In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οἱ μὲν γὰρ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν αἰδῶ τινὰ καὶ λόγον ἔτι τῶν διὰ Μωυσέως ἐποιοῦντο νόμων, ἐπετήδευόν τε τὴν δικαιοσύνην. οὐ γὰρ πάντες ἐκκεκλίκασιν, ἀλλ’ ἦσαν οὐκ εὐαρίθμητοι κλαίοντές τε καὶ ὀλοφυρόμενοι τὴν τῶν πλανωμένων ἀπόστασιν, καὶ δυσχεραίνοντες οὐ μετρίως, ἐπείτοι τὸν τῶν ὅλων ἀτιμάζοντες Θεὸν τοὺς τῆς εἰδωλολατρείας [*](d) τινὲς ἐπετήδευον τρόπους. καὶ γοῦν ὡς ὁ μακάριός φησι προφήτης Ἰεζεκιήλ, ἀπεστέλλοντο μέν τινες κατὰ τῆς Ιερουσαλὴμ, πελέκεις ἠρμένοι, ἤκουόν τε σαφῶς Θεοῦ λέγοντος ἕπεσθαι μὲν δεῖν τῷ τὸν ποδήρη διεζωσμένῳ, φείδεσθαι [*](Ezech. ix. 2.) δὲ μηδενός. καὶ εἶδον γάρ φησι, “Καὶ ἰδοὺ ἓξ ἄνδρες “ἤρχοντο διὰ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ [*](Ib. 4—6.) ”ἑκάστῳ πέλυξ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ εἶπε τῷ ἀνδρί, φησι, “τῷ ἐζωσμένῳ τὸν ποδήρη Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, “καὶ δὸς τὸ σὴ μεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν κατα- [*](e) “στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις ταῖς γινομέναις ἐν μέσω αὐτῆς. καὶ τούτοις εἶπεν ἀκούον- “τός μου Πορεύσεθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε “καὶ μὴ φείδεσθε καὶ μὴ ἐλεήσητε· καὶ πρεσβύτερον καὶ “νεανίσκον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλει- “ψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε.” ἀκούεις ὅτι κατεσημαίνοντό τινες ὡς ἔξω δίκης καὶ θυμοῦ καὶ [*](1. οἱ assumptum ex B.D. 3. εἰπὼν D. 4. πρὸς ἡμᾶσ νυνὶ hoc ordine D. 5. τῶν] τὸ Edd. 9. νόμων ἐποιοῦντο inverso ordine D. ἔτι pro τε D. 14. ὡς assumptum ex B.D. 17. δεὶν D. δεὶ B. Edd. ante Migne. 18. καὶ prius assumptum ex D. 20. ἑκάστου D. ἑκάστῳ Β. Edd. (62. 228.) 22. τῶν alt. deest in Edd. 26. Haec καὶ μὴ ἐλεήσητε accesserunt ex D. μὴ erasum aut detritum.) 27. κοὶ prius assumptuin ex B.D.)

129
ἁπάσης ὄντες αἰτίας, διάτοι τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς, καὶ μὴν καὶ βιοῦν ἐννόμως, καὶ δικαιοσύνης ἅπτεσθαι, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀνεπιπλήκτως ἐρᾶν; ἐν δέ γε τῇ Σαμαρείᾳ [*](a 90 A.) ὁλοτρόπως ἐξώκειλεν ὁ Ἰσραὴλ, οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν μνήμης τάχα που τὰ Μωυσέως ἀξιῶν, μαχομένην δὲ ὥσπερ, καὶ εἰς ἅπαν αὐτοῖς ἀντιτεταγμένην ἐπιτηδεύων ζωὴν, ὡς καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν τοῦ Θεοῦ νόμον, ὅσον ἧκεν εἰπεῖν, ὡς μηδὲ εἰδέναι θέλειν αὐτὸν, ἀτιμάζειν δὲ τὸν παιδαγωγὸν, καίτοι σώζειν εἰδότα, καὶ ἀποκομίζειν εὖ μάλα δυνάμενον εἰς εὐθῆ τε καὶ ἀκατάσκωπτον ζωήν.

Tοῦτο τοίνυν, ὡς ἔοικεν, ὁ προφητικὸς ἡμῖν αἰνίττεται [*](b) λόγος, πεποίηται δὲ μετ’ ἤθους, ὡς ἔφην. κατεδυνάστευσε γάρ φησιν ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, ἀντὶ τοῦ, νίκην ἐκτοπωτάτην καὶ ὀλέθρου πρόξενον νενίκηκεν ὁ Ἐφραΐμ, κατεδυνάστευσεν ὡς ἴδιον ἐχθρὸν, τουτέστι κατηγωνίσατο γενικῶς ὃν μεμίσηκε νόμον. ἐπειδὴ δέ ἐστιν ἀμυδρὸς ὁ λόγος, ἑτέρως αὐτὸ διατρανοῖ λέγων· κατεπάτησε κρῖμα, τουτέστιν, οὐ πεφρόντικεν ὅλως τῆς ἐν νόμῳ δικαιοσύνης· ἀεὶ γάρ πὼς τὸ καταπατούμενον ἐν ἀτιμίᾳ νοεῖται, καὶ οὐδενὸς ἄξιον καταφωρᾶται [*](c) λόγου. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, “Καλὸν τὸ ἅλας, φησίν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι [*](S. Marc. ix. 50) “ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω κα- [*](S Matth. v. 13.) “ταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.” ὅταν τοίνυν κρῖμα λέγῃ, νοήσεις τὸν νόμον. οὕτω καὶ ὁ θεσπέσιος Δαυεὶδ ὀνομάζων αὐτὸν, ἀναφωνεῖ πρὸς Θεὸν, “Κρῖμα καὶ δικαιο- [*](Ps. xcviii. 4.) “συνῆν ἐν Ἰακὼβ σὺ ἐποίησας.” Θεοῦ γὰρ ὁ νόμος, καὶ εἰ λαλεῖται δι’ ἀγγέλων. ἀλλὰ τίς ἡ πρόφασις τοῦ καὶ ἐχθρὸν [*](Cf. Heb. ii. 2.) ἡγήσασθαι ’τον νόμον καὶ καταπατησαι τὸ κριμα, παρέδειξε [*](d) πάλιν, εὐθὺς ἐπειπὼν ὅτι ἤρξατο πορεύσθαι ὀπίσω ματαίων. ἀρχὴ τῆς τοιᾶςδε νόσου, φησὶ, τὸ τιμᾶν ἑλέσθαι [*](1. κοὶ] νοὶ D. 6. ἐπιτηδεύων D. ἐπετήδευε Edd. καὶ om. D. 7. ἥκει Edd. ὡς μηδὲ] εἰς τὸ μὴ D. 11. ἡμῖν, assumptum ex D. 13, ὁ om. D. 15. κατηγωνίσατο D. νενίκηκε Edd. 16. ἀμυδρός ἐστιν b. 17. αὐτὸν D. 20. ὁ alt. assumptum ex B. 22. βληθὲν Β. βληθῆναι D. βληθῆναι. Edd. ante Migne. ἔξω καταπ. habet D. 25. ἀνεφώνει D. 27. λαλεῖται] λελάλητο D. 29. ἐπειπὼν Β. εἰπὼν D. Edd.)

130
τὰ μάταια, καὶ κατακολουθεῖν εἰδώλοις. ἀμήχανον γὰρ ἐν ταὐτῷ καὶ Θεῷ δύνασθαι κατακολουθεῖν, καὶ τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασι· διὰ τοῦτο καὶ ὁ θεσπέσιος γράφει [*](1 Cor. x. 21.) Παῦλος· ἀοῦ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον “δαιμονίων, οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τρα- [*](e) “πέζης δαιμονίων.” μονότροπος γὰρ ὁ θεοφιλής· αλλοπρόσαλλος δὲ καὶ σεσαλευμένος καὶ ἐπ’ ἄμφω βαίνειν εἰδὼς, ὁ ἀνασφαλὴς, καὶ ἐφ’ ὅπερ ἂν τύχοι βαδίζων εὐκόλως.

[*](Supra ver. 10.)

Oὐκοῦν γεγόνασι μὲν οἱ ἄρχοντες Ἰούδα φησὶν, ὡς μετατιθέντες ὅρια, κατεδυνάστευσε δὲ καὶ ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε δὲ καὶ κρῖμα· ἔσομαι δὲ λοιπὸν ὡς ταραχὴ τῷ Ἐφραΐμ καὶ ὡς κέντρον τῷ Ἰούδα. καὶ τί δὴ τοῦτό ἐστι, πολυπραγμονεῖν ἀναγκαῖον. οἱ μὲν οὖν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ταραχὴ, βρωστὴρ εἰρήκασιν· ἀντὶ [*](91 Α. a) δὲ τοῦ κέντρον, σῆψις· οἱ δέ γε ἑβδομήκοντα παραχὴν καὶ κέντρον ὠνόμασαν. θορυβουμένου γὰρ οὐ μετρίως τοῦ Εφραΐμ, ἤτοι τῶν δέκα φυλῶν, ὑπὸ τοῦ κατασκήψαντος αὐτοῖς πολέμου, τοῦτο μὲν ὑπὸ τοῦ γείτονος τοῦ παρὰ Σύρων φημὶ, τοῦτο δὲ ὑπὸ τοῦ Περσικοῦ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἥκοντος χώρας, ἐν ὀδύναις ἦν καὶ οὐκ ἐν μετρίοις δείμασιν ὁ Ἰούδας, μᾶλλον δὲ καὶ ἐν ἀγωνίᾳ πολλῇ. προσεδόκησε γὰρ, καὶ οὐκ εἰς μακρὰν, τοῖς ἴσοις τυχὸν, ἢ καὶ πολὺ χείροσιν ἐναλῶναι κακοῖς· ἐπιβρίθοντος γὰρ τοῦ πολέμου, [*](b) καὶ ταῖς κατὰ τὴν Σαμάρειαν πόλεσιν ἐπισκήπτοντος, πᾶσά πὼς ἀνάγκη ἦν συνδιόλλυσθαι τὰς ὁμόρους, τὰς τῶν ἐξ Ἰούδα φημὶ καὶ Βενιαμίν. οὐκοῦν ἡ μὲν ταραχὴ τοῦ πολέμου τὴν ἔφοδον, τὸ δὲ κέντρον ἐν τούτοις τὴν ἐκ λύπης τε καὶ δυσθυμίας ὀδύνην ὑποδηλοῖ, ὧν ἔξω που πάντως εἶεν ἂν οἱ φρονεῖν ἐθέλοντες τὰ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[*](4. τοῦ post ποτήριον add. Edd. 1 1, καὶ κατεπάτησε pro κατεπάτησε δὲ κοὶ D. 12. τῷ ἰοῦδα] τῶ λαῷ Ἰούδα D. 15. κέντρον D. κέντρου Edd. 18. τοῦ prius assumptum ex D. 20. μέτροις (sicj Edd. ante Migne. 22. καὶ alt. assumptum ex B.D. 2,3. χείρονος Edd. 30. Θεῷ καὶ om. D. 31, τῶν αἰώνων om. D.)