In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὅτι τοῖς ἑκάστου πλημμελήμασιν ἰσομέτρους ἐπάγει τὰς δίκας, ὑπεμφαίνει πάλιν. κατειρήκασι γὰρ τοῦ λυτρωσαμένου [*](c) Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγηοχότος “ Ἐν χειρὶ [*](ps.cxxxxv. 12.) κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται, καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐκκεκομικότος. κατελάλησαν δὲ τῆς δόξης αὐτοῦ, τὰς ὑπὲρ ὧν ἂν εὖ πάθοιεν εὐφημίας τοῖς ἀκασκληρὀν] [*](1. κλῆρόν Aubertus. 5, ὄτι] ὅτε Edd. ante Migne. Statim πρόφασιν (sic) D. 8. παραδέχοντο Edd. 9. δύναιντο iid. 1 1, ἀδικἠσωμεν iid. 17. δὲ prius om. D. (Co.) κατ’ om. F. 19. ἐν] ἐπὶ D. (XII. ex corr. manus antiquae. 49, al.) 26. ἆν om. D. εὖ accessit ex B.D. Statim πάθοι D.)

164
θάρτοις ἀνάπτοντες δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν τῶν ἰδίων, καθάπερ ἀμέλει μεμοσχοποιηκότες κατὰ τὴν ἔρημον, μονονουχὶ τὸν Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες, ἐξ ἀποπληξίας [*](Exod. xxxii. 9. d) ἔφασκον· “ Οὖτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες “ ἀνήγαγον σε ἐκ γῆς Αἰγύπτου.” ὕβρις οὖν ἄρα καὶ παροινία λοιπὸν εἰς Θεὸν, καὶ ἐναργεστάτη κατάρρησις, τὸ γλυπτοῖς καὶ δαίμοσιν ἀναθεῖναι τὸ σέβας, καὶ αὐτοῖς προσἁγειν τὰ χαριστήρια, καὶ τῆς ἀνωτάτω δόξης τὴν ὑπεροχὴν καταβιβάζειν εἰς αὐτά. καὶ οὐχὶ δὴ μόνον κατειρήκασι τοῦ Θεοῦ, καθάπερ ἔφην ἀρτίως, ἀλλὰ καὶ ἀπένευσαν παντελῶς τοῦ κἂν γοῦν οἴεσθαι μόνον, ὅτι παρ’ αὐτοῦ τοῖς ἐν κόσμῳ [*](e) τὰ ζωαρκῆ. οὐ γὰρ βεβοήκασι πρός με φησὶν αἱ καρδιαι αὐτῶν, τουτέστιν, οὐδὲν ἐξεζήτησαν παρ’ ἐμοῦ, καίτοι διακείμενοι, καὶ πεπιστευκότες ὅτι παντὸς ἀγαθοῦ χορηγός εἰμι καὶ δοτήρ. ὅτι δὲ βοῆς οὐ δεῖται Θεὸς, διαθέσεως δὲ μᾶλλον τῆς εἰς νοῦν καὶ καρδίαν, καὶ διὰ τούτων εἰσόμεθα. οὐκοῦν οὔτε βεβοήκασι πρὸς Θεόν. ἀλλὰ γὰρ καὶ ἀπονενεύκασιν ἀχαλίνως εἰς ἐκτόπους φιλοσαρκίας, ὡς καὶ ὀλολύζειν ἐπὶ κοιταις. αἰσχρῶν δὲ τρόπων ἀπόδειξις τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς πορνείαν ἀνεπιπλήκτου ῥοπῆς, καὶ νοῦ κεκλασμένου [*](115 Α. a) πρὸς ἡδονάς. πρέποι δ’ ἂν μόνοις εἰς αἰσχρὰν οὕτω καὶ βδελυρωτάτην ἕξιν κατολισθεῖν τοῖς τὰ τῶν ἀνδρῶν ἐξαίρετα, πρὸς τὰ τῶν γυναίων ἔθη καὶ σχήματα καὶ φωνὰς καταβιάζεσθαι μεμελετηκόσι. γυναικίαι δὲ οὗτοι, καὶ πολὺ λίαν ἐκτεθηλυμένοι, καὶ εἰς λῆξιν ἥκοντες τῆς ἐν ἀνθρώποις ἀκαθαρσίας. τόγε μὴν ἐπ’ αἴνῳ καὶ τ σίτῳ κατατεμνεσθαι αὐτοὺς, ἐκεῖνο οἶμαί που παραδηλοῦν ἔοικεν. εὐχαριστοῦντες [*](b) γὰρ τοῖς ἑαυτῶν εἰδώλοις ἐπὶ ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις, σίτω̣ τε φημι καὶ τοῖς ἐξ ἀμπέλου, τὰς καλουμένας τελετὰς ἐπιτηδεύειν ἤθελον· οἷον ἐνθουσιῶντές τε καὶ μαινόμενοι, καὶ σιδήρῳ τὰ στέρνα καὶ ἄμφω τὼ χεῖρε χαράττοντες, ἵνα καὶ [*](20. ἐππλήκτου Edd. 22. τῶν om. D. 26. ἐπ’ οἴνῳ καὶ σίτω] ἐπ’ σίτῳ καὶ οἴνῳ b. 31. s σιδήρῳ om. b. Hoc ἴνα accessit ex B. D. b.)
165
αὐτόπου τάχα τὸ ἴδιον αἷμα μονονουχὶ καταθύοντες τοῖς γλυπτοῖς, ἐπ’ ἐσχάτη λοιπὸν ἀΦιλοθεΐᾳ καταγινώσκοιντο. τούτοις που τάχα καὶ προφήτης ἕτερος ἐπιμειδιᾷ λέγων, “ Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. ἱκανὰ [*](Infr. xiii. 2.) δὲ τὰ τοιάδε καταλυπεῖν ὅτι μάλιστα τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ᾧ μᾶλλον ἔδει προσάγειν τὰ χαριστήρια, καὶ οὐχὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἀπονέμειν ἀβούλως ξύλοις τε καὶ λίθοις.

Ἐπαιδεύθησαν 3 ἐι ἐμοὶ, κω ἐγὼ κατίσχυσα τοὺσ βραχίονασ αὐτῶν, [*](15) καὶ εἰς ς ἐμὲ ἐλογίσαντο ε πονηρά. ἀπεστράφησαν εἰς οὐδἑν, [*](16) ἐγένοντο ὡς τόξον ἐντεταμένον.

Ετερον αὐτοῖς ἀχαριστίας αὐτῶν ἐπισυνάπτει τρόπον, ἀνοσίους ὄντας καὶ ὀλιγογνώμονας ἀποφαίνων. ἐγὼ μὲν γάρ φησι, καίτοι πάλαι κτηνῶν ἀλόγων διενεγκόντας οὐδὲν [*](d) καὶ ἀσυνέτους ὄντας κομιδῇ, καὶ νόμῳ πεπαίδευκα, καὶ σοφοὺς ἀπέδειξα καὶ τὸ σύμφερον εἰδότας καὶ τὴν τῆς δικαιοσύνης ὁδὸν, καὶ ἁπάσης εὐκοσμίας κατόρθωσιν οὐκ ἠγνοηκότας, ὡς ἤδη καὶ λέγειν χαίροντας ἐφ’ ἑαυτοῖς, “ Μακάριοι ἐσμὲν Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ κυρίῳ γνωστὰ [*](Bar. iv. 4.) “ ἡμῖν ἐστι.’’ καὶ οὐ μέχρι τούτων τὰ τῆς εἰς αὐτοὺς γέγονε φιλοτιμίας· ἀλλὰ γὰρ καὶ ἀλκιμωτάτους ἀπέφηνα, καὶ ἱκανῶς ἔχοντας πρὸς τὸ δύνασθαι παντὸς καταθλεῖν τοῦ πολεμεῖν ἐθέλοντος καὶ ἀνθεστηκότος. νενικήκασι γὰρ ἔθνη [*](e) πολλὰ καὶ μεγάλα, καὶ τοῦτο ἀμογητί· ἀλλ’ εἰς ἐμὲ τὸν τῶν τοιούτων αὐτοῖς δοτῆρα Θεὸν γεγόνασι πονηροὶ, καταφρονηταὶ δηλονότι καὶ ἀποστάται· καὶ ὁ τρόπος αὐτοῖς τῆς ἀποστροφῆς γέγονεν εἰς οὐδεν. οὐδὲν γὰρ ὅλως τὸ ἐξ ὕλης αἰσθητῆς χειροποίητον ἄγαλμα. ἀλλ’ εἰ μέν τι τὸ ἄμεινον εὑρήκασιν, ἔχοι ἂν εἰκότως καὶ λόγον αὐτοῖς ἡ παράβασις. [*](1. αὐτόπου B.D. b. ἀτόπως Edd. 2. καταγινώσκοιντο B.D.b. κατεγινὠσκοντο Edd. 14. διενενεγκόντας (sic) D. 15. πεπαίδευμαι Edd. 16. σαφοῦς iid. ante Migne. correxi ex D. 21. καὶ prius assumptum ex B.D. 25. τῶν assumptiun ex D. 28. τι] τοι Edd.)

166
[*](116 Α. a) ἐπειδὴ δὲ πρὸς Θεὸν οὐδὲν παντελῶς τὰ τοιάδε, γελοιότης δὲ καὶ ἠλιθιότης καὶ ὅσα τούτοις ἐγγὺς, οὐδεὶς αὐτοῖς ἐστι λόγος τῆς ἀποστροφῆς, πιθανὴν ἔχων αἰτίαν. οὐκοῦν εἰς οὐδεν ἀπεστράφησαν, γεγόνασι δὲ πρὸς τούτοις καὶ ὡς τοξον εντεταμενον, οὐ χαλώμενοι πρὸς μετάγνωσιν, οὐ καθυφιέντες τοῦ τόνου τοῦ πρὸς τοσαύτην αὐτοὺς ἀποφέροντος αἰσχύνην καὶ ἀβουλίαν.

Ιστέον ς δὲ, ὅτι τοῦτο διερμηνεύοντες ἐκδεδώκασιν ἐγένοντο ὡς τόξον αντεστραμμενον, ἵνα τι τοιοῦτον πεπραχὼς [*](b) νοῆται πάλιν ὁ ’Ισραήλ. οὓς γὰρ ἔδει μᾶλλον, καθάπερ τι τόξον, ἐντείνεσθαι κατ’ ἐχθρῶν, καὶ βάλλειν εὐτόνως τοὺς ἀντανίστασθαι μεμελετηκότας, διαλελήθασι σφᾶς αὐτοὺς οἱονεὶ τόξων ἀκίσι πλήττοντες πικρῶς. Θεῷ γὰρ προσκρούοντες, κάταγε τοὺς ἤδη προειρημένους τρόπους, τί δρῶντες ἕτερον ἁλοῖεν ἂν, ἢ καθ’ ἑαυτῶν τὰς ἰδίας ὁπλίζοντες χεῖρας ;

Νοοῖτο δ’ ἂν τὸ προκείμενον, εἴπερ τῳ δοκεῖ, καὶ καθ’ ἕτερον τρόπον. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς ἐνέτεινεν οἱονείπως [*](c) τὸν Ἰσραὴλ ὡς ἴδιον τόξον, τῇ τοῦ διαβόλου τυραννίδι μαχόμενος, καὶ τῇ τῆς εἰδωλολατρείας ἀντεξάγων ἀπάτη· μόνος γὰρ ἐκ πάντων τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν ὁ Ισραὴλ, κάταγε τὸ τῷ νόμῳ δοκοῦν, ἀπεσείετο μὲν τὴν τῶν εἰδώλων προσκύνησιν, προσέκειτο δὲ τῷ φύσει τε καὶ ἀληθῶς τῶν ὅλων Δεσπότη· ἀλλ’ ἐτράποντο πρὸς τὸ ἐναντίον. οἱ γὰρ ἐκεῖνο πράττειν ὀφείλοντες, ὑπὲρ τῆς τῶν εἰδώλων δόξης πεπολεμήκασι τῷ Θεῷ· γεγόνασι τοίνυν ὡς ὦον [*](d) αωτεστραμμενον, ἐναντίᾳ χρώμενοι τῇ τοξείᾳ.

Πεσοῦνται ἐὺ ῥομφαίᾳ οἱ ἄρχοντεσ αὐτῶν δι’ ἀπαιδευσίαν Γλώσσησ αὐτῶι.

Οὐ κατὰ μόνον ἥξει, φησὶ, τῶν τοῖς ἡγουμένοις ὑπεστρω- [*](4. πρὸς τούτῳ D. 6. τοῦ τόνου] τοῦτό νοῦ Pont. τουτουὶ Aubertus. 13. πικρῶς D. πικραῖς Edd. 15. ὁπλίζονται D. 22. τὸ assumptum ex Β. 28. ἀπαιδευσίας F. Edd. 30 μόνων D. ὑπεστρωμμένων Β.)

167
μένων τὰ ἐξ ὀργῆς, καταλήψεται δὲ, καὶ μάλα γοργῶς, καὶ τοὺς ταῖς ἀνωτάτω τιμαῖς ἐντρυφᾶν εἰωθότας. πεσουνται γὰρ ἐν ῥομφαίαι, καὶ πρόφασις ἔσται τοῦ παθεῖν αὐτοὺς, τῆς γλώσσης τὸ ἀσελγές. ἀπαιδευσία γὰρ ἀληθῶς τὸ “τῷ ξύλῳ [*](Hier.ii. 27.) “ λέγειν Θεός μου εἶ σύ· καὶ τῷ λίθῳ Σὺ ἐγέννησάς με. Ἁρμόσειε δ’ ἃν εὖ μάλα καὶ τὰ τοιάδε λέγειν τῷ Eμμανουὴλ, [*](e) καθ’ οὗ τὴν ἀπαίδευτον κεκινήκασι γλῶσσαν οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, καίτοι παιδεύοντός τε καὶ κατισχύοντος, δῆλον δὲ ὅτι πνευματικῶς· ὧν οὐδὲν ὑπολογισάμενοι, καὶ ἀπεστράφησαν εἰς οὐδέν. ἐτράποντο γὰρ εἰς “ διδασκαλίας, ἐντάλματα ἀνθρώπων.’’ καὶ γεγόνασιν [*](S.Matth. xv. 9.) ὡς τόξον ἀντεστραμμένον, βάλλοντες ἀνοσίως ’τον ἑαυτῶν Δεσπότην, οὗ μᾶλλον ἐχρῆν ὑπεραθλῆσαι γενικῶς, καὶ νικᾶν ἐπείγεσθαι τοὺς ἀντιτεταγμένους, καθὰ καὶ οἱ τῶν πιστευσάντων [*](a 117 A.) σάντων γνήσιοι μαθηταί.

Οὗτος φ ὁ φαυλισμὸσ αὐτῶι ἐν Γῇ ΑἰΓύπτῳ εἰσ κόλπον αὐτῶ. ὠσ [*](Κεφ. ή.) γῆ, φ ὠς φ ἀετὸς φ ἐπ’ οἶκον Κυπίου, ἀνθ’ ὧι μου, κὼ κατὰ τοῦ νόμου μου ἠσέβησαν.

Ἀσαφῶς μὲν λίαν εἴρηται ταυτὶ, τῆς Ἑβραίων, καθάπερ [*](b) ἐγῷμαι, φωνῆς πολλὴν ἐμποιούσης τοῖς διερμηνεύουσι τὴν δυσχέρειαν· ἑπόμενοι δὲ ἡμεῖς τῇ τῶν νοημάτων τάξει, τὸ εἰς νοῦν ἧκον ἐροῦμεν. οὗτος φ τοίνυν ὁ φαυλισμὸς αὐτῶν ἐν γῆ Αἰγύπτω, τουτέστιν, ἐπειδήπερ ἐμὲ τὸν ἀεὶ σώζοντα καὶ παιδεύοντα καὶ ἀκαταγώνιστον τιθέντα τοῖς ἀνθεστηκόσιν· ἐνίσχυσα γὰρ αὐτούς· ἐξεφαύλισαν ἀνοσίως, δαιμονίοις μὲν ἀπονέμοντες τὰς λατρείας, ἐπιθαρσήσαντες δὲ καὶ τῇ [*](c) τῶν Αἰγυπτίων γῇ, καὶ ἀποχρήσειν αὐτοῖς εἰς εὐημερίαν τὰς ἐκεῖθεν ἐπικουρίας οἰόμενοι, ταύτῃτοι καὶ εἰς κόλπον αὐτῶν [*](4. γλώττης D.b. 5. με ἐγέννησας pro ἐγέννησας με b. 7. γλῶτταν b. 8. κοὶ οἱ pro τε καὶ prius b. 22. ὁ φαυλισμὸς αὐτῶν post φησὶν tr. D. 25. ἐξεφαύλησαν Edd. 26. τὰς assumptum ex B.D.b. 27. εὐημερίαν] εὐημερίας Edd. invitis B.D.b.)

168
ἀποστραφήσεται τὸ ἐγχείρημα, καὶ τῆς ἑαυτῶν εἰκαιοβουλίας οὐκ ἀγαθὰς εὑρήσουσιν ἀμοιβάς. ἀπολήψονται δὲ καθάπερ εἰς κόλπον τὰς δίκας. ἥξει γὰρ ἥξει, φησὶν, ὁ καταδῃώσων αὐτοὺς, τῶν Ἀσσυρίων ὁ τύραννος ἀριθμοῦ κρείττονα τὴν τῶν μαχίμων ἔχων πληθύν. ἥξει τε αὐτοῖς ὡς ὅλη γῆ καὶ [*](d) χώρα καὶ πατρὶς, ἵνα τις οἴηται τὴν Περσῶν καὶ Μηδῶν ὅλην ἐξ ὅλου μεταστῆναι χώραν, καὶ εἰς Σαμάρειαν ἐλθεῖν· τοῦτό ἐστι τὸ ὡς γῆ. ἥξει δὲ καὶ ὡς ἀετὸς φ οἶκον οἶκον τουτέστιν, ἀναπτήσεται καὶ ἐπ’ αὐτὸν ὀξὺς καὶ δεινὸς τὸν ναὸν τοῦ Θεοῦ, καὶ καταδραμεῖται τῆς Ἰούδα βασιλείας καὶ τῶν Ἱεροσολύμων, ἁρπάζων ἀμογητὶ, καὶ ἀποκομίζων εἰς τὴν ἑαυτοῦ. πρώτη μὲν γὰρ ἡ Σαμαρειτῶν πεπόρθηται χώρα, καὶ ἐν αὐτῇ που πάντως ὁ Ἰσραὴλ, ὕστερον δὲ καὶ αὐτὴ λοιπὸν ἡ διαβόητος ἐλήφθη πόλις, ἐφ’ ἧ καὶ ὁ προ- [*](Thren. i. e 1.) φήτης Ἱερεμίας ἐθρήνει λέγων· “Πῶς ἐκάθισε μόνη ἡ πόλις “ ἡ πεπληθυσμένη λαῶν ; ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς “ φόρον. ὅτι γὰρ συνεπρήσθη τῇ πόλει καὶ ὁ ναὸς, οὐδαμόθεν ἀμφίλογον. ταῦτα δὲ αὐτοῖς συμβήσεταί φησιν, ὅτι τὴν θείαν παραβεβήκασι ιόιθήκην, καὶ ἠσέβησαν κατὰ τοδ’ λαληθέντος νόμου. ὀλίγου γὰρ παντελῶς ἀξιοῦντες λόγου τὰ διὰ τοῦ πανσόφου Μωνσέως τεθεσπισμένα, τοῖς ἰδίοις θελήμασι [*](118 A. a) διαζῆν ἐσπούδαζον, καὶ ἕκαστος τὸ δοκοῦν καὶ θρησκείας κείας τρόπον ἐποιοῦντο καὶ νόμον.

[*](2, 3)

‘Εμὲ κεκράκται Ὁ Θεός σ ἐrὠκαμέ σε· ὅτι ’Ισραὴλ ἀγαθὰ, σ ἐχθρὸν κατεδὶωξαν.

[*](Supra vii 14.)

Οἱ ἐπὶ σίτῳ καὶ οἴνῳ κατατεμνόμενοι, καὶ τοῖς ἀκαθάρτοις δαίμοσι τελοῦντες τὰς ἑορτὰς, οἱ ταῖς ἑαυτῶν καρδίαις οὐ βεβοηκότες πρὸς Θεὸν, οὐδὲ μὴν ἐπεγνωκότες τὸν ἁπάσης [*](2. ἀπολήψεται D. 3. καταδῃώσας Edd. invitis B.D.b. 4. ὁ om. D. 8. ὡς alt.] + δ Edd. 9. κοὶ prius assumptum ex B.D. Syr. ἐπὶ post δεινὸς add. D. 18. ἀμφίβολον D. 24. ἀπεστρέψατε D. ῍ να πνεύμασι D. 28. ἁπάσης] πόσης Edd.)

169
αὐτοῖς εὐθυμίας δοτῆρα καὶ πρύτανιν, ἀλλ’ οὐδὲ ταῖς καθηκούσαις [*](b) εὐχαριστίαις τετιμηκότες, ἐπειδήπερ ἐν τῷ πλάτει τῆς εὐημερίας ἠγνοήκασιν αὐτὸν, ἀλλ’ οὖν εἴσονται παθόντες ἃ δεῖ, καὶ τῆς ἑαυτῶν δυσβουλίας εἰς πικρόν τε καὶ ἀπευκτὸν καταίροντες τέλος, κεκράξονται καὶ ἐπικαλέσονται μόλις, δειναῖς τε καὶ ἀνηκέστοις ἐνολισθήσαντες συμφοραῖς. σύμβουλον δὲ ὥσπερ τὴν αὐτῶν τῶν δεινῶν δεξάμενοι πεῖραν, κατηγορήσουσι τότε τῆς ἑαυτῶν εὐηθείας, ἐκεῖνό που λέγοντες Ισραὴλ φ ἀπεστρέψατο ἀγαθά. ἐξὸν γὰρ ἔχειν αὐτὰ, καὶ τοῦτο [*](c) πλουσίως, ἐρηρεισμένους μετὰ Θεοῦ, καὶ τὰ αὐτῶ δοκοῦντα διαπεραίνειν εὖ μάλα διεσπουδακότας, ὦρόν κατεδίωξαν, τουτέστι, μονονουχὶ καὶ ἑκόντες αὐτοὶ δεδραμήκασι πρὸς ἐχθροὺς, καὶ ὑπὸ χεῖρα γεγόνασι τῶν μεμισηκότων, τὸν ἀεὶ σώζοντα Θεὸν, καὶ ἀμείνους τιθέντα τῶν ἀνθεστηκότων, ταῖς ἀποστασίαις λελυπηκότες. πάνσοφον οὖν ἄρα καὶ ὀνησιφόρον ἀληθῶς, τὸ μὴ τὴν τῶν δεινῶν ἐκδέχεσθαι πεῖραν· παραιτεῖσθαι δὲ μᾶλλον ἀποῦσαν ἔτι, καὶ πρὸ αὐτῆς ἐπείγεσθαι καταθρεῖν τὸ σύμφερον.

[*](d)

‘Εαυτοῖς δ ἐβασίλευσαν καὶ οὐ δι’ ἐμοῦ, ἤρξαν καὶ οὐκ ἐΓνώρισάν μοι, τὸ ἀρΓύρω αὐτῶ καὶ τὸ χρθσίον αὐτῶ ἐποίησαν ἑαυτοἳς εἴδωλα, ὅπωσ ἄν ἐξογοθρευφῶσιν.

Ἀρνεῖται τὴν βασιλείαν τήν τε τοῦ ‘Ιεροβοὰμ, καὶ τῶν καθεξῆς βεβασιλευκότων ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, καίτοι διαρρήδην αὐτὸς εἰρηκώς “Ὅτι παρ’ ἐμοῦ γέγονε τὸ [*](3 Reg. xii. 24.) “ ῥῆμα τοῦτο·’’ ἀπειλήσας δὲ καὶ αὐτῷ Σολομῶνι ταῖς τῶν ἀλλοφύλων γυναικῶν ἀκολουθήσαντι γνώμαις, καὶ τεμένη [*](e) καὶ βωμοὺς τοῖς ἐκείνων σεβάσμασιν ἀνοσίως ἀνατεθεικότι, ὅτι “ Διαρρήξω τὴν βασιλείαν σου, καὶ δώσω αὐτὴν τῷ [*](Ib. xi. 11.) [*](1. εὐθηνίας pro εὐθυμίας Edd. 9. ἀπεστρέψατε (ut supra) D. 14. ἀμείνω D. 20. ἑαυτοῖς] αὐτοῖς Edd. 21. ἄν assumptum ex Β. (27, 228, 310.) deest in D. Edd. 25. καὶ om. D. Σολομῶντι D. 27. Hoc ἀνοσίως accessit ex D.)

170
“ δούλῳ σου.’’ τί οὖν ἐροῦμεν ; ψευδοεπῆ τὸν τῶν ὅλων Θεόν ; μὴ γένοιτο· τετραψόμεθα δὲ μᾶλλον ἐπὶ τὸ χρῆναι [*](Amos iii. 6.) “φρονεῖν ὀρθῶς, περινοοῦντες ἐκεῖνο. γέγραπται γάρ, “ “ ἔσται κακία ἐν πόλει, ἢν κύριος οὐκ ἐποίησε ” κακίαν δὲ λέγει τὴν κάκωσιν. τὰ μὲν γὰρ τῶν πραγμάτων αὐτὸς κατ’ [*](119 Α. a) ἰδίαν ἐργάζεται γνώμην, τὰ δὲ καὶ γίνεσθαι συγχωρεῖ, κολάζων τινἀς, ἰνᾶς, κἂν εἰ πράττοιτό πὼς ἀνεθελήτως αὐτῷ. ἐπειδὴ δὲ κωλύειν δυνάμενος, ἐφίησί τι καὶ γίνεσθαι πολλάκις οἰκονομικῶς, ὡς αὐτὸς ὑπάρχων ἐργάτης καὶ τούτων λέγεται. οἷον· ἐπ’ αὐτὸν γὰρ ἤδη τὸν Σολομῶνα βαδιούμεθα· δέδωκε μὲν γὰρ αὐτῷ τὸν ἐκ λίθων ἐν τοῖς Ἱρτοσολύμοις ἀναδείμασθαι ναὸν, σοφὸν ἀπετέλει, καὶ ἐπ’ ἀσυγκρίτῳ συνέσει διαπρεπῆ· ἔργον τοῦτο τῆς αὐτοῦ γνώμης. σὺν κεχώρηκεν αὐτοῦ ῥαγῆναι τὴν βασιλείαν, οὐκ αὐτὸς εἰς τοῦτο [*](b) κατὰ γνώμην ἰδίαν ἀποφέρων τὰ πράγματα, σιωπῶν δὲ ὥσπερ, καὶ ἐπὶ τοῖς ἀβουλήτοις, διὰ τὴν πρὸς αὐτὸν ἀγανάκτησιν. οὐκοῦν εἰ καὶ βεβασίλευκεν ‘Ιεροβοὰμ, καὶ οἱ καθεξῆς, ἀλλ’ οὐχὶ δὴ πάντως Θεοῦ συννεύοντος. τὰ γὰρ ἐξ ὀργῆς τῆς πρός τινας ὡς ἐν κολάσει συμβαίνοντα, τρόπον ἕτερον ἔχει, καὶ οὐκ ἂν νοοῖτο τοιαῦτα τυχὸν, ὁποῖά περ ἂν εἴη τὰ κατὰ βούλησιν ἀληθῶς. ἐαυτοῖς τοιγαροῦν βεβασιλεύκασι, καὶ οὐ Ἄι ἐμοῦ. ἐπειδὴ δὲ ηρξαν, μονονουχὶ μηδὲ ἐγνωκότος Θεοῦ· [*](c) τὸ γὰρ παρὰ γνώμην οὐδὲ εἰδέναι δοκεῖ· γέγονεν ἀσθενὴς καὶ εὐάλωτος ἡ ἀρχὴ, καὶ ἀνικάνως ἔχουσα πρὸς ἀντίστασιν, καὶ [*](Prov. viii. 15, 16.) διασώζειν οὐχ οἷά τε τοὺς ὑπεζευγμένους. “ Δι’ αὐτοῦ γὰρ “ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ αὐτοῦ κρατοῦσι γῆς.’’ ὅτι δὲ πολλὴν ἐπὶ τούτῳ νοσοῦσιν ἀναισθησίαν, καὶ τοῖς δοθεῖσι παρὰ Θεοῦ πρὸς τὴν κατ’ αὐτοῦ λύπην ἐχρήσαντο, μᾶλλον δὲ καὶ εἰς ὄλεθρον τῶν ἰδίων ψυχῶν, ἐδίδαξεν εἰπων· τὸ αργυριον ἀυτῶν καὶ τὸ χρυσίον εποιησαν εαυτοις [*](d) εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν. ὅθεν γὰρ ἦν αὐτοὺς εὐδοκιμεῖν [*](1. ψευδοεπῆ τὸν τῶν ὅλων Θεόν ;] ψευδοεπεῖ ; D. 3. γὰρ assumptum ex D. 4. ἔσται D. ἐστι Edd. 18. δὴ D. δὲ Edd. 26. Haec δι’ αὐτοῦ accesserunt ex D. 31. αὐτοὺς] αὐταῖς b.)
171
δύνασθαι κατοικτείροντας ἀδελφοὺς, ἐντεῦθεν Θεῷ προσκρούουσι, καὶ τῆς σωτηρίας τὸν τρόπον μετανιστᾶσιν ἀβούλως ἐπί γε τὸ ἐξ αὐτοῦ διόλλυσθαι δεῖν.

’Απότριψαι τοι μοσχον σου Σαμάρεια, παρνξὐνθη δ θυμός φ μου [*](5) ἐπ’ αὐτῷ· ἕως φ τίνοσ οὐ μύ δὐνωνται καθαπισθῆναι ἐὺ τῷ [*](6) ’Ισραήλ ; καὶ αὐτὸ τέκτων δ ἐποίησε, καὶ οὐ Θεόσ ἐστι, πλανῶν ἦν ὁ μόσχος δ θοῦ Σαμάρεια.

Ὡς δ εὖ γε δὴ λίαν τὸ ἀπότριψαί φησιν, ὡς ἐπὶ κηλῖδος [*](e) καὶ μολυσμοῦ καὶ τῆς ἐσχάτης ἀκαθαρσίας. τοῦτο γὰρ ἀληθῶς τῆς εἰδωλολατρείας τὸ χρῆμα, βδελυράν τε καὶ κάκοσμον, καὶ κατηχθημένην παρὰ Θεῷ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀποτελοῦν. συμβουλεύει δὴ οὖν ὡς φιλοικτίρμων καὶ ἀγαθὸς, μετατίθεσθαι πρὸς τὸ ἄμεινον, καὶ ἀποσκευάζεσθαι τὴν ὀργὴν, καὶ τὰς τῶν συμβησομένων αἰτίας περιστεῖλαι λοιπὸν, καὶ ταῖς μεταγνώσεσιν ἀνακόψαι τὰ κἂν γοῦν ὀψὲ διεκνήψαντας. ἐπ’ αὐτῷ γὰρ δὴ δηλονότι τῷ [*](a 120 Α.) μόσχῳ παρωξύνθαι φησὶ, δεικνὺς ὅτι παρίησι μὲν ἔσθ’ ὅτε φιλάνθρωπος ὢν τὰ ἐξ ἀσθενείας τῆς ἀνθρωπίνης πταίσματα, κολάζει δὲ πάντως τὴν ἀποστροφὴν, δύσοιστόν τε ποιεῖται τὴν τῶν ὑβριζόντων ἀπόνευσιν, εἴς γε τὸ χρῆναί φημι τοῖς δαιμονίοις προσκυνεῖν. μέχρι γὰρ τίνος ἐν ἀκαθαρσίᾳ γεγονότες ἀμεταποίητοι μενεῖτε ; ποῖος ὑμῖν ἀρκέσει καιρὸς εἰς τὴν τῆς εὐηθείας ἀπόθεσιν ; ὃ γὰρ εἰργάσατο [*](b) τέκτων, Θεὸν εἶναι πιστεύετε· καὶ τὸ ὠφελοῦν οὐδὲν, ἀποκομίζον δὲ μᾶλλον εἰς ὄλεθρον καὶ ἀπώλειαν, σεπτὸν ἡγεῖσθε καὶ ἀξιόληπτον· πλανᾶ γὰρ ὁ μάσχος, καὶ ἕτερον οὐδέν.

[*](1. δύνασθαι] + διὰ τῆς μεταδόσεως b. 4. φ ποροξύνθη D. 5. αὐτώ F. Edd. ἐπ’ αὐτοὺς D. δύνονται D. (26.) 10. καὶ κάκοσμον om. D. 11. κατηχθημένην Β. κατηχθημένοις D. κατη[φη]μένην e conj. Migne. κατημένην (sic) Edd. ἀκαθάρτου pro ἀνθρωπου 12. οὖν om. D. ψαντας D. δὴ assumptum ex D. 17. παρωξύνεσθαι (sic) D. 25. εἰς assumptum ex B.D.)
172
[*](7)

“Οτι ἀνεμόφθορα ἔσπειραν, κω ἡ καταστροφὴ αὐτῶ ἐκδέξεται αὐτά· δρᾶΦμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον, ἐὰv δὲ κω ποιήσῃ, ἀλλότριοι καταφάτονται αὐτό.

῾Ως ἐξ ὁμοιότητος τῶν εἰκῇ καμνόντων ἐν γεωπονίαις, τῆς [*](c) ἐνούσης αὐτοῖς δυσβουλίας καὶ τῆς περὶ τὰ μάταια σπουδῆς τὸ ἄκαρπον ὑποδηλοῖ. τὸ γὰρ ἐπ’ αὐτοῖς πονεῖν ἑλέσθαι τινὰς, καὶ ἐπιμελῶς ἔσθ’ ὅτε θρησκεύειν, ἀναθήμασί τε καὶ θυσίαις τιμᾶν, εἴη ἂν ἕτερον οὐδὲν, ἢ τὸν ἀνέμῳ κατεφθαρμένον συναγείρειν σπόρον, οὐδὲν ὀνῆσαι παντελῶς τὸν πονοῦντα δυνάμενον. ποία γὰρ ἀντίδοσις τῆς εἰς ειδωλολατρείαν σπουδῆς ; ἢ ποία παρὰ γλυπτῶν ὄνησις ; ἢ κατὰ τίνα τρόπον εὐφρανοῦσί τινας ἃ δεῖ πάντως ἐλθεῖν εἰς καταστροφήν [*](d) ; ἐοίκασι τοίνυν οἱ τὰ τοιάδε ποιεῖν εἰωθότες καὶ ταῖς εἰδώλων τιμαῖς ἀνατιθέντες τὸ σπούδασμα, τοῖς σπείρουσιν ἀνεμόφθορα, καὶ ἀσταχύων σράγματι σῖτον οὐκ ἔχοντι, καὶ εἰς ἀλεύρου χρείαν οὐ πεποιημένῳ. εἰ δὲ δή τι καὶ γένοιτο παρ’ αὐτῶν, τουτέστι, κἂν εἰ δόξειάν πὼς εἶναι σπουδαῖοι καὶ γνήσιοι περὶ τὰ τῆς πλάνης ἔργα, καὶ τοῦτο εἰς ἀλλοτρίους γενήσεται παρ’ αὐτῶν, κατευφρανεῖ δὲ Θεὸν κατ’ οὐδένα τρόπον. αλλοτρίους δέ φησι τοὺς ψευδωνύμους θεούς. [*](e) Ἄμισθον οὖν ἄρα παντελῶς καὶ τὸ σπουδαῖον ἡμῶν ἐν τοῖς λυποῦσι Θεὸν, καὶ τῆς ἐπιεικείας οἱ τρόποι πάντῃ τε καὶ πάντως διαβεβλήσονται παρ’ αὐτῷ, τῆς τοῦ ἀγαθοῦ διεκπίπτοντες θήρας.

[*](2. ἄλευρα F. (42.) 3. ποιῆσαι D. αὐτά F. (42.) 7. κοὶ prius assumptiim ex B.D. 10. ποιοῦντα Aubertus. 11. ἡ post γλυπτῶν add. D. 12. δὴ pro δεἵ D. 22. πάντῃ τε] πάντοτε Edd. 23. f παρ’ αὐτῶν (sic) D.)