In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Kαὶ τό Καὶ μου ὡς φῶς ἐξελεύσεται. διότι ἔλεος Θέλω καἰ οὐ [*](6) θυσίαν, καὶ ἐπίγνωσιν Θεοὺ ἢ ὁλοκαυτώματα.
Ἕτερον ἡμῖν φειδοῦς καὶ ἀγάπης τῆς εἰς αὐτοὺς ἐξηγεῖται [*](b) τρόπον, ὃς εἴπερ τετέλεστο κατὰ τὸ αὐτῷ δοκοῦν, σύμπας ὁ Ἰσραὴλ καὶ Ἰούδας. οὐ γὰρ μόνον τὴν τῶν ἀνοσίων ψευδοπροφητῶν ἀπέκειρε πληθὺν, τὸν αὐτοῖς πρέποντα καθορίσας θάνατον, ἀλλὰ γὰρ καὶ αὐτὸν κατὰ καιροὺς ἔπεμψε τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ σαφηνιοῦντα, καὶ πρό γε τῶν ἄλλων τοῖς ἐξ αἵματος Ἰσραὴλ, τὸ ἀγαθὸν αὐτοῦ θέλημα, καὶ ἐναργὲς καθιστάντα τὸ κρῖμα αὐτοῦ. τοιγάρτοι καὶ ἔφασκε διὰ μὲν φωνῆς τοῦ Δαυείδ, “Ἐγὼ δὲ κατεστάθην [*](Ps. ii. 7. 6.) “βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιῶν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγ- [*](c) “γέλλων τὸ πρόσταγμα Κυρίου·“ αὐτὸς δὲ δι’ ἑαυτοῦ γενόμενος καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος, “Ἀπ’ ἐμαυτοῦ [*](S. Joan. xiv 10; xii. 49.) “οὐ λαλῶ· ἀλλ’ ὁ πέμψας με Πατὴρ, αὐτός μοι ἐντολὴν “ἔδωκε τί εἴπω καὶ τί λαλήσω.” ἐξελεύσεται δὴ οὖν τὸ κρῖμά μου φησὶν ὡς φῶς, τουτέστιν, οὐκ αἰνίγμασι κατεσκιασμένον τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ γυμνῶς καὶ ἀκρύπτως ταῖς ἁπάντων διανοίαις ἐγκείσεται. ὅτι δὲ ἀφιγμένος κατὰ καιροὺς ὁ Ἐμμανουὴλ, οὐκ ἐπὶ νομικὴν μετοίσει λατρείαν τοὺς [*](d) πεπλανημένους, οὔτε μὴν τὰ ἐν τύποις ἔτι καὶ σκιαῖς ἀναπείσει τιμᾶν, ἀποκομιεῖ δὲ μᾶλλον εἰς ἐπιείκειαν καὶ χρηστότητα καὶ εὐσπλαγχνίαν, καὶ εἰς ἀγάπην τὴν πρὸς ἀλλήλους, καὶ εἰς ἀληθῆ καὶ ἀπαραλόγιστον ἐπίγνωσιν τοῦ Θεοῦ, σαφῆ τοῦ κρίματος ἀποτελεῖ τὸν σκοπὸν, καί φησιν, ὅτι ἔλεος θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. τί γὰρ ἔφασκεν ὁ Σωτῆρ’; “Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν [*](S.Matth. vii. 12.) ὑμῖν οὐτῶ καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς καὶ ὑμεῖς ποιειτε αυτοις ομοίως· χρῆμα δὲ ὅτι μάλιστα παρὰ Θεῷ τίμιον τὴν ἀγάπην ἐπιδεικνὺς, [*](e) “Ἐν τούτῳ γνώσονται πάντες, φησὶν, ὅτι ἐμοὶ [*](s. Joan. xiii. 35.) [*](1. καὶ οὐ B.D. (Alex. XII.) cf. Glaph. 47 a. ἢ Edd. (Vat.) 7. γὰρ assumptum ex B.D. 10. καθιστάντα D. καθιστῶντα Edd. II. διὰ] τὰ iid. τὰ διά] correxit Migne. 12. διαγγέλων D. (Alex.) 30. φησὶν om. D.)
Αὐτοὶ δέ εἰσιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην.
Πανταχόθεν ἡμᾶς πολυπραγμονεῖν εὖ μάλα τὸ ἀληθὲς σπουδάζοντας, καὶ νῦν εἰπεῖν ἀναγκαῖον, ὡς ἡ καθ’ Ἑβραίους ἔκδοσις ἀντὶ τοῦ ὡς ἄνθρωπος, ὡς Ἀδὰμ εἴρηκε παραβαίνων διαθήκην, ἵνα νοοῖτο τοιάδε τις τῶν ἐξ Ἰσραὴλ ἡ παράβασις, ὁποία γέγονεν ἐν Αδάμ. μετὸν γὰρ ἐκείνῳ καὶ τὴν πρὸς Θεὸν οἰκείωσιν ἔχειν, καὶ ἐν ἀφθαρσίᾳ διατελεῖν, καὶ ταῖς [*](1. ἐστε μαθηταὶ inverso ordine D. 2. προσαγόντων pro προσιόντων D. 3. καὶ post ἂν add. Edd. 4. γεγενηκότος iid. ante Mifine. correxi ex D. 9. ὁλοκαύτωμα Edd. 14. Hoc Κύρις alt. accessit ex D. (Alex.) 25. σπουδάζοντα (sic) D.)
Εἰ δὲ δὴ νοοῖτο μυστικώτερον, ὡς ἐπὶ Χριστοῦ, τὸ [*](a 100 Α.) χρησμῴδημα, πάλιν ἐκεῖνο ἐροῦμεν, ἐμφανῆ τῶν λεγομένων καθιστάντες τὸν νοῦν· Ἔπεμψεν ἐξ οὐρανῶν ὁ Θεὸς καὶ Πατὴρ τὸν Υἱὸν φωτιοῦντα τοὺς ἐξ Ἰσραὴλ, καὶ φανερὸν καταστήσοντα τὸ κρῖμα αὐτοῦ, καὶ ἵνα καταλῆξαι μὲν ἀναπείσῃ θυσιῶν ἀρχαίων καὶ ὁλοκαυτωμάτων τῶν κατὰ νόμον· ἐλεήσῃ δὲ μᾶλλον, δικαιῶν τῆ πίστει, καὶ καλέσῃ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τεθεάμεθα τὸν Πατέρα, καὶ ἐσχήκαμεν τὴν [*](b Eph. ii. 18.) προσαγωγὴν, ὥς που καὶ γράμμα φησὶν ἱερόν. ἀλλὰ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ ὡς ἄνθρωπος παραβαίνων διαθήκην. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν, ὅπως ἂν δύνωμαι. ὁ τὴν ὑφ’ ἑτέρου γραφομένην παραβαίνων διαθήκην, ἢ οὐ πρόσεισιν [*](2. διώλισθεν] διώλλυται Edd. διόλλ. Migne. 7. ὑπὲρ D κατὰ iid. 9. καταπεφρονήκασι καὶ αὐτοὶ D. καὶ καταπεφρονήκασι Edd. 10. πάντως (sic) D. 15. τῷ alt. om. D. 21. ἐξ] ἐκ τῶν iid. 30. ὁ τὴν] ὅτι iid.)
Ἂθρει δὴ οὖν ὅπως γεγόνασιν ὡς ἄνθρωπος παραβαίνων διαθήκην. ἐπέγνως τὸν κληρονόμον 5 οὐκοῦν ἀπόδος τὸν ἐκνεμηθέντα κλῆρον αὐτῷ. παραβεβήκασι τοίνυν τὴν διαθήκην τοῦ Πατρὸς, τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀποστεροῦντες τὸν κληρονόμον. ἀλλ’ οὐδὲ αὐτοὶ προσῆλθον τῇ χάριτι, οὐ προσήκαντο [*](e) τὸν δοθέντα αὐτοῖς παρὰ τοῦ Θεοῦ κλῆρον. ἔφη μὲν [*](Hier. xxxviii. 31,2.) γὰρ διὰ τοῦ προφήτου Θεός “Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει “Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν [*](Heber. viii. 8, 9.) “οἶκον Ἰούδα διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν “διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου “τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.” εἰ δὲ δὴ δοκιμάζοιτο πρὸς τὴν πρώτην ἡ νέα, πλείστη τις ὅση τῶν ἐπηγγελμένων ἡ διαφορὰ νοηθήσεται. ἐκεῖ μὲν γὰρ τὴν τῶν Ἀμοῤῥαίων καὶ Γεργεσαίων καὶ Εὐαίων αὐτοῖς, καὶ [*](101 Α. a) μὴν καὶ Ἰεβουσαίων ἐπήγγελτο γῆν· ἡ δὲ καινὴ διαθήκη, [*](7. κατεστάθην om. D. 10 Σαββαὼθ Edd. 21. προσήκαντο] προσήκαντες iid. 23. τοῦ om. D. 27. τοῦ assumptum ex D. cf. in Es. 504 c.)
Ἐκεῖ κατεφρόνησέ μου Γαλαὰσ, πόλις ἐργαζομένη μάταια, τατάσσουσαν [*](8) ὕδρω, καὶ ἡ ἰσχύς σου ὠς ἀνδρὸς πειρατοῦ.
[*](9)Επάνεισι πάλιν ὁ λόγος εἰς ἀφήγησιν ἐγκλημάτων, ἐφ’ οἷς εἰκότως ἀνήρηται τῶν παρ’ αὐτοῖς ψευδοπροφητῶν ἡ ἀνοσία πληθύς. ἐκεῖ γάρ φησι, τουτέστι, κατ’ ἐκεῖνο τοῦ καιροῦ καθ’ ὃν ἐκκέκλικεν ὁ Ἰσραὴλ, καὶ ἐν τῆ τοιᾷδε καταστάει γέγονεν, ὥστε καὶ ἑλέσθαι δαιμονίοις προσκυνεῖν· [*](c) τοῦτο γάρ ἐστι τὸ ἐκεῖ πραγματικῶς νοούμενον, καὶ οὐχὶ δὴ μᾶλλον τοπικῶς· σφόδρα μου καταπεφρόνηκεν ἡ Γαλαάδ· πόλις δὲ αὕτη μία τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, ἡ καὶ ἐκνεμηθεῖσα τοῖς Λευίταις, κατὰ τὸν Μωυσέως νόμον· ἦν [*](Deut. iv. 43.) οὖν Ἱερέων καὶ Λευιτῶν πόλις. ἀλλ’ οἱ τοὺς ἄλλους ὀφείλοντες ἀποκομίζειν τῆς πλάνης, καὶ παιδαγωγεῖν εἰς ἀλήθειαν καὶ εἰς τὴν τοῦ συμφέροντος γνῶσιν· “Χείλη γὰρ ἱερέως, [*](Mal. ii. 7.) “φησὶ, φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ [*](d) “στόματος αὐτοῦ· γεγόνασιν αὐτοὶ τῶν εἰδώλων εὑρεταὶ, καὶ τῶν ματαίων οἱ τεχνουργοί. εἰργάζοντο γὰρ μάταια, τουτέστι τὰ εἴδωλα. ἐτάραττον δὲ καὶ ὑδωρ, τουτέστι πάλιν [*](2. Haec εἰς δόξαν accesserunt ex B.D. 8. καὶ om. D. 11. ὡς accessit ex B. (22 al.). deest in D. Edd. 14. τοῦ om. D. 15. κέκλικεν Edd. 18. Γαλαάδ] Γάλγαλα b. b. (et in Textu S. Script.) 19. τοῦ pro τῶν D. ἡ om. D. 23. τὴν post συμφέροντος add. Edd. 26. εἰργάζετο D. τὸ post γὰρ add. b. 27. Hoc πόλιν accessit ex D.)
Ἣ καὶ καθ᾿ ἕτερον τρόπον ἐτάραττον ὕδωρ, τεθολωμένην ὥσπερ τινὰ καὶ ἰλυώδη διδασκαλίαν τοῖς προσιοῦσι προθέντες, καὶ τὸν τῶν ἀκεραιοτέρων παχύνοντες νοῦν· ἐδίδασκον γὰρ εἴδωλα προσκυνεῖν. καὶ γοῦν διὰ φωνῆς Ἰεζεκιὴλ ᾐτιᾶτο πάλιν αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καὶ ὡς πρὸς κριοὺς καὶ [*](Ezech. xxxiv. 17—19) τῆς ἀγέλης καθηγητὰς, προσεφώνει λέγων, “Καὶ ὑμεῖς “πρόβατα, τάδε λέγει κύριος Ἰδοὺ ἐγὼ διακρινῶ [*](102 Α. a) “προβάτου καὶ προβάτου, καὶ κριῶν καὶ τράγων. καὶ οὐχ “ἱκανὸν ὑμῖν, ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε, καὶ τὰ κατά- “λοιπα τῆς νομῆς κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν; καὶ “καθεστηκὸς ὕδωρ ἐπίνετε, καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν “ἐταράσσετε; καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν “ὑμῶν ἐνέμοντο, καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν “ὑμῶν ἔπινον.” νομομαθεῖς γὰρ ὄντες οἱ ἐξ αἵματος Λευΐ, καὶ καλλίστην ὥσπερ νομὴν, λεπτόν τε καὶ διειδὲς ἔχοντες [*](b) ὕδωρ, τὴν διὰ Μωυσέως παίδευσιν οὐκ ἀνικάνως ἔχουσαν ποδηγεῖν εἰς ἀλήθειαν, κατεπάτουν τρόπον τινὰ τὴν νομήν· συνετάραττον δὲ καὶ τὸ ὕδωρ, παχεῖάν τινα καὶ ἰλυώδη καὶ γεώδους ἀκαθαρσίας ἔμπλεων παρατιθέντες διδασκαλίαν, τοῖς ἐν τάξει προβάτων ἀκολουθοῦσιν αὐτοῖς ὡς κριοῖς. ἐγκαλοῦνται τοίνυν οἱ τῆς Γαλαὰδ πολῖται καὶ οἰκήτορες, ὡς ταράττοντες ὕδωρ, ἐλέγχονται δὲ καὶ ὡς ἰσχὺν ἔχοντες ἀνδρὸς πειρατοῦ. πῶς δ’ ἃν καὶ τοῦτο ἡμᾶς συνιέναι πρέποι, σαφὲς καταστήσομεν, τὰ ἐφεξῆς ἑρμηνεύοντες.
[*](7. καὶ assumptum ex B.D. b. 8. ἰλυώδη] Sic correxi ex D.b. ἰλιώδη Edd. προτιθέντες b. 13. διακρινῶ] Sic correxi ex D. διακρίνω Β. Edd. προβάτων καὶ πρόβατ’ D. 24. ἰλυώδη D. ἰλιώδη Edd.)Ἔκρυψαν ἱερεῖς ὁδὸν Κυρίου, ἐφόνευσαν Σίκιμα, δυ’ ἀνομίαν [*](c) ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. βἶδον φρικώδη ἐκεῖ, πορνείαν [*](10) τοῦ Ἐφραΐμ, ἐμιάνθη Ισραὴλ κω Ἰούδας.
Ἱστοριῶν ἐσθ’ ὅτε τινῶν ὁ τῶν ἁγίων προφητῶν διαμέμνηται λόγος, ἃς εἴπερ τις ἕλοιτο σιωπᾶν, οὐδ’ ἂν δύνοιτο διατρανοῦν τῶν εἰρημένων τὸν νοῦν. χρὴ τοιγαροῦν ὄκνου μὲν εἶναι κρείττονας τοὺς τὰ τοιάδε σαφῶς διερμηνεύειν ἐθέλοντας, πανταχόθεν δὲ τοῖς ἀκροωμένοις τὸ τελοῦν εἰς [*](d) ὄνησιν ἐξεργάζεσθαι φιλεῖν.
Ταύτῃτοι καὶ νῦν ἐπί τι τοιοῦτον ἥξομεν. Σίκιμα τοίνυν πολίχνη τίς ἐστιν ἐπέκεινα τῶν Ἱορδάνου ναμάτων, γείτων τε καὶ ὅμορος τῆ Γαλαὰδ, ἢν τοῖς ἐξ αἵματος τοῦ Λευΐ δεδόσθαι προείπομεν, διανέμοντος τῆς ἐπαγγελίας τὴν γῆν Ἰησοῦ τοῦ Ναυῆ. συμβέβηκε τοίνυν, ἑορτῆς οὔσης ἁγίας, τῆς κατὰ νόμον σκηνοπηγίας φημὶ, ὅτε πάντας πανταχόθεν ἀναβαίνειν ἦν ἔθος εἰς Ἱεροσόλυμα, καὶ τοῦτο τοῦ νόμου τηρεῖσθαι προστάττοντος, τῶν ἀπὸ Σικύμων τινὰς, ἢ κατανυχθέντας, καὶ ἐπὶ τῆ πλανήσει μεταγινώσκοντας, ἤγουν καὶ [*](e) εἰς νῆψιν κεκλημένους παρὰ Θεοῦ, λοιπὸν ἐθελῆσαι τοῖς θείοις ὑπείκειν νόμοις, καὶ ἀναβῆναι ζητεῖν εἰς Ἱεροσόλυμα, βούλεσθαί τε θυσίας προσάγειν, καὶ τὴν κατὰ νόμους ἑορτὴν ἀποπεραίνειν ἐκεῖ. τοῦτο δὲ ἦν ἀρχή τις ὥσπερ ἐπιστροφῆς, καὶ τοῦ καταλήγειν τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις. ἵνα γὰρ μὴ θυσιῶν ἕνεκά τε καὶ ἑορτῶν τῶν κατὰ νόμον ἀναβαίνωσιν ἐκ τῆς Σαμαρείας εἶς Ἱεροσόλυμα τῶν [*](a 103 Α.) ἐξ Ἰσραήλ τινες, τουτέστι τῶν δέκα φυλῶν, εἶτα κατὰ βραχὺ μεταθοῖντο πρὸς τὸ ἐν ἀρχαῖς, καὶ ὑπό γε τὴν Ἰούδα γένοιντο βασιλείαν, ἐπενόησεν ἐν ἀρχαῖς τὰς δαμάλεις Ἱερο- [*](1. Hoc Κυρίου accessit ex Β. (Alex.) 2. ἐν om. D. τοῦ post οἴκῳ add. Edd. (Vat.) 3. ἰούδας D. (Alex. XII.) ἰούδα Edd. 5. οὓς pro ἃς D. δύναιτο Migne. II. Hoc γείτων accessit ex B.D. 12. γαλγάλων pro τῇ Γαλαάδ b. 23. τῶν om. D. 27. μεταθεῖντο D.)
Ἔκρυψαν τοίνυν φησὶν ἱερεῖς ὁδὸν Κυρίου, τοῦτο πάλιν ἐστὶν [*](Hier. ii. 8.) ἑτέρως τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ ἱερεῖς “οὐκ εἶπαν Ποῦ ἔστι κύριος, καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου “μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.” [*](2. εὑρήμασιν D. 4. ἀναβαίνομεν (sic) D. 7. ὄντας (sic) D. κα assumptum ex B.D. 8. εἰργάζοντο] + τὰ Edd. invito D. 9. ὡς om. D. 10. λατρεύειν εἰδώλοις inverso ordine D. 27. ἐκρύψαντο D. 30. μου accessit ex B.D. (Alex. XII.))
Δίνα μὲν γὰρ ἡ τοῦ Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ θυγάτηρ· μετωνόμασται γὰρ Ἰακὼβ εἰς τὸν Ἰσραήλ· ἐξῆλθέ ποτε τῆς [*](a 104 Α.) τοῦ πατρὸς σκήνης· ἐπεθύμησε γὰρ ἰδεῖν τὰς τῶν ἐγχωρίων [*](Gen. xxxiv. 1sqq.) θυγατέρας· ἦν δὲ ἐν Σικίμοις. εἶτα τὴν παρθένον εὑρὼν Ἐμμὼρ ὁ Συχὲμ υἱὸς ἀδοκήτως κατεβιάζετο· διεπαρθένευσε γάρ. δεδυσφορηκότες τοίνυν πρὸς τοῦτο λίαν οἱ τῆς νεάνιδος ἀδελφοὶ Αευΐ τε καὶ Συμεὼν, δόλον ἀρτύουσι· περιτέμνεσθαι 5 γὰρ ἀνέπειθον τοὺς ἀπὸ Σικίμων. οὗ δὴ γεγονότος, ἀλγοῦντας ἔτι καὶ ταῖς ὀδύναις νενικημένους ἄρδην ἀπεκτόνασιν, ἐκεῖνο λέγοντες ἐγκαλοῦντι τῷ πατρὶ τὸ ἀχάλινον εἰς ὀργάς, “Ἀλλ᾿ [*](b Ib. 31.) “ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;” τῆς τοιαύτης ἱστορίας ἡμᾶς εἰς ἀνάμνησιν ἀποφέρει νυνὶ, μετά τινος ἤθους λέγων, ἐφόνευσαν Σίκιμα, ὅτι ἀνομίαν ἐποίησαν ἐν τῷ οἴκῳ Ἰσραήλ. τοῦτό φησιν, ἐγκαλοῦντες τότε, ὅτι πεπλημμελήκασιν εἰς τὸν οἶκον Ἰακὼβ, ἤτοι τοῦ Ἰσραὴλ, διαπαρθενεύσαντες τὴν νεάνιδα. ταύτῃτοι καὶ ἡμεῖς ἀπεκτόναμεν Σίκιμα.
Ἀλλὰ νῦν ἐβουλεύσαντό φησιν, ἐπιστρέψαι πρὸς τὸν Θεὸν, ἀγαπῆσαι τὰ ἐν νόμῳ, πληρῶσαι θυσίας, ἐπιτελεῖν [*](c) ἑορτὰς, ἀποφοιτῆσαι λοιπὸν τῶν τῆς εἰδωλολατρείας μολυσμῶν. τί οὖν οἱ Λευῖται; ἔκρυψαν τὴν ὁδὸν κυροῦ καὶ ἐφόνευσαν Σίκιμα. ἢ τάχα καὶ νῦν ἐγκαλεῖν ἔχουσιν, ὅτι ἀνομίαν [*](1. τῶν om. D. γεννήματα pro ἐγκλήματα Edd. 4. τὴν assumptum ex B.D. ὡς hic (ut supra in SS. textu 101 b.) om. D. 5. Verba εἰς ἀνάμηνσιν post ἱστορίας transponit D. 9. τὸν B.D. τὸ Edd. 13. τοίνυν om. D. 14. σιμεὼν Edd. 19. νυνὶ D. νῦν Edd. 20. ἐν om. D. 27. λογισμῶν pro μολυσμῶν Edd. 28. καἰ assumptum ex B.D.)
Συγγενῆ δὲ τὰ ἀρχαῖα τοῖς ἐπὶ Χριστῷ τῶν Ἰουδαίων ἐγκλήματα. ἐκάλει μὲν γὰρ σύμπαντα τὸν Ἰσραὴλ ὁ Θεὸς [*](c) καὶ Πατὴρ εἰς τὸ ἑλέσθαι λοιπὸν τὰ ἀμείνω φρονεῖν, καὶ καταλῆξαι μὲν τῆς ἐν νόμῳ λατρείας, ἀνθελέσθαι δὲ μᾶλλον ἐκείνης τὴν νέαν τε καὶ εὐαγγελικήν. ἀλλὰ τοῖς ἐπιστρέφουσι καὶ καλουμένοις εἰς ἴασιν ἀντέπραττον οὐ μετρίως. γέγραπται γὰρ, ὅτι “Ἤδη συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα [*](S. Joan. ix. 22.) “ἔαν τις αὐτὸν ὁμολογήση ’τον Χριστὸν εἶναι, ἀποσυνάγωγος “γένηται.’’ ἤκουον δὲ καὶ οἱ παρ’ αὐτοῖς ἡγούμενοι, “Οὐαὶ [*](S.Matth. xxiii. 14; s. Luc. xi. 52.) “ὑμῖν, γραμματεῖς καὶ φαρισταἰοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν [*](d) “κλεῖδα τῆς γνώσεως· οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς “εἰσερχομένους ἀφίετε εἰσελθεῖν.“ δέδονται τοίνυν ἐχθροῖς, καὶ πικρὰς τῆς εἰς Χριστὸν παροινίας ἐζήτηνται δίκας. Καὶ ἀποκαλυφθήσεται ἡ κάκω Ἐφραΐμ καὶ ἡ κακία Σαμαρείας, [*](e 2) δυ’ εἰργάσαντο ψευδῆ. κω κλέπτης πρὸς αὐτὸ εἰσελεύσεαι, ἐκδιδύσκων ληστὴς ἐν τῆ ὁδῶ αὐτοῦ, ὕπως συνᾴδωσιν ὡς συνᾴδοντες τῇ καρδίᾳ αὐτῶν.
Ἀγαθὸς μὲν φύσει καὶ ἀνεξίκακος, '“μακρόθυμός τε καὶ [*](Joel ii. 13.) “πολυέλεος’’ ὡς ἀληθῶς ὁ πάντων Δεσπότης. ἀλλ’ ἕως ἔτι τοῖς πταίουσιν ἀνεξικακεῖ, κατακρύπτεταί πὼς αὐτῶν ἔτι τὰ ἐγκλήματα· ἐπεξιόντος δὲ ἤδη καὶ δίκας ἐπάγοντος καὶ [*](14. συνετέθειντο D. συνέθεντο Edd. ὅτι pro ἵνα D. 17. γραμματεῖς] + τε D. 21. κακία prius B.D. (91. 233. 311.) ἀδικία Edd. 22. εἰργάσατο F. Edd. (Co.) 23. συνᾴδοντες B.D.F. (Alex. XII.) ᾄδοντες Edd. (Vat. 25. δὲ pro τε D. 26. πολυέλεως Edd.)
Ἔχαιρον δὲ καὶ οἱ τῶν Ἰουδαίων καθηγηταὶ, πολέμου μένων ἐκτόπως τῶν πιστευόντων εἰς Χριστὸν, καὶ κοινωνοὶ τῆς ἑτέρων ἐφόδου τε καὶ λῃστείας ἐγίνοντο, διωκομένοις ἐφηδόμενοι τοῖς πιστοῖς, καὶ ληστὴν ὥσπερ τινὰ, τὸν σατανᾶν εἰς νοῦν καὶ καρδίαν δεχόμενοι, τὸν ἁπάσης εὐσεβείας τὸν ἐν αὐτοῖς ἀπαμφιεννύντα νοῦν, ἵνα καὶ σύμφωνον ἔχοιεν πρὸς αὐτὸν [*](1 Cor. vi.) τὴν καρδίαν. ὥσπερ γάρ “Ὁ κολλώμενος τῷ κυρίῳ ἓν [*](d) “ πνεῦμά ἐστι, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τῷ σατανᾷ κολλώμενος μίαν ἕξει πρὸς αὐτὸν τὴν καρδίαν.
Πάσας τὰς κακίας αὐτῶι ἐμνήσθην, νῦν ἐκύκλωσεν αὐτοὺς τὰ διαβούλια αὐτῶ, ἀπέναντι τοῦ προσώπου μου ἐγένοντο.
Ἕως ἔτι φορητὰ καὶ μεμετρημένα πλημμελοῦμεν, ὡς [*](10. καθόπερ ἔφην εἰδώλων hoc ordine D. 15. δέ assumptum ex D. 28. ἐκύκλωσεν B.D.F. (Alex. XII.) ἐκύκλωσαν Edd. (Vat.) 29. τοῦ om. Edd. μου om. D. (26.))