In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οὐκοῦν, ὅταν οἱ δοκοῦντες ἑοστάναι, καλῶς τε καὶ ἀνεπιπλήκτως [*](a 82 A.) ὀφείλοντες ζην, νωθροί τε καὶ ῥᾴθυμοι περὶ τοῦτο εὑρισκώμεθα μᾶλλον δὲ καὶ ἐν ἵσῳ τοῖς ἄλλοις ἀθετεῖν ᾑρημένοι τὸ ἀνδάνον τῷ Θεῷ, οὐχὶ μόχὶ μόνους ἑαυτοὺς ἀδικήσομεν, προσπολλύντες δὲ καὶ ἑτέρους, διπλῆν ὑπομενοῦμεν 15 τὴν κόλασιν. Δέον γὰρ προκεῖσθαι τοῖς πεπλανημένοις, ἦ Καὶ ζἢν οὐκ ἐθέλουσιν ὀρθῶς, εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἀρετῆς, καὶ σκανδάλου γεγόναμεν ἀφορμή. Τί οὖν ὁ Χριστὸς; [*](b) “Ὅς ἐὰν σκανδαλίσῃ ἔνα τῶν μικρῶν τούτων τῶν πιστευόν- [*](S. Matth. xviii. 6.) “των εἰς ἐμὲ, φηςὶ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος 20 “ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ “πελάγει τῆς θαλάσσης.”

Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προςέχετε οἶκος Ἰσραῆλ, καὶ οἶκος [*](Κεφ. Ε΄.) τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστὶ τὸ κρῖμα, ὅτι πατὶς ἐτενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὀ [*](c) Ἰταβύριον, ὅ οἱ ἀτρεύοντες τὴν θήραν κατέπηξαν.

Προκατῃτιάσατο τὸν Ἰούδαν, ὡς πνεύματος συστροφὴν [*](Supra iv. 19.) Γεγονότα τῷ Ἰσραὴλ, κατάγε τὸν ἀρτίως ἡμῖν προειρημένον Τρόπον᾿ μεθίστησι δὲ λοιπὸν τὸν τῆς ἐπιπλήξεως λόγον [*](4. ἔτι assumptum ex D. Statim τῷ om. D. 5. Τῷ assumptum ex B.D. 6. καὶ ἀναπίπτοντα omisit Aubertus. 8. ἀποδρομὴν] ἀναδρομὴν (sic) per ras. Manu ead. Ut vid. D. 10. Τε om. D. 12. Εὑρισκόμεθα Edd. 14. Διττὴν D. 15. ἦ assumptum ex D. 23. ὑμᾶς] ἡμᾶς Edd. Migne.)

118
ἐπὶ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης εὑρετὰς, καὶ τὴν τῆς ἀποπληξίας αὐτοῖς προξενήσαντας νόσον. οὗτοι δὲ ἦσαν [*](d) οἱ ἱερεῖς οἱ ψευδώνυμοι, καὶ οὐκ ἐξ αἵματος τοῦ Λευὶ, ἀλλ’ ὠνητὴν ἔχοντες τὴν ἱερωσύνην, καὶ χρήμασιν ἐκπριάμενοι τὸ δεῖν εἰδώλοις ἱερουργεῖν. γέγραπται γὰρ περὶ τοῦ ἱεροβοάμ, [*](3 Reg. xiii. 33.) ὅτι “Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. ἕρπει δὴ οὑν εἰκότως ὁ λόγος ἐπ’ αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσάγοντες, [*](e) καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ ὑπ’ αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφορῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἃν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ [*](83 Α. a) ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὐπεζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῆ ὑφ’ ὑμῶν ἐπισκοπουμένη πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῆ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι σφόδρα δρυμοῖς τε καὶ λόχμαις.

[*](b)

Ἐγὼ δὲ παιδευτὴς ὑμῶν, ἐΓὼ εγνων τοι Ἐφραΐμ, καὶ Ἰσραήλ οὐκ [*](3) ἄπεστιν ἀπ᾿ ἐνοῦ.

Οἱ μὲν οὖν ἱερεῖς, καὶ μὴν καὶ οἱ ἐξ αἵματος τοῦ βασιλικοῦ, [*](7. ἐπεῖδεν οὖν (sic) pro ἕρπει δὴ οὖν D. 8. τε om. D. 11. ἀνιστῶντες D. 15. τε D. Syr. γε Edd. 16. ἐπισκοπουμένην] ἐπισκοπουμένην] iid. ἐπισκοπουμένοις D. 19. αὐτοῖς pro τοῖς D. 23. περιφανὲς D. invito Syr. 24. θηρῶν D. 27. ἔγνω Edd. ante Migne. 28. ἄπεστιν Β. (Alex. XII.) ἀπέστη D. Edd, (Vat.) 29. οἱ om. D. τοῦ assumptutn ex B.D.)

119
λίνον καὶ πάγη καὶ θήρα γεγόνασι τοῖς λαοῖς, θυμιᾶν τοῖς δαίμοσιν ἐπιτάττοντες, καὶ πρό γε τῶν ἄλλων δρῶντες αὐτοὶ, καὶ φρονεῖν ἀναπείθοντες ἃ μὴ θέμις, καὶ τοῖς ἀνοσίως ἐξηυρημένοις πλάνης ἑτέρους προσεπάγοντες τρόπους, τὰ ὑψηλά φημι, τὸν Bεελφεγὼρ, τὸ τῶν Σιδωνίων βδέλυγμα, τὸν Βάαλ, τὸν Xαμώς· ἔσεσθαι δὲ αὐτῶν ττΛίάευτης αὐτὸς, καὶ οὐκ εἰς μακρὰν, ἐπαγγέλλεται, ὡς ὅσον οὐδέπω τὰ ἐκ [*](c) θυμοῦ καὶ ὀργῆς ἐπιθήσων κακά. ἔχει δὲ τὸ ἀτρεκὲς ὁ λόγος. οἱ μὲν γὰρ ἐξ οἴκου τοῦ βασιλικοῦ δειναῖς καὶ ἀφύκτοις ἐνισχημένοι συμφοραῖς, οἱ μὲν διολώλασι, κάταγε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων· οἱ δὲ ἀπῴχοντο ταῖς Βαβυλωνίων καὶ Μηδῶν πλεονεξίαις ὑποκεισόμενοι. ἀποτεθνήκασι δὲ ἀθλίως, μᾶλλον δὲ καὶ ὁσίως οἱ ψευδώνυμοί τε καὶ ἐπὶ χρήμασιν ἱερεῖς, οἱ μὲν ὑπὸ Ἰηοῦ, οἱ δὲ ὑπὸ 1ωσίου γεγο- νότος ἐκ φυλῆς Ἰούδα, ἤτοι Δαυείδ. τοῦτο γὰρ καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ, θύοντός ποτε τοῦ ‘1εροβοὰμ καὶ ἐφε- [*](d) στηκότος τῷ θυσιαστηρίῳ, προεφήτευσε λέγων α Θυσια- [*](3 Reg. xiii. 2.) ιι στήριον, θυσιαστήριον, τάδε λέγει κύριος Ιδοὺ υἱὸς α τίκτεται τῶ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ· καὶ θύσει α ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, τοὺς ἐπιθύοντας ἐπὶ σὲ, ιι καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ.’ οὐκοῦν ἐπηπεί- λησε aaιιdεύσειν ἐν θυμῷ καὶ ὀργῇ τοὺς τῆ σκοπιᾷ πάγην γεγονότας, ἱερέας τε φημὶ, καὶ τοὺς ἐξ αἵματος βασι- λικοῦ· ἀκαταιτίατον δὲ οὐδαμῶς τὸν ἠπατημένον ἠφίει, του τέστι, τὸν Ἰσραήλ. ταύτητοί φησιν· ἐγὼ ἔγνων τὸν Ἐφραὶμ, κόιὶ Ισρόιὴλ οὐκ ιιπεστιν ἀπ’ ἐμοῦ. ἴσον δὴ τοῦτο ἐκείνῳ, " τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα [*](e) ιι ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ἔγνωκα γὰρ τὸν [*](Hiob. xxxviii. 2.) [*](4 πλάνης] -\- τοὺς D. Statim ἑτέρου D. 5» ^• τὸ τῶν Σιδωνίων-πuιδευτὴς αὐτὸς om, D. Τ ἐπαηέλετο D. 8. ἀτρεκὲς] όληθὲςD. II. όπώ- λοντο D. 13. καὶ prius assumptum ex D. ἐπὶ assumptum ex B.D. 15. γὰρ assumptum ex B.D. Statim καὶ assumptum ex D. 19. τῳ] ἐν Edd. αὐτφ ὄνομα inverso ordine D. θήσει Β. 2θ. ἐπὶ σὲ alt. D. ἐπὶ σοὶ Edd. Statim haec καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ accesserunt ex D. 23. αγͅα. τος] -\- τοῦ D. 25. ἐγὼ assumptuin ex B.D. 26. ογεστιν habet hic D. 27. δὲ assumptum ex D.)
120
[*](Hier. xxiii. 23, 24.) Ἐφραΐμ φησι, καὶ οὐκ ἀφέστηκα τοῦ Ἰσραήλ. “Θεὸς γὰρ “ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν. “εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι [*](Ib.xxxix. 27.) “αὐτόν;“ καὶ πάλιν, “Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;" [*](Heb iv. 12, 13.) “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτατος “μᾶλλον μαχαίρας διστόμου, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ “ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς “ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἁφὰ. “νὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ καὶ τετραχηλισμένα “τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος.“

[*](84 Α. a 4)

Δῶτ’ νῦν ἐξεπόρωευσεν Ἐφραΐμ, ἐμιάνθη Ἰσραήλ. οὐκ ἔσωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν Θεὸν αὐτῶι, πνεῦμα πορνείας ἐν αὐτοῖς εστί, τοι δὲ κύρω οὐκ ἐπέγνωσαν.

Επειδὴ γὰρ εἰς νεφροὺς ὁρᾷ καὶ καρδίας ὁ τῶν ὅλων Θεὸς, ἄποπτον δὲ αὐτῷ παντελῶς οὐδὲν, ἔγνωκεν ὅτι πεπόρνευκε μὲν, καὶ εἰς ἄκρον ἧκε φαυλότητος ὁ Ἰσραὴλ, [*](b) ἤγουν ὁ Ἐφραΐμ· πλὴν οὐδ’ ὅσον εἰπεῖν εἰς νοῦν καὶ καρδίαν κἂν γοῦν τὸ χρῆναι μετανοεῖν εἰσεδέξατο, διά γε τὸ κεκρατῆσθαι τῷ πορνεύειν αὐτὸν ἀναπείθοντι πνεύματι, καὶ τὸν ἀληθῶς Δεσπότην μὴ ἐθελῆσαι ζητεῖν. ἀληθὲς οὖν ὅτι, [*](S.Matth. vi. 24.) καθά φησιν ὁ Σωτῆρ’, “Οὐδεὶς δύναται δυσὶ κυρίοις δοῦ. “λεύειν· ἣ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· “ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.”

[*](5)

Kαὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καἰ Ἰσραὴλ καὶ Ἐφραΐμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶι· κὼ ἀσθενήσει καὶ Ἰούδας μετ’ αὐτῶι.

[*](c)

Ὕβριν ἐνθάδε φησὶ τὴν ἐπάρατον ὑπεροψίαν· ὑβριστὴς [*](2. Haec λέγει Κύριος accesserunt ex D. 5—10. Haec ζῶν γὰρ ὁ ὁ λόγος accesserunt ex D. 11. ἐφραΐμ] + καὶ F. (130. 311.) 16. ἥκει D. 20. ἀληθῶς D. ἀληθῆ Edd. 21. Χριστὸς pro Σωτῆρ’ D. 22. Haec ἢ γὰρ—καταφρονήσει accesserunt ex D. 24. εἰς πρόσωπον αὐτοῦ] κατὰ προσώπου αὐτοῦ F. 27. ἐνταῦθα pro ἐνθάδε D.)

121
γὰρ ὁ ἀλαζών. ταπεινωθήσεσθαι τοίνυν φησὶ τὴν ὑπεροψίαν τοῦ Ἰσραὴλ ἐκεῖνα παθόντος, καὶ σφόδρα δικαίως, ἃ καὶ ταπεινὸν αὐτὸν ἔμελλον ἀποφαίνειν, οἰκτρὸν καὶ κατεῤῥιμμένον, καὶ αὐχημάτων ἔρημον τῶν ἐπὶ Θεῷ, καὶ αὐτῆς δὲ τῆς ἄνωθεν καὶ πατρῴας αὐτοῖς ἐλευθερίας ἐστερημένον. τὸ δὲ εἰς πρόσωπον αὐτοῦ τὴν ὕβριν ἀποστραφήσεσθαι, νοητέον διὰ τὸ πᾶν εἶδος ἀτιμίας ἐοικέναι πὼς ταῖς κατὰ πρόσωπον πληγαῖς. ἀσθενήσειν δὲ ὁμοῦ τῷ Ἰούδα φησὶ τοὺς ἐξ Ἰσραήλ. [*](d) καταδῃώσαντες γὰρ οἵ τε τῆς Συρίας καὶ Περσῶν βασιλεῖς τὴν Σαμάρειαν, οὐκ ἄπληγα συγκεχωρήκασι διαμεῖναι τὸν Ἰούδαν, προσθέντες ταῖς τοῦ Ἰσραὴλ πόλεσι καί τινας τῶν ἀνηκουσῶν τοῖς ἐξ Ἰούδα καὶ Βενιαμίν. ὅτι δὲ ἁπάσης αὐτοῖς συμφορᾶς προμνήστρια γέγονεν ὁμολογουμένως ἡ εἰς Θεὸν ἀσέβειά τε καὶ ὕβρις, δεδίδαχεν εἰπὼν, μὴ ἑτέρως αὐτοῖς τὸ τῆς ἀσθενείας συμβήσεσθαι πάθος, ἀλλ’ ἢ μόνον ὅτι ἐν ταῖς αδικίαις αὐτῶν. χρήσιμον οὖν ἄρα καὶ [*](e) τιμαλφέστατον ἀληθῶς ἡ εἰς Θεὸν εὐσέβεια, δι’ ἧς ἃν γένοιτο καὶ τὸ ἐθνῶν δύνασθαι κρατεῖν, καὶ πάντα ἰσχύειν κατορθοῦν εὐκόλως. καὶ ἀληθεύων ἔφασκεν ὁ Σωτῆρ’, ὅτι “Χωρὶς ἐμοῦ [*](S. Joan. xv. 5.) οὐ δύνασθε ποιεῖν οὐδέν.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ ὀρθὰ φρονεῖν ᾑρημένος, “Ισχύς μου, καὶ ὕμνησίς μου ὁ [*](Ps. cxvii. 14.) “Κύριος.”

Mέτα προβάτων κα μόσχων πορεύσονται του ἐκξητῆσαι τὸ κύρω, [*](a 85 Α. 6) κω οὐ μὴ εὕρωσιν αὐτόν· ὅτι ἐξέκλινεν ἀπ᾿ αὐτῶν· δυ’ τὸν [*](7) κύρω ἐγκατέλιπον· ὅτι τέκνα ἀλλότρια ἀλλότρια εγεννήθησαν ὖ καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη κω τοὺς κλήρους αὐτῶι.

Αληθὲς ὁρᾶται διὰ πραγμάτων, ὅτι καθά φησιν ὁ θεσπέσιος Παῦλος “Ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφελεῖν [*](Heb. x. 4.) [*](1. ταπεινωθήσεσθαι] κατακοιμηθήσεσθαι D. 7. ἀτιμίας] ἀδικίας D. 8. δὲ] + ἥμερος D. 9. οἵ τε] ὅ τε Edd. 10. διαμειναι om. D. 11, 12. ταῖς τοῦ—Βενιαμίν. ὅτι om. D. 15. συμβῆναι D. 16. ὅτι] + ἀσθενήσουσιν Edfl. invitis B.D. 20. ποιεῖν accessit ex B.D. 23. ζητῆσαι F. 24. οὐ om. F. Edd. 25. ἐγέννησαν D. (26 al.) 26. ἐρυσίβη correxi ex D. ἐρισύβη Edd. ante Migne (153). 28. ἀφαιρεῖν D.)

122
[*](b) “ἁμαρτίας,” καὶ ἔστιν ἀπρόσιτος διὰ τοῦ νόμου Θεός. νόμον δέ φημι, τὴν κατὰ νόμον λατρείαν τὴν δι’ αἱμάτων καὶ θυσιῶν. οὐκοῦν κἂν εἰ προσάγοιεν οἱ ἐξ Ἰσραὴλ τὰ νενομισμένα θύματα, τῶν ἀνοσίως αὐτοῖς ἐπταισμένων ἐξαιτοῦντες τὴν ἄφεσιν, ἤγουν τὴν πρὸς τὸν Θεὸν ζητοῦντες οἰκείωσιν, οὐκ ἂν ἐφίκοιντό φησιν, οὐδ’ ἂν ἐξανύσειαν τὸ εὑρίσκειν δύνασθαι τὸν Θεὸν, ἀλλ’ οὐδ’ ἂν γένοιτο προσιτὸς τοῖς οὕτω μεταγινώσκουσιν. εὑρίσκεται γὰρ διὰ μόνης τῆς ἐν Χριστῷ ζωῆς, ἧς ἂν νοοῖτο προεισβολὴ τὸ ῥῆμα τῆς πίστεως, καὶ [*](c) προσέτι τούτῳ τὸ σωτήριον βάπτισμα, τὴν ἐν Πνεύματι πρὸς Θεὸν οἰκείωσιν προξενοῦν. οὐκοῦν οὐκ οὐκ εὕροι τὸν Κύριον ὁ Ισραὴλ διά γε τῆς κατὰ νόμον λατρείας. ἐκκέκλικε γὰρ ἀπ᾿ αὐτῶν, ὅτι καὶ αὐτοὶ καταλελοιπασιν αὐτὸν, ἀποπηδῶντες τοσοῦτον, ὥστε καὶ τέκνων ἀλλοτρίων γενέσθαι πατέρες. ἀλλότρια δὲ τέκνα φησὶ, τὰ οἷον ἐκ μήτρας καὶ ἐξ αὐτῶν τῶν σπαργάνων ταῖς τῶν εἰδώλων ἀνακείμενα δόξαις, προσαγόντων τάχα που τοῖς δαιμονίοις τὰ χαριστήρια καὶ τὰς ἐπὶ ταῖς ὠδῖσι θυσίας τῶν γεγεννηκότων. τέκνα τοίνυν [*](d) ἀλλότρια, τὰ μὴ ἐν Θεῷ· ἢ καὶ καθ’ ἕτερον τρόπον, τὰ ἐκ γυναικῶν ἀλλογενῶν. ἐπεμίγνυντο γὰρ ἀπερισκέπτως οἱ ἐξ Ισραὴλ ταῖς τῶν ἐθνῶν θυγατράσιν, εἰδωλολατρούσαις ἔτι, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς, τὸ μὴ δεῖν συνάπτεσθαι [*](Deut. vii. 3. 4.) γαμικῶς τοῖς ἀλλογενέσι. “Τὴν θυγατέρα σου γάρ φησιν, “οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ “τῷ υἱῷ σου. ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ’ ἐμοῦ, καὶ “πορευθεὶς λατρεύσει θεοῖς ἑτέροις.”

[*](e)

Ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. σημαίνει δὲ πάλιν αἰνιγματωδῶς διὰ τούτου τὴν ἐσομένην αὐτοῖς κάκωσίν τε καὶ βλάβην ἐκ τῆς τοῦ πολέμου [*](1. τοῦ assumptum ex D. 3. εἰ assumptum ex B.D. 5. τὸν om. D. 12. ἐκκέκλινε (sic) Edd. ante Migne. 13. ἀπολελοίπασιν D. Statim αὐτὸν om. D. 14. ὥστε D. ὡς Edd. 16. τῶν prius om. D. 18. γεγεννηκότων] Sic (post Migne) correxi ex D. γεγενηκότων Edd. 19. κοὶ assumptum ex B.D. 20. ἐπεμίγοντο D. 25. ἀποστήσῃ Edd. 27. ’δε assumptum ex B.D.)

123
προσβολῆς, οὐκ ἀνικάνως ἐχούσης ἐρυσίβης δίκην ἀφανίσαι δεινῶς αὐτούς τε καὶ τὰ αὐτῶν· τοῦτο γὰρ οἱ κλῆροι. ὅτι δὲ μὴ εἰς ὑπέρθεσιν καὶ ἀνοκωχὴν ὁ πόλεμος, ἀλλ’ εὐθὺς καὶ κατὰ πόδας, πεπληροφόρηκεν εἰπὼν Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. ὅμοιον ὡς εἰ λέγοι κατόπιν ἥξει τῶν λόγων τῶν ἀνιαρῶν ἡ πείρα, ἐγγὺς ἤδη καὶ ἐπὶ θύραις ἡ συμφορά. περιέσται δὴ οὖν τοῖς λυποῦσι Θεὸν τὸ μήτε εὑρίσκειν αὐτὸν [*](a 86 Α.) δύνασθαι, κἂν εἰ ἕλοιντο ζητεῖν· γεγέσθαι δὲ καὶ τέκνων ἀλλοτρίων πατέρας, τουτέστιν, οὐκ εὐγενεῖς καὶ γνησίους ἔχειν καρπούς· οὗτοι δ’ ἃν εἶεν οἱ ἐξ ἀρετῆς τε καὶ ἁγίας ζωῆς· ἀπολέσθαι δὲ μᾶλλον, καθάπερ ἐρυσίβῃ τινὶ τῇ σφῶν αὐτῶν περιθραυομένους κακίᾳ καὶ ἀθλιότητι, καὶ προσέτι τούτοις καὶ αὐτοὺς ζημιοῦσθαι τοὺς παρὰ Θεοῦ κλήρους· περὶ ὧν καὶ ὁ θεσπέσιος ψάλλει Δαυεὶδ, πρὸς τὸν τῶν ὅλων [*](b) Σωτῆρα Θεόν “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ἅπας [*](Ps. xxx. 16.) γὰρ ἡμῶν κλῆρος, καὶ πᾶσα μερὶς ἐν ἐξουσίᾳ Θεοῦ, καὶ αὐτὸς ἐστιν ὁ τῶν στεφάνων διανομεύς.

Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνοὺς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, [*](8) κηρύξατε ἐν τῷ οὔκῷ Ὤν, ἐξέστη Βενιαμὶν, Ἐφραΐμ εἰς ἀφανισμὸν [*](9) ἐγένετο έν ἡμέραις ἐλέΓχου. ἐν ταῖς φυλαῖς του Ἰσραὴλ ἔδειξα πιστά.

Προείρηται σαφῶς, ὅτι πρὸς ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ ἑτέρους τοῖς ἐξ Ἰσραὴλ εἰδωλολατρείας ὀλέθρου τε καὶ [*](c) πλάνης εἰσκεκόμικε τρόπους ὁ ἐπάρατος Ἱεροβοάμ. ἐθρήσκευον σκευον γὰρ ἐν ὄρεσι καὶ βουνοῖς τὸν Χαμὼς, τὸν Βεελφεγὼρ, “ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος·” ἦσαν [*](Supra iv. 13.) δὲ, ὡς ἔφην, καὶ ἐν Βαιθὴλ καὶ ἐν Δὰν αἱ χρυσαῖ δαμάλεις. ἀλλ’ ἥδε μὲν τοῦ Ἰσραὴλ ἡ πλάνησις· ὁ δέ γε Ἰούδας, ἤγουν ὁ Βενιαμὶν, τουτέστιν οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν, οὐδὲν ἧττον πεπλάνηντο, καὶ λελατρεύκασι μὲν “τῇ Ἀστάρτῃ [*](4 Reg. 23. 13.) [*](1. ἱκανῶς pro οὐκ ἀνικάνως D. 6. θήραις (sic) Edd. ante Migne. 9. ἢ pro καὶ D. 29. Haec τουτέστιν—Βενιαμὶν accesseriint ex D.)

124
[*](d) “προσοχθίσματι Σιδωνίων· προσεκύνουν δὲ καὶ τῷ ἡλίῳ. καὶ τοῦτο ἡμὶν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς Ἰεζεκιήλ. ἤχθη [*](Ezech. viii. 3.) μὲν γὰρ, ὥς φησιν αὐτὸς, εἰς Ἰεροσόλυμα, ”ἐν ὁράσει Θεοῦ· [*](Ib. 16.) εἶτα τεθέαται τὴν τῶν ἐνοικούντων πλάνην. “Εἰδον γάρ, “φησιν, ὡς εἴκοσι καὶ πέντε ἄνδρας, τὰ ὀπίσθια αὐτῶν “πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, “καὶ οὗτοι προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. ἄθρει δὴ οὖν ὅπως ἐμερίζοντο τὴν ἀπώλειαν, κατὰ πολλοὺς προσκρούοντες [*](e) τρόπους καὶ λυποῦντες Θεόν. οὐκοῦν τοῖς καταδῃοῦν ἐθέλουσι, καὶ ὅσον οὐδέπω προσδοκωμένοις, τὴν Σαμάρειαν, καὶ θορυβεῖν οὐ μετρίως μέλλουσι τὴν Ἱερουσαλὴμ, Ἀσσυρίοις τέ φημι καὶ Πέρσαις, καὶ τοῖς ἀπὸ Δαμάσκου, φημὶ δὴ τοῖς Σύροις· ἐπέθεντο γὰρ ἀμφότεροι κατὰ καιροὺς, ἄλλοτε ἄλλως εἰς τοῦτο παραθηγόμενοι· μονονουχὶ καὶ ἐγκαλεῖ τῆς ἐφόδου τὴν μέλλησιν, ἀπάρχεσθαι δὲ ἤδη τοῦ πολέμου προστέταχε, περιηχοῦντας ταῖς σάλπιγξι, καὶ τὰς τῶν δειμάτων ἀπαρχὰς ταῖς τῶν πλανωμένων ἐνιέντας ψυχαῖς.

[*](87 Α. a)

Ἐπειδὴ γὰρ ἔφη, “Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ [*](Supra ver. 7.) “τοὺς κλήρους αὐτῶν·” ἐλέγομεν δὲ ἡμεῖς, ἐρυσίβην ὠνομάσθαι [*](Supra 85 e.) τὴν ἐκ τοῦ πολέμου κάκωσιν καὶ ἀφανισμόν· διδάσκων, ὅτι γέγονεν ἐπὶ θύραις, συμβήσεται δὲ, καὶ οὐκ εἰς μακρὰν, σαλπίζειν εὖ μάλα, ὡς ἔφην, προστέταχε, καὶ πρό γε τῶν ἄλλων ἐπὶ τοὺς τῶν εἰδώλων τόπους, ἢ ὡς ὅσον οὐδέπω καταπρησθήσεσθαι μέλλοντας καὶ σεισθησομένους, ἤγουν ὅτι γεγόνασιν αὐτοὶ τοῦ πολέμου πρόφασις καὶ τῆς ἀνηκέστου [*](b) συμφορᾶς τοῖς πεπλανημένοις. ὅταν οὖν λέγῃ τὸ χρῆναι σαλπίζειν ἐπὶ τοὺς βουνοὺς καὶ ἐπὶ τὰ ὑψηλὰ καὶ ἐν τῶ οἴκω ὢν, τοὺς τῶν εἰδώλων νοήσεις τόπους. ἰστέον δὲ, [*](1. τῷ om. D. 3. ἔφην pro φησιν D. 7. οὕτω pro οὗτοι D. 10. οὐδέπω D. Migne. οὔπω Β. οὐδέπου Edd. 13. ἐπέθεντο] ἔγεντο iid. 14. ἄλλοτε] ἅλλοι τε iid. 15. μέλησιν B.D. 17. δειμάτων D. δειγμάτων Β. Edd. 21. καὶ] + τὸν Edd. invito D. 22. καὶ om. D. 23. Haec ὡς ἔφην assumpta ex D. 24. οὐδέπω] οὐδέπου Edd. ante Migne. οὔπω D. 28. ἐπὶ alt. om, D. τὸ post καὶ add. D.)

125
ὅτι τοῖς ἄλλοις ἑρμηνευταῖς εἰς τὸ ἐν τῶ τῷ ὢν, οὐ συνηνέχθησαν οἱ ἑβδομήκοντα. οἱ μὲν γὰρ εἰρήκασιν, εἰς οἶκον ἀνωφελοῦς, τουτέστιν, εἰδώλου παντός· οἱ δὲ, τὸ ἐν τῷ οἴκῳ ὤν. οἰησόμεθα δὴ οὖν, ἐκεῖνο βούλεσθαι νυνὶ τὸν προφητικὸν ἡμῖν ὑποσημῆναι λόγον, ὅτι χρὴ σαλπίζειν αὐτοὺς, οὐκ ἐπὶ μόνους τοὺς βουνοὺς καὶ τ‘ὶ ὑψηλὰ, τουτέστιν, οὐ κατὰ μόνης τῆς εἰδωλολατρείας τοῦ Ἰσραὴλ, ἤτοι τῶν δέκα φυλῶν [*](c) τῶν ἐν Σαμαρείᾳ, ἀλλὰ καὶ κατὰ ταύτης τῆς οὔσης ἐν τοῖς Ιεροσολύμοις παρά τε τῷ Ἰούδα καὶ τῷ Βενιαμίν. προσεκύνουν γὰρ, ὡς ἔφην, τῷ ἡλίῳ· ὢν δέ ἐστιν ὁ ἥλιος· Θεὸν ῥιπτοῦντες κατόπιν, καὶ ἀποστρεφόμενοι τὰ αὐτοῦ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἔχειν τὰ ὀπίσθια πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, δῆλον δὲ ὅτι τοῦ ἡλίου. ὅταν τοίνυν ἀκούσης τὸ ἐν τῷ οὔκῳ ὢν, οἶκον ἢ τέμενος νοήσεις θεοῦ ψευδωνύμου παντὸς καὶ πεποιημένου, ἤτοι τοῦ ἡλίου. ἄτοπον δὲ οὐδὲν ἢ ἀπίθανον εἶναί τῳ δόξειεν ἂν, οἶκον ἡλίου [*](d) τοὺς ἡλίῳ προσκυνοῦντας νοεῖσθαί τε καὶ ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ οἶκος Θεοῦ νοηθεῖεν ἂν οἱ τὰ αὐτοῦ φρονοῦντες καὶ πράττοντες καὶ αὐτῷ τὸ σέβας ἀνάπτοντες. Εἰ δὲ δὴ βούλοιτό τις καὶ τὴν δάμαλιν τὴν χρυσῆν ὢν ὀνομάζεσθαι, φορέσει καὶ οὕτως τὸ πιθανὸν ὁ λόγος. ὁ μὲν γὰρ θεομισὴς Ἱεροβοὰμ πρὸς τὸ τῶν Αἰγυπτίων σέβας, φημὶ δὴ τὸν Ἄπιν, τὰς δαμάλεις εἰργάζετο. τετιμήκασι δὲ τὸν Ἄπιν Αἰγύπτιοι, σελήνης μὲν τέκνον εἶναι λέγοντες· τοιγάρτοι καὶ μηνοειδὲς ἐπὶ μετώπου εἶχε σημεῖον· ἔκγονον δὲ ὥσπερ ἡλίου πιστεύοντες εἶναι, διὰ τὸ, κάταγε τὸ αὐτοῖς [*](e) δοκοῦν, ἐξ ἡλίου τὴν σελήνην φωτίζεσθαι. οὐκοῦν ὡς σελήνης μὲν τέκνον, ἡλίου δὲ ἔκγονον ἐτίμων τὸν Ἄπιν· ἀπεκόμιζε δὲ αὐτοὺς εἰς τοῦτο δὴ πλάνης καὶ λογισμῶν ἀθλιότητος ὁ πολυμήχανος δράκων, τουτέστιν ὁ σατανᾶς. σαλπίζειν οὖν [*](3. τὸ assumptum ex B.D. 8. τῶν om. D. Statim εἰς Σαμάρειαν b. κατ’ αὐτῆς D. 9. παρά τε] παρά γε b. 14. ὑπακούσῃς D. 19. Haec κοὶ πράττοντες accesserunt ex D. 20. δὴ assumptum ex B.D. 25. μετώποις. D. 26. τοι] τὸ B.D. 29. μὲν γὰρ pro δὲ D.)
126
ἄρα προστέταχεν ἐπί τε τοὺς βουνοὺς καὶ τὰ ὑψηλὰ καὶ ἐν [*](88 Α. a) τῷ οὔκῳ ὢν, τουτέστι τῆς δαμάλεως τῆς χρυσῆς. ποῖα δὲ ἦν ἄρα τὰ ἀμφοῖν ἐγκλήματα, καὶ ὁ τοῦ χρῆναι κολάζεσθαι λόγος, καθίστησιν ἐναργὲς, ἐπιφέρων εὐθύς, ἐξέστη Βενιαμὶν, ἀντὶ τοῦ τῶν ἰδίων ἐκπεφοίτηκεν ἐθῶν, ἤγουν τῆς ἀρίστης ἀπώλισθε φρενός· τοῦτο γὰρ ἀληθῶς ἡ ἔκστασις ἐπὶ φαύλων νοοῖτο. κατηφάνισται δὲ καὶ Ἐφραΐμ. πλὴν οὐχ οὕτω ταῦτά φησιν. ἐν γὰρ ἡμέραις ἐλέγχου τῆς ἀμφοῖν πλημμελείας ἔδειξα πιστοὶ, βεβαίους καὶ ἀληθεῖς τοὺς [*](b) ἐμοὺς ἀποφήνας λόγους. συμβέβηκε γὰρ αὐτοῖς, ἅπερ ἤδη προεῖπον, καὶ οὐδὲν διέψευσται τῶν ἐμῶν. ἐπειδὴ γὰρ ἐξέστησαν τῶν ἀρχαίων ἐθῶν, καὶ φρενὸς ἔξω γεγόνασιν ἀγαθῆς, ἐξώσθησαν καὶ αὐτῆς τῆς ἑαυτῶν χώρας, καὶ ἀποπεπτώκασιν ὁμοῦ τῆς εἰς Θεὸν ἀγάπης, καὶ πάσης εὐημερίας.

Εψεται δὲ καὶ ἑτέρως τοῖς καταλιμπάνουσι Θεὸν, τὸ ἐξίστασθαι δεῖν καὶ ἀγαθῆς ἁπάσης ἐννοίας, καὶ μὴν καὶ ἔργου παντὸς τοῦ τετραμμένου πρὸς ἀρετήν. βαδιοῦνται δὲ [*](c) πρὸς ἀφανισμὸν, ἐλέγχοντός τε καὶ ἐπιτιμῶντος Θεοῦ, καὶ τῆς ῥᾳθυμίας ἐξαιτοῦντος δίκας. χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ζωὴν, τὸ εἶναι μετὰ Θεοῦ, μόνον δὲ οὐχὶ τὸ [*](Ps. lxii. 8.) ἐν ψαλμοῖς ἐκεῖνο βοᾶν, “Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω “σου. ἀντιλήψεται γὰρ τότε καὶ ἐπικουρήσει προθύμως ἡ [*](S. Joan. x. 28.) δεξιὰ τοῦ πάντα ἰσχύοντος, ἀφ’ ἧς οὐδεὶς ἁρπάσει κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.

[*](10)

Ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

[*](Supra ver. 8. d)

Tοῦτό ἐστιν αἰνιγματωδῶς, τὸ “Ἐξέστη Βενιαμίν.” γεγότε [*](1. assumptum ex D. 3. ἐπ’ ἀμθοῖν b. 6. ἐπὶ φαύλων D. ἐπὶ φαῦλα Edd. 8. ταῦτά] + διὰ παντὸς Edd. invitis B.D. 1 1. τῶν] ταῖς Edd. ante Migne. 14. ὁμοῦ 14. ὁμοίως Edd. ὁπόσης D. 18. βαδιοῦντας Edd. ante Migne.)

127
νασι γὰρ ἐν ἴσῳ, φησὶ, τοῖς μετατιθεῖσιν ὅρια, καὶ ὑπερβαίνειν ἐθέλουσι τὰ πάλαι διωρισμένα. οἱ γὰρ τὰ μόνῳ πρέποντα τῷ Θεῷ, καὶ αὐτῷ δικαίως ἀνατεθειμένα, τὴν ἀγάπην δὲ λέγω, τὴν τιμὴν, τὴν προσκύνησιν, μεθιστάντες εἰς ἑτέρους, διά γε τοῦ προσκυνεῖν ἡλίῳ τυχὸν, ἤγουν σελήνη καὶ ἄστροις, δρῷεν ἂν ἕτερον οὐδὲν κατά γε τὸ εἰκὸς, ἢ ὅτι δὴ πάντως μεθιστᾶσιν ὅρια. ὅτι δὲ τὴν πρέπουσαν τῷ Θεῷ δόξαν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἀνατέθεικεν ὁ Ἰούδας, ἤγουν ὁ [*](e) Βενιαμὶν, σαφῶς ἂν νοοῖτο, πρὸς τὸν προφήτην Ἱερεμίαν λέγοντος Θεοῦ “Ἢ οὐχ ὁρᾶς τί οὗτοι ποιοῦσιν ἐν ταῖς [*](Hier. vii. 17,18.) “πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; οἱ υἱοὶ “αὐτῶν συλλέγουσι ξύλα· καὶ οἱ πατέρες αὐτῶν καίουσι “πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι “χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς “θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ὅρια δὴ οὖν μετατεθείκασιν οἱ ἐξ Ἰούδα φυλῆς ἡγούμενοι, τουτέστιν οἱ τὴν ἀνωτάτω καὶ βασιλίδα περικείμενοι δόξαν, οἷς ἦν εἰκὸς [*](a 89 Α.) κατακολουθεῖν ἑλέσθαι πεπλανημένοις καὶ τὴν ἀγελαίαν πληθύν. ἀλλ’ δίκην δίκην ῥαγδαιοτάτου φησὶν, ἐπ’ αὐτοὺς ἐκχεῶ τὸ ὅρμημά μου. δύσοιστα γὰρ καὶ ἀφόρητα καὶ ἀνανταγώνιστα παντελῶς τὰ ἐκ θείας ὀργῆς, καθάπερ ἀμέλει καὶ χρῆμα δυσάντητον ἡ πολλὴ καὶ ἀμφιλαφὴς τῶν ὑδάτων φορά.

Κατεδυνάστευσεν Ἐφραΐμ τὸν ἀντίδικον αὐτοῦ καὶ κατεπάτησε [*](11) κρῖμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶι ματαίων. κω ἐγὼ [*](12) ἔσομαι ὡς ταραχὴ τῷ Ἐφραΐμ, κὼ ὡς κέντρον τῷ οὔκῳ Ἰούδα.

Tίνα μὲν τρόπον ἐξέστη Βενιαμὶν, ἀποδέδεικται σαφῶς. [*](1. μετατεθεῖσιν Edd. ante Migne. 3. τῷ om. D δὴ pro δὲ D. 7. πρέπουσαν] προσήκουσαν D. 8. ὁ prius om. D. 9. σαφῶς ἂννοοῖτο] σαφὲς ἂν γένοιτο D. τί] τί] ὅ τι Edd. 12. πατέρες] υὑοί (sic) Β. 13. ποιῆσαι] Sic correxi ex D. ποιοῦσαι Edd. ante Migne. 14. χαυῶνας] Sic correxi c. Migne. χαβῶνας Β. χάβωνας D. καυῶνας Edd. 15. υἱοῖς pro θεοῖς D. 18. καὶ assumptum ex D. 24. καὶ dederunt B. F. Edd. deest h. v. in D. 25. τὸ ante κρῖμα add. Edd. (Vat.) invitis B.D. (Alex.) 27. ἀποδέδεικται D. ἀποδέδειχε Edd. Statim σαφῶς om. D.)

128
[*](Supra ver. 10.) ἔφη γὰρ ὅτι γεγόνασιν “οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες [*](Supra ver. 9.) “ὅρια. πῶς δὲ καὶ “Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο,” διερμηνευει πάλιν, ἐπειπών κατεδυνάστευσεν Εφραιμ τὸν αντιδικον αὐτοῦ. καὶ δοκεῖ πὼς ἐν ἤθει πεποιῆσθαι πρὸς ἡμᾶς νυνὶ ὁ [*](c) λόγος. ποῖον οὖν ἄρα τὸ κατηγόρημα τῶν ἐκ φυλῆς Ἐφραΐμ, ἢ ποῖον ἀντίδικον τὸ θεῖον ἡμῖν χρησμῴδημά φησιν ὃν κατεδυνάστευσεν ὁ Ἐφραΐμ, διειπεῖν ὡς ἔνι πειράσομαι.