In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραήλ διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ [*](b) ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾿ αἵμασι μίσγουσιν.

Ἀναγκαῖον ἡμᾶς διατρανοῦν ἐθέλοντας τῶν προκειμένων τὸν νοῦν, μονονουχὶ παλινάγρετα ποιεῖσθαι τὰ ἐν ἀρχαῖς, καὶ ὅλον ὥσπερ ἀναμηρύσασθαι τῆς προφητείας τὸν σκοπόν. [*](c) οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συννενεγκὼν, ἐκεῖνό φημι. [*](Supra i. 2.) γέγονε μὲν γὰρ “ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.” διερμηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφωνοῦντος διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ᾿ ἐκείνην προσελήφθη δευτέρα [*](d) μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ᾿ ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προαναφωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης [*](1, 2. Sic D. τόμος τρίτος B. 3. οἱ assumptum ex D. (22. al.) διότι B. D. (Alex. XII.) sed cf. infra. ὅτι Edd. (Vat.) Statim οὐκ ἔστι add. D. 4. οὐδ᾿ Edd. Correxi ex D. 5. τῆς deest in Edd. 6. ἐκκέχυται B.D.F (42, 49 153, 233.) sed cf. infra 64 c, 65 c, 67 b. κέχυται Edd. 17. λαόν Aubertus. 20. ὠς ἔφην om. D. 22. ἀναφωνεῖν Edd.)

91
αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ᾿ οἷς λελύπηται Θεὸς, εὖ μέλα διατρανοῦν, ἵν᾿ εἰδεῖν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν [*](e) αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ᾿ ἐχθρῶν, εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσαλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν [*](a 64 A.) Ἀκούσατε λόγον Κυρίου οἱ υἱοι Ἰσραὴλ ὅτι κρίστις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ᾿ ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἐλέγξω σε, [*](Ps. Xlix. 21.) “καὶ παραστήσω κατὰ πρόσωπόν σου” τὰς ἀνομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ᾿ ὡς ἐν ἐφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν [*](b) εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινόμενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ᾿ ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημένειεν [*](1. αὐτῆς (sic) D. 3. συμβαίνῃ D. 5. Περὶ assumptum ex B.D. 6. Δυσαλώτατον ὑπάρχ. οἰομ. Τὸν ἰσραὴλ et μὴ om. D. 7. Νομίσει ἂν D. 9. μεταγινώσκονεν] μεταγινώσκειν Edd. καὶ post τε add. Iid. 12. Θείαν om. D. ἔπεσθαι pro ἔσεσθαι D. 13. προσαπαγγέλλει Edd. 20. ἐπενηνέχθα] ἀπενηνέχθαι iid. ante Migne. Statim φάσκουσι D. 22. εἰώθασιν (sic) D. Statim ὡς D. καὶ Edd. 25. πολλὴν iid.)
92
[*](2 Tim.iii.3.c) ἂν τὸ μὴ εἶναι ἔλεος. ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ Φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις Φεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ὲπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχημένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν. εἴπερ εἰδέναι Φαμὲν αὐτὸν Φρονοῦντες ὀρθῶς τοὺς τοῖς θείοις αὐτοῦ Θελήμασιν ἐπομένους. προσπάγει δὲ τούτοις, ὅτι αρα καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ [*](d) αἵματα ἐφ’αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα λοιπὸν, οἱ περὶ ὦν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ’αἵμασι μίσγουσι Φησι. σημεῖον δ’ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκίνεσθαι τοῖς κακοπῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι τοὺς δεδρακότας. συνεχῆ δὲ ὥσπερ, καὶ ἀπάλληλον παρατετάσθαι τὴν ἀμαρτίαν.

[*](e)

Ἀλλὰ ταυτὶ μὲν εἰρήσθω πρὸς διασάφησιν τὴν προχειροτέραν. ἔοικε δὲ πάλιν ὁ μακάριος προφήτης μυστικωτέραν ποιεῖσθαι ἡμῖν τὴν ἀφήγησιν, καὶ καταιτιᾶσθαι τὸν Ἰσραὴλ ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἀγίους. κρισις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν.ἀνθ'ὅτου, καὶ ἐπὶ τίσιν;ἐπεφάνη γὰρ ἡμῖν ὁ [*](S. Matth.XV.24.) Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά Φησιν αὐτὸς, “εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ,” ἵνα [*](65 Α. a) Φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταὶς ἁμαρτίαις ἐνειλημμένους, συνάψῃ δἰ ἐαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ'οὐκ ἐδόκει Φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ. τὸν γὰρ ἐπὶ [*](5. μηδὲ] μὴ D. 6.Φρονοῦντος Εdd. kaὶ post ὀρθῶς add. iid. 14.σαφὴς D. Mox correxi ἀνοκωχὴν. Edebatur ἀνακωχὴν. 16 ἀλλεπάλληλον D. 19. ἔοικε—μυστικωτέραν om. D. 20. ἡμῖν ποιεῖσθαι inverso ordine D. 24. ὁ om. D. 27. ἀληθείας D. 28. ἐμβιβάσει D.)

93
τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ'ἐαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς [*](b) ἀπόδειξιν λόγων, ἀποχρώσης εἰς τοῦτο τῆς θεοπνεύστου γραφῆς ἄνω τε καὶ κάτω Χριστὸν ὀνομαζούσης ἡμῖν ἔλεος καὶ ἀλήθεια. ὅτι δέ ἐστι καὶ ἐπίγνωσις Θεοῦ, διαμάθοι τις ἄν καὶ λίαν ἀκονιτὶ, σαφέστατά τε καὶ ἐναργῶς διακεκραγότος αὐτοῦ, “Ὁ ἐωρακὼς ἐμὲ ἐώρακε τὸν Πατέρα.” Κρίσις [*](S. Joan. xiv.9.) τοίνυν τῷ Κυρίῳ, Φησὶν, πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. ὅτι μὴ ἔστι παρ'αὐτοῖς ἡ [*](c) ἀλήθειά τε καὶ τὸ ἔλεος καὶ ἡ ἐπίγνωσις τοῦ Πατρός. κρίνεται μὲν οὖν πρὸς τοὺς τὰ τοιάδε μὴ ἔχοντας. διαπεφεύγασι δὲ τὸ κρίνεσθαι πρὸς αὐτὸν, ἤτοι πρὸς αὐτοῦ, τὴν πίστιν οἱ προστηκάμενοι. καὶ τοῦτο αὐτὸ σαφὲς ἂν γένοιτο, χριστοῦ λέγοντος πάλιν “Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ὁ [*](Ιb. v. 24.) “πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὑκ “ἔρχεται.”

Τί τοίνυν τὸ κεχυμένον ἐπὶ τῆς γῆς; ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία. καὶ αἴματα ἐφ' αἴμασι μίσγουσι. καὶ τίς ἡ ἀρά;καταλαλιὰ καὶ ὕβρις. διαλελοίπασι [*](d) γὰρ οὑδαμῶς τῶν Ἐβραίων οἱ δῆμοι περιυβρίζοντες τὸν Ἰησοῦν, ἀθύρῳ τε καὶ ἀχαλίνῳ γλώσσῃ κατεπεμβαίνοντες, ὥς ποτε μὲν Σαμαρείτην, ποτὲ δὲ μέθυσον [*](S. Joan. viii. 48, 41.) ἀποκαλεῖν, καὶ ἐκ πορνείας γεγεννημένον. ᾤοντο γὰρ κατὰ σφᾶς τὴν ἁγίαν μεμοιχεῦσθαι Παρθένον. οὐκοῦν ἡ ἀρὰ μὲν [*](S. Mstth. xi. 19.) ἐν τούτοις. κατεψεύδοντο δὲ καὶ τῆς δόξης αὐτοῦ, δαιμόνοιν [*](S.Joan. viii. 48.) ἔχειν λέγοντες αὐτὸν, καὶ ταῖς τοῦ Βεελζεβοὺλ δυνάμεσιν [*](e S. matth. xii. 24.) ἀπονέμοντες τὰς θεοσημίας. ὅτι δὲ καὶ μιαιφόνον ἐπ'αὐτῷ τὴν διάνοιαν ἐσχηκότες ἀλοῖεν ἂν, εἰδείη τις ἂν ἀπό γε τοῦ [*](S. Joan. viii. 59; x.31;xi.8.) [*](2 παρ']ὲν Εdd. 8. διακεκραγότος αὐτοῦ hoc ordineD. 11. δ'D. ὅτε pro ἔστι Edd. Statim παρὰ D. 21. τίD. Post ἀρὰ add. ἦ D. 24 σαμαρίτηνD. 25. γεγενημένον D. γεγενημένον Edd. 31. παρ'αὐτῆς D.)

94
[*](S. Luc.iv. 29.) ἀποκομισθῆναι δὲ καὶ μέχρις αὐτῆς ὁφρύος τοῦ ὄρους, ἵνα κατακρημνίζοιτο. καὶ οὐ μέχρι τούτων τὰ ἐγκλήματα. ἐκτετίμητο δὲ λίαν καὶ τὸ χρῆμα τῆς κλοπῆς. κατεμιςθοῦντο [*](S. Matth.xxvi.15) γὰρ ἐπ'αὐτῷ τὸν προδότην Ἰούδαν, τὸν αἰσχροκερδῆ [*](66 Α. a) καὶ κλεπτίστατον. μοιχοὶ δὲ ὥσπερ τινὲς ἀλιτήριοι γεγονότες οἱ Φαρισαῖοι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἀπεσόβουν μὲν αὐτῆς τὸν ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν. συνεπόρνευον δὲ, ταῖς ἰδίαις ἡδοναῖς ὑπηρετεῖν ἀναπείθοντες. ἔμισγον δὲ καὶ ἐφ' αἵμασιν αἵματα. πῶς, ἢ τίνα τρόπον; ἀπεκτονότες γὰρ τοὺς ἁγίους προφήτας, καὶ αὐτὸν ἐκείνοις προσέθεσαν τὸν τῶν προφητῶν Δεσπότην. καὶ γοῦν ὁ [*](b) μακάροις Στέφανος ἐν ταῖς τῶν ἀποστόλων πράξεσι δικαίως [*](Acta SS.Ap.vii.52.) αὐτοῖς ὀνειδίχει λέγων “Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν “οἱ πατέρες ὑμῶν;καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας “περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὖ νῦν ὑμεῖς προδόται καὶ “Φονεῖς ἐγένεσθε.” ἀλλὰ καὶ ὁ Σωτὴρ τοῖς φαρισαίοις [*](S Matth. xxiii. 32.) “ὑμεῖς πληρώστε τὸ μέτρον τῶν πατέρων ὑμῶν.”

Διὰ τοῦτο πενήσει ἡ Γῆ, καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς [*](c) κατοικοῦσιν αὐτὴν, σὺν τοῖς θηρίοις τοῦ ἀΓροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς Γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ [*](4) ἱχθύες τῆς θαλάσσης ἐκλείψουσιν, ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέΓχῃ μηδείς.

Ἐπειδὴ γὰρ φησι τὸν οὕτω θεοστυγῆ καὶ παγχάλεπον διεζήκασι βίον, τὸν δυσσεβῆ καὶ ἐξήνιον, πεφρονήκασί τε καὶ δεδράκασιν ἃ μὴ θέμις, ἐμπαροινοῦντες Θεῷ. ταύτῃτοι, καὶ [*](d) oἱονεὶ τῆς γῆς. καταθῃωθήσεται γὰρ αὕτη, καὶ μεταμείψει [*](3. ἐκτετίμηντο Edd. 4.τὸν προδότην ἰούδαν ἐπ'αὐτῷ inverso ordine D. 6. τῶν assumptum ex D. 11. τὸν om.D. 13. αὐτοῖς]αὐτοὺς D. 16. Φαρισσαίοις D. 24. Φησὶ τὸν οὕτω hoc ordine D. 25. δὲ pro τε D. 27. πενθήσης (sic) Εδδ. 28. δὲ pro γὰρ D.)

95
τὸ σχῆμα, καὶ ἀτερπῆ Φορέσει τὴν ὅψιν, πόλεων μὲν ἐμπεπρησμένων, οἴκων δὲ κατασεσεισμένων, καὶ ἀγρῶν ἐκκεκομμένων. συνδιακείσονται δὲ τῇ γῇ καὶ οἱ κάτοικοι, συνολοφυρόμενοί τε καὶ συνομώζοντες. πενθήσουσι γὰρ καὶ αὐτοὶ, τουτέστιν, ἀπάσης εὐθυμίας καὶ εὐημερίας ἀποτάτω γενήσονται. τίνες δὲ οἱ κάτοικοι;θῆρες τε καὶ ἑρπετὰ, καὶ πρὸς γε τοῦτοις τὰ διιπτάμενα. καὶ οὐ δήπου νομιοῦμεν, εἴγε συνίεμεν ὁρθῶς, ὅτι θηρῶν ἀγρίων, ἥγουν ἐρπετῶν, ἢ [*](e) πτηνῶν ὁ προφητικὸς ἡμῖν κατακέκραγε λόγος. εὔηθες γὰρ παντελῶς, καὶἁσυνεσίας ἔμπλεον τὸ τῇδε νοεῖν. οἰόμεθα γὰρ μᾶλλον, ὀρθὰ Φρονεῖν ἐγνωκότες, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοὺς τῶν Ἰουδαίων ἐξομοιοῦσθαι τρόπους. καὶ διὰ μὲν τῶν θηρίων τοὺς δυνατωτάτους καὶ ἐκδειματοῦν ἐτέρους ἰκανῶς ἔχοντας, τοὺς ἀγρίους καὶ ἐπελευστικοὺς, καὶ μιαιφονεῖν εἰωθότας, καὶ πολὺ λίαν ἔχοντας τὸ ἀνήμερον ὑπεμφήνειεν ἂν ὁ λόγος. διὰ δέ γε τῶν ἑρπετῶν τοὺς ἄκρως ἐξησκημένους [*](a 67 A.) τὸ πικρὸν ἐν τρόποις, καὶ εἰς λῆξιν τῆς ὅλης ἤδη ἥκοντας πονηρίας. οὕτω γὰρ που καὶ ὁ σοφὸς Ἰωάννης τὴν μοχθηροτάτην τῶν φαρισαίων καὶ γραμματέων ἤλεχε πληθὺν, ἐπιβοῶν τε καὶ λέγων “ὅφεις γεννήματα ἐχιδνῶν.” διὰ δέ [*](S. Matth.iii. 7.) γε τῶν πετεινῶν εὖ μάλα συνήσεις τοὺς ἐτοίμως ἀνεπτοημένους [*](Cf. xxiii. 33.) εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, εἴτ'οὖν τὴν ἐπάρατον νοσοῦντας ὑπεροψίαν, καὶ ἄνω που Φέρεσθαι καὶ ὑψηλὰ Φρονεῖν εἰωθότας. ἔοικε δὲ καὶ ἰχθύας ἀποκαλεῖν τοὺς συρφετώδεις καὶ ἀγελαίους, τοὺς ταῖς τοῦ βίου Φροντίσι [*](b) βεβαπτισμένους, καὶ ὑποβρύχιον ὥσπερ ἔχοντας νοῦν, τοὺς ἀφώνους καὶ ἀλογωτάτους. ἀφωνότατον γὰρ τῶν ἰχθύων τὸ χρῆμα. καὶ καθ'ἔτερον δὲ τρόπον, τοὺς οἶον καταπίνοντας τοὺς ἀσθενεστέρους. ἀλληλοφαγία γὰρ μάλιστα παρὰ τοῖς ἱχθῦσι τετίμηται. πενθήσει τοίνυν φησὶν ἡ γῆ τοῖς κατοι- [*](1. τῇ ὄψει D. 3. συνδισθήσονται(sic) pro συνδιακείσονται D. Statim δὲ assumptum ex B. D. 13. δυνατωτέρους D. 14 ἐπελευστικὰ D. 17. ἐν τρόποις D. εἰς τρόπους Edd. 19 γραμματεῖς καὶ φαρ. inverso ordine D. πονηρίαν pro πληθὺν D. 23 νοσοῦντας om. D. 24. oἰομένους pro εἰωθότας D. 28. ἕτερον—ἢ καθ' (68 e.) om. D.)
96
koῦσιν ὁμοῦ. καὶ τίς ἡ τοῦδε πρόφασις;ὅπως μηδεὶς μήτε [*](Supra ver.2.) δικάζηται, μήτε ἐλέγχῃ μηδείς. ἐπειδὴ γὰρ ἀρὰ ψεῦδος, κλοπή τε καὶ Φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ [*](c) αἴματα ἐφ' αἵμασι μίσγουσι, ταύτη τοι πενθήσει καὶ ἀργήσει λοιπὸν ψεῦδος καὶ ἀπάτη καὶ συκοφαντία. ἐποιμώζοντες γὰρ τοῖς παρ'ἐλπίδα συμβεβηκόσι, καὶ τὴν ἐν χειρὶ κλαίοντες συφορὰν, καὶ οὐχ ἐκόντες ἀφέζονται τῶν τοιούτων πλημμελημάτων. τὸ γὰρ τοι δικάζεσθαι καὶ ἐλέγχειν, εἴη ἂν ἕτερον οὐδὲν, καθάπερ ἐγῷμαι, πλὴν ὅτι τὸ κατηγορεῖν καὶ καταψηφόζεσθαί τινων, ἤτοι ψευδομαρτυρεῖν. τοῦτό τοι καὶ ἔτερος ἡμῖν τῶν ἀγίων προφητῶν τῶν ἐξ αἴματος Ἰσραὴλ [*](Mic. vii. d. 1,2.) κατεκεκράγει λέγων, “Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς “ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὑς ἔστι. πάντες “εἴς αἵματα δικάζονται, ἔκαστος τὸν πλησίον αὐτοῦ ἐκθλί “βουσιν ἐκθλιβῇ.”

Ἀλλὰ ταῦτα μὲν ἱστορικῶς. πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω τὸν τῆς προφητείας εὐτθύνοντες λόγον, ἐκεῖνό Φαμεν. ἐπεδὴ γὰρ ἐν τῇ τῶν Ἰουδαίων γῇ, ἤγουν παρ'αὐτοῖς Ἰουδαίοις [*](Supra ver. 1.) οὐκ ἔστιν “ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ.”ταῦτα δὲ εἶναί τε καὶ λέγεσθαι τὸν Ἐμμανουὴλ εἰρήκαμεν. κεκράτηκε [*](e) δὲ μᾶλλον ἀρὰ αψεῦδος, καὶ τετίμηται κλοπὴ, καὶ αἵματα ἐφ'αἴμασι μίσγουσιν. ἀπεκτονότες γὰρ τοὺς προφήτας, ὡς ἔφηςν, καὶ αὐτὸν ἀπετόνασι τὸν Ἰησοῦν. καταπενθησει λοιπὸν ἡ γῆ τοῖς κατοίκοις ὁμοῦ ταῖς 'Ρωμαίων ἐμπιπραμένη χερσίν. ἔσται δὲ ταῦτα΄φησιν, ἵνα, μήτε δικάζηται, μήτε ἐλέγχη μηδεις. ὅπερ ἐστὶν ἐναργῶς ἐπαιτιωμένου τοὺς Ἰοδαίους, ὡς δικασαμένους ἀνοσίως καὶ κατελέγξαντας [*](68 Α. a) ἤτοι ψευδομαρτυρήσαντας τοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἡμούμενοι [*](S.Luc.xxiii.I, 2.) προσῆγν Πιλάτῳ δικαξόμενοί τε καὶ κατηγοροῦντε αὐτοῦ. προσῆγον Πιλάτῳ δικαζόμενοί τε καὶ κατηγοροῦντες αὐτοῦ. παρελθόντες δέ τινες κατεμαρτύρουν, μόνον δὲ οὐχὶ καὶ ἐλέχειν ἀπετόλων. ψευδοεποῦντες οἱ δείλαιοι, ποτὲ μὲν, [*](13 τῆς assumptum ex B. 16. μὴν assumptum ex B. 18. τοῖς assumptum ex. B.)

97
ὅτι διαστρέφει τὸν λαόν· ποτὲ δὲ, ὅτι τούτου λέγοντος [*](S Mare. xiv.58.) ἀκηκόαμεν, ὡς ἐν τριςὶν ἡμέραις καταλύσει τὸν ναὸν τοῦ Φεοῦ, καὶ ἐγερεῖ πάλιν αὐτόν. ἀναιρεθήσεται τόίνυν φηςὶ δίκη, καὶ ἔλεγχος ἤτοι καταμαρτυρία, καὶ ψῆφος οὐκ ἀληθής· 5 οὐκ ὄντος βασιλέως, οὐδὲ ἄρχοντος τοῦ δικάζειν εὶωθότος. [*](b) ταύτῃτοι, καθάπερ ἐγῷμαι, καὶ ὁ προφητικὸς ἡμῖν λόγος τοῖς ἀβασιλεύτοις τῶν ζώων τοὺς τῶν Ἰουδαίων παρεικάζει λαοὺς, θηρςὶ δὴ λέγω καὶ ἑρπετοῖς καὶ πετεινοῖς καὶ ιχθύσιν. οὕτω καὶ ὁ μακάριος προφήτης Ἀμβακοὺμ ἔφη που πρὸς 10 τὸν τῶν ὅλων Φεόν “Εὶς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; [*](Ab. i. 13, 14.) “παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ “ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ “ὡς τὰ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον.”.

[*](C)

Ὁ δὲ λαός μου ὡς ἀντιλεγόμενος ἱερεὺς, καὶ ἀσθενήσει ἡμέρας, 5 15 καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ.

Ἅθρει δή μοι τὸν μακάριον Προφήτην ἑτεροτρόπως ἐκφέροντα τὰ πρὸς αὐτὸν εἰρημένα παρὰ Φεοῦ. ἤκουσε μὲν γὰρ ἐναργῶς ὅτι “ Ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, [*](Supra iii.4.) “οὐκ ὄντος βασιλέως οὐδέ ἄρχοντος, οὐκ οὔσης θυςίας οὐδὲ 20 “ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων·” ὑποτρέχων [*](d) δὲ ὥσπερ αὐτὸς τῶν ἀκροωμένων τὸ ἀχάλινον εἰς ὁργὰς, ὑπεσταλμένως ἐλέγχει, καὶ συμμέτροις ἀσαφείαις κατασκιάζει τὸν λόγον. ὅτι μὲν γὰρ ἡγουμένων δίχα καὶ τοῦ βασιλεύοντος διατελέσουσι καιροὺς, καὶ ἀπαιδαγώγητοι μενοῦσιν, 25 ἰσχνῶς ὑπαινίττεται, τοῖς τῶν ζώων ἀβασιλεύτοις παρεικάζων αὐτούς. ὅτι δὲ καὶ θυσιῶν ἐξωσθήσονται καὶ λειτουργίας ἱερῶν, ὑποφαίνει λέγων, ἐν ἴσω γεγενῆσθαι τοῖς τῶν ἱερέων ἀντιλεγομένοις. καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; ἤτοι τίς ὁ [*](e) [*](9. Ἀββακοὺμ Pont. Ἀβακοὺμ Aub. 15. καὶ alt. B. (Alex. XII.) infra 69 a. ὁ Edd. (Vat.) 25. ἐπαινίττεται (sic) Edd. 26. Haec citat Syriace inclytus Cod. Ambros. Mediolanensis C. 313 Inf. fol. 114 v. ἐξωθήσονται Edd.)

98
[*](Lev. xxi. 17-21.) αντιλεγόμενος ἱερεύς; ὁ μῶμον ἔχων, καὶ ἀῤῥώστημα σαρκικόν· ταυτῃτοι καὶ τῆς λειτουργίας εἰργόμενος. ὴ γὰρ διὰ σκέλους, ἢ ὀφθαλμῶν ἐπήρειαν, ἢ διὰ σύντριμμα ποδὸς, ἢ καθ᾿ ἑτέραν αἰτίαν ἐξεπέμποντό τινες τοῦ ἱερᾶσθαι δεῖν, καίτοι γεγονότες ἐκ φυλῆς τε καὶ αἵματος Λευΐ. κεχρησμῴδηκε γὰρ οὕτως ὁ διὰ Μωυςέως νόμος. οὕτως οὖν [*](Cf. Rom. xi. 28.) ἔσται φησὶν ὁ λαός μου. καίτοι γὰρ ὑπάρχων ἱερὸς διὰ [*](69 A. a) τοὺς πατέρας, καὶ τοῦ θύειν ἠξιωμένος, ἔξω τῆς ἁγίας καθεδεῖται σκηνῆς, ἔξω λειτουργίας καὶ ἱερῶν. οὐ γὰρ προσοίσει θυςίας, οὔτε μὴν ὀσμὴν εὐωδίας ἀνοίσει τῷ Θεῷ· κατηῤῥώστησε γὰρ οὐκέτι μετρίως τὴν εἰς νοῦν ἐπήρειαν, καὶ καταλελώβηται τὴν καρδίαν, γέγονέ τε δικαίως ἀπόπεμπτος ἤδη, καὶ ἀπηχθημένος. ὅτι δὲ τοῖς ἐξ Ἰσραὴλ συμβήσεται καὶ τὸ σιγῆσαι προφήτας, διαμεμήνυκεν εἰπών Καὶ ἀσθενήσει καὶ προφήτης μετὰ σοῦ, κατ᾿ ἐκεῖνό που πάντως [*](b) τως τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν μακάριον Ἰεζεκιήλ· [*](Ezech. iii. 26.) “Καὶ τὴν γλῶσσάν σου συνδήσω, καὶ ἀποκωφωθήσῃ, καὶ “οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα εὐθύνοντα, ἤγουν ἐλέγχοντα, ὅτι “οἶκος παραπικραίνων ἐστί.” ταῦτα δὲ πάντα συμβήσεται διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ τὰ εἰς προφήτας ἐγκλήματα. πλὴν οὐκ εἰς ἄπαν ἀσθενήσειν τὸν Ἰσραὴλ, ἀλλ᾿ εἰς ἡμέρας Φγςί· τετήρηται γὰρ αὐτῷ σωτηρίας καὶ ἐπιστροφῆς τῆς ὡς ἐν πίστει καιρός.

Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου, ὡμοιώθη ὁ λαός μου ὡς οὐκ [*](C) ἔχων γνῶσιν· ὅτι σὺ ἐπιγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε 25 τοῦ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου.

Ἔστι μὲν οὖν ὁ λόγος ὡς πρὸς τὴν τῶν Ἰουδαίων ἀμετροεπῆ τε καὶ ἀνοςίαν πληθύν. μητέρα γε μὴν αὐτῆς [*](5. αἴματος] +τοῦ D. 7. τοι γὰρ hoc ordine D. 9. λειτουργῶν D. invite Syr. 10. τῷ om. D. 13. μὲν pro δὲ D. 14. καὶ alt om. D. 26 . νόμου F. Edd. (Alex.) νόμων B. (49,97, 228.) νόμον D. (Vat.) 28. Ἔστι] Ἔτι Edd. 29. ἀμετροεπῆ D. ἁμαρτοεπῆ Edd.)

99
ὀνομάζει τὴν Συναγωγὴν, καθάπερ ἀμέλει καὶ τῶν ἐν Χριστῷ δεδικαιωμένων τὴν Ἐκκληςίαν. ἀφεγγείᾳ τοίνυν καὶ σκότῳ παρεικάζει δικαίως τὴν τῶν Ἰουδαίων Συναγωγήν. τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἑαυτοῦ τε πέρι, καὶ τῶν ἐν πίστει [*](d) λελαμπρυσμένων εὖ μάλα φηςίν, “Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ [*](1 Thess. v. 5.) “σκότους, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ἔοικε δέ φησι καὶ ὁ λαὸς ὁ ἐμὸς τοῖς οὐκ ἔχουσι γνῶσιν, καίτοι τὴν διὰ νόμου πεπλουτηκὼς ποδηγίαν. κέκληται γὰρ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλλήθειαν ὄντος Θεοῦ, πεπληροφόρηται διὰ θαυμάτων, ἐλλέλοιπε δὲ παντελῶς οὐδὲν τῶν ὅσα φωτίζειν οἷά τε τοὺς ἐσκοτισμένους, καὶ ἀξιάγαστον τοῖς εὐμαθεστέροις ἐνιέναι γνῶσιν οὐκ ἀνικάνως ἔχει. ἐπειδὴ δὲ ἀπώσω φηςὶ τὴν ἐπίγνωσιν, τουτέστι Χριστὸν, δἰ οὗ καὶ ἐν ᾧ προσιτός τε [*](e) ἅμα καὶ γνωστὸς ὁ Πατὴρ, ἐξωσθήσῃ λοιπὸν τοῦ εἶναι ἱερὸς, καὶ τοῦ προςάγειν θυςίας, ὡς βέβηλος. καὶ ἐπειδὴ τῶν θείων εἰς λήθην κατώλισθες νόμων, μήτε τὰ Μωυςέως νοήσας πνευματικῶς, μήτε μὴν τοῖς διὰ Χριστοῦ παιδεύμασιν ἰσχνόν τε καὶ εὐφυᾶ τὸν νοῦν ἐνιεὶς, εἰς λήθην κἀγὼ τῶν σῶν οἱονεί πως ὑπενεχθήσομαι τεκνων, τουτέστιν, οὐκέτι μεμνήσομαι, [*](a 70 A.) διά γε τοῦ καὶ φειδοῦς καὶ φροντίδος ἀξιοῦν· ὧν γὰρ ἀξιοῖ μεμνῆσθαι Θεὸς, τούτοις τὴν ἰδίαν ἀπονέμει φιλανθρωπίαν. ἑπελάθετο δὲ καὶ ἑτέρως τοῦ θείου νόμου, καὶ ἀπώσατο τὴν ἐπίγνωσιν εἰδωλολατρήσας ὁ Ἰσραήλ. Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι.

Ἡμερότητος μὲν ἀπάσης καὶ πηγὴ καὶ γένεσις, καὶ αὐτόχρημα τὸ ἀγαθὸν ἡ θεία τέ ἐστι καὶ ἀπόῤῥητος φύσις· πλὴν b οὐκ εἰσάπαν τῶν πλημμελούντων ἀνέχεται· τοῖς δὲ ἀχαλίνως εἰς τοῦτο ἰοῦσι τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει δίκας. ἀφικέσθαι δὴ οὖν εἰς τοῦτο φαυλότητος διισχυρίζεται τὸν Ἰσραὴλ, [*](8. πεπλουτήκασι D. κεκλήκασι—πεπληροφόρηνται D. 14. ἐξωθήσῃ (sic) Edd. Statim τοῦ εἶναι λιιπὸν inverso ordine D. 17. Hoc μὴν accessit ex D. 25. θήσω F. (Alex.))

100
ὡς οὐκέτι μὲν οἰστὴν γενέσθαι τὴν ἀπόνοιαν, ἰσάριθμον δὲ ὥσπερ αὐτοῖς ὁρᾶσθαι τὴν ἁμαρτίαν. αὐτοὶ μὲν γὰρ ἦσαν [*](Deut. x. 22.) “ ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ [*](Gen. xxii. 17.) “ παρὰ τὸ χεῖλος τῆς θαλάσσης,” κατὰ τὸ γεγραμμένον· [*](c) οὐδὲν δὲ τοῦ πλήθους ἀποδεῖν ἔφη τὰ πλημμελήματα. τοῦτο οἶμαί ἐστι τὸ Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι. ἐπειδὴ δὲ εἰς τοῦτο κατώλισθον ἀθλιότητός τε καὶ δυσβουλίας, καὶ Θεῷ προσκρούοντες οὐ διαλελοίπασι, τὴν δόζαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι, τουτέστιν, ἐφ᾿ ᾧ μεγάλα φρονεῖν ἐγνώκασιν, ἐπ᾿ αὐτῷ δὴ τούτῳ καταισχυνθήσονται. πῶς ἢ τίνα τρόπον; αὐχημάτων γὰρ ἀποπεσοῦνται τῶν ἐπὶ πλήθει πολλῷ, δαπανῶντος τοῦ πολέμου σὺν τοῖς μαχίμοις ὁμοῦ καὶ τὴν ἄλλην ἄπασαν ἡλικίαν· κένανδροι γὰρ ἀπομενοῦσιν [*](d) οἶκοί τε καὶ πόλεις. καὶ ἐπ᾿ αὐτῷ δὴ τούτῳ τὴν [*](Thren. i. 1.) Ἰουδαίαν ὁ προφήτης Ἱερεμίας ἐθρήνει λέγων “Πῶς ἐκά- “ θισε μόνη ἡ πόλις ἡ πεπληθυσμένη λαῶν; ἄρχουσα ἐν “ χώραις, ἐγενήθη εἰς φόρον.”

Καὶ ἐτέρως δὲ, Θεῷ προσκρούοντες ἀπάσης εὐκλείας ὠς ἀποτάτω κειςόμεθα δρῶντες ἃ μὴ θέμις· καὶ ἐφ᾿ οἷς αἰσχύνεσθαι χρὴ, ἐπ᾿ αὐτοῖς δὴ τούτοις ἔσθ᾿ ὅτε μεγαλαυχούμενοι, καὶ ὑψηλὴν αἴροντες τὴν ὀφρὺν, ὡς δικαίως λέγεσθαι καὶ [*](Phil. iii.19.) περὶ ἡμῶν, “Ὧν ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν.” οὐκοῦν καὶ e κατὰ τόνδε τὸν νοῦν ἐκδέξῃ πάλιν τὸ εἰρημένον Τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι. ὅτι γὰρ παραδίδονταί τινες [*](Rom. i. 28.) “εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,” πῶς ἐστιν ἀμφιβαλεῖν, τοῦ μακαρίου Παύλου σαφῶς εἰρηκότος.

Ἁμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν. καὶ ἔσται καθὼς ὁ λαὸς, οὕτως καὶ ὁ ἱερεύς.

[*](71 A. a)

Γεγραφὼς τὰς αἰτίας τῆς εἰς τὸ πλῆθος ὀργῆς, μεταβιβάζει [*](7. τε om. D. 12. Hoc σὺν accessit ex D. 14. δὴ D. δὲ Edd. 16. πεπληθυσμένη habet D. 26. ἀμφιβάλλειν D.)

101
τὸν δόγον ἐπὶ τὸ τάγμα τὸ ἑρόν. ἁρμόσειε δ᾿ ἂν ὥς γε οἶμαι τῷ λόγῳ, καὶ τὸ ἀρτίως ἡμῖν εἰρημένον, “Τὴν δόξαν [*](Supra ver. 7.) “αὐτῶν εἰς ἀτιμίαν θήσομαι.” δόξα μὲν γὰρ τῆς Ἰουδαίων Συναγωγῆς ἡ περίοπτος ἱερωςύνη, καὶ τὸ προῦχον ἐν αὐτῇ καὶ ἅγιον γένος, τουτέστι τὸ λευΐτικον· ἐβαςίλευον μὲν γάρ τινες ἐκ τῆς Ἰούδα φυλῆς, ἀλλ᾿ ἦν ἐν δευτέροις τῆς ἱερωςύνης καὶ πολὺ λίαν ἐν μείοσι τὰ ἀνθρώπινα. δόξα δὴ οὖν τῆς Ἰουδαίων Συναγωγῆς, τὸ ἱερόν τε ἐστὶ καὶ ἀπόλεκτον γένος. περιβληθήσεται τοίνυν ἀτιμίᾳ φηςὶ, καὶ μεταχωρήσει πρὸς τὸ ἀκαλλές. καὶ διὰ ποίαν αἰτίαν; ὅτι τῶν σφίσι πρεπωδεστάτων ὁλιγωρήσαντες παρεκομίζοντο πρὸς ἀπόστασιν. οὐ τετηρήκασι τὴν ἑαυτῶν ἀρχὴν, οὐκ ἔγνωσαν τῆς ἱερωςύνης [*](b S.Jud. 6.) τὸν τρόπον, οὐκ ἐνενόησαν ὅτι ἀμαρτίας λαοῦ μου φάγονται, καὶ ἐν ταῖς αδικίαις αὐτῶν λήΨονται τὰς Ψυχὰς αὐτῶν.

Ἐπειδὴ δὲ πλείσην τὴν ἀσάφειαν ἔχει ὁ λόγος, φέρε πάλιν, ὡς ἔνι, λέγωμεν τὸ ὅπως ἂν αὐτὸν νοεῖσθαι πρέποι. χίμαρος τοίνυν ἐξ αἰγῶν ὑπὲρ ἁμαρτίας ἐσφάετο· [*](Lev iv. 28; ix.15.) ταύτης τε ἕνεκα τῆς αἰτίας ἐκαλεῖτο καὶ ἁμαρτία τὸ θῦμα. ἀλλὰ προςάγοντες τῷ θυσιαστηρίῳ τὸν χίμαρον οἱ κατὰ καιροὺς ἱερεῖς, ἀνέφερον μὲν τὰ ἐνδόσθια καὶ τὴν πιμελὴν, [*](c Ib. vi. 33, 4. Ib. 36.) ἤσθιον δὲ τὸ λοιπὸν αὐτοὶ, τοῦτο τοῦ θείου προστάττοντος νόμου. οὐκοῦν μεςίτης ὥσπερ ὁ ἱερεὺς Θεοῦ καὶ ἀνθρώπων παραλαμβάνεται, δεχόμενος μὲν τὰς παρὰ τῶν λαῶν δωροφορίας, καὶ συμμεριζόμενος τῷ θυσιαστηρίῳ, καθὰ γέγραπται· [*](1 Cor. ix. 13.) ἑαυτὸν δὲ ὥσπερ ἱερουρυῶν ὑπὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων, καθάπερ ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἱησοῦς ὁ Χριστός. ὅτι δὲ ἀληθὲς ὅ φημι, αὐτὸν παραθήσω τὸν ἐπὶ τῷ χιμάρῳ νόμον. ἔχει δὲ οὕτως “ Καὶ τὸν χίμαρον τὸν [*](d Lev. x. 16. 17.) “περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησε Μωυςῆς, καὶ ὅδε “ἐμπεπύριστο. καὶ ἐθυμώθη Μωυςῆς ἐπὶ Ἐλεάζαρ καὶ [*](I. ἁρμόσειε D. ἁρμόσει Edd. 4-8. Haec ἡ περίοπτος—δόξα δὴ οὖν τῆς Ἰουδαίων συναγωγῆς accesserunt ex D. 13. ἐνενοήκασιν D. 14. ταῖς assumptum ex D. 15. Haec citat Cod. Syr. ante cit. τὴν ἀσάφειαν ἔχει hoc ordine D. Syr. 16. αὐτὸ νοεῖσθαι πρέπον D. 22. ὥσπερ ὁ ἱερεὺς hoc ordine D. Syr. 24. καθὼς D. 26. ὁ alt. om. D. 29. καὶ ῦδε D. Syr. ὁ δὲ Edd.)

102
“Ἰθάμαρ τοὺς υἱοὺς Ἀαρὼν τοὺς καταλελειμμένους λέγων “Διὰ τί οὐκ ἐφάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; “ὅτι γὰρ ἅγια ἁγίων ἐστὶ, τοῦτο δέδωκεν ὑμῖν φαγεῖν, ἵνα “ἀφέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς, καὶ ἐξιλάσησθε “περὶ αὐτῶν ἔναντι Κυρίου.” ὁρᾷς ὅπως μεσιτεύουσι τὰ ὑπὲρ τῶν ἁμαρτιῶν ἐσθίοντες οἱ τῷ θείῳ θυσιαστηρίῳ [*](e) παρεστηκότες, καὶ καθαρωτάταις λιταῖς τὴν ἐπὶ τοῖς ἁμαρτάνουσιν ὀργὴν κατευνάζοντες, καὶ μονονουχὶ τὰς ἰδίας ψυχὰς ὑτὲρ τῶν τοῦ λαοῦ πλημμελημάτων εἰς ὀσμὴν εὐωδίας καθιεροῦντες θεῷ; καθάπερ ἀμεέλει καὶ ὁ θεσπέσιος Ἀαρὼν, [*](Num. xvi. 47, 48.) ἀρχομένου θραύσεθαι τοῦ λαοῦ. γέγραπται γὰρ ὡδί· τὸ πυρεῖον ἁρπάσας, καὶ ἐπιθεὶς τὸ θυμίαμα, “ἔστη, φησὶν, “ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζύντων, καὶ ἐκόποασεν “ ἡ θραῦσις.” οὕτω μεσιτεύων καὶ ὁ μακάριος Μωυσῆς, ἐξεδυσώπει θεὸν, μεμοσχοποιηκότων κατὰ τὴν ἔρημον τῶν ἐξ [*](72 A. a) Ἰσραήλ· ἑαυτὸν γὰρ ὥσπερ ὑπετίθει τῇ δίκῃ, παρακαλῶν τε [*](Exod. xxxii. 32.) καὶ λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, “ἐξάλειψον κἀμὲ ἐκ τῆς βιβλου ταύτης ἧς ἔγραψας.”

Φάγονται τοίνυν τὰς ἁμαρτίας τοῦ λαοῦ μου, τουτέστι, τὰ ὑπὲρ ἁμαρτιῶν προσκομιζόμενα θύματα. καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν, τουτέστιν, ἐν καιρῷ τῆς ἀδικίας αὐτῶν· δῆλον δὲ ὅτι τῶν ἐξ Ἰσραὴλ ἤτοι τῶν λαῶν· αὐτοὶ τὰς ἰδίας λήψονται ψυχὰς, ἀντὶ τοῦ, προσκομιοῦσι τῷ θεῷ. [*](b) δέχεται γὰρ τὴν λέξιν ἡ θεόπνευστος γραφὴ τοῦ τοιοῦδε σημαντικήν· τὸ γὰρ τῷ θεῷ προσκομιζόμενον, καὶ εὐτρεποσθὲν εἰς θυσίαν, ἐλέγετο λαμβάνεσθαι. καὶ ἡ λέξις τέθειται τοῦ τοιοῦδε μάλιστ σημαντικὴ, καθάπερ ἔψην ἀρτίως. καὶ γοῦν ἐν τοῖς Ἀριθμοῖς, ὅτε τοὺς περὶ τῆς δαμάλεως τῆς πυῤῥᾶς ὡρίζετο νόμους, ἔφη του θεὸς πρὸς τὸν [*](Num. xix. 2.) ἱεροφάντην Μωυσέα “Αὕτη ἡ διαστολὴ τοῦ νόμου, ὅσα “συνέταξε Κύριος λέγων Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ [*](2. ἐν τῷ τόπῳ D. 3.ἄγιον pro ἅγια Edd. 6. θείῳ om. Syr. habet D. 16. ὑπετίθη Edd. 21. αὐτῶν prius om. D. 25. τῷ om. D. 27. τέθεται Β. 29. που assumptum ex D.)

103
“λαβέτωσαν πρὸς σὲ δάμαλιν πυῤῥὰν ἄμωμον.” ἀκούεις τὸ λαβέτωσαν;τουτέστι προσκομιζέτωσαν ἤτοι προσαγέτωσαν. [*](c) περὶ δέ γε τοῦ καθαρισθήσεσθαι μέλλοντος λεπροῦ, πάλιν ὧδέ φησι “Καὶ ἐξελεύσεται ὁ ἱερεὺς ἔξω τῆς παρεμβολῆς, [*](Lev.xiv. 3,4.) “καὶ ὄφεται ὁ ἱερεὺς, καὶ ἰδοὺ ἰᾶται ἠ ἁφὴ τῆς λέπρας ἀπὸ “τοῦ λεπροῦ. καὶ προστάξει ὁ ἱερεὺς καὶ λήψονται τῷ “κεκαθαρισμένῳ δύο ὀρνίθια ζῶντα καθαρά.” ὅταν τοίνυν καὶ ἐκὶ τῶν ἱερέων τὸ ληψονται λέγοι, νοοῖτ’ ἄν εἰκότως ἀντὶ τοῦ προσόισουσιν ἡ φωνή. ἐν καιρῷ τοιγαροῦν τῶν ἀδικιῶν, τῶν τοῦ λαοῦ δηλονότι, αὐτοὶ λήωονται, τουτέστι [*](d) προσοίσουσιν εἰς θυσίαν καὶ εἰς εὐοσμίαν θεῷ τὴ πνευματικὴν τὰς ἑαυτῶν ψυχὰς, ἀρθῶς δηλονότι πολιτευομενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεστουδακότες. ἱκανὸς γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ’οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ [*](e) τε καὶ ἱερέως. καὶ τοῦτο ἧν ἄρα τὸ, “Τὴν δόξαν αὐτῶν εἰς [*](Supra ver. 7.) “ἀτιμίαν θήσομαι.”

Καὶ ἐκδικήσω ἐπ’ αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.

Ὁδοὺς μὲν, ὡς ἔοικε, τὰς ὡς ἐν ἔργοις πορείας λέγει· διαβούλαι δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας [*](2. προσαγαγέτωσαν Edd. invitis B.D. 6.προστάξει] πράξει (sic) iid. 8. λέγῃ D. 9. τοίνυν D. 10.λήψονται αὐτοὶ inverso ordine D. 11. εἰς alt. assumptum ex D. 13.ἐννομωτάτην Β. ἐννομώτατον D. εὐνομωτάτην Edd. 16. καὶ νόμον ἠδικηκ. om. D. 18. ἀπόλεκτον D. ἱερὸν Edd. 19. ὁ alt. assumptum ex. B.D. b. 21. θήσμαι accessit ex B.D. b. 22,23. Sic B.D. Pro quibus, versum sequentem καὶ φάγονται —κατευθυνθῶσιν bis dant Edd. ἐπ’ αὐτοὺς—αὐτῶν—αὐτῶν—αὐτοῖς F. (22 al.) ἀδικίας pro ὁδοὺς Β. (sol.) 24. Hoc ὡς alt. accessit ex D. ὑποδηλοῖ pro λέγει D.)

104
ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλέσας τρίβον, [*](73 A. a) ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὄλων ἀτιμάσας θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ’ αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην. ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν ταντὶ ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, τῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον,οὔτ’ ἄν σοφὰ βουλεύσατιὸ ποτε, τὴν θείαν οὐκ ἔχων [*](b) ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν.

Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλγσθῶσιν· ἐπόρνευσαν καὶοὐ μὴ κατευθυνεὥσιν.