In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τί τοίνυν τὸ κεχυμένον ἐπὶ τῆς γῆς; ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία. καὶ αἴματα ἐφ' αἴμασι μίσγουσι. καὶ τίς ἡ ἀρά;καταλαλιὰ καὶ ὕβρις. διαλελοίπασι [*](d) γὰρ οὑδαμῶς τῶν Ἐβραίων οἱ δῆμοι περιυβρίζοντες τὸν Ἰησοῦν, ἀθύρῳ τε καὶ ἀχαλίνῳ γλώσσῃ κατεπεμβαίνοντες, ὥς ποτε μὲν Σαμαρείτην, ποτὲ δὲ μέθυσον [*](S. Joan. viii. 48, 41.) ἀποκαλεῖν, καὶ ἐκ πορνείας γεγεννημένον. ᾤοντο γὰρ κατὰ σφᾶς τὴν ἁγίαν μεμοιχεῦσθαι Παρθένον. οὐκοῦν ἡ ἀρὰ μὲν [*](S. Mstth. xi. 19.) ἐν τούτοις. κατεψεύδοντο δὲ καὶ τῆς δόξης αὐτοῦ, δαιμόνοιν [*](S.Joan. viii. 48.) ἔχειν λέγοντες αὐτὸν, καὶ ταῖς τοῦ Βεελζεβοὺλ δυνάμεσιν [*](e S. matth. xii. 24.) ἀπονέμοντες τὰς θεοσημίας. ὅτι δὲ καὶ μιαιφόνον ἐπ'αὐτῷ τὴν διάνοιαν ἐσχηκότες ἀλοῖεν ἂν, εἰδείη τις ἂν ἀπό γε τοῦ [*](S. Joan. viii. 59; x.31;xi.8.) [*](2 παρ']ὲν Εdd. 8. διακεκραγότος αὐτοῦ hoc ordineD. 11. δ'D. ὅτε pro ἔστι Edd. Statim παρὰ D. 21. τίD. Post ἀρὰ add. ἦ D. 24 σαμαρίτηνD. 25. γεγενημένον D. γεγενημένον Edd. 31. παρ'αὐτῆς D.)

94
[*](S. Luc.iv. 29.) ἀποκομισθῆναι δὲ καὶ μέχρις αὐτῆς ὁφρύος τοῦ ὄρους, ἵνα κατακρημνίζοιτο. καὶ οὐ μέχρι τούτων τὰ ἐγκλήματα. ἐκτετίμητο δὲ λίαν καὶ τὸ χρῆμα τῆς κλοπῆς. κατεμιςθοῦντο [*](S. Matth.xxvi.15) γὰρ ἐπ'αὐτῷ τὸν προδότην Ἰούδαν, τὸν αἰσχροκερδῆ [*](66 Α. a) καὶ κλεπτίστατον. μοιχοὶ δὲ ὥσπερ τινὲς ἀλιτήριοι γεγονότες οἱ Φαρισαῖοι τῆς τῶν Ἰουδαίων Συναγωγῆς, ἀπεσόβουν μὲν αὐτῆς τὸν ἐξ οὐρανοῦ νυμφίον, τουτέστι Χριστόν. συνεπόρνευον δὲ, ταῖς ἰδίαις ἡδοναῖς ὑπηρετεῖν ἀναπείθοντες. ἔμισγον δὲ καὶ ἐφ' αἵμασιν αἵματα. πῶς, ἢ τίνα τρόπον; ἀπεκτονότες γὰρ τοὺς ἁγίους προφήτας, καὶ αὐτὸν ἐκείνοις προσέθεσαν τὸν τῶν προφητῶν Δεσπότην. καὶ γοῦν ὁ [*](b) μακάροις Στέφανος ἐν ταῖς τῶν ἀποστόλων πράξεσι δικαίως [*](Acta SS.Ap.vii.52.) αὐτοῖς ὀνειδίχει λέγων “Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν “οἱ πατέρες ὑμῶν;καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας “περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὖ νῦν ὑμεῖς προδόται καὶ “Φονεῖς ἐγένεσθε.” ἀλλὰ καὶ ὁ Σωτὴρ τοῖς φαρισαίοις [*](S Matth. xxiii. 32.) “ὑμεῖς πληρώστε τὸ μέτρον τῶν πατέρων ὑμῶν.”

Διὰ τοῦτο πενήσει ἡ Γῆ, καὶ σμικρυνθήσεται σὺν πᾶσι τοῖς [*](c) κατοικοῦσιν αὐτὴν, σὺν τοῖς θηρίοις τοῦ ἀΓροῦ καὶ σὺν τοῖς ἑρπετοῖς τῆς Γῆς καὶ σὺν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ οἱ [*](4) ἱχθύες τῆς θαλάσσης ἐκλείψουσιν, ὅπως μηδεὶς μήτε δικάζηται μήτε ἐλέΓχῃ μηδείς.

Ἐπειδὴ γὰρ φησι τὸν οὕτω θεοστυγῆ καὶ παγχάλεπον διεζήκασι βίον, τὸν δυσσεβῆ καὶ ἐξήνιον, πεφρονήκασί τε καὶ δεδράκασιν ἃ μὴ θέμις, ἐμπαροινοῦντες Θεῷ. ταύτῃτοι, καὶ [*](d) oἱονεὶ τῆς γῆς. καταθῃωθήσεται γὰρ αὕτη, καὶ μεταμείψει [*](3. ἐκτετίμηντο Edd. 4.τὸν προδότην ἰούδαν ἐπ'αὐτῷ inverso ordine D. 6. τῶν assumptum ex D. 11. τὸν om.D. 13. αὐτοῖς]αὐτοὺς D. 16. Φαρισσαίοις D. 24. Φησὶ τὸν οὕτω hoc ordine D. 25. δὲ pro τε D. 27. πενθήσης (sic) Εδδ. 28. δὲ pro γὰρ D.)

95
τὸ σχῆμα, καὶ ἀτερπῆ Φορέσει τὴν ὅψιν, πόλεων μὲν ἐμπεπρησμένων, οἴκων δὲ κατασεσεισμένων, καὶ ἀγρῶν ἐκκεκομμένων. συνδιακείσονται δὲ τῇ γῇ καὶ οἱ κάτοικοι, συνολοφυρόμενοί τε καὶ συνομώζοντες. πενθήσουσι γὰρ καὶ αὐτοὶ, τουτέστιν, ἀπάσης εὐθυμίας καὶ εὐημερίας ἀποτάτω γενήσονται. τίνες δὲ οἱ κάτοικοι;θῆρες τε καὶ ἑρπετὰ, καὶ πρὸς γε τοῦτοις τὰ διιπτάμενα. καὶ οὐ δήπου νομιοῦμεν, εἴγε συνίεμεν ὁρθῶς, ὅτι θηρῶν ἀγρίων, ἥγουν ἐρπετῶν, ἢ [*](e) πτηνῶν ὁ προφητικὸς ἡμῖν κατακέκραγε λόγος. εὔηθες γὰρ παντελῶς, καὶἁσυνεσίας ἔμπλεον τὸ τῇδε νοεῖν. οἰόμεθα γὰρ μᾶλλον, ὀρθὰ Φρονεῖν ἐγνωκότες, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοὺς τῶν Ἰουδαίων ἐξομοιοῦσθαι τρόπους. καὶ διὰ μὲν τῶν θηρίων τοὺς δυνατωτάτους καὶ ἐκδειματοῦν ἐτέρους ἰκανῶς ἔχοντας, τοὺς ἀγρίους καὶ ἐπελευστικοὺς, καὶ μιαιφονεῖν εἰωθότας, καὶ πολὺ λίαν ἔχοντας τὸ ἀνήμερον ὑπεμφήνειεν ἂν ὁ λόγος. διὰ δέ γε τῶν ἑρπετῶν τοὺς ἄκρως ἐξησκημένους [*](a 67 A.) τὸ πικρὸν ἐν τρόποις, καὶ εἰς λῆξιν τῆς ὅλης ἤδη ἥκοντας πονηρίας. οὕτω γὰρ που καὶ ὁ σοφὸς Ἰωάννης τὴν μοχθηροτάτην τῶν φαρισαίων καὶ γραμματέων ἤλεχε πληθὺν, ἐπιβοῶν τε καὶ λέγων “ὅφεις γεννήματα ἐχιδνῶν.” διὰ δέ [*](S. Matth.iii. 7.) γε τῶν πετεινῶν εὖ μάλα συνήσεις τοὺς ἐτοίμως ἀνεπτοημένους [*](Cf. xxiii. 33.) εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, εἴτ'οὖν τὴν ἐπάρατον νοσοῦντας ὑπεροψίαν, καὶ ἄνω που Φέρεσθαι καὶ ὑψηλὰ Φρονεῖν εἰωθότας. ἔοικε δὲ καὶ ἰχθύας ἀποκαλεῖν τοὺς συρφετώδεις καὶ ἀγελαίους, τοὺς ταῖς τοῦ βίου Φροντίσι [*](b) βεβαπτισμένους, καὶ ὑποβρύχιον ὥσπερ ἔχοντας νοῦν, τοὺς ἀφώνους καὶ ἀλογωτάτους. ἀφωνότατον γὰρ τῶν ἰχθύων τὸ χρῆμα. καὶ καθ'ἔτερον δὲ τρόπον, τοὺς οἶον καταπίνοντας τοὺς ἀσθενεστέρους. ἀλληλοφαγία γὰρ μάλιστα παρὰ τοῖς ἱχθῦσι τετίμηται. πενθήσει τοίνυν φησὶν ἡ γῆ τοῖς κατοι- [*](1. τῇ ὄψει D. 3. συνδισθήσονται(sic) pro συνδιακείσονται D. Statim δὲ assumptum ex B. D. 13. δυνατωτέρους D. 14 ἐπελευστικὰ D. 17. ἐν τρόποις D. εἰς τρόπους Edd. 19 γραμματεῖς καὶ φαρ. inverso ordine D. πονηρίαν pro πληθὺν D. 23 νοσοῦντας om. D. 24. oἰομένους pro εἰωθότας D. 28. ἕτερον—ἢ καθ' (68 e.) om. D.)
96
koῦσιν ὁμοῦ. καὶ τίς ἡ τοῦδε πρόφασις;ὅπως μηδεὶς μήτε [*](Supra ver.2.) δικάζηται, μήτε ἐλέγχῃ μηδείς. ἐπειδὴ γὰρ ἀρὰ ψεῦδος, κλοπή τε καὶ Φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ [*](c) αἴματα ἐφ' αἵμασι μίσγουσι, ταύτη τοι πενθήσει καὶ ἀργήσει λοιπὸν ψεῦδος καὶ ἀπάτη καὶ συκοφαντία. ἐποιμώζοντες γὰρ τοῖς παρ'ἐλπίδα συμβεβηκόσι, καὶ τὴν ἐν χειρὶ κλαίοντες συφορὰν, καὶ οὐχ ἐκόντες ἀφέζονται τῶν τοιούτων πλημμελημάτων. τὸ γὰρ τοι δικάζεσθαι καὶ ἐλέγχειν, εἴη ἂν ἕτερον οὐδὲν, καθάπερ ἐγῷμαι, πλὴν ὅτι τὸ κατηγορεῖν καὶ καταψηφόζεσθαί τινων, ἤτοι ψευδομαρτυρεῖν. τοῦτό τοι καὶ ἔτερος ἡμῖν τῶν ἀγίων προφητῶν τῶν ἐξ αἴματος Ἰσραὴλ [*](Mic. vii. d. 1,2.) κατεκεκράγει λέγων, “Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς “ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὑς ἔστι. πάντες “εἴς αἵματα δικάζονται, ἔκαστος τὸν πλησίον αὐτοῦ ἐκθλί “βουσιν ἐκθλιβῇ.”