In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Tοιοῦτόν τι δεδράκασιν Ἰουδαῖοι πάλιν ἐπὶ Χριστῷ. καταψευδόμενοι γὰρ τῆς δόξης αὐτοῦ, καὶ κατὰ βραχὺ τοὺς ὄχλους [*](d) ἐξέλκοντες τῆς εἰς αὐτὸν ἀγάπης οἱ γραμματεῖς τε καὶ Φαρισαῖοι, πεπορνεύκασι νοητῶς, ἀποστήσαντες αὐτοῦ τὴν ἀγελαίαν πληθύν.
Ἤρξαντο ἄρχοντες θυμοὔσθαι ἐξ οὔνου, ἔξέτεινε τὴν χεῖρα αὐτοῦ μετὰ λοιμῶν, διότι ἀνεκαύθησαν ὡς κλίβανον αἱ καρδίαι αὐτῶ.
[*](6)Οἶνον, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὸν ἐξ ἀμπέλου Σοδόμων, [*](e Deut. xxxii. 32.) τὸν καταμεθύσκοντα καρδίας, καὶ ἐπιθολοῦντα τὸν νοῦν καὶ ἀχλύος αὐτὸν ἀναπιμπλάντα τῆς ὀλεθρίου καὶ βδελυρᾶς. δεδυσφορηκότων δὴ οὖν ἐνίων ἐπί τε τῇ τῶν δαμάλεων καινοτομίᾳ, καὶ μέν τοι τῶν ἑορτῶν, παρεθήγοντο πρὸς ὀργὰς τῶν ἀρχόντων τινές. ἵνα δὲ μὴ ὁρῷτο τῶν σεσιγηκότων, καὶ εὐφημεῖν οὐκ ἀνεχομένων ἡ σωφρονεστέρα πληθὺς, αὐτοὶ τοῖς ὄχλοις τὰς χεῖρας συνεκτείνοντες, ἐπεφώνουν καὶ ἔτι μειζόνως “Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως,” καὶ τοὺς τῆς ἀνοσιότητος [*](Supra ver. 5.) ἀπεδέχοντο τρόπους. ὠργίζοντο τοίνυν μεμεθυσμένοι, [*](a 110 Α.) φησὶν, ἀνοσίᾳ μέθῃ, καὶ τοῖς μὴ συντρέχουσι τοῖς οὕτως αἰσχροῖς τοὺς ὀδόντας ἐπέτριζον, λοιμοῖς συνεκτείνοντες τὰς ἑαυτῶν χεῖρας. λοιμοὺς δέ φησι τοὺς ὄχλους. ἐπεκρότουν γάρ φησιν, ὡς ἔφην, καίτοι παιδαγωγεῖν εἰς εὐσέβειαν ὀφείλοντες, καὶ τὴν τοῦ συμφέροντος ἀνακαλύψαι τρίβον. ἀλλ’ ἦσαν θερμοὶ τὴν καρδίαν καὶ αὐτοί φησι, τῆς εἰς παράβασιν ἐπιθυμίας τὴν ὀλεθρίαν εἰς νοῦν δεξάμενοι φλόγα.
[*](b)Ἐν τῷ καταῤῥάσσειν αὐτοὺς ὅλην τὴν νύκτα ὕπνου Ἐφραΐμ ἐνεπλήσθη· επλήσθη·πρωΐ ἐγενήθη, ἀνεκαύθη ὠς πυρὸς.
Ἔφην, ὅτι περιδεὴς ἦν ἄγαν ὁ θεομισὴς Ἱεροβοὰμ, ἐν [*](Supra 108 c.) [*](6. Ἤρξαντο] + οἱ Edd. (A.V.) invitis B.D. (XII. a prima manu.) αὐτῶν Β. (22 al.) 7. κλίβανον B.D. κλίβανος Edd. (A.V. Codd. Parsoniani omnes.) 25. ἐνεπλήσθη D. ἀνεπλήσθη F. Edd.)
Αληθῆ μὲν οὖν ἅπερ ἔφην· τεθέρμανται γὰρ οἱ ἀμφὶ τὸν [*](Supra ver. 6.) ἐπάρατον Ἱεροβοὰμ, καὶ “ἀνεκαύθησαν ὡς πυρὸς φέγγος.” ἀρ’ οὖν μέχρι τῶν ἐκείνῳ τετολμημένων τὰ τῆς δυσσεβείας [*](111 Α. a) προβέβηκεν; οὐδαμῶς, φησίν· ἐθερμάνθησαν γὰρ πάντες, καὶ οἱ [*](2. δὴ assumptum ex B.D. 9. λοιπὸν om. D. 16. ἦν] ὢν Aubertus. 17. ἐπεὶ pro ἐπειδὴ D. 18. πῦρ φέγγος b. Syr. (Alex.) sed cf. e infra. πυρὸς φέγγος Edd. 19. μελησμοῦ D. 22. κατέφαγε B.D. κατέφαγεν πῦρ Alex.) κατέφαγον Edd. (Vat.) 24. ὁ ἐπικαλούμενος post αὐτοῖς transp. Edd. (Vat.))
Ἐφραΐμ ἐν τοῖς λαοῖς αὐτοῦ συνανεμίγνυγο· Ἐφραΐμ ἐγένετο [*](8) ἐγκρυφίας οὐ μεταστρεφόμενος.
[*](b)Kαταψέγει λίαν τοὺς ἐκ φυλῆς Ἐφραΐμ τὴν βασιλίδα τιμὴν ἀνημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἁλλ’ εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους μένους ἐυκόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὅραν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀρρωστοῦντες τὴν ἀβουλίαν, [*](c) καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίητον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραΐμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῆ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον.
[*](d)Κατέφαγον ἀλλότριοι τὴν ὐσχὺν αὐτοῦ, αὐτὸς δὲ οὐκ οὐκ κω [*](9) πολιαὶ ἐξήνθησαν αὐτῷ, κω αὐτὸς οὐκ ἔγνω.
Ἀλλοτρίους ὀνομάζει τοὺς ἀλλοφύλους καὶ ἑτερογενεῖς, [*](1. τοιαύτης] τοιᾶσδε D. 5. Haec ἀξιῶν, καὶ τῆς accesserunt ex B.D. 7. συνανεμίγνυτο B.D.F. (Alex. ΧΙΤ.) συνεμίγνυτο Edd. (Vat.) 8. μετατρεφόμενος Aub. 12. εἰς ἅπαντα B.D. εἰς ἅπαν Edd. 17. τούτῳ Β. τοῦτο D. Edd. 20. φησὶ γεγενῆσθαι inverso ordine D. 22. μεταβάλοι pro μεταστρέφοι D. 23. καταφρυάττεσθαί τε (sic) D. 25. ἐπέγνω pro ἔγνω F. (Alex.))
Καὶ παπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραήλ εἰς πρόσωπον αὐτοῦ, καὶ οὐκ ἐπέστρεψαν πρὸς κύρω τὸ θεὺν οὐτῶ, κω οὐκ ἐξεζήτησαν [*](C) αὐτὸν ἐν πᾶσι τούτοις.
Ερμηνεύει σαφῶς ὅπερ ἔφη· τί γὰρ οὐκ ἔγνω καίτοι πεπολιωμένος ὁ Ἐφραΐμ, διατρανοῖ πάλιν. ἡ γὰρ ὕβρις [*](7. ἀνταγώνιστος (sic) D. 10. δεδαπάνηται Edd. 25. τοῦ om. D. Α.ν.) 28. ἔφην (sic) D. Statim τί Β. ὅτι D. τὸ Edd. 29. δὲ post διατρανοῖ add, D.)
Καὶ ἦν ἘΦραΐμ ὡσεὶ περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν· [*](11) Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. καθὼς [*](12) ἆ πορεύωνται ἐmβαλῶ ἐπ’ αὐτοὺc τὸ δίκτυόν μου, καθὼς τὰ πετεινά τοῦ οὐρανοῦ κατάξω αὐτοὺς, παιδεύσω αὐτούς ἐν τῇ e ἀκοῇ τῆς θλίψεως αὐτῶν.
Αναμνῆσαι δεῖ πάλιν τῶν γεγραμμένων ἐν τῆ τετάρτη τῶν βασιλειῶν· συνήσομεν γὰρ εὐκόλως ὡδὶ τῶν προκειμένων τὸν νοῦν. Ὠσηὲ τοίνυν υἱὸς Ἠλὰ βεβασίλευκεν ἐν Σαμαρείᾳ [*](4 Reg. xvii. 1.) ἐπὶ τὸν Ἰσραήλ. πρὸς τοῦτον ἀγγέλους πέπομφε Σαλαμαωασὰπ ὁ Ἀσσύριος, τὰ συνήθη δῶρα τυραννικώτερον ἐξαιτῶν, μόνον δὲ οὐχὶ καὶ δασμολογεῖν ἐθέλων τὸν Ἰσραήλ. ὁ δὲ ἀνένευσε τὴν δουλείαν, ἐμελέτα δὲ μᾶλλον τὴν ἀντίστασιν, [*](a 113 Α.) κἂν εἰ ἕλοιτο τυχὸν τὸν πολέμου νόμον ἐπιθέσθαι τῷ Ἰσραήλ. εἶτα πρὸς Σηγὼρ ἐπρεσβεύετο τὸν Αἰγύπτου τύραννον, ἐπικουρίαν αἰτῶν· ᾠήθη γὰρ ὅτι περίεσται σὺν αὐτῷ τῆς Ἀσσυρίων χειρός. πρὸς τοῦτο δὲ μάλιστα λελυπημένος [*](1. νενόσηκεν] νενόηκεν Edd. invitis B.D.b. 4. λέγει ( = λέγῃ) b. 8. δὲ post σκληροὶ add. Edd. 12. ὡσεὶ B.D. (153.) ὡς Edd. (A.V.) 13. ἐπορεύετο pro ἐπορεύθησαν F. (42, 240.) 14. πορεύωνται D. 15. τῇ om, F. Edd. 18. ὡδὶ om. D.)
Οὐαὶ αὐτοῖσ, ὅτι ἀπετήδησαν ἀπ’ ἐμοῦ· δείλαιοι εἰσινλ, δυ’ ἠσέβησαν [*](13) εἰς ἐμέ.
Ὄτι πρόφασις αὐτοῖς τῶν δεινῶν τὸ ἀποστῆναι Θεοῦ, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. ὅνπερ γὰρ τρόπον οἱ [*](a 114 Α.) ἀρρωστοῦντες σωματικῶς, ἑαυτοῖς παραίτιοι γεγονότες τῆς τῶν νοσημάτων ἀγριότητος ἁλοῖεν ἂν, εἰ μὴ παραδέχοιντο τοὺς ἰατροὺς, καὶ τὰ δι’ ὧν ἂν δύναιτο κατευνάζεσθαι τὸ λυποῦν, οὕτω καὶ ἡμεῖς τῆς εἰς Θεὸν ἀγάπης ἑαυτοὺς οὐ μετρίως ἀδικήσομεν. σώζει γὰρ οὐδὲν τὸν προσκρούοντα Θεῷ. ὅτι τοίνυν ἀποδεδραμήκασι Θεοῦ, ταύτῃτοι δείλαιοι καὶ ἐπάρατοι· δεδυσσεβηκότες δὲ, δίαγε τοῦ προσκυνεῖν τοῖς ψευδωνύμοις θεοῖς καὶ ἀνάπτειν αὐτοῖς τὸ [*](b) σέβας, ὑποκείσονται τῷ οὐαι. “ Ἐὰν γὰρ κλείση κατὰ ἀν- [*](Ηiob. xii. 14.) “ θρώπου Θεὸς, τίς ἀνοίξει ;" κατὰ τὸ γεγραμμένον.
Εγὼ δὲ ἐλυτρωσάμην αὐτοὺς, 2 αὐτοὶ δὲ κατελάλησαν κατ᾿ ἐμοῦ ψευδῆ, καὶ οὐκ ἐβόΗσαν πρὸς ς μὲ αἱ καρδίαι αὐτῶν, ἀλλ’ ἀλλ' ἥ [*](14) ὠλόλυςον ἐν ταῖς κοίταισ αὐτῶν· ἐπὶ σίτῳ καὶ οἴνῳ κατετέμνοντο.