In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι ἐΓώ εἰμι ὡς πάνθηρ τῶ Ἐφραΐμ, κω ὡς λέων τῷ οἴκῳ [*](a 93 A. 14) Ἰούδα· κω ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι κὼ λήψομαι, κὼ οὐκ ἔσται ὁ ἐξαιρούμεονς. πορεύσομαι κω ἐπιστρέψω εἰς τὸν τόπον [*](15) μου, ἕως ὁδ’ ἀφανισθῶσιν.

Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι’ ἢν ὤνησαν μὲν οὐδὲν [*](5. ἐπιθαρσῆσαι D. 10. ἐπ’ D. cf. in Es. 160 c. πρὸς Edd. (86). 11. σάρκα D. σάρκας Edd. (Fred-Aug. manu tertia, 49. 90). αὐτοῦ] + ἐπ’ αὐτὸν Edd. (A.V.) ἐπ’ αὐτὸν om. B.D. (Fred-Aug. XII.) ἀπὸ Κυρίου om. Β. 13. ἥ om. D. sed cf. infra 534 b. 15. εὐθηνοῦν] εὐθυνοῦν D. Edd. ante Migne. βαλεῖ βάλλει D. βἀλλει Edd. 17. φοβηθήσονται D. φοβηθῇ Β. assumptum ex D. 21. τὰ δικαιώματά] τὰς ἐντολὰς D.)

134
οἱ τῷ Ἐφραΐμ ἐπαμύνοντες, οὐ διαπεπαύσεται δὲ τὰ τῆς ὀδύνης αὐτοῖς. ἐγὼ γάρ εἰμι φησὶν ὡς πάνθηρ τῷ Ἐφραΐμ [*](b) καὶ ὡς λέων τῷ οὔκῳ Ἰούδα. πρόδηλον οὖν ὅτι, Θεοῦ παραλύοντος, [*](Es. xiv. 27.) ὁ σώσων οὐδείς· “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς “ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ὅτι δὲ καὶ ἡμερότητος ἁπάσης ἐξηρημένης, τὰ ἐπ’ αὐτοῖς γενέσθαι συμβέβηκεν, ὑπέφηνεν αἰνιγματωδῶς, τοῖς ὅτι μάλιστα δεινοῖς καὶ ἀλκιμωτάτοις θηρίοις τὴν οἰκείαν ὁρμὴν παρεικάζων. ὁ μὲν γὰρ πάνθηρ ὀξυτάτῳ λίαν καθ’ ὧν ἂν ἕλοιτο φέρεται δρόμῳ, ἐλαφροῖς δὲ οὕτως ἄττει ποσὶν, ὡς μηδὲ ἴχνος ὁρᾶσθαι τάχα που, μήτε μὴν ἐνσημαίνεσθαί τι τῇ γῆ· ὁ δὲ λέων ἐρεύγεται [*](c) μὲν ἐν τοῖς ὄρεσι δεινὸν καὶ διαβριθὲς καὶ βροντῇ παραπλήσιον, καὶ καταπλήττειν οἷόν τε τοὺς ἀκροωμένους. [*](Amos iii. 8.) “Λέων γάρ, φησιν, ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;” ἄμαχον δὲ τὴν ἔφοδον ἔχει, καὶ σφόδρα δυσάντητον τὴν ὁρμήν. εἰ δὲ δή τι λάβοι, τοῦτο διόλωλεν εὐθὺς, καὶ οὐκ ἃν ἐξέλοιτό τις τὸ ἐνειλημμένον. ὅτι δὲ ὀξὺ μὲν θηρίον ὁ πάνθηρ, ἀφίπταται δὲ ὥσπερ, τὸ ἐπιτυχὸν ἁρπάσας· ἄθραυστον δὲ χρῆμα καὶ ἀδεὲς καὶ δυσάντητον, ὡς ἔφην, ὁ λέων ἐστὶν, αὐτὸς παρέδειξεν ἐπειπών Καὶ ἐγὼ ἁρπῶμαι καὶ [*](d) πορευσομαι καὶ ληψομαι καὶ οὐκ ἔσταζέ ὁ εξαιρουμενος. ἁρμόσει μὲν γὰρ τοῦτο τῇ λεόντων ἀλκῇ· τὸ δὲ ἁρπῶμαι καὶ πορεύσομαι, δράσειεν ἂν ὁ πάνθηρ, ὡς ἔφην. ὅτι δὲ καὶ ἀποφοιτήσει τῶν λελυπηκότων ὁ Κύριος, καὶ μονονουχὶ συστελεῖ τὴν ἐπικοῦ καὶ καὶ ἀποστήσει τὸ εὐμενὲς, διαμεμήνυκεν ἐιπων Πορευσομαι καὶ ἐπιστρέφω εἰς τὸν τόπον μου ἕως οὑ ἀφανισθῶσι. τόπῳ μὲν γὰρ ἀπεριόριστον παντελῶς τὸ θεῖόν ἐστι· παρεῖναι δὲ λέγεται τισιν, ὅταν χαρίζηται τὴν εὐμένειαν· [*](e) ἀπεῖναι δὲ αὖ τῶν ἡμαρτηκότων, ὅταν αὐτοὺς ἀποστρέφηται, [*](4. σώζων D. 5. εἰρημένον pro γεγραμμένον D. 10. ἴχνος D. ἴχνοις Edd. 15. τὴν prius assumptum ex B.D. 17. ὀξὺ μὲν θηρίον D. θηρίον ὄξυ Edd. 19. Haec ὡς ἔφνη assuuipta ex D. 20. εἰπὼν D. 21. ὁ assumptum ex B.D. ἁρμόζει Edd. 22. μὲν assumptum ex D. 24. ὁ Θεὸς D. 25. ἀποστερήσει pro ἀποστήσει Edd. 28. ἐστι] + καὶ D. 29. ἡμαρτημένων D.)
135
καὶ ἀνακόπτῃ τὴν ἡμερότητα. λαλεῖται μὲν γὰρ ἀνθρωπίνως τὰ περὶ Θεοῦ· νοεῖται γε μὴν, ὡς ἂν αὐτῷ πρέποι.

Kαὶ ἐπιξητήσουσι τὸ πρόσωπόν μου ὅταν θλιβῶσιν.