκεν οὐ μετρίως τὸν ἐπαμύνοντά τε καὶ σώζοντα Θεὸν, μονονουχὶ καὶ ἰδίᾳ χειρὶ παραδέδωκεν ἑκὼν τῆ τῶν ἐθνῶν ἀγριότητι τὸ ἴδιον σπέρμα, καὶ παρέστησεν εἰς ἀπαγωγὴν καὶ αἰχμαλωσίαν. τοῦτο γάρ ἐστι τὸ εἰς θήραν, καὶ μὴν καὶ εἰς ἀποκέντησιν, ὅ ἐστι εἰς σφαγὴν· οὕς μὲν γὰρ ἀνεῖλον οἱ Βαβυλώνιοι τῶν ἐξ Ἰσραήλ· οὕς δὲ ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν.

Οταν τοίνυν πλημμελῶμεν ἡμεῖς, ἑαυτοὺς μᾶλλον αἰτιασόμεθα σόμεθα φρονοῦντες ὀρθῶς, καὶ οὐχὶ τὴν θείαν ὀργήν. [*](d) καταπεφρονήκαμεν γὰρ τοῦ πρέποντος, καὶ ῥᾴθυμοι γε. γενήμεθα περὶ τὸ ἁνδάνον τῷ Θεῷ. κολάζεσθαι δὲ ἀνάγκη τὸν ὑβριστὴν καὶ ἐξήνιον, καὶ μονονουχὶ λέγοντα τῷ πάν- [*](Hiob xxi. 14.) τῶν Δεσπότη, “ Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι.”

[*](14)

Δὸς αὐτοῖς κύριε· τί δώσεις αὐτοῖς ; δὸς αὐτοῖς μήτραν ἀτεκνοῦ- ὄα καὶ μασθαύς ξηρούς.

Εἰ δὴ μέλλοιεν, φησὶν, οὐκ εἰδέναι Θεὸν οἱ ἐξ Ἰσραὴλ, ἀποφέρεσθαι δὲ μᾶλλον πρὸς ἀνωφελῆ καὶ ἀνόνητον ἐλπίδα, [*](e) οἴεσθαί τε ὅτι περιέσονται τῶν ἐχθρῶν διὰ πλῆθος τέκνων, καὶ ὅτι πολὺ παρ’ αὐτοῖς τὸ μάχιμον γένος, ταύτης τε ἕνεκα τῆς αἰτίας οὐκ ἀναγκαῖον αὐτοῖς τὸ παρὰ τῆς σῆς ἐπικουρεῖσθαι ρεῖσθαι χειρὸς, μηδὲ τικτέτωσαν ὅλως αἱ παρ’ αὐτοῖς γυναῖκες. ναῖκες. τοῦτο γὰρ ἡ ἀτεκνοῦσόι μήτρα. κἂν εἰ τέκοιεν δὲ, [*](3. παρέστηκε D. 10. εἰς alt. assumptum ex D. b. εἰσ φαγὴν (sic) D. 11. οὕς B.D. b. τοὺς Edd. ἐξ assumptum ex D. b. 12. οὕς B.D.b. τοὺς Edd. χώραν post ἑαυτῶν add. b. 21. μασθοὺς D. μαστοὺς Edd. 22. ἐξ assumptum ex B.D. 23. ἀνόητον pro ἀνόνητον Edd. 26. αὐτοῖς assumptum ex D. 27. παρ’ αὐτῶν D.)

201
μὴ ἀνατρεφέτωσαν, τουτέστι, δαπανάσθωσαν πρὸ ὥρας, καὶ πρὶν εἰς ἥβην ἐλθεῖν, πιπτέτω τὸ γένος. περιτεμνομένης γὰρ οὕτω τῆς ἐνούσης αὐτοῖς ἐντεῦθεν ὑπεροψίας, καὶ λοιπὸν ἀνῃρημένης τῆς ἐπὶ τῷ πλήθει τῶν μαχομένων ἐλπίδος, τὴν [*](a 140 A.) αἠν ὑποδραμοῦνται φειδὼ, καί σε Σωτῆρα καὶ λυτρωτὴν ἐπιγράψονται. ἐκ φιλοφεΐας δὲ τὰ τοιάδε καὶ νῦν ὁ προφήτης φησίν. ἐν τἀυτῷ δὲ ζητεῖ καὶ τοῦ ἰδίου Δεσπότου τὴν δόξαν, καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν ὡς ἐξ ἀνάγκης ἐπιστροφὴν, εἰ μὴ προαιρέσεως ἀγαθῆς ἔχουσι τὸ χρῆμα καρπόν.

Ατεκνουσα δὲ μήτρα καὶ μασθοὶ ξηροὶ πρέποιεν ἃν νοητῶς καὶ τοῖς τῶν φαύλων ἐργάταις, καὶ παντὶ πλανῶντι καὶ [*](b) ἀποφέροντι τῆς εὐθείας ὁδοῦ τοὺς ὀρθοποδεῖν εἰωθότας, ἐν πίστει δὴ λέγω, “καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν.’’ [*](Pron. ix. 15.) ουδεν γὰρ αὐτοῖς τικτούσης τῆς διανοίας, οὐ λόγον ψευδῆ, οὐ θεώρημα νόθον, οὐδ’ ἂν ἐκθρέψειαν ἐν πλάνῃ τὰ ἴδια τέκνα, τὰ κατὰ μάθησιν λέγω, καὶ ξηροὺς ἔχουσαι τοὺς μόισθοὺς αἱ τῶν πονηρευομένων ἐκκλησίαι, οὐκ ἂν γένοιντο μητέρες τῶν ηπατημένων. ηπατημένων.

Πᾶσαι αί κακίαι αὐτῶι εἰς Γαλγὰλ, ὅτι ἐκεῖ αὐτούς ἐμίσησα διὰ τας κακίας τῶν ἐπιτηδευμάτων αὐτῶι· ἐκ τοῦ οἴκου μου [*](c) ἐκβαλῶ αὐτοὺς, οὐ μὴ προσθήτω τοῦ ἀγαπῆσαι αὐτούς.

Αρχεται πάλιν ὁ τῶν ὅλων Θεὸς ἀπαριθμεῖσθαι τὰ ἐγ- κλήματα, καὶ διαμέμνηται τῆς Γαλγάλ. πόλις δὲ αὕτη, καθ’ ἢν ὅτι μάλιστα δεινῶς καὶ ἐκτόπως ἐθρησκεύετο τὰ χειρόκμητα. ἔστι δὲ ὅ φησι τοιουτονί τι πάλιν. βδελυροὶ μὲν γὰρ κατὰ πολλοὺς τρόπους οἱ ἐξ Ἰσραήλ· ἴδοι δ’ ἄν [*](1. ἀνατρέφει σαν per rasuram et cast, D. πρὸς pro πρὸ Aubertus, 5. ὑποδραμοῦντα—ἐπιγράψοντα δραμοῦντα—ἐπιγράψοντα (sic) D. 11. μασθοὶ D. μαστοὶ Edd. Sic quoque correxi ver. 18. infra ex D. 20. εἰς Γαλγὰλ D. (Alex.) cf. 176 a. infra. εἰς γᾶλγαλα Β. (49 al.) ἐν γαλγὰλ Edd. (Vat.) ἐκεῖ αὐτοὺς ἐμίσησα Β. (Alex. XII.) cf. infra 176 αὐτοὺς ἔκει ἐμίσησα D. αὐτοὺς post ἐμίσησα tr. Edd. 21 αὐτῶν Deest in Edd. 22. τοῦ deest in Edd. 26. τοιουτονί Β. τοιοῦτον D. Edd.)

202
τις τῆς ἐνούσης αὐτοῖς φαυλότητος τὴν ὑπερβολὴν, ἐννενογκὼς [*](d) κὼς τὴν Γαλγάλ. ἐκεῖ πᾶσαν αὐτῶν τεθέαμαι τὴν κακίαν, ἐκεῖ μεμίσηκα αὐτοῦς. οὐ διά γε τὸν τόπον· εὔηθες γάρ· κατεστυγηκὼς δὲ μᾶλλον τὰ ἐν αὐτῷ γεγονότα. τοιγάρτοι, φησὶν, ἐξοικιῶ μὲν αὐτοὺς, καὶ αὐλῆς ἀποσοβήσω τῆς ἐμῆς, καὶ οἰκειότητος ἐκβαλῶν. μεμισηκὼς δὲ δικαίως, ἐνστήσομαί τε λοιπὸν, καὶ οὐκ ἂν μεταθοίμην ἔτι πρὸς τὸ ἀγαπᾶν ἑλέσθαι ποτὲ τοὺς τὰ τοιάδε πεπλημμεληκότας.

Αλλ’ οἶμαί τις ἐρεῖ Ἠὼς οὖν ἀνεκόμισεν εἰς τὴν Ἰουδαίαν [*](e) ἐκ τῆς Ἀσσυρίων αὐτοὺς, ἢ πῶς ἀνῆκε τῆς αἰχμαλωσίας; ἀρ’ οὐχὶ μετατεθειμένος εἰς ἡμερότητα, καὶ φειδοῦς καὶ ἀγάπης πης ἀξιώσας αὐτούς ; ναὶ φαίην ἂν ἀληθῆ καὶ αὐτὸς τὸν λόγον. ἠλέηνται γὰρ ἐξ ἡμερότητος, ὁμολογουμένως. ἀλλ’ οἵγε καθ’ ὧν ὁ λόγος ἀπῴχοντο μὲν εἰς αἰχμαλωσίαν, ἐντεθνήκασι τεθνήκασι δὲ τῆ δίκῃ, χρόνου μακροῦ διιππεύσαντος. καὶ ὥσπερ ἐπηγγέλλετο μὲν διὰ Μωυσέως κατὰ τὴν Αἴγυπτον τοῖς ἐξ Ἰσραὴλ, εἰσάξειν ἅπαντας εἰς τὴν γῆν, ἢν ὤμοσε [*](141 Α. a) τοῖς πατράσιν αὐτῶν, οὐκ εἰσέβησαν δὲ ἀπειθήσαντές τινες, Heb. iii. “ ὧν καὶ τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ,’’ κατεκληροδοτήθη δὲ μᾶλλον ἡ γῆ τοῖς ἐξ αὐτῶν γεγονόσιν· οὕτω κἀνθάδε νοήσεις. τετελευτήκασι μὲν γὰρ οἱ καθ’ ὧν ὁ λόγος, ὑπενόστησαν δὲ κατὰ καιροὺς οἱ ἐξ αὐτῶν εἰς τὴν Ἰουδαίαν, Κύρου μόλις ἀνέντος, ὅτε τὸ ἑβδομηκοστὸν ἔτος αὐτοῖς πεπλήρωτο διατρίβουσιν τρίβουσιν ἐν ἀλλοδαπῇ.

Εκβληθήσονται δὲ τοῦ οἴκου τοῦ Θεοῦ, μᾶλλον δὲ καὶ [*](b) ἐκβέεβληνται, καὶ οἱ κατὰ Κριστοῦ τολμήσαντες τὰ δεινὰ, καὶ πέρα λόγου παντὸς δυσσεβήματα, καὶ οἱ πικρὰν καὶ παλίμφημον ἐπ’ αὐτῷ τὴν γλῶτταν ἀνέντες, ὑπομενοῦσι δὲ καὶ ἀμετάθετον τὴν ὀργήν. οὐ γὰρ εἰς ἕνα τῶν προφητῶν, ἀλλ’ εἰς αὐτὸν πεπαροινηκότες ἁλίσκονται τὸν τῶν προφηκατεστυγηκῶς] [*](4. καθεστηκὼς Edd. 7. μεταθείμην D. 11. καὶ ἀγάπης καὶ φειδοῦς D. 12. ἀλήθη] ἀτρεκῆ b. 14 ἐντεθνήκασι τεθινήκασι Edd. 17. ἐξ assumptum ex B.D. 18. ἐντεθνήκασι ἠσέεβησαν (sic) Edd. 21. ὑπέστησαν D. 23. πεπλήρωται D. 25. του alt. om. D. 29. ἀμετάθετον] ἀμεταθέτως Edd. 30. τῶν om. D.)

203
τῶν Δεσπότην. σεσιγημένων δὴ οὖν τῶν ἑτέρων πλημ- μελημάτων ἃ δεδράκασι κατὰ σφᾶς αὐτοὺς, ττα,ΤΛν ἄν τις ιιὐτῶν τὴν aaκίιιν ἴδοι καὶ τὴν τῆς φαυλότητος ὑπερβολὴν, [*](b) καὶ ὡς ἔν γε δὴ μόνοις τοῖς κατὰ Kριστοῦ γεγονόσιν. Ηάvτεc οἱ dρνιτεc αὐτῶι άπειθοΰντεο. ἐnόvε0ε ’εΤραΥι· τάο pi^ac αὐτοῦ ἐε̈μΘH, καρnὸ οὐκ εΥ οὐ μΗ ἐvέΓκΤ Μου κα ἐdι ΓεννΗσωσιν, ἀποκτενῶ τά ἐmΘομH́μαTα thc κοιλίαο αυτών, ἀnώ0εται αὐτοùc δ Θεδc, οΥ οὐκ είοΗκουααν αύτοΰ, κὼ ἐ6οTαι [*](c) πλαvH-ται ἐι τοῖό ἐΘιεωι.

Oὐδεν́α χρηστὸν, ἤγουν εὐπειθῆ καὶ εὐήνιον ἐν αὐτοῖς ηὑρῆσθαί φησιν, οὐ μικρὸν, οὐ μέγαν, οὐχ ἡγούμενον, οὐ τὸν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένον. ταύτῃτοι καὶ δεῖν ἀπο- [*](d) λέσθαι παντελῶς, ῥίζης ὥσπερ αὐτῆς ἐκβεβοθρευμένον, εὖ μάλα διισχυρίζεται, ἐν ἴσῳ τε γεγονέναι λοιπὸν τοῖς αὐ- αινομένοις καὶ πεπληγόσι τῶν ξύλων, ἃ καὶ μόνης δεῖται τομῆς, ἀναφανδὸν ὥσπερ ὁμολογοῦντα τὴν ἀκαρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτῆρ’, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων· " Ἱνατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ ;" ἄκαρπος δὴ οὖν S. Luc. εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ [*](e) ἐκδώσει κηόιπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τοὶ ἐπιθυμήμιιτω τῆς κοιλίόις ‘ιὐτων.

Ἀναγκαῖον δὲ οἶμαι κἀκεῖνο περιαθρεῖν, τί τὸ χρῆμα τοῦ λόγου· διὰ τί ’δε φησιν, ὅτι ττοί,ντες οἱ ἄρχοντες ιιὐτῶν ιἰπει- θοῦντες ; τί γὰρ ὅλως ἐδεῖτο τῆς τῶν ηόἰχόντων ὑποταγῆς ; [*](6. οὐ accessit ex B.D. (26, 68, 95» 1.5.3’ ^^ο» 31^)• Τ τῆς assumptum ex B.D. (22 al.) 11. οὐ μέγαν] ἢ μέγα D. Ι3• Haec εὖ μάλα accesserunt ex D. 14. αὐαινομένοις B.D. ἀναινομένοις Edd. 1Τ καὶ pro τὸ iid. 19. δεῖν assumptum ex D. 22. εἰ B.D. εἰς Edd. 23. γενόμενα D. γ‘νωμένα (sic) iid. 26. δὲ D. γὰρ Edd.)

204
ἀναφορὰν οὖν ὁ λόγος ἔχει πρὸς ἱστορίαν τινὰ τῶν ἀρχαιοτέρων. οτέρων. καὶ τίς δὴ αὕτη, πάλιν ἐρῶ.

Μεμοσχοποίηκε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἀπόντος [*](142 A. a) Μωυσέως· ἀναπεφοίτηκε γὰρ ἐν τῷ ὄρει Σινᾶ, τὸν νόμον ὑποδεξόμενος. εἶτα κατελθὼν, λελύπηται σφόδρα πρὸς τὸ πλημμέλημα, συνέτριψε τὸν μόσχον, ἀγανακτοῦντα Θεὸν ἐδυσώπει τρόπον τινὰ τῇ ἰδίᾳ γνησιότητι καὶ ἀρετῇ. προσεπιπτε ἔπιπτε γὰρ καὶ ἐξελιπάρει λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου βίβλου σου ταύτης, ἧς ἔγραψας. κατένευε δὲ τῷ προφήτῃ Νum. Θεὸς τὴν εἰς ἅπαντας ἡμερότητα, καὶ δὴ καὶ ἔφασκεν “Ἵλεως [*](b) “ αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου.’’ ὁρᾶς ὅσον ὤνησε τὸν Ἰσραὴλ ἡ τοῦ προεστηκότος φιλοθεΐα, καὶ εἷς ὑπὲρ πάντων ἀρκέσας εἰς τὸ ἀναπεῖσαι Θεὸν, δι’ ὑποταγήν τε καὶ εὐπείθειαν ; αἰτιᾶται τοίνυν εἰκότως, ὡς ὀλοτρόπως ἐκκεκλικότα τὸν Ἰσραήλ. εἶτα μὴ ἔχοντά τινα τῶν παρ’ αὐτοῖς ἡγουμένων, ’τον ἐπιτιμῶντα τοῖς πταίουσι, τὸν ἀφιστάντα τῆς πλάνης, ἤγουν τῆ ἰδίᾳ λαμπρότητι τῆ κατὰ τρόπον καὶ ἀρετὴν ἀποστῆσαι δυνάμενον τὴν ὀργὴν, Θεοῦ παρακεκλημένου, μένου, [*](c) καθάπερ ἀμελεῖ καὶ ἐν καιροῖς γέγονε τοῖς κατὰ Μωυσέα, τοιγάρτοι καὶ ἐξωσθήσονταί φησι καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι. τοῦτο συνέβη παθεῖν αὐτοῖς καὶ τότε μὲν, ἀποκομισθεῖσιν εἰς Ἀσσυρίους, καὶ νῦν δὲ οὐδὲν ἧττον ἐπὶ ταῖς εἰς Κριστὸν παροινίαις κατεστυγημένοις. ἀνέστιοι γὰρ καὶ ἐπηλύται πανταχῆ, καὶ πόλιν οὐκ ἔχοντες οἱ ἐξ Ἰσραὴλ Ezech. διατελοῦσιν ἐν κόσμῳ. “ Λικμιῶ γὰρ αὐτοὺς εἰς πάντα " ἄνεμον, ” καὶ διὰ προφητῶν ἁγίων ἔφασκε Θεός. Εἰ τοίνυν ἐστὶ τῆς πρὸς Θεὸν οἰκειότητος φροντὶς ἡμῖν [*](d) καὶ λόγος, ὑποφέρωμεν αὐτῷ τὸν αὐχένα, καὶ προσίωμεν ὡς ἐξ ἀγαθῆς εὐπειθείας λέγοντι τῷ Xριστῷ “ “Δεῦτε πρός με [*](10. σου assumptum ex D. κατένευε B.D. κατένευσε Edd. 20. καὶ ἀμέλει καὶ D. 22. τοσοῦτο pro τοῦτο D. 23. ἀποκομισθείεν D. δὲ om. D. 25. ἐπηλύται] ἐπήλυδες D. ἐπιλύται (sic) b. 27. καὶ assumptum ex D. 28. ἐστὶ] ἐπὶ Aubertus. 30. τῷ om. D.)

205
“ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω [*](S.Matth. xi. 28, 29.) “ὑμὰς. ἄρατε ’τον ζυγὸν μου ἐφ’ ὑμὰς. ἐσόμεθα γὰρ οὕτως ἔγκαρποι τε καὶ ἀπλῆγες, οὐκ αὐαινομένης ἡμῖν τῆς ῥίζης, οὐ καρποῦ πίπτοντος εἰς τὸ μηδὲν, οὐ πλανηται καὶ ἀποτάτω Θεοῦ, ἀλλ’ ἐγγύς τε αὐτοῦ καὶ σὺν αὐτῷ, καὶ πόλιν ἔχοντες τὴν ἄνω καὶ ἐν οὐρανοῖς, τὴν τῶν πρωτοτόκων τόκων μητέρα, τὴν τῶν ἁγίων τροφὸν, τῶν ἄνω πνευμάτων τὸ καθαρὸν ἐνδιαίτημα.

[*](e)

Ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ, ὁ καρπὸς αὐτῆς εὐθηνῶν· κατὰ [*](Κρφ. ί.) τὸ πλῆθος τῶ καρπῶν αὐτοῦ ἐπλήθυνε θυσιαστήρια, καὶ κατὰ τὰ ἀγαθὰ τῆς Γῆς αὐτοῦ ῲκοδόμησε στήλας. ἐμέρισαν ἐμέρισαν καρδίας [*](2) αὐτῶν, νῦν ἀφανισθήσονται· αὐτὸς κατασκάψει τὰ θυσιαστήρια αὐτῶ, ταλαιπωρήσουσιν αἱ στῆλαι αὐτῶν.