In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶεἶδεν Ἐφραΐμ ὢν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὐδύνην αὐτοῦ· [*](13 c) καὶ ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεἰμ, κὼ αὐτὸς οὐκ ὐδυνήθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύση ἐξ ὑμῶν δύνη.

Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραΐμ, καὶ μὴν καὶ ὡς [*](Supra ver. 12.) κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραΐμ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ [*](d) καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραΐμ, καὶ ἰδίαις δυνάμεσιν ἀντιφέρεσθαι τοῖς συμβεβηκόσιν οὐκ ἔχων, οὔτε μὴν ἀποσείεσθαι τὰ ἐκ τοῦ πολέμου βλάβη δυνάμενος, προσκέκρουκε πάλιν τῷ πάντα ἰσχύοντι Θεῷ, οὐδὲ ἐν αὐταῖς, ἵν οὕτως εἴπω, ταῖς μάστιξιν ἐννενοηκὼς τὸ συμφέρον· ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει μᾶλλον ἐπιστρέφειν πρὸς τὸν Θεὸν, τότε δὴ μάλιστα λυπεῖν ᾑρημένος καὶ ἀποφοιτῶν ἀγριώτερον. οὐκ ἠγνόει μὲν γὰρ τὸν ἁπάσης αὐτοῖς εὐκλείας καὶ χορηγὸν καὶ πρύτανιν, τὸν [*](e) τοῦ δύνασθαι κρατεῖν τῶν ἀνθεστηκότων ἀεὶ δοτῆρα Θεόν· ἁλλ’ οὐδενὸς ἠξίου τὸ χρῆμα λόγου, καίτοι τοῦ πανσόφου διακεκραγότος Μωυσέως “Κύριος συντρίβων πολέμους, [*](Exod. xv. 3.) [*](1. 2. Sic Β. Τόμος τέταρτος εἰς τὸν προφήτην ὠσηέ D. 5. αὐτὸς B.D. (Alex.) οὗτος Edd. (Vat.) ἠδυνήθη B.F. (26. al.) ἠδυνάσθη Edd. (A.V.) ἐδυνάσθη D. (23). 6. ὀδύνην Edd. (Co.) 9. τὸ assumptum ex D. 10. αὑτοῦ Edd. (ante Migne.) invito D. Statim συγκατεθῃοῦντο D. συγκατεδῃοῦτο Edd. 11. τοῦ om. D. 17. τὸν om. D. 18. ἀποφοιτῶν D. ἀπεφοίτα Edd. 19. εὐκλείας] εὐσθενείας D. 21. τὸ] τοῦ Aubertus.)

132
“Κύριος ὄνομα αὐτῷ,” διδάσκοντός τε σαφῶς, ὡς δι’ αὐτοῦ [*](Deut. xxxii. 30.) τε καὶ ἐν αὐτῷ “Διώξεται εἷς χιλίους, καὶ δύο μετακινή- “σουσι μυριάδας.” εἶτα, δέον παρ’ αὐτοῦ δὴ καὶ μόνου τὴν [*](92 Α. a) συνήθη πάλιν ἐπικουρίαν αἰτεῖν, καὶ λιταῖς ἀναπείθειν ἐπαμύναι οἱ τὸν σώζοντα, πικρὰ κατὰ τῆς ἰδίας ἐσκέπτετο κεφαλῆς. ἐπρεσβεύετο γὰρ πρὸς ἀλλοφύλους, καὶ τὰς παρ’ ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπείθοντες τὸν Ἀσσύριον, ἀπηλλάχθαι τῶν ἐπηρτημένων ᾤοντο κακῶν. καὶ γοῦν βασιλεύοντος ἐν τῆ Σαμαρείᾳ τοῦ Μαναεὶμ, [*](4 Reg. xv. 19.) ἀνέβη Φουλὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὸν Ἰσραήλ· εἶτα χρήμασιν [*](b) αὐτὸν καὶ πρεσβείαις ἀνέπειθον ἀποσχέσθαι τῆς γῆς. τοῦτό ἐστι τὸ ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους. Φακεὲ δὲ δὴ πάλιν ὁ τοῦ Ῥομελίου, βασιλεὺς Ἰσραὴλ, κατεμισθοῦτό [*](Es. vii. 1,2.) ποτε τὸν Ῥαασὼν βασιλέα Συρίων καὶ πεπολέμηκε τῷ Ἰούδᾳ καὶ τοῖς ἐκ φυλῆς Βενιαμὶν, βασιλεύοντος Ἄχας τοῦ Ἰωάθαμ υἱοῦ, ὃς δεδιὼς τὴν ἔφοδον, πρεσβείαις καὶ χρήμασιν ἀναπείθει [*](4 Reg. xvi. 7.) τὸν Ἀσσύριον Θεγλαφαλασὰρ ἐπαμύναι τοῖς Ἱεροσολύμοις· ὁ δὲ τὴν Δαμασκὸν κατὰ κράτος ἑλὼν, ἐκ μέσου καὶ αὐτὸν ἐποίει τὸν Ῥαασών. ἀλλ’ εἰ καὶ πεπόρευταί φησι πρὸς [*](c) Ἀσσυρίους ὁ Ἐφραΐμ, καὶ χρήμασιν ἐξεπρίατο καὶ λιταῖς τῆς ἐφόδου τὴν ἀνάβλησιν· κἂν εἰ ἀπέστειλε πρέσβεις Ἰούδας πρὸς βασιλεα Ἰαρεὶμ, τουτέστιν ἔκδικον ἤτοι ἐκδικητὴν· τοῦτο γὰρ τὸ ἰαρεὶμ σημαίνει· ἀλλ’ οὐ νενικήκασι τὴν θείαν ὀργὴν, οὔτε μὴν περιέσονται Θεοῦ τῆς οὕτω δεινῆς ἀποστασίας ἐξαιτοῦντος δίκας. οὐ γὰρ ἴσχυσε φησιν, ὁ χρήὡς [*](1. D. ὅτε (sic) Edd. ὅτι correxit Migne. 2. τε om. D. 4. ἐπαμύναι D. ἀμύναι Β. Edd. 5. οἰκίας (lege οἰκείας) pro ἰδίας D. Statim ἐσκέπτοντο D. 6. τὰς παρ’ ἐχθρῶν συμμαχίας ἐκάλει, ἤγουν ἐπίοντα χρήμασιν ἀναπείθοντες τὸν Ἀσσύριον D. τὴν παρ’ ἐχθρῶν συμμαχίαν. ἐγένετο γὰρ Ἐφραΐμ ὡς περιστερὰ ἄνους, οὐκ ἔχουσα καρδίαν, Αἴγυπτον ἐπεκαλεῖτο, κοὶ εἰς Ἀσσυρίους ἐπορεύετο Β. Edd. Verba ἐγένετο γὰρ—ἐπορεύετο scripta sunt in B. a manu diversa vacuum supplente. 9. γοῦν D. δὴ Edd. μαναεὶμ D. Μαναΐμ Edd. 10. φουλὰφούλας D. (XI.) Β. φυλὰς Aubertus. 11. αὐτὸν assumptura ex D. 12. τοῦτο] τοιοῦτό Edd. δὲ om. D. 13. δὴ assumptum ex B.D. ῥομελίου D. ῥωμελίου Edd. ante Migne. 14. συρίων D. Συρίας Edd. 15. ἄχαζ D. ἄχατζ Edd. τοῖς ἱεροσολύμοις D. αὐτῷ Edd. 18. κατὰ κρότος D. κατακράτος Edd. αὐτῶν D. 19, τόν assumptum ex D. 21. Hoc Ἰούδας accessit ex D. 22. ἢ pro ἤτοι D.)
133
μασιν ἀναπεπεισμένος ἠρεμῆσαι βραχὺ, ἀλλ’ οὐδὲ ἕτερός τις τῶν μεμισθοφορηκότων ἰάσασθαι ὑμᾶς· πεπαύσεται δὲ οὐδαμῶς τῆς ὀδύνης τὸ κέντρον.

Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ [*](d) τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου Δαυείδ “Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ [*](Ps. cx vii. 8,9.) “πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ “ἐλπίζειν ἐπ’ ἄρχοντας·” διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερεμίου “Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ [*](Hier. xvii. 5,6.) “ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ “Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριό- “μυρίκη ἡ ἐν τῆ ἐρήμῳ, ἢ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. [*](e) “καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, [*](Ib. 7, 8.) “καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- “νοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ “μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ “στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, “καὶ οὐ διαλείψει ποιοῦν καρπόν. ἄμεινον οὖν ἄρα προσοικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· “Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου [*](Ps.cxviii. 94.) “ἐξεζήτησα.“