In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τετήρηκε πάλιν τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐκ εἰσάπαν οἰχήσεται τοῖς ἱερεῦσι τὸ χρῆμα, διατρανοῖ λέγων· ὅτι φάγονται μὲν, πλὴν οὐ μὴ ἐμπλησθῶσιν. εἴτε γὰρ τὰς ἀρχαίας ἐκείνας τοῦ Ἰσραἠλ μεταναστάσεις καὶ αἰχμαλωσίας ἐννοήσειέ τις, εἴτ’ οὖν τὴν ἐπὶ Χριστῷ διὰ τῆς τῶν Ῥωμαίων χειρὸς τῆς Ἰουδαίας ἐρήμωσιν, ἐν λειψάνοις [*](c) εὑρήσει τετηρημένον αὐτὸν τε τὸν Ἰσραὴλ, καὶ τὴν κατὰ νόμον λατρείαν. ἀποκομισθέντων γὰρ τὸ τηνικάδε διά τε τοῦ Σαλμανασὰρ, καὶ τοῦ θεγλαφαλασὰρ εἰς Ἀσσρίους καὶ Μήδους, οὐδὲν ἧττον οἰ βραχεῖς καὶ ὀλιγοστοὶ καὶ περιλελειμμένοι τῶν ἐξ Ἰσραὴλ προσῆγον τοῖς ἱερεῦσι τὰ νενομισμένα, τοῖς κατὰ χεῖρα τιμῶντες· καὶ οὐκ ἔξω τῶν ἐν ἔθει γινόμενοι παντελῶς. κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐν τῷ λοίσθῳ πολέμῳ, τῷ ἐπὶ Καίσαρος Αὐγούστου φημὶ, [*](d) καταδῃωθείσης αὐτοῖς τῆς χώρας, ἐσκορπίσθησαν μὲν εἰς [*](Ezech. v. 10.) πάντα ἄνεμον, καὶ ἐν πάσῃ χώρᾳ τε καὶ πόλει· πλὴν ἔτι [*](3. θεὸν ἀτιμάσας θεὸν (sic) D. 8. ἀμφιβαλλεῖν D. τε om. D. 12. κατευθυνθῶσι D.F Edd. κατευθυνῶσι Β. (κατευθύνωσι Vat. κατευθυνουσι Alex.) 13. τοῖς—οἰκήσεται om. D. 16. ἀναστάσεις D. 17. εἶτ’ οὖν D. εἴτε Edd.)

105
μετρίως τὸ ἱερὸν καὶ ἀπόλεκτον τιμῶντες γένος, προσῆγον τὰ κατὰ δύναμιν· καί εἰσιν ἐν τούτοις ἔτι, καίτοι τῶν τάλαι θυσιῶν ἀνατετραμμένων· ἔξω γὰρ τῆς Ἱερουσαλὴμ γεγονόσι τὸ θύειν ἔτι παράνομον. φάγονται τοίνυν φησὶ καὶ οὐ μὴ ἐμπλησθῶσι, τουτέστιν, ὀλίγα λήψονται καὶ μόλις, καὶ ὅσα πρὸς κόρον οὐκ ἐξαρκεῖ. καταδεικνύει δὲ οὐδὲν ἧττον καὶ τοῦτο τῆς ἀρχαίας αὐτῶν τιμῆς τὴν καθαίρσιν, καὶ τῆς [*](e) προλαβούσης εὐθυμίας τὴν ἀποβολήν. ἐπειδὴ δὲ πεπορνεύκασί φησιν, οὐ μὴ κατευθυνθῶσιν. ἀμήχανον γὰρ. ὡς ἔφην, τοὺς ἀποφοιτῶντας τοῦ θεοῦ· τοῦτο γὰρ οἶμαί ἐστι τὸ τῆς νοητῆς πορνείας ὄνομά τε καὶ χρῆμα· ἤ εἰς κόρον ἔχειν τὴν τῶν θείων ἀγαθῶν χορηγίαν, ἤγουν δύναδθαι τὰς ἐξ οὐρανοῦ καὶ ἄνωθεν συγκομίζεσθαι τροφὰς, ἤ ἐν βουλαῖς ἤ ἐν πράγμασι κατευθένεσθαι. θεὸς γὰρ ἐστιν ὁ παντὸς ἡμῖν ἀγαθοῦ δοτὴρ, καὶ τῆς οὔσης ἐν ἡμῖν διανοίας τὸ πηδάλιον.

Διότι τὸν Κύριον ἐγκατέλιπον τοῦ φυλάξαι, πορνείαν καὶ οἶνον καὶ [*](a 74 A. 11) μέθυσμα ἐδέξατο καρδία λαοῦ μου.

Τὰς αἰτίας ἐνθάδε φησὶ τοῦ μήτε τροφῆς ἐμπίπλασθαι, μήτε μὴν ἔτι κατευθυνθήσεσθαι τοὺς ἰερουργούς. ἐπειδὴ γὰρ ἀπῴχοντό φησι καὶ αὐτοὶ τοῦ Κυρίου, καὶ συναπώλισθον τοῖς παιδευομένοις οἱ παιδευταὶ, τοῖς ὑπὸ χεῖρα καὶ ἐξουσίαν οἱ καθηγεῖσθαι λαχόντες, ταύτῃτοι δικαίως ὑπὸ [*](b) θείαν ἔσονται μήνισιν, καὶ κίκας ὑφέξουσι τῶν ἀκαταλήκτως διεπταισμένων. τετηρήκασι γὰρ πορνείαν, τουτέστι, σώζεσθαι παρεσκεύασαν τοῖς ὑπὸ χεῖρα τὴν πλάνησιν, καίτοι μᾶλλον αὐτὴν ἐκ μέσου διαῤῥίπτειν καὶ ἀφανίζειν ὀφείλοντες. διδασκάλων γὰρ νῆψις, τὸ λαοὺς ἀδικοῦν ἐκ μέσου ποιεῖσθαι διὰ σπουδῆς, καὶ τὸ τῷ θεῷ στυγητὸν ἀμελλητὶ [*](3. πάλαι D. παλαιῶν Edd. 6. καταδείκνυσι D. 8.δὲ assumptum ex B.D. 10. τοῦ assumptum ex D. 12. Hoc θείων accessit ex D. οὐρανοῦ D. οὐρανῶν Edd. 13. ἐν alt. om. D. 14. δοτὴρ] σωτὴρ Edd. 19. κατεθυήσεσθαι idd. κατευθύνεσθαι e suo correxit Migne. 23. μήνισιν] Sic B. Edd. κίνησιν D. 28. τὸ om. Aubertus. statim τῷ om. D. ἀμελητὶ D.)

106
καταστρέφειν. εἰ δὲ δὴ τοῦτο δρᾶν οὐκ ἀνεχόμενοι, μένειν ὥσπερ καὶ σώζεσθαι τῆς πλανήσεως ἔργα συγχωροῦσιν [*](c) αὐτοὶ, μᾶλλον δὲ καὶ συνιστῶσιν ἐκ τῶν ἐναντίων, τὸ τηνικάδε δὴ πάντως οἶνον ὥσπερ τι καὶ μέθυσμα καὶ ὁ τῶν παιδαγωγουμένων εἰσδέξεται νοῦς. πόθεν γὰρ, ἤ πῶς ἄν ἔσχον νήφειν οἱ μαθηταὶ, καὶ διανοιγνύναι δύνασθαι τῆς διανοίας τὸν ὁφθαλμὸν πρὸς τὸν ἀληθῶς καὶ φύσει θεὸν, εἴπερ αὐτοὺς οἱ παιδαγωγοὶ καὶ τῶν συμφερόντων εἰσηγηταὶ καὶ προσεμπεδοῦσιν ἔτι πρὸς τὸ πλανᾶσθαι δεῖν; καὶ τοῦτο [*](Hier. ii. 8.) οἶμαί ἐστι τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον· “Οἱ [*](d) “ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἔστι Κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ “ νόμου μου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς “ ἐμέ, καὶ οἱ προφῆται προεφήτευον τῇ Βάαλ·” καὶ πάλιν, [*](Ib. x. 20, 21.) “ Οἰ υἱοί μου καὶ τά πρόβατά μου οὐκ εἰσὶν, οὐκ ἔστι τόπος “ τῆς σκηνῆς μου,τόπος τῶν δέῤῥεών μου. ὅτι οἱ ποιμένες “ ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “ οὐκ ἐνενόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.”

Ἐν συμβόλοις ἐπγρώτων, καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτῷ.

[*](e)

Τίνα δὴ τρόπον καταλελοίπασι μὲν τὸν Κύριον, τετηρήκασι [*](Supra ver. 11.) δὲ τὴν πορνείαν, καθίσητσιν ἐναργές. συνθελητὴν γὰρ τοῖς πλανωμένοις ἀποφαίνει τὸν παιδευτήν· καὶ οὕς ἦν εἰκὸς, μᾶλλον δὲ ἤδη καὶ ἀναγκαῖον τοῖς θείοις ἕπεσθαι νόμοις, καὶ ἀποκομίζειν εἰς τοῦτο τοὺς ὑπεζευγμένους, τούτους, ὡς ἔφην, τὰ τῆς πλάνης πληροῦντας ἐγκλήματα δείκνυσιν ἐναργῶς. ᾔεσαν μὲν γὰρ πρὸς αὐτούς τινες μανθάνειν ἐθέλοντες, φησὶν, [*](75 Α. a) ἤτοι τὰ ἐσόμενα τυχὸν, ἤγουν τὰ καθ’ ἑαυτοὺς, καὶ ἐν οἷς ἄν εἷεν ἤ καιροῖς, ἤ πράγμασιν. οἱ δὲ τοὸς προσιόνταις αὐτοῖς [*](2–4. ὥσπερ—οἶνον om. D. 9. προσεμπεδοῦσιν] προσεμπαιδοῦσιν (sic) Pont. προσεμπαιδεύουσιν Aub. 12. ἠσέβουν D. ἠσέβησαν Εdd. 15. δέρεών Β. οἱ assumptum ex B.D. 17. ἐνενοήσε] Sic D. (239). ἐνόησε Edd. 18. Hoc schol. in duo dividens D, verba καὶ ἐν ῥ. αὐτῶν ἀπ. αὐτῷ hic moittit. αὐτῶν retinui ex B.F. Edd. (Complut.) ἀπήγγελλον] ἀπεκρίνοντο In mg. γρ. ἀπήγγελλον eadem manu B. 19. δὴ assumptum ex D. μὲν om. D. 20. συνεθελητὴν. D. 22. καὶ prius om. D. 27. ἤ prius assumptum ex B. D.)

107
οὐκετι παρὰ Θεοῦ τὰ τοιάδε βούλεσθαι ζητεῖν δυσσεβοῦντες ἀνέπειθον, ἀλλ' ἐν συμβόλοις ἐπηρώτων, τουτέστι, διὰ σημείων τινῶν καὶ ἐπιτηρήσεων παρὰ τῶν ἀκαθάτρων πνευμάτων μανθάνειν ἐζήτουν· καθάπερ ἀμέλει καὶ Βαλαὰμ καταμαντεύεσθαί ποτε πῶν ἐξ Ἰσραὴλ ἐπεχείρει. τοῦτο γὰρ ἐκέλευε δρᾶν Βαλὰκ υἱὸς Βεώρ. ὁ δὲ, “Ποίησόν μοι, φησὶν, [*](Num. xxiii. 1.) “ ὧδε ἑπτὰ βωμοὺς, καὶ σφάξον μοι ἑπτὰ μόσχους καὶ ἑπτὰ [*](b) “ κριοὺς,” καὶ πορεύσομαι κατέναντι τῶν οἰωνῶν. ἤ γὰρ τοὺς καπνοὺς τοὺς ἐκ τῶν θυσιῶν ἀναθρώσκοντας κατασκέπτονται, ὅπη τε καὶ ὅπως ὑψοῦ τε καὶ ἄνω διάττουσιν· ἤ τοὺς ἐν ἥπατι σφαδασμοὺς περιαθροῦσιν οἱ δείλαιοι· ἤγουν τὰς ἐξ οἰωνῶν περιεργάζονται πτήσεις. οἰωνοσκοπία δὲ, καὶ μαντικὴ, καὶ τὰ τοιάδε τῶν κακῶν τῆς εἰς λῆξιν ἡκούσης δυσσεβείας ἐγκλήματα, καὶ ἐν τοῖς κατωτάτω τῆς εἰδωλολατρείας ἔρχονται [*](c) μυχοῖς. Καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτῷ. ἀφικομένοις, φησὶ, πρὸς αὐτοὺς τοῖς ἐξ Ἰσραὴλ, καί τι τῶν ἰδίων διειδέναι σπουδάζουσιν, οὐχὶ μόνον ἐν συμβόλοις, ἀλλὰ καὶ ἐν ῥάβδοις αὐτῶν ἀπήγγελλον αὐτοῖς. τρόπος δὲ οὗτος ἀπάτης ἔτερος· ῥαβδομαντεία τὸ χρῆμα· καὶ εὕρεμά που τάχα τῆς Χαλδαίων περιεργίας. κατεμαντεύετο γὰρ οὕτως τῆς Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, καθὰ καὶ ὁ θεσπέσιος [*](Εzech. xxi. 21, 22.) τινα τῶν ἀποῤῥήτων αὐτοῖς κατεπᾴδοντες, κατακλίνεσθαι [*](d) παρεσκεύαζον ταῖς τῶν δαιμονίων ἐνεργείαις· καὶ πιπτούσας ἐπετήρουν ὅποι φέροιντο πάλιν, πότερον εἰς εὐθὺ ἤ ἀνόπιν, ἤ εἰς δεξιὸν ἤ εἰς εὐώνυμον· οὕτω τε λοιπὸν τὸ δοκοῦν τοῖς [*](5. ἐπιχειρεῖ D. 9. καπνοὺς] καρποὺς Edd. 10. ὑψοῦνται pro ὑψοῦ τεD. 11. περιαρθροῦσιν Edd. ante Migne. 12. οἰωνοσκοπία] οἰωνοσκοπίαι Edd. statim τε pro δὲ D. 13. τὰ assumptum ex B.D. 14. κατωτάτω D. κατωτάτοις Edd. 15. αὐτῶν B. Edd. αὐτοῦ D. Statim ἀπήγγελον αὐτοῦ D. Post h. v. novum inc. scholium D. 18. om. D. Statim αὐτῶνἀπήγγελον αὐτῷ D. 19. ῥαβδομαντία B.D. εὕρημά D. 21. ὁ prius assumptum ex D. καθὼς b. 23. αὐταῖς b. καὶ post κατεπᾴδοντες add. b. 24. δαιμόνωνb. 25. ὅπη b. πάλιν om. D. Statim πρότερον pro πότερον (sic) b. εἰς assumptum ex D. 26. ἤ prius assumptum ex D. b. δεξιὰ . . . . εὐώνυμα pro δεξιὸν . . . . εὐώνυμον b.)
108
προσιοῦσιν ἀπήγγελλον. τοῦτό ἐστι τὸ ἐν ῥάβδοις ἀπήγγελλον. πάνδεινον οὖν ἀληθῶς ὅτε τῶν ἄλλων οἱ παιδαγωγοὶ, καὶ πρὸς τὸ τῷ Θεῷ φίλον ἀποκομίζειν οἷοί τε, καὶ [*](Infra ix. 8.) πλανᾶσθαι παρεσκεύαζον καὶ ᾗ φησὶν ὁ προφήτης, “Μανίαν [*](e) “ ἐν οἴκῳ Κυρίου κατέπηξαν.” μανίαν γάρ φησι τὴν ψευδομαντείαν. ὑποκρίνονται γὰρ οἱ τοῦτο δρᾶν εἰωθότες, μηδὲ εἰδέναι λοιπὸν, ὅποιπέρ εἰσι. μαίνεσθαι γὰρ αὐτοὺς καὶ ἐνθουσιὰν ἔφασκόν τινες, ὡς θείου πεπληρωμένους. οὐ γὰρ ᾔδεσαν ὅτι τῶν ἀκαθάρτων πνευμάτων οἶκος ὥσπερ τις, καὶ σπήλαιον ἡ τῶν πλανωμένων ἐστὶ καρδία.

Πνεύματι πορνείας ἐπλανήθησαν καὶ ἐξεπόρνευσαν ἀπὸ τοῦ Θεοῦ αὐτῶν. ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων ἐθυσίαζον, καὶ ἐπὶ [*](76 Α. a) τοὺς βουνοὺς ἔθυον ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος, ὅτι καλὸν σκέπη.

Ὅτι μὴ δίχα πνευμάτων τῶν ἀκαθάρτων καὶ πονηρῶν τὰ τοιάδε πράττεται, διδάσκει σαφῶς. ἄπαν γὰρ εἶδος φαυλότητος παρ' ἐκείνων ἐστὶ, καὶ τῶν αἰσχίστων οὐδὲν ἀνεπιτήδευτον τοῖς τὰ αὐτοῖς δοκοῦντα πληροῦν ᾑρημένοις. πεπλάνηνται τοίνυν φησὶ πνεύματι πορνέιας, καὶ ὡς ἀποτάτω γεγόνασι τοῦ Θεοῦ, φιλήδονοί τε ὑπάρχοντες, καὶ φιλοσαρκίας ἀφορμὴν τὰ τῆς εἰδωλολατρείας ἔργα ποιούμενοι. ἔθυον γὰρ, βουνούς τε καὶ ὄρη καταλαμβάνοντες, καὶ γηΐνοις ὑψώμασι τὸ τῶν δαιμονίων χαμαιριφὲς θεραπεύοντες. εἶτα βωμοὺς ὑποκάτω δρυὸς καὶ λεύκης ἐγείροντες, προσῆγον σπονδὰς. νύμφαις. τάχα που ταῖς ἁμαδρύασι, κατὰ τοὺς Ἑλλήνων μύθους, τιμὰς ἀποπέμποντες. φασὶ γὰρ οἱ τῶν Ἑλλήνων ποιηταὶ καὶ λογάδες, καὶ φυτῶν καὶ ξύλων ἐρᾶν τοὺς ἀκαθάρτους δαίμονας, οὕς νύμφας ὠνόμαζον, κατὰ [*](1. ἀπήγγελον D. b. ἀπαγγέλειν pro ἀπήελλον D. 2. ὅτε D. ὅτι Edd. 3. τῷ om. D. 5. ψευδομαντίαν Β. 6. τοῦτο]τοιοῦτοι Edd. 9. τι D. 11. ἀπεπλανήθησαν F. 23. χαμαιριφὲς] Sic correxi ex D. χαμαιῤῥιφὲς Edd. 26. ἀποποντες] ἀπονέμοντες D. 28. οὕς D. ἅ Β. Edd.)

109
τὸ αὐτοῖς οὐκ οἶδ' ὅπως δοκοῦν. ἐδόκει τοίνυν αὐτοῖς ἀποδέχεσθαι, φησὶ, τὰς σκιὰς, καὶ ὑπὸ τοῖς εὐανθεστάτοις θρύπτεσθαι δρυμοῖς· ἐπαινεῖν τε καὶ λέγειν, ὅτι καλὸν σκέπη. οὐκοῦν ὁ φιλήδονος οὐκ ἄν γένοιτο καὶ φιλόθεος. καὶ μαρτυρήσει λέγων ὁ Παῦλος περί τινων, ὅτι “Θιλήδονοι [*](2 Tim. iii. 4. S.Matth. v. 4.) “ μᾶλλον εἰσὶν ἤ φιλόθεοι.” “Μακάριοι δὴ οὖν οἱ πεν- “θοῦντες νῦν,” καθά φησιν ὁ Σωτὴρ, καὶ τὸ τληπαθὲς εἰς πόνους τοὺς ἐπωφελεῖς τιμᾶν ὅτι μάλιστα καὶ ἀγαπᾶν διεσπουδακότες.

[*](d)

Διὰ τοῦτο ἐκπορνεύσουσιν αἱ θυζατέρες ὑμῶν, καὶ αἱ νύμφαι ὑμῶν μοιχεύσουσι. καὶ οὐ μὴ ἐπισκέψωμαι ἐπὶ τάς θυζατέρας ὑμῶν ὅταν πορνεύωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχεύωσι· διότι καὶ αὐτοὶ μετὰ τῶν πορνῶν συνανεφύροντο, καὶ μετὰ τῶν τετελεσμένων ἔθυον.

Ἐπειδὴ γὰρ ἀξιάγαστον ὑμῖν, φησὶν, εἶναι δοκεῖ τὸ ὑπὸ φυτῷ θρύπτεσθαι καὶ σκιαῖς, καὶ ἡδονὴν πεποίησθε τὸ e λυποῦν ἐμὲ, τὴν ἐπάρατον δηλονότι πλάνην καὶ ἀκαθαρσίαν· ταύτῃτοι πορνεύσουσι μὲν ὑμῶν αἱ θυγατέρες· αἱ δέ γε νύμφαι, τουτέστιν αἱ τῶν υἱῶν γαμεταὶ, μοιχευθήσονται. κἄν εἰ ταῦτα γένοιντο, φησὶν, ἠρεμήσω κἀγὼ, καὶ οὐκ ἐπισκέχομαι. ἔοικε δὲ διὰ τούτων τὰ ἐκ τοῦ πολέμου προκαταγγέλλειν κατὰ τῶν ἡμαρτηκότων ἐσόμενα βλάβη, καὶ τὰ ταῖς αἰχμαλωσίαις ἑπόμενα. οἱ γὰρ ἅπαξ ἑλόντες καὶ νενικηκότες, πράττουσιν εἰς τοὺς ἁλόντας τὸ δοκοῦν, ἀχαλίνοις ἐξουσίαις χρώμενοι, καὶ ἀνεπιπλήκτοις ὁρμαῖς [*](a 77 Α.) πρὸς πᾶν ὁτιοῦν τῶν αὐτοῖς καθ' ἡδονὴν ἐρχόμενοι, καὶ οὔτε νόμον ὑπολογιζόμενοι, οὔτε τὸ εἰκὸς ἤ πρέπον ἐννοεῖν ἀν- [*](8. Hoc διεσπουδακότες accessit ex B. D. 11. ἐπισκέψομαι Edd. 12. πορνεύωσι] Sic B. (per σ, rasuram) (Alex.) πορνεύσωσι Edd. (Vat.) μοιχεύωσι χεύωσι B. (Alex.) μοιχεύσωσι D. Edd. (Vat.) 13. διότι B.D. (Alex. XII.) ὄτι Edd. (Vat.) Statim καὶ assumptum ex B.D. (Alex. XII.) 15. ἀξιάγαστον ὑμῖν φησὶν D. ἀξ. ὑμῖν post φησὶν tr. Edd. 18. γε assumptum ex D. 20. γένοιντο Β. γένοτιο D. Aubertus. 25. ἀχαλίνως Edd.)

110
εχόμενοι· ἀπεσκληκότα δὲ ὥσπερ, καὶ πολὺ βλέποντα πρὸς τὸ ἀνήμερον ἔχοντες νοῦν , οὐδεμιᾶς ἀξιοῦσι φειδοῦς τοὺς ἀθλίως πεπραχότας. ὅτι τοίνυν προκείσονται τοῖς ἐχρροῖς εἰς ὕβριν καὶ αἰσχρουργίαν τῶν πεπορνευκότων τὰ παιδία καταμεμήνυκεν ἐναργῶς.

[*](b)

Εἰ δὲ δή τις ἕλοιτο, καὶ καθ’ ἕτερον νοήσει τρόπον. ἐπισκέπτεται μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς, οὓς ἂν βούλοιτο τιμᾶν τε καὶ ἀγπᾶν· κἂν εἰς τὸ ῥᾲθυμον ἴδῃ παρενηνεγμένους, καὶ δρὰν ἐθέλοντας ἃ μὴ θέμις, ἐπιτιμᾷ συμμέτρως, παλινδρομεῖν ἀναπείθων ἐπὶ τὰ ἀμείνω καὶ πρὸς ὄνησιν ἀνγκαῖα· τοιγάρτοι φησί καὶ ὁ θεσπέσιος Παῦλος τοῖς [*](Heb. xii. 7.) εἰς εὐδόκιμον κεκλημένοις ζωήν· “Εἰ παιδείαν ὑπομένετε, ὡς “υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. τίς γάρ ἐστιν υἱὸς, ὃν οὐδεμιᾶς “παιδεύει πατήρ;” ὁ δέ γε σοφώτατος παροιμιαστὴς διαμαρτύρεται [*](prov. iii. c 12.) καὶ φησιν, “Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· “μαστιγοῖ δὲ παάντα υἱὸν, ὃν παραδέχεται.” οὐκοῦν οὓς παιδεύει, καὶ ἐποπτείας ἀξιοῖ, ὡς ἀγαθοὺς πάντως καὶ ἠγαπημένους· ἐφορᾷ δὲ οὐδαμῶς τοὺς σφόδρα προσκεκρουκότας [*](S. Matth. xxv. 12. Ps. xxxiii. 16.) αὐτῷ, μονονυχὶ λέγων, “Οὐκ οἶδα ὑμᾶς” “Ὀφ- “θαλμοῖ γὰρ Κυρίου ἐπὶ δικαίους, ” καθὰ γέγραπται. οὐκοῦν κἂν πλημμελῶσι, φησὶν, οὐκ ἐπισκέψομαι, τουτέστιν, οὐδαμῶς φροντιῶ, οὐκ ἐπιστρέψω πρὸς ἐμαυτὸν, οὐηδενὸς ἀξίους ἡγἠσομαι. διὰ ποίαν αἰτίαν;καὶ γὰρ ὑμεῖς αὐτοί φησιν, οἱ [*](d)​ ἐν τάξει πατέρων, τοσοῦτον ἀφεστήκατε τοῦ θέλειν ἐπιτιμᾶν ἑαυτοῖς τε καὶ τοῖς ἐξ ὑμῶν, κἂν εἰ τῆς ἐσχάτης μεταποιοῖντο [*](1. ἀπεσκληκότα D. ὰπεσκληκότες Β. Edd. 2. τὸ assumptum ex B.D. 7. Haec citat scholium unum in Cod. Taurinensi 137. sec. x. aut xi. bene exarato. Κυρίλλου ἐκ τῆς εἰς τὸν προφήτην ὠσήε. ἐπισκέπται (sic) μέντοι θεὸς. οὓς] οἷς Cod. Taur. 9. καὶ συμμέτρως παλινδρομὴν pro συμμέτρως, παλινδρομεῖν Cod. T. 10. τὰ ἀμείνω Cod. Taur. D. τὸ ἄμεινον Εdd. Statim haec καὶπρὸς ὄνησιν ἀναγκαῖν accesserunt ex Cod. Taur. Do 11. καὶ assumptum ex B. deest in Cod. Taur. D. μὲν post ὁ add. D. 12. ζωήν κεκλημ. inverso ordine D. 13. ἐστιν om. Cod. T. 14. παιδεύσει cod. T. γε om id. 15. λέγων pro καὶ φησιν id. γὰρ om. D. καὶ ante παιδεύει add. Cod. T. 17. Hoc πάντως accessit ex Cod. T. 19. αὐτῷ assumptum ex eod. δὲ post μονονουχί add. Edd. invitis B.D. Cod. T. Post ὑμας, pergit ἀμέλει γ’ οὖν ὃν τρόπον (94 a.) Cod. T. 20. καθὰ γέγραπται] κατὰ τὸ γεγραμμένον D. 25. τοῖς ἐσχάτοις Edd.)

111
φαυλότητος, ὡς συναναφύρεσθαι πόρναις. συντεθύκατε γὰρτοῖς τετελεσμένοις.

Πόρωανς δέ φησιν ἰδικῶς τὰς τοῦ Βεελφεγὼρ ἱερειας. Βεελφεγὼρ δέ ἐστιν, ὁ καλούμενος Πρίαπος. αἱ δὲ τὸ οὕτως αἰσχρὸν τιμῶσαι βδέλυγμα, πόρναι λοιὸν ὁμολογουμένως. τετελεσμένους δὲ ὀνομάζει πάλιν τοὺς ἱερομύστας τοῦ Βεελφεγὰρ, ἄνδρες δὲ ἦσαν εἶναι μὲν οὐηκ ἀνεχόμενοι τοῦθ’ ὅπερ εἰσὶ, μεταφοιτῶντες δὲ μᾶλλον εἰς φρόνημα eo τὸ θηλυπρεπὲς, λόγοις τε καὶ τρόποις ἀνοσίως μαλακιζόμενοι. θηλυδρίας δὲ καὶ μαλθάκωνας τοὺς τοιούτους ἀποκαλουσί τινες, οἳ γυναικείαις ὀλολυγαῖς καὶ κυμβάλοις χρώμενοι, περιθέοντες τε τινὰς δᾳδίσιν ὁμοῦ, μυσταγωγεῖν ὑπεκρίνοντο, τῆς τοῦ Βεελφεγὼρ αἰσχύνης πληροῦντες τὰπαίγνια. ἔθυον τοίνυν φησὶ μετὰ τῶν τετελεσμένων, τουτέστι, μεμύνηταΙ τὰ ἐκείνων, καὶ ὁμοῦ τοῖς οὕτω κατεφθαρμένοις προσῆγον θυσίας τῷ Βεελφεγώρ.

Καὶ ὁ λαὸς ὁ συνιῶν συνεπλέκετο μετὰ πόρνης.

[*](a 78 A.)

Μετακομίζει τὸν λόγον ἐπὶ τὸν Ἰούδαν, τουτέστι, τοῦς ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν, οἳ τὴν Ἰούδαν, τουτέστι, τοὺς ἐκ καὶ τὸ θεῖον ἔχοντες θυσιαστήριον· συνειστήκει γὰρ ὁ ναός· τὰ Μωυσέως ἐντάλματα τηρεῖν ἔφασκον, καὶ τὴν διὰ τοῦ νόμου σύνεσιν ἔχειν. ἀλλὰ καὶ αὐτοὶ λελατρεύκασι “ τῇ “Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων. ” Ἀστάρτην δὲ εἶναί [*](4. Reg. xxiii. 13. ) φασι τὴν παρ’ Ἕλλησιν οὐκ οἶδ’ ὅπως ὀνομαζομένην [*](b) Ἀφροδίτην. ἔστηκε δὲ τὸ ἄγαλμα γυμνὸν, καὶ ὡς ἐν εἴδει πόρνης, ἀσχημόνως ἀπογυμνοῦν τοῖς ἁπάντων ὀφθαλμοῖς καὶ τὰ ἄποπτα τοῦ σώματος μέρη. οὐκοῦν οὐ μόνος, φησὶν, ὁ Ἰσραὴλ, καίτοι πλείστην ὅσην ἀβουλίαν νενοσηκὼς, “συνανεφύρετο πόρναις, καὶ μετὰ τῶν τετελεσμένων ἔθυεν·” [*](1. γὰρ om. D. 4. καλούμενος] λεγόμενος b. Post πρίαπος abbrev. b. 7. δὲ post μὲν add. Edd. 10. δὲ] τε D. μαλθάκωνας Β. Edd. μάλθωνας D. 12. τε assumptum ex D. δαδίσιν (δαδίσις D.) ὁμοῦ] Haec praestitit nobis D. δᾲδας c. lacuna B. Edd. 15. μεμύηνται D. b. μεμύηντο Edd. 20. νεὼς D. 26. αἰσχημόνως Edd. [αἰσχιμόνως Pont.] ἀσχήμονος b. 27. ἄτοπα pro ἄποπτα D.)

112
ἀλλὰ καὶ αὐτὸς ὀ λαὸς ὁ συνιῶν, τουτέστιν, ὁ τὴν ἐκ νόμου σύνεσιν ἔτι σώζειν ὑποκρινόμενος συνανεπλέκετο πόρνῃ. Προσκεκυνήκασι [*](c) γὰρ, ὡς ἔφην, τῇ Ἀστάρτῃ. Σολομῶν γὰρ αὐτῇ [*](3 Reg. xi. 5, 6.) τέμενος ἀνεδείματο, μαχλώσῃ τε καὶ ἁλλοφύλῳ γυναικὶ τὰ Κεχαρισμένα πληρῶν.

Σὐ δέ Ἰσραἡλ μὴ ἀφνόει, καὶ Ἰούδα μὴ εἰσπορεύσθε εἰς Γάλγαλα, Καὶ μὴ ἀναβαίνετε εἰς τὸν οἶκον τῆς ἀδικίας, καὶ μὴ ὀμνύετε Ζῶντα Κύριον.

Ἑφην ἠδη πλειστάκις, ὅτι τὰς μὴν δέκα φυλὰς τὰς ἐν Τῇ Σαμαρείᾳ, τῶν προφητῶν οἱ λόγοι καλοῦσιν Ἰσραήλ [*](d) Ἰούδαν γεμὴν καὶ Βενιαμὶν ἔσθ ὅτε τὰς ἐν τοῖς Ἰεροσολύμοις Δύο φυλὰς, τήν τε τοῦ Ἰούδα φημὶ, καὶ τὴν τοῦ Βενιαμίν. Γέγονε τοίνυν περὶ ἀμφοῖν εἰς τὸ παρὸν ὁ λόγος, καὶ τὴν ἑκατέρας πληθξύος ἀπελεέγχει νόσον. Θέα γὰρ ὅπως κατονειδίζει τὸν Ἰσραήλ ὡς ἀσύνετον κομιδῆ καὶ ὁλιγογνώμονα, ταύτῌτοι γεγονότα καὶ ἀποστάτην, εἴπερ ἀσυνεςίας ἔγκλημα τῆς ἐσχάτης νοοῖτ᾿ ἂν εἰκότως, τὸ ταὶς τῶν εἰδώλων λατερίαις προσκεῖσθαι φιλεῖν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀπονοσφίζεσθαι. Σημαίνει δὴ οὖν ἐνθάδε τὸ μὴ ἀγ;νοει, τὸ μὴ ἔσο μωρὸς, μηδὲ [*](e) τῆς εἰς λῆξιν ἡκούσης ἀσυνεςίας ἔμπλεωως. ἐντρέπει δὲ Πάλιν καὶ τοὺς ἐν τοῖς Ἱεροσολύμοις, τουτέστι τὸν Ἱούδαν, ὡς ὑποκριτὴν καὶ ἀνοςίως ὑβρίζοντα, διά γε τοῦ βαίνεινα ἐπ᾿ [*](3 Reg xviii. 21.) ἄμφω, μᾶλλον δὲ χωλεύειν ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις, κατὰ Τὴν τοῦ προφήτου φωνήν. ὑπεπλάττετο μὲν γὰρ ἐπιηδεύειν Τε καὶ ἀγαπᾶν τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ τὰς κατὰ νόμον Θυςίας ἐτέλει· ἀπήλλακτο δὲ οὐδαμῶς τοῦ καὶ αὐτοῖς ἐπείγεσθαι [*](79 A. a) τοῖς δαιμονίοις προσκυνεῖν, εἰ καὶ μὴ λίαν ἀναφανδὸν, ἀλλ᾿ οὖν κεκρυμμένως καὶ λεληθότως. Καὶ γοῦν ὁ μακάριος [*](2 συμπλέκεται D. 4. Μάχλῳ τὲ D. 12. Τε et τὴν alt. assumpta Ex B.D. 16. Τοι om. D. ασυνεςίας γὰρ pro εἴπερ ἀσυνεςίας D. 17 .haec Τῆς ἐσχάτης accesserunt ex D. 19 δὴ om. D. τὸ alt. om. B. B. 24.ὑπεπλάττεοτ D. ἐπλάττετο Εdd.)

113
Προφήτης Ἰεζεκιὴν ὀρύττειν ἐν τῷ τόιζῳ προσετάττετο· εἶτα Τγεθέαται πάντα τὰ εἴδωλα οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐπὶ Τῶν τοίχων. Καὶ τί πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός; “Ἑώρακας [*](Ezech. Viii. 12.) “υἱὲ ἀνθρωπου, ἃ οἰ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν “ὧδε; ἕκαστος αὐτῶν ἐν τῷ κοιτῶνι τῷ κρυπτῷ αὐτῶν, “διότι εἶπαν Ἐγακταλέλοιπεν ὁ κύριος, οὐκ ἑφορᾷ ὁ Κύριος “τὴν γῆν.” Τεθεᾶσθαι δέ φησιν ὁ προφήτης καὶ γυναίκας [*](b) Καθημένας καὶ θρηνούσας τὸν Θαμοὺζ, ὅς ἐστιν Ἄδωνις [*](Ib. 14.) Τῇ Ἑλλήνων φωνῇ. ἄθρει δὴ οὖν, ὅτως καίτοι τὸν θεῖον περιέποντες ναὸς, καὶτ ῆς κατὰ νόμον λατρείας μεταποιεῖσθαι Προσποιούμενοι, λεληθότως κατεμολύνοντο μεριζόμενα πρὸς Λατρείας τὰς ἀλλοκότους κὰι δαιμονιώδεις, καὶ Θεῷ κατεστυγημένας. Οὐκοῦν σὺ μὲν Ἰσραὴλ ὁλοτρόπως ἐκκεκλικὼς, Μὴ ἀγνόει φηςὶ, τουτέστιν ἀπόσχου τῆς ἀμαθίας, κατάληγε τῆς οὕτως εἰκαίας καὶ βεβήλου γνώμης· δίξαι σύνεσιν τὴν Διὰ νόμου καὶ προφητῶν, ἤτοι τὴν διὰ Χριστοῦ καὶ εὐαγγελικήν. [*](c) Καὶ Ἰούδα μὴ εἰσπορεύεσθε εἰς Γάλγαλα· ἔστι Δὲ πόλις εἰδωλολατροῦσα λίαν· καὶ εἰς τὸν οἶκον τῆς ἀδικάς Μὲη ἀναβαίνετε, καὶ μὴ ὀμνύετε ζῶντα Κύριον. Κὰι γάρ ἐστι τῶν ἀτόπων ὅρκιον μὲν ποιεῖσθαι θεὸν, καὶ ἐπὶ γλώττης ἔχειν τὸν ζῶντα Κύριον, προσκυνεὶῖν. ἀπέθετο γὰρ Ἱεροβαὰμ τὴν μίαν εἰς Βαιθὴκ, καὶ τὴν ἑτέραν εἰς Δάν. Οὐκ ἐᾷ [*](3 Reg. xii. 29) τοιγαροῦν ὐποκρίνεσθαι μὲν τὴν εἰς Θεὸν εὐσέβειαν διά τοῦ τὸν Κύριον ὀνομάζειν, κατακομίζεσθαι δὲ πρὸς ἑκτόπους Ψευδολατρείας, ἀναβαίνοντας εἰς Γάλγαλα, καὶ εἰς τὸν οἶκον [*](d) Τῆς νἀδικίας. Οὖκον δὲ ἀδικίας ὀνομάζει τὴν Βαικθήλ. Διὰ Ποίαν αὐτίαν διερμηνεύεται μὲν γὰρ ἡ Βαιθὴλ οἶκος θεοῦ. [*](3. Ηος τί accessit ex. D 4 . οἷα pro ὰ οἱ D. 5 . αὐτῶν assumptum ex. D. 6. ὁ prius assumptum ex D. (68, 87. 91. 106. 228.0238. cf. Hom. Pasch. 121 d.) ὁ alt. assumptum ex. D. (Alex.) 8. Θαμοὺζ B.D. φαμμοὺζ Edd. 11. Κατεμολύνοντο μεριζόμενοι]Sic D. κατεμερίζοντο Edd. 17. Ηaee. ἔστι δὲ πόλις εἰδωλολατροῦσα λίαν accesserunt ex. D., 21. Τοῖς post δὲ add. Edd. Proquo τῷ e suo edidit Migne. Statim καὶ om. D. 265. Τὸν om. D. 26. Ψευδολατρίας B. D 27. δὲ] +ὤν ἤγουν b. 28. ἑρμηνεύεται. D. statim δὲ proμὲν γὰρ D.b.)
114
ἀλλ᾿ οἶκος εἰδώλου γέγονειν, ἀδικηθέντων τρόπον τινὰ καὶ γοῦ πράγματος καὶ αὐτῆς δὲ τῆς ἐπωνυμίας, οἶκος γὰρ, ὡς ἔχφην, εἰδώλου γέγονεν ὁ οἶκος τοῦ Θεῦ. Καὶ γοῦν ἔφη που διὰ τῆς Ἰερεμίου φωνῆς περὶ τῆς πληθύος τῶν ἐξ Ἱσραήλ· x[*](vier. Xi. 15 .) “Τί ἡ ἠγαπημένη ἐν τῷ οὔκῳ μου ἐποίησε βδέλυγμα;” Φαίη δ’ ἂν εἰκότως ὁ τῶν ὅλων Θεὸς ἐπί γε τοῖς ἐξ Ἰούδα καὶ x[*](vs. Xxix. 13.) Βενιαμίν “Ἐγγίζει μοι ὁ λαὸς οὖτος, τοῖς χείλεσιν αὐτῶν [*](e) “τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόῥῤω ἀπέχει ἀπ᾿ ἐμοῦ.”

[*](16)

Ὅτι ὡς δάμαλις παροιστρῶσα, οὕτως παροίστρησεν Ἰσραήλ· καὶ Νῦν νεμήσει αὐτοὺς Κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ.

Σοφῶς τις ἠμᾶς τῶν ἁγίων ἐπὶ τὴν τοῦ συμφέροντος [*](Pron. Xxiii. 17.) [*](80 A a.) θήραν ἀποκομίζει λέγων “Υίὲ, μὴ ζηλούτω ἡ καρδία σου “ἀμαρτωλοὺς, ἀλλ᾿ ἐν φόβῶ Κυρίου ἴσθι ὄλην τὴν ἡμέραν.” Οὺς γὰρ ἄν τις καταψέξειε, πῶς ἂν ἕλοιτο ζηλοῦν; Τοιοῦτόν Τι τῷ Ἰούδᾳ φηςὶν ὁ τῶν ὅλων Θεός·Μὴ γάρ σοι γινέσθω Πρόφασις εἰς ἀπόστασιν τὸ παρριστρῆσαι τὸν Ἰσραὴλ, καὶ Οἰονεὶς τῆς ἀγέλης ἀποδραμεῖν ἐν ἴσῳ δαμάλεσιν, αἷς εἴπερ Οἶστρος ἐνιζήσειεν, ἤτοι βούτυπος· ειδος δὲ τοῦτο ἐμπίδος Δακνούσης οὐ φορητῶς· ἀποφέρει τῆς ἀγέλης, καὶ ὀξεῖ Φέρεσθαι δρόμῳ παρακευάζει λοιπὸν, ὅποιπερ ἂν τύζοι. [*](b) ὴ οὐχὶ τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν; ἀπεφοίτησε Μὲν γὰρ τῶν Ἱεροσολύμων, καὶ τὸν ἑαυτῆς αἰπόλον ἀφεῖσα, τουτέστι Θεὸν, δεινὴν καὶ ἐπάρατον ἐποιήσατο τὴν ἀπόστασιν.

Μὴ ζηλώσῃς τοιγαροῦν, ὦ Ἰούδα, φηςὶν· εἰ γὰρ Καὶ ἐν ἴσῳ δαμάλεσι παροιστρήσας ὁ Ἰσραὴλ ᾤχετο πρὸς ἀπόστασιν, ἀλλ᾿ οὐκ ἀζήμιον ἔσται τὸ ἐγχείρημα αὐτῷ. [*](1, οἴκος]εἰς οἴκον D. 3. Τοῦ om. D. 5. Τοῖ] Edebatur τῆς. 7. Τοῖς assumptum ex .B.D Haec αὐτῶν τιμῶσί με accesserunt ex. D. cf. in Es. 215 a. Hm. Pasch. 118 c. 9. Ὅτι B. D. (Alex. XII.) Λιότι edd. (Vat.) καὶ οm. D. Habent Κυρίου D. 15. Γινέσθω] γενέσθω Edd. 20 φέρεσθαι om. D. τύχοι D. Τύχῃ Edd. 21. ἢ καρδία σου hoς οrdine D. 22. ἑαυτῆς αἰπόλον ἀφεῖσα D. ἑαυτῆς αἰπόλον ἀφεῖσα Β. ἐαυτοῦ αἰπόλον ἀφεὶς Edd.)

115
ἀπελεύσεται γὰρ αἰχμάλωτος, καὶ τὴν ἐνεγκοῦσαν ἀφεὶς, τὴν Περςῶν καὶ Μήδων νεμηθήσεται οὐκέτι θραςὺς, καὶ οἰονείπως ἐξήνιος καὶ ἀτιμαγέλας· τοιαύτη γὰρ ἀεί πως ἐστὴν ἡ [*](c) παροιστρῶσα δάμαλις. ἀλλα ἐν ἵσῳ γεγονὼς τοῖς ἠπιωτάτοις ἀμοῖς. Ταπεινὸν γὰρ ἀεὶ καὶ περιδε]ς τῶν αἰχμαλώτων τὸ Χρῆμα, καὶ τῆς τοῦ πάσχειν κακῶς ἐλπίδος οὐ μακρὰν, καὶ Τῇ τῶν κρατούντων πλεονεξίᾳ κατηχθισμένον. Εὐρύχζωρον Δὲ τὴν Περςῶν τε καὶ Μήδων ὀνομάζει γῆν, μονονουχὶ Τοιοῦτόν τι λέγων»· εἰς πλατεῖαν καὶ ἀκατάληπτον νεμηθησεται γῆν, καὶ πολλὰς ἀμείψει χώρας, οὐ τὸν αὐτὸν ἔχων ἀεὶ δεσπότην, ἀλλὰ πρὸς τὴν τοῦ δεχομένου μετανιστάμενος. Πάθοι δὲ ἂν τοῦτο αὐτὸ καὶ ἀνθρώπου ψυχὴ, τῆς πρὸς θεὸν [*](d) ἀγάπης ὀλιγωρήσασα. Περιενεχθήσεται γὰρ εἰς πᾶν ὀτοιῦν τῶν τοῖς δαιμονίοις ἠγαπημένων, ἀἰχμάλωτος καὶ δειλὴ κὰι 15 ἄναλκις, καὶ δὴ καὶ δικαίως ἀκούσεται λέγοντος Θεοῦ “Παι- [*](Hier ii. 19.) “δεύσει σε ἡ ἀποσταςία σου,καὶ ἡ κακία σου ἐλέγξει σε.”

Μέτοχος εἰδώλων Ἐφραἷμ ἔθκεν ἑαυτγῷ σκάνδαλα, ὑρέτισε Χανανάίους· πορνεύοντες ἐξεπόρνευσαν, ἡφάπησαν ἀτιμίαν ἐκ [*](e) Φρυάφματος αὐτῶν. Συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέπθξιν αὐτῆς. Καὶ ακταισχουνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν.

Ἕτι τῷ προφήτῃ πρὸς τὸν Ἰούδαν ὁ λόγος, ύποπλαττόμενον Μὲν, ὡς ἔφην, τὸ μεταποιεῖσθαι τοῦ νόμου, καὶ τὴν εις Θεὸν εὐσέβειαν οὐκ ἐν μικρῷ ποιεῖσθαι λόγῳ. Διανενευκότα δὲ λεηλθότως ἐπὶ τὸ χρῆναι τιμᾶν τὰ τῶν δαιμονίων ἐνδάλματα. Οὐκοῦν γέγονε, φηςὶν, ὁμολογουμένως μετοχος εἰδώλων [*](a 81 A.) ὁ Ἐφραίμ, τουτέστιν, ὁ Ἰσραήλ. ὡνόμαται δὲ οὕτως ἀπὸ τῆς παρ᾿ αὐτῷ κρατούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ ἱεροβοάμ· ἦν γὰρ ἐξ ὄρους καὶ φυλῆς Ἐφραϊμ. Καὶ ὥσπερ Ἰούδοαν [*](7. κατηχθημένον Edd. 10. Χωρίας idd. 12. Πρὸς]+τὸν iid. 17. σκάνδαλον D. Statim ᾑρέτιζε edd. 19. Ταῖς om. D. (23. Al.) 27.6 Prius assumptum ex. D. 28. ἀπὸ τῆς pro τῆς τοῦ D.)

116
Τὴν ἐν τοῖς Ἰεροσολύμοις ἀποκαλεῖ, τῇ βασιλευούση φυλῇ τὴν Κλῆσιν τετηρηκὼς, οὔτω καὶ ἐπὶ τοῦ Ἰσραὴλ. ὅταν ὀνομάζῃ Τὸν Εφραϊμ, ἀπὸ τῆς βασιλευούσης φυλῆς ποιεῖται τὴν ὀνομαςίαν. Μετέσχε δὴ οὖν ὁ Ἐφραϊμ εἰδώλων φηςί. [*](b) προσκεκύνηκε γὰρ τῷ Αἰγυπτίων σεβάσματι· Ἄπις δὲ ἦν, ἤτοι δάμαλις τὸ ἐκείνων σέβας· μετέχε δὲ οὐδὲν ὖττον καὶ Τῆς τῶν Χαναναίων ἀνοσιότητος καὶ ἀμετρήτου φρενοβλαβείας, Οἳ τὸ αἰσξχρὸν οὕτως εἴδωλον περιέπειν τε καὶ προσκυνεῖ Νεῖν ἐγνώκασι, τὸν Βεελφεγώρ. ἀλλὰ καὶ τοῦτο δεδρακὼς ὁ Ἐφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα. Προσκέκρουκε γὰρ τῷ καὶ ἐπαμύνοντι, καὶ διαςώζειν εἰδότι Θεῷ. Ἡρέτισε χαναναίους, ἀντὶ τοῦ, αἱρετὰ καὶ ἀξιόληπτα πεποίηται τὰ τῶν Χαναναίων ἔθη· ὅμοροι δὲ οὖτοι τῆς Ἰουδαίων χώρας, [*](c) δυσσεβεῖς καὶ εἰδωλολάτραι. Καὶ πρός γε δὴ τούτοις, πορνεύοντες ἐξεπόρνευσαν οἱ ἐξ Ἰσραήλ· δῆλον δὲ ὄτι διά τοι τὸ πέρα μέτρου καὶ τοῦ εἰκότος ἐπέκειαν τὴν νοητὴν ἐπιηδεῦσαι πορνείαν, καὶ εἰς λῆξιν αἰσχρότητος τῆς ἀποσταςίας αὐτοῖς ἔρχεσθαι τὰ ἐγκλ;ματα. ἠγαπήκασι δὲ καὶ τὴν ἀτιμίαν ἐκ φρυγμάτων αὐτῶν, τουτέστιν, ἐξ ὑψηλῶν αὐτχκημάτων, ἅπερ εἶχον ἐπὶ θεῷ καὶ δόξῃ τῇ παρ᾿ αὐτοῦ. οὐικοῦν ἄτιμοι καὶ κατεῤῤιμμένοι, οἰκτροὶ καὶ πεπατημένοι [*](d) γεγόνασιν ἀληθῶς, τῶν ἀρχαίων φρυαγμάτων ἀπολισθήσαντες· κεκλήσονται γὰρ ἐλεύθεροι μὲν οὐκέτι, βαδιοῦνται δὲ μᾶλλον εἰς ὕβριν καὶ ἀτιμάν, καὶ ὑπὸ πικροῖς ἔσονται δεσπόταις. ἀλλ᾿ ἐι καὶ τούτοις ἅπασι, φηςὶν, Ἡ ἀνουστάτη τοῦ Ἐφραίμ ὐπηνέχθη πληθὺς, ἀλλ᾿ , ὧ Ἱούδα, σὺ γέγονας αὐτῇ οἴά τις πνεύματος συστροξὴ ἐν πέρθξι πετιενοῦ. ἔστι δὲ παντί που δῆλον, ὅτι πάντη τε καὶ πάντως τὰ διιπτάμενα, πνεύματος αὐτὰ προσωθοῦντος βιαίου, μόνον δὲ οὐχὶ [*](5. τοῖς Αἰγ. Σεβάσμασιν D. 7. ἀμετρήτου d. ἀμέτρου Edd. 9. Καὶ Assumptum ex D. 10. ὁ om. D. σκάνδαλον D. ut supra in SS. Textu. 11. καὶ prius om. D. σώζειν D. Statim εἰδότι. D. δύναμένῳ Edd. 13. Τῶν Assumptum ex D 15. Ἰσραὴλ δηλονότι· διά D. 16. Εἰκότως Edd. 26. τοῦ om. D. 27. Πετεινοῖς D. 29. Δὲ assumptum ex D.)
117
καὶ ἐπαναγκάζοντος, ὀξυτέραν τότε ποιεῖται τὴν πτῆσιν. [*](e) Οὐκκοῦν ἐξώκειλε μὲν ὁ Ἰσραὴλ ἀπονενευκὼς εἰς ἀπόστασιν, Σὺ δὲ γέργονας αὐτῷ συστροφὴ πνεύματος ἐν ταῖς πτέρξι. Τῶς, ἦ τίνα τρόπον; ἐπειδὴ γάρ σε τεθέαται τὸν ἔτι τῷ 5 νόμῳ παιδαγωγούμενον, τὸν τῷ θείῳ προσιζήσαντα ναῷ, καὶ Τὰς κατὰ νόμον τελοῦντα θυςίας, ῥᾳθυμοῦντα καὶ ἀναπίπτοντα, Καὶ τοῖς ἴσοις πλημμελήμασιν ἐνεχόμενον, ὀξυτέραν ἐποιήσατο τὴν ἀποδρομήν. Πλὴν εἰς αἰσχύνην εὑρήσουσι, καὶ ἐντροπῆς καὶ ἀτιμίας πρόξενα τὰ θυσιαστήρια αὐτῶν.