In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀκούσατε λόγον Κυρίου οἱ υἱοὶ Ἰσραήλ διότι κρίσις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν, διότι οὐκ ἔστιν ἀλήθεια οὐδὲ [*](b) ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία ἐκκέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ᾿ αἵμασι μίσγουσιν.

Ἀναγκαῖον ἡμᾶς διατρανοῦν ἐθέλοντας τῶν προκειμένων τὸν νοῦν, μονονουχὶ παλινάγρετα ποιεῖσθαι τὰ ἐν ἀρχαῖς, καὶ ὅλον ὥσπερ ἀναμηρύσασθαι τῆς προφητείας τὸν σκοπόν. [*](c) οὐκοῦν, ὡς ἔνι, καὶ ἐν βραχέσι συννενεγκὼν, ἐκεῖνό φημι. [*](Supra i. 2.) γέγονε μὲν γὰρ “ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.” διερμηνεύοντες δὲ τὰ τοιάδε, πρὸς τὸν μακάριον προφήτην Ὠσηὲ τοὺς παρὰ Θεοῦ γενέσθαι λόγους εἰκότως ἐλέγομεν, οἱονεὶ μυσταγωγοῦντος αὐτὸν, καὶ τὰ ἐσόμενα προαναφωνοῦντος διά τε τύπων καὶ λόγων. ταύτῃτοι παρελαμβάνετο μὲν ἐν ἀρχαῖς ἡ Γόμερ, ἔτικτε δὲ τόν τε Οὐ λαός μου, καὶ τὴν Οὐκ ἠλεημένην. εἶτα μετ᾿ ἐκείνην προσελήφθη δευτέρα [*](d) μοιχαλίς τε καὶ πονηρὰ, καὶ τὰ ἐφ᾿ ἑκάστῳ τούτων λεπτῶς τε καὶ ἀριβῶς ὁ προφήτης, ὡς ἔφην, ἐξεπαιδεύετο. ὡς οὖν ἀποχρῶσαν τοῦ μυστηρίου τὴν δύναμιν συναγηγερκὼς ἐν ἑαυτῷ, ἄρχεται λοιπὸν τοῖς ἐξ αἵματος Ἰσραὴλ προαναφωνεῖν τὰ μέλλοντα, καὶ τῆς ὅσον οὐδέπω παρεσομένης [*](1, 2. Sic D. τόμος τρίτος B. 3. οἱ assumptum ex D. (22. al.) διότι B. D. (Alex. XII.) sed cf. infra. ὅτι Edd. (Vat.) Statim οὐκ ἔστι add. D. 4. οὐδ᾿ Edd. Correxi ex D. 5. τῆς deest in Edd. 6. ἐκκέχυται B.D.F (42, 49 153, 233.) sed cf. infra 64 c, 65 c, 67 b. κέχυται Edd. 17. λαόν Aubertus. 20. ὠς ἔφην om. D. 22. ἀναφωνεῖν Edd.)

91
αὐτοῖς συμφορᾶς ἐναργῆ ποιεῖσθαι τὴν πρόφασιν, καὶ τὰ ἐφ᾿ οἷς λελύπηται Θεὸς, εὖ μέλα διατρανοῦν, ἵν᾿ εἰδεῖν οἱ κολαζόμενοι παθόντες ἐν δίκῃ τὰ ὅσαπερ ἂν συμβαίη παθεῖν [*](e) αὐτούς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι μὲν ὑπ᾿ ἐχθρῶν, εἰς γέλωτα δὲ προκεῖσθαι λοιπὸν τοῖς ἀρίστην ἔχουσι περὶ αὐτῶν τὴν δόξαν, καὶ τῶν ἄλλων ἁπάντων ἐθνῶν δυσαλώτατον ὑπάρχειν οἰομένοις τὸν Ἰσραὴλ, ἵνα μὴ νομίσειαν κατὰ σφᾶς αὐτοὺς τὴν ἐπαμύνουσάν τε καὶ σώζουσαν ἀτονῆσαι χεῖρα, μεταγινώσκοιεν δὲ μᾶλλον, ἕλοιντό τε πρὸς τὰ ἀμείνω παλινδρομεῖν, ἐννοοῦντες ὅτι προσκεκρούκασιν ἀμαθαίνοντες τῷ σώζειν εἰδότι, ταύτῃτοι καὶ πεπτώκασιν ὑπὸ θείαν ὀργὴν, ἀναγκαίως αὐτοῖς καὶ πρό γε τῶν ἔσεσθαι προσδοκωμένων προαπαγγέλλει τὰ ἐγκλήματα, καί φησιν [*](a 64 A.) Ἀκούσατε λόγον Κυρίου οἱ υἱοι Ἰσραὴλ ὅτι κρίστις τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. κρίνεται δὲ πρὸς ἀνθρώπους Θεὸς, ἐλέγχων, οὐ δικαζόμενος, καὶ παρατιθεὶς τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι γυμνὰ τὰ ἐγκλήματα, κατ᾿ ἐκεῖνό που τάχα τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Ἐλέγξω σε, [*](Ps. Xlix. 21.) “καὶ παραστήσω κατὰ πρόσωπόν σου” τὰς ἀνομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ᾿ ὡς ἐν ἐφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν [*](b) εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινόμενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ᾿ ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημένειεν [*](1. αὐτῆς (sic) D. 3. συμβαίνῃ D. 5. Περὶ assumptum ex B.D. 6. Δυσαλώτατον ὑπάρχ. οἰομ. Τὸν ἰσραὴλ et μὴ om. D. 7. Νομίσει ἂν D. 9. μεταγινώσκονεν] μεταγινώσκειν Edd. καὶ post τε add. Iid. 12. Θείαν om. D. ἔπεσθαι pro ἔσεσθαι D. 13. προσαπαγγέλλει Edd. 20. ἐπενηνέχθα] ἀπενηνέχθαι iid. ante Migne. Statim φάσκουσι D. 22. εἰώθασιν (sic) D. Statim ὡς D. καὶ Edd. 25. πολλὴν iid.)
92
[*](2 Tim.iii.3.c) ἂν τὸ μὴ εἶναι ἔλεος. ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ Φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις Φεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ὲπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχημένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν. εἴπερ εἰδέναι Φαμὲν αὐτὸν Φρονοῦντες ὀρθῶς τοὺς τοῖς θείοις αὐτοῦ Θελήμασιν ἐπομένους. προσπάγει δὲ τούτοις, ὅτι αρα καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ [*](d) αἵματα ἐφ’αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα λοιπὸν, οἱ περὶ ὦν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ’αἵμασι μίσγουσι Φησι. σημεῖον δ’ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκίνεσθαι τοῖς κακοπῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι τοὺς δεδρακότας. συνεχῆ δὲ ὥσπερ, καὶ ἀπάλληλον παρατετάσθαι τὴν ἀμαρτίαν.

[*](e)

Ἀλλὰ ταυτὶ μὲν εἰρήσθω πρὸς διασάφησιν τὴν προχειροτέραν. ἔοικε δὲ πάλιν ὁ μακάριος προφήτης μυστικωτέραν ποιεῖσθαι ἡμῖν τὴν ἀφήγησιν, καὶ καταιτιᾶσθαι τὸν Ἰσραὴλ ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἀγίους. κρισις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦντας τὴν γῆν.ἀνθ'ὅτου, καὶ ἐπὶ τίσιν;ἐπεφάνη γὰρ ἡμῖν ὁ [*](S. Matth.XV.24.) Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά Φησιν αὐτὸς, “εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ,” ἵνα [*](65 Α. a) Φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταὶς ἁμαρτίαις ἐνειλημμένους, συνάψῃ δἰ ἐαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ'οὐκ ἐδόκει Φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ. τὸν γὰρ ἐπὶ [*](5. μηδὲ] μὴ D. 6.Φρονοῦντος Εdd. kaὶ post ὀρθῶς add. iid. 14.σαφὴς D. Mox correxi ἀνοκωχὴν. Edebatur ἀνακωχὴν. 16 ἀλλεπάλληλον D. 19. ἔοικε—μυστικωτέραν om. D. 20. ἡμῖν ποιεῖσθαι inverso ordine D. 24. ὁ om. D. 27. ἀληθείας D. 28. ἐμβιβάσει D.)

93
τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ'ἐαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς [*](b) ἀπόδειξιν λόγων, ἀποχρώσης εἰς τοῦτο τῆς θεοπνεύστου γραφῆς ἄνω τε καὶ κάτω Χριστὸν ὀνομαζούσης ἡμῖν ἔλεος καὶ ἀλήθεια. ὅτι δέ ἐστι καὶ ἐπίγνωσις Θεοῦ, διαμάθοι τις ἄν καὶ λίαν ἀκονιτὶ, σαφέστατά τε καὶ ἐναργῶς διακεκραγότος αὐτοῦ, “Ὁ ἐωρακὼς ἐμὲ ἐώρακε τὸν Πατέρα.” Κρίσις [*](S. Joan. xiv.9.) τοίνυν τῷ Κυρίῳ, Φησὶν, πρὸς τοὺς κατοικοῦντας τὴν γῆν. δῆλον δὲ ὅτι τὴν τῶν Ἰουδαίων. ὅτι μὴ ἔστι παρ'αὐτοῖς ἡ [*](c) ἀλήθειά τε καὶ τὸ ἔλεος καὶ ἡ ἐπίγνωσις τοῦ Πατρός. κρίνεται μὲν οὖν πρὸς τοὺς τὰ τοιάδε μὴ ἔχοντας. διαπεφεύγασι δὲ τὸ κρίνεσθαι πρὸς αὐτὸν, ἤτοι πρὸς αὐτοῦ, τὴν πίστιν οἱ προστηκάμενοι. καὶ τοῦτο αὐτὸ σαφὲς ἂν γένοιτο, χριστοῦ λέγοντος πάλιν “Ἀμὴν ἀμὴν λέγω ὑμῖν Ὁ [*](Ιb. v. 24.) “πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὑκ “ἔρχεται.”