In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Οἱ μὲν γὰρ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν αἰδῶ τινὰ καὶ λόγον ἔτι τῶν διὰ Μωυσέως ἐποιοῦντο νόμων, ἐπετήδευόν τε τὴν δικαιοσύνην. οὐ γὰρ πάντες ἐκκεκλίκασιν, ἀλλ’ ἦσαν οὐκ εὐαρίθμητοι κλαίοντές τε καὶ ὀλοφυρόμενοι τὴν τῶν πλανωμένων ἀπόστασιν, καὶ δυσχεραίνοντες οὐ μετρίως, ἐπείτοι τὸν τῶν ὅλων ἀτιμάζοντες Θεὸν τοὺς τῆς εἰδωλολατρείας [*](d) τινὲς ἐπετήδευον τρόπους. καὶ γοῦν ὡς ὁ μακάριός φησι προφήτης Ἰεζεκιήλ, ἀπεστέλλοντο μέν τινες κατὰ τῆς Ιερουσαλὴμ, πελέκεις ἠρμένοι, ἤκουόν τε σαφῶς Θεοῦ λέγοντος ἕπεσθαι μὲν δεῖν τῷ τὸν ποδήρη διεζωσμένῳ, φείδεσθαι [*](Ezech. ix. 2.) δὲ μηδενός. καὶ εἶδον γάρ φησι, “Καὶ ἰδοὺ ἓξ ἄνδρες “ἤρχοντο διὰ τῆς πύλης τῆς βλεπούσης πρὸς βορρᾶν, καὶ [*](Ib. 4—6.) ”ἑκάστῳ πέλυξ ἐν τῆ χειρὶ αὐτοῦ, καὶ εἶπε τῷ ἀνδρί, φησι, “τῷ ἐζωσμένῳ τὸν ποδήρη Δίελθε μέσην τὴν Ἱερουσαλὴμ, “καὶ δὸς τὸ σὴ μεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν κατα- [*](e) “στεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀδικίαις ταῖς γινομέναις ἐν μέσω αὐτῆς. καὶ τούτοις εἶπεν ἀκούον- “τός μου Πορεύσεθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε “καὶ μὴ φείδεσθε καὶ μὴ ἐλεήσητε· καὶ πρεσβύτερον καὶ “νεανίσκον καὶ νήπια καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλει- “ψιν, ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε.” ἀκούεις ὅτι κατεσημαίνοντό τινες ὡς ἔξω δίκης καὶ θυμοῦ καὶ [*](1. οἱ assumptum ex B.D. 3. εἰπὼν D. 4. πρὸς ἡμᾶσ νυνὶ hoc ordine D. 5. τῶν] τὸ Edd. 9. νόμων ἐποιοῦντο inverso ordine D. ἔτι pro τε D. 14. ὡς assumptum ex B.D. 17. δεὶν D. δεὶ B. Edd. ante Migne. 18. καὶ prius assumptum ex D. 20. ἑκάστου D. ἑκάστῳ Β. Edd. (62. 228.) 22. τῶν alt. deest in Edd. 26. Haec καὶ μὴ ἐλεήσητε accesserunt ex D. μὴ erasum aut detritum.) 27. κοὶ prius assumptuin ex B.D.)
Tοῦτο τοίνυν, ὡς ἔοικεν, ὁ προφητικὸς ἡμῖν αἰνίττεται [*](b) λόγος, πεποίηται δὲ μετ’ ἤθους, ὡς ἔφην. κατεδυνάστευσε γάρ φησιν ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, ἀντὶ τοῦ, νίκην ἐκτοπωτάτην καὶ ὀλέθρου πρόξενον νενίκηκεν ὁ Ἐφραΐμ, κατεδυνάστευσεν ὡς ἴδιον ἐχθρὸν, τουτέστι κατηγωνίσατο γενικῶς ὃν μεμίσηκε νόμον. ἐπειδὴ δέ ἐστιν ἀμυδρὸς ὁ λόγος, ἑτέρως αὐτὸ διατρανοῖ λέγων· κατεπάτησε κρῖμα, τουτέστιν, οὐ πεφρόντικεν ὅλως τῆς ἐν νόμῳ δικαιοσύνης· ἀεὶ γάρ πὼς τὸ καταπατούμενον ἐν ἀτιμίᾳ νοεῖται, καὶ οὐδενὸς ἄξιον καταφωρᾶται [*](c) λόγου. καὶ γοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, “Καλὸν τὸ ἅλας, φησίν· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι [*](S. Marc. ix. 50) “ἁλισθήσεται; εἰς οὐδὲν ἰσχύει ἔτι, εἰ μὴ βληθὲν ἔξω κα- [*](S Matth. v. 13.) “ταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων.” ὅταν τοίνυν κρῖμα λέγῃ, νοήσεις τὸν νόμον. οὕτω καὶ ὁ θεσπέσιος Δαυεὶδ ὀνομάζων αὐτὸν, ἀναφωνεῖ πρὸς Θεὸν, “Κρῖμα καὶ δικαιο- [*](Ps. xcviii. 4.) “συνῆν ἐν Ἰακὼβ σὺ ἐποίησας.” Θεοῦ γὰρ ὁ νόμος, καὶ εἰ λαλεῖται δι’ ἀγγέλων. ἀλλὰ τίς ἡ πρόφασις τοῦ καὶ ἐχθρὸν [*](Cf. Heb. ii. 2.) ἡγήσασθαι ’τον νόμον καὶ καταπατησαι τὸ κριμα, παρέδειξε [*](d) πάλιν, εὐθὺς ἐπειπὼν ὅτι ἤρξατο πορεύσθαι ὀπίσω ματαίων. ἀρχὴ τῆς τοιᾶςδε νόσου, φησὶ, τὸ τιμᾶν ἑλέσθαι [*](1. κοὶ] νοὶ D. 6. ἐπιτηδεύων D. ἐπετήδευε Edd. καὶ om. D. 7. ἥκει Edd. ὡς μηδὲ] εἰς τὸ μὴ D. 11. ἡμῖν, assumptum ex D. 13, ὁ om. D. 15. κατηγωνίσατο D. νενίκηκε Edd. 16. ἀμυδρός ἐστιν b. 17. αὐτὸν D. 20. ὁ alt. assumptum ex B. 22. βληθὲν Β. βληθῆναι D. βληθῆναι. Edd. ante Migne. ἔξω καταπ. habet D. 25. ἀνεφώνει D. 27. λαλεῖται] λελάλητο D. 29. ἐπειπὼν Β. εἰπὼν D. Edd.)
Oὐκοῦν γεγόνασι μὲν οἱ ἄρχοντες Ἰούδα φησὶν, ὡς μετατιθέντες ὅρια, κατεδυνάστευσε δὲ καὶ ὁ Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησε δὲ καὶ κρῖμα· ἔσομαι δὲ λοιπὸν ὡς ταραχὴ τῷ Ἐφραΐμ καὶ ὡς κέντρον τῷ Ἰούδα. καὶ τί δὴ τοῦτό ἐστι, πολυπραγμονεῖν ἀναγκαῖον. οἱ μὲν οὖν ἕτεροι τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ ταραχὴ, βρωστὴρ εἰρήκασιν· ἀντὶ [*](91 Α. a) δὲ τοῦ κέντρον, σῆψις· οἱ δέ γε ἑβδομήκοντα παραχὴν καὶ κέντρον ὠνόμασαν. θορυβουμένου γὰρ οὐ μετρίως τοῦ Εφραΐμ, ἤτοι τῶν δέκα φυλῶν, ὑπὸ τοῦ κατασκήψαντος αὐτοῖς πολέμου, τοῦτο μὲν ὑπὸ τοῦ γείτονος τοῦ παρὰ Σύρων φημὶ, τοῦτο δὲ ὑπὸ τοῦ Περσικοῦ καὶ ἐκ τῆς τῶν Ἀσσυρίων ἥκοντος χώρας, ἐν ὀδύναις ἦν καὶ οὐκ ἐν μετρίοις δείμασιν ὁ Ἰούδας, μᾶλλον δὲ καὶ ἐν ἀγωνίᾳ πολλῇ. προσεδόκησε γὰρ, καὶ οὐκ εἰς μακρὰν, τοῖς ἴσοις τυχὸν, ἢ καὶ πολὺ χείροσιν ἐναλῶναι κακοῖς· ἐπιβρίθοντος γὰρ τοῦ πολέμου, [*](b) καὶ ταῖς κατὰ τὴν Σαμάρειαν πόλεσιν ἐπισκήπτοντος, πᾶσά πὼς ἀνάγκη ἦν συνδιόλλυσθαι τὰς ὁμόρους, τὰς τῶν ἐξ Ἰούδα φημὶ καὶ Βενιαμίν. οὐκοῦν ἡ μὲν ταραχὴ τοῦ πολέμου τὴν ἔφοδον, τὸ δὲ κέντρον ἐν τούτοις τὴν ἐκ λύπης τε καὶ δυσθυμίας ὀδύνην ὑποδηλοῖ, ὧν ἔξω που πάντως εἶεν ἂν οἱ φρονεῖν ἐθέλοντες τὰ Χριστοῦ· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[*](4. τοῦ post ποτήριον add. Edd. 1 1, καὶ κατεπάτησε pro κατεπάτησε δὲ κοὶ D. 12. τῷ ἰοῦδα] τῶ λαῷ Ἰούδα D. 15. κέντρον D. κέντρου Edd. 18. τοῦ prius assumptum ex D. 20. μέτροις (sicj Edd. ante Migne. 22. καὶ alt. assumptum ex B.D. 2,3. χείρονος Edd. 30. Θεῷ καὶ om. D. 31, τῶν αἰώνων om. D.)Καὶεἶδεν Ἐφραΐμ ὢν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὐδύνην αὐτοῦ· [*](13 c) καὶ ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους, καὶ ἀπέστειλε πρέσβεις πρὸς βασιλέα Ἰαρεἰμ, κὼ αὐτὸς οὐκ ὐδυνήθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύση ἐξ ὑμῶν δύνη.
Θεοῦ γεγονότος ὡς ταραχῆς τῷ Ἐφραΐμ, καὶ μὴν καὶ ὡς [*](Supra ver. 12.) κέντρου τῷ οἴκῳ Ἰούδα, τεθέαται μὲν τὴν ἑαυτοῦ νόσον ἤτοι τὸ ἄναλκι καὶ τὸ ἀσθενὲς ὁ Ἐφραΐμ· καὶ μὴν καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· συγκατεδῃοῦντο γὰρ, ὡς ἔφην, τοῖς ἐν Σαμαρείᾳ [*](d) καὶ τὰ ὅρια τοῦ Βενιαμίν· εἶτα πρὸς τοῦτο ἀπειρηκὼς ὁ Ἐφραΐμ, καὶ ἰδίαις δυνάμεσιν ἀντιφέρεσθαι τοῖς συμβεβηκόσιν οὐκ ἔχων, οὔτε μὴν ἀποσείεσθαι τὰ ἐκ τοῦ πολέμου βλάβη δυνάμενος, προσκέκρουκε πάλιν τῷ πάντα ἰσχύοντι Θεῷ, οὐδὲ ἐν αὐταῖς, ἵν οὕτως εἴπω, ταῖς μάστιξιν ἐννενοηκὼς τὸ συμφέρον· ἐνεστηκότος δὲ τοῦ καιροῦ, καθ’ ὃν ἔδει μᾶλλον ἐπιστρέφειν πρὸς τὸν Θεὸν, τότε δὴ μάλιστα λυπεῖν ᾑρημένος καὶ ἀποφοιτῶν ἀγριώτερον. οὐκ ἠγνόει μὲν γὰρ τὸν ἁπάσης αὐτοῖς εὐκλείας καὶ χορηγὸν καὶ πρύτανιν, τὸν [*](e) τοῦ δύνασθαι κρατεῖν τῶν ἀνθεστηκότων ἀεὶ δοτῆρα Θεόν· ἁλλ’ οὐδενὸς ἠξίου τὸ χρῆμα λόγου, καίτοι τοῦ πανσόφου διακεκραγότος Μωυσέως “Κύριος συντρίβων πολέμους, [*](Exod. xv. 3.) [*](1. 2. Sic Β. Τόμος τέταρτος εἰς τὸν προφήτην ὠσηέ D. 5. αὐτὸς B.D. (Alex.) οὗτος Edd. (Vat.) ἠδυνήθη B.F. (26. al.) ἠδυνάσθη Edd. (A.V.) ἐδυνάσθη D. (23). 6. ὀδύνην Edd. (Co.) 9. τὸ assumptum ex D. 10. αὑτοῦ Edd. (ante Migne.) invito D. Statim συγκατεθῃοῦντο D. συγκατεδῃοῦτο Edd. 11. τοῦ om. D. 17. τὸν om. D. 18. ἀποφοιτῶν D. ἀπεφοίτα Edd. 19. εὐκλείας] εὐσθενείας D. 21. τὸ] τοῦ Aubertus.)
Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ [*](d) τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου Δαυείδ “Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ [*](Ps. cx vii. 8,9.) “πεποιθέναι ἐπ’ ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ κύριον ἢ “ἐλπίζειν ἐπ’ ἄρχοντας·” διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερεμίου “Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ [*](Hier. xvii. 5,6.) “ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ “Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριό- “μυρίκη ἡ ἐν τῆ ἐρήμῳ, ἢ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. [*](e) “καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ, [*](Ib. 7, 8.) “καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- “νοῦν παρ’ ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ “μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ’ αὐτῷ “στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, “καὶ οὐ διαλείψει ποιοῦν καρπόν. ἄμεινον οὖν ἄρα προσοικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· “Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου [*](Ps.cxviii. 94.) “ἐξεζήτησα.“
Διότι ἐΓώ εἰμι ὡς πάνθηρ τῶ Ἐφραΐμ, κω ὡς λέων τῷ οἴκῳ [*](a 93 A. 14) Ἰούδα· κω ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι κὼ λήψομαι, κὼ οὐκ ἔσται ὁ ἐξαιρούμεονς. πορεύσομαι κω ἐπιστρέψω εἰς τὸν τόπον [*](15) μου, ἕως ὁδ’ ἀφανισθῶσιν.
Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι’ ἢν ὤνησαν μὲν οὐδὲν [*](5. ἐπιθαρσῆσαι D. 10. ἐπ’ D. cf. in Es. 160 c. πρὸς Edd. (86). 11. σάρκα D. σάρκας Edd. (Fred-Aug. manu tertia, 49. 90). αὐτοῦ] + ἐπ’ αὐτὸν Edd. (A.V.) ἐπ’ αὐτὸν om. B.D. (Fred-Aug. XII.) ἀπὸ Κυρίου om. Β. 13. ἥ om. D. sed cf. infra 534 b. 15. εὐθηνοῦν] εὐθυνοῦν D. Edd. ante Migne. βαλεῖ βάλλει D. βἀλλει Edd. 17. φοβηθήσονται D. φοβηθῇ Β. assumptum ex D. 21. τὰ δικαιώματά] τὰς ἐντολὰς D.)
Kαὶ ἐπιξητήσουσι τὸ πρόσωπόν μου ὅταν θλιβῶσιν.
Οτι μὴ εἰκῆ τοῖς ἀχάλινον ἔχουσιν ἐπὶ τὰ αἰσχίω τὴν ῥοπὴν, ἢ καὶ τοῖς ἀκαταλήκτως εἰωθόσι πλημμελεῖν ἐπιφέρεται πολλάκις παρὰ Θεοῦ τὰ δεινὰ, πρὸς ὠφελείας δὲ μᾶλλον, καὶ ὡς ἐν ἰάματος τρόπῳ, διδάσκει πάλιν. οἱ γὰρ τῆς [*](a 94 Α.) θείας ἡμερότητος καταφρονηταὶ, καὶ ἠγνοηκότες ὅτι καλεῖ πρὸς μετάγνωσιν τὸ τῆς ἀνεξικακίας μέγεθος, τῶν ἐξ ὀργῆς κινημάτων οὐ περιέσονται· πόθεν; περιθραυόμενοι δὲ μᾶλλον τῇ τῆς συμφορᾶς ἀγριότητι, τὸ συμφέρον ἐπιγινώσκουσι, καὶ οὓς οὐδὲν ὤνησεν ἡ φιλανθρωπία, πρὸς τὴν τοῦ συμφέροντος ἀποφέρει γνῶσιν τὸ καταικίζεσθαι πόνοις. ὃν γὰρ τρόπον τὰ ἐν τοῖς σώμασιν ἀγριαίνοντα τῶν παθῶν, καὶ ὅσα μὴ τοῖς ἠπίοις εἴκει φαρμάκοις, πυρὶ καὶ σιδήρῳ νικᾶται πολλάκις· κατὰ [*](b) τὸν ἶσον οἶμαι τρόπον τε καὶ λόγον, καὶ τὰ ἐν ταῖς ἀνθρωπίναις ψυχαῖς ἐπισυμβαίνοντα πάθη, εἰ μὴ χρηστοῖς ἐκπέμπεται λόγοις, μηδὲ λογισμῷ νικᾶται τῷ σώφρονι, πόνῳ καὶ μάστιγι καὶ ταῖς ἀνηκέστοις παραχωροῦσι συμφοραῖς. ἐκτεθλιμμένοι δὴ οὖν, τότε δὴ μόλις, φησὶ, τὸ ἐμὸν ἐπιζητήσουσι πρόσωπον. κειμένων γὰρ ἐν ἐξουσίᾳ τῶν ἀγαθῶν, οὐ πολλὴ τοῖς ἀσυνέτοις ἡ τοῦ κατευφραίνοντος αἴσθησις· εἰ δὲ δὴ τῶν οὕτως εὐκταιοτάτων ἀποστερεῖσθαι συμβαίνοι, τότε δὴ μάλιστα [*](c) δριμυτέραις ἐπ’ αὐτὰ ταῖς ἐπιθυμίαις ἐρχόμεθα, εἰσδεχόμεθα δὲ πολλὴν καὶ ἀνανταγώνιστον τοῦ λυποῦντος τὴν αἴσθησιν. ὅταν τοίνυν θλίβωσι, τότε τὸ ἐμὸν ζητήσουσι πρόσωπον.
Εοικε δὲ ὁ λόγος εὐαφόρμως ἀναφοιτᾶν ἐπὶ τὸ τοῦ [*](1. ἀνακόπτει D. 2. δὲ μὴν pro γε μὴν D. 5. ἢ assiimptum ex D. 10. οὐ περιέσονται· πόθεν;] Sic correxi ex D. οὐ περιέσονταί ποθεν Edd. 13. Hoc πόνοις accessit ex B.D. Statim ὅνπερ pro ὃν D. 14. παθῶν] νοσημάτων Cod. Taur. 137 ubi supra 77. 17. ἐκπέμπεται D. Cod. Taur. ὑπείκει Edd. 22. μὴ (sic) pro δὴ D. 25. ἀνανταγώνιστον] ἀνταγώνιστον Edd. 26. ὅτε pro ὅταν iid.)
Ὀρθριοῦσι πρὸς μὲ λέγοντες Δεῦτε κὼ ἐπιστρέψωμεν πρὸς κύριοι τὸ Θεόν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε κω ἰὰσεται ἡμᾶς, πατάξει [*](2) καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἑ τῇ ἡμέρᾳ [*](3) τῇ τρίτῃ ἀναστησόμεθα, καὶ ςησομεθα ἐνώπιον αὐτοῦ, κοὶ γνωσόμεθα· [*](95 Α. a) διώξομεν τοῦ γνῶναι τὸ κύρω, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτὸν, καὶ ἥξει ὡς ὑετὸς ἡμῖν πρώϊμος καὶ ὄψιμος Τῃ Γῃ.
Τὸ ὀρθριοῦσιν ἐν τούτοις ὑποσημαίνειν ἔοικεν, ὅτι καθάπερ ἐξ ὕπνου διεγηγερμένοι τῆς ἐνούσης ἀβουλίας αὐτοῖς, καὶ οἱονείπως ἀπὸ νυκτὸς καὶ σκότους ἐνηνεγμένοι λοιπὸν εἰς φῶς καὶ ἡμέραν, προτροπάδην ἀλλήλοις ἐπιφωνήσουσιν ὅτι [*](b) προσήκει λοιπὸν ἐπιστρέφειν πρὸς Κῦρον. ἀνάνηψις δὲ αὕτη τῶν εἰς ἀπάτην ὠλισθηκότων, καὶ ταῖς τῶν εἰδώλων λατρείαις [*](7. ὁ assumptum ex B.D. 8. καὶ assumptum ex B.D. 15. Δεῦτε d. (233). πορευθῶμεν Edd. ἐπιστρέψομεν Β. (147). 16. ἐπάταξε F. 17. τῇ τρίτῃ ἡμέρᾳ pro τῇ ἠμ’. τῇ τρ. D. (22. 51). 18. ἀναστησόμεθα B.D.F. (Alex.) cf. in S. Joan. 137 b. ἐξαναστησόμεθα Edd. (Vat.) 19. διώξομεν B.D. (Alex.) in S. Joan. 1. c. διώξωμεν Edd. (Vat.) 21. τῆ assumptum ex B.D.F. (Alex. XII.))
Ἐπιμένει δὲ ὁ λόγος τῆ τροπῇ. θέα γὰρ ὅπως καθάπερ ἐπὶ λέοντος, ἤγουν ἑτέρου θηρίου φασὶ τὸ Αὐτὸς ἥρπασε καὶ ἰάσεται ἡμᾶς. ἐπειδὴ γὰρ ἔφασκε, “Καὶ ἐγὼ [*](Supra v. 14.) “ ἔσομαι ὡς πάνθηρ τῷ Ἐφρΐμ, καὶ ὡς λεών τῷ οἴκῳ “Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, “καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος,” τετηρήκασι τῆς μεταφορᾶς τὸ σχῆμα, καί φασιν, ὅτι θεραπεύσει πάντως ὁ ἀρπάσας. ὥσπερ γὰρ λελύπηκεν ἡ ὀργὴ, κατευφραίνει που πάντως τοὺς πεπονθότας καὶ τὰ ἐκ τῆς ἡμερότητος ἀγαθά. ὁμοῦ δὲ [*](d) κἀκεῖνο συνήσομεν, ὅτι Θεοῦ κακοῦντός τινας, ὀνήσειεν ἂν οὐδείς. δέοιτο δ᾿ ἂν τὰ τῶν πεπονθότων αὐτοῦ τε καὶ μόνου πρὸς ἐπανόρθωσιν.
Εἰ δὲ χρὴ καὶ ἐφ’ ἅπαντας ἁπλοῦν τοὺς ὄντας ἐπὶ τῆς γῆς τῆς προφητείας τὴν δύναμιν, ἐκεῖνο συνήσομεν. ἤρπασε μὲν γὰρ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν ὁ Ἀδάμ. ἐπάρατον γὰρ ἀπέφηνεν εὐθὺς, ὑποθεὶς θανάτῳ καὶ φθορᾷ. οὐκοῦν ἔπληξεν ἢ ὀργὴ, ἀλλ’ ἐμότωσεν ἢ χάρις. ἰάσατο γὰρ ἐν Χριστῶ, κέκληκε πρὸς ἐπίγνωσιν τῆς ἀληθοῦς θεοπτίας, [*](e) ἑδραίους ἀπέφηνε διὰ τοῦ Πνεύματος εἰς τήρησιν ἐντολῶν, ζηλωτοὺς ἀπέδειξε πάλιν καὶ φθορᾶς ἐπέκεινα τιθεὶς καὶ τῶν ἀρχαίων ἡμᾶς ἀπαλλάξας ἀρρωστημάτων, ἁμαρτίας δὴ λέγω καὶ παθῶν. συμβέβηκε δὲ τὰ τοιάδε τοῖς ἐπὶ τῆς γῆς, οὐχ [*](5. Haec καὶ et πολλοὶ accesserunt ex B.D. κύριος pro κύριοι Auhertus. 13. Haec καὶ λήψομαι accesserunt ex D. 17. καὶ assumptum ex D. 23. ἀνθρώπου om. D. μὲν post ἐπάρατον add. D. 25. ἐν Χριστῷ D. ὁ χριστὸς Edd.)
Τί σοι ποιήσω, Ἐφραΐμ; τί σοι ποιήσω, Ἰούδα; τὸ δέ ἔλεός νοῦ [*](4) ὡς νεφέλη πρωϊνὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη.
Oὐκ ἠπορηκότος ὁ λόγος· οὐ γὰρ ἃν ἠγνόησε Θεὸς τὸ τοῖς πλανωμένοις χρήσιμον· ἀλλ’ οὐδ᾿ ἃν ἠτόνησε πρὸς [*](e) κατόρθωσιν τῶν ὠφελεῖν πεφυκότων τοὺς τοῖς διαβολικοῖς ἐναλόντας βρόχοις· ἐπαιτιᾶται δὲ μᾶλλον ὡς ἐλλελοιπότος μὲν αὐτοῖς τῶν πρὸς θεραπείαν οὐδενὸς, ἐθελουσίοις δὲ μᾶλλον ἐκκεκλικότας ὁρμαῖς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις. ὅμοιον γὰρ ὡς εἰ καὶ λέγοι τυχόν· Ποῖος ἄρα φειδοῦς καὶ ἐπικουρίας οὐκ ἐξηύρηται τρόπος; καὶ τί μετ’ ἐκεῖνα ποιήσω; ἀποκρούσῃ δὲ ὅπως τὴν ἀρρωστίαν; ἢ ποίοις λοιπὸν ὑγιασθήσῃ φαρμάκοις; [*](a 97 Α.) ἐξῆν μὲν γὰρ ὑμῖν, ὡς νεφέλης καταπιαινούσης, καὶ σφόδρα πλουσίως, καὶ ὡς καταρδούσης δρόσου τῆς ἑωθινοῦ, μεταλαχεῖν δύνασθαι, καὶ τοῦτο ἀμφιλαφῶς, τῆς ἐμῆς ἡμερότητος καὶ ἀσυγκρίτου φιλανθρωπίας· ἀλλ’ οὐδενὸς τὸ χρῆμά φησιν, ἠξιώσατε λόγου· παρ’ οὐδὲν πεποίησθε τὴν οὕτω σεπτὴν καὶ πολύευκτον χάριν.
Αρμόσειε δ’ ἂν ὅτι μάλιστα τῆ διὰ Χριστοῦ δωρεᾷ τῆς προφητείας ἡ δύναμις. αὐτὸς γάρ ἐστιν ἡ κατάρδουσα νεφέλη, ἡ καταπιαίνουσα δρόσος· ἑωθινὴ δὲ, ὅτι μετὰ νύκτα τρόπον [*](b) τινὰ, τὴν ὡς ἐν ἀχλύι καὶ σκότῳ νοουμένην διαβολικῷ, καταπεφοίτηκεν οὐρανόθεν· ἀφῖκται γὰρ ἄνωθεν καὶ παρὰ Πατρὸς πρὸς ἡμᾶς ὁ Λόγος· πορευομένη δὲ, ὅτι κατὰ πάσης ἔρχεται τῆς ὑπ’ οὐρανόν. πλατὺ γὰρ λίαν τὸ σωτήριον κήρυγμα, καὶ ἁπάσης τῆς ὑπ’ οὐρανὸν μονονουχὶ κατευρύνεται, καίτοι τοῦ νόμου συνεσταλμένου τρόπον τινὰ, καὶ μόνην τὴν Ἰουδαίων περιπολοῦντος χώραν. “Γνωστὸς μὲν γὰρ ἦν [*](Ps. lxxv. 1.) “ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν· c [*](2. ὀρθρινὴ] ἑωθινὴ (130. 311.) cf. 97 a. b. 6. ὡς assumptum ex B.D. Statim ἐκλελοιπότος Edd. 7. τῶν om. D. ἐθελουσίους Edd. ante Migne. 13. ἑωθινοῦ Β. ἑωθιῆς D. iid. 18. ἐπὶ τῆ τοῦ Χριστοῦ δωρεᾷ b. 19. νεφέλη] + καὶ b. 20. γὰρ pro δὲ b. 21. νοουμένοις (sic) D. καταπεφοίτηκεν οὖν pro καταπεφοίτηκεν Edd. invitis B.D. b. 28. τῇ om. Aubertus.)
Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν, ἀπέκτεινα αὐτοὺς ἔν ῥήματι στόματός μου.
Φείδους καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἀπόδειξις, ἡ τῶν πλανώντων ἀναίρεσις. γεγόνασι μὲν γὰρ ψευδοπροφῆται [*](d) κατὰ καιροὺς ἐπὶ τὸν ᾿ισραὴλ, τοῖς τοῦ Βάαλ τεμένεσι προσεδρεύοντες [*](2 Tim. iii. 13.) καὶ πλανῶντες καὶ πλανώμενοι, κατὰ τὸ γεγραμμένον. πλὴν ἀνῄρηνται κατὰ καιροὺς, προηγορευκότος καὶ τοῦτο Θεοῦ, καὶ ὁσίαν ἐπ’ αὐτοῖς ἐξενεγκοντὸς τὴν ψῆφον· [*](3 Reg. xviii. 40.) οὓς μὲν γὰρ ἀνεῖλεν Ἠλιοὺ παρὰ τὸ τοῦ Βάαλ θυσιαστήριον, [*](Ib. 26.) εἰκαιομυθοῦντάς τε καὶ λέγοντας, “Ἐπακουσον ἤμων “ὁ Βάαλ, ἐπάκουσον ἡμῶν·“ οὕς δὲ ἀπέκτεινεν Ἰηοὺ, ὃν [*](4 Reg. x. 25.) κέχρικε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ ὁ μακάριος προφήτης [*](Ib. ix. 1,2.) Ἐλισσαιὲ δι’ ἑνὸς τῶν παιδαρίων, Θεοῦ καὶ τοῦτο γενέσθαι [*](e) προστάττοντος. ὃς ἐπεί τοι κέχρισται, Θεοῦ τοῖς πλανῶσιν ἐπιμηνίσαντος, πρῶτον μὲν ἀνεῖλε τὸν Ἀχαὰβ, ἐπ’ αὐτῷ δὲ τὴν ἰεζάβελ, εἶτα τοὺς υἱοὺς αὐτοῦ τοὺς ἐν ὅλη Σαμάρεια. προσποιησάμενος δὲ τὸ βούλεσθαι καὶ ἐπιτελεῖν τῷ Βάαλ ἑορτὴν, πάντας συνεκόμισε τοὺς ψευδοπροφήτας, καὶ θύειν ὑποκρινάμενος, συνειλεγμένους εἰς οἶκον ἀπέσφαξεν ἕνα· [*](Ib. x. 26, 27.) κατέσπασε δὲ καὶ αὐτὸν τὸν Βάαλ, καὶ τὰς στήλας αὐτοῦ ενέπρησε· γέγραπται γὰρ ὡδί. οὔκουν ὅτι φείδους καὶ αγαπης, [*](98 Α. a) ὡς ἔφην, τῆς εἴς γε τὸν Ἰσραὴλ ἀπόδειξις ἦν ἡ τῶν ψευδοπροφητῶν ἀναίρεσις, ἐδίδαξεν εἰπών Διὰ τοῦτο ἀπεθέρισα τοὺς προφήτας ὑμῶν. εὖ δὲ δὴ λίαν καὶ τὸ ἀπεθέρισά φησι. πεπτώκασι γὰρ κατὰ πληθὺν, ἀσταχύων δίκην ἀμώμενοι.
[*](4. ῥήματι habet B.D. 10. ἐπενεγκόντος b. 11. οὓς B.D.b. τοὺς Edd. ἀνῇρεν pro ἀνεῖλεν b. τοῦ assumptum ex b. 13. οὓς D.b. τοὺς Edd. 21. ὑποκρινόμενος ἀπέσφαξεν] + καθ’ Edd. invitis B.D. 22. στολὰς (sic) pro στήλας D. 27. ἀσταχίων Edd. ante Migne.)