In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυςίς οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραήλ καὶ ἐκζητήσουσιν Κύριον τὸν [*](d) Θεόν αὐτῶν καὶ Δαυεὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν.

Σαφὴς καὶ ἀναμφιλόγως ἔχουσα λοιπὸν, ὡς ἔνγε δὴ τούτοις, ἡ δήλωσις τοῦ τὴν μοιχαλίδα παρειλῆφθαι, καὶ οἴκοι μένειν ἡμέρας πολλὰς, ἄχρις ἂν ὁ προφήτης ἐπ᾿ αὐτῇ γένοιτο· γέγραπται γὰρ ὡδί· ὑποτύπωσις δὲ τὸ δρώμενον ἦν τοῦ κατὰ καιροὺς ὑπάρξειν μέλλοντος τῇ μεμοιχευμένῃ τῶν Ἰουδαίων Συναγωγῇ. ἐπεδὴ γὰρ ἐθελοντὴς τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπομεμένηκε σταυρὸν ὁ Κύριος ἡμῶν [*](e) Ἰησοῦς ὁ Χριστὸς, ἐμπαρινηςάντων αὐτῷ τῶν ἐξ Ἰσραὴλ, τότε δὴ τότε καταδῃωθείσης αὐτοῖς τῆς χώρας ᾤχοντο μὲν [*](4. Haec ὁ οἶνος accesserunt ex B. D. 6. βλέψατε D. 8. ὁρῶντα D. πεπαχυσμένην D. 11. καθίσονται D. (22 al.) 12. ὄντος om. D. Cf. infra 68 c. οὐκ B. D. (Alex.) οὐδὲ Edd. (Vat.) 13. Οὔτε ἱερατείας οὔτε δήλων] Sic B. D. cf. 68 d. In Es. 10 e. οὐδὲ ἱ. ούδὲ δ. Edd. (A. V.) 14. ἐκζητήσουσιν B. F. ἐκζητήσωσι D. ἐπιζ. Edd. (A. V.) 16. ἐσχάτου F. (XII.) cf. De Ad. 59 b. (Mss.) In Es. 10 e. ἐσχάτων Edd. (A.V) 21. γέηται D. 25. ὁ assumptum ex B. 26. αὐτοῖς] αὐτῆς D.)

88
[*](Ezech. v. 10) ὥσπερ εἰς πάντα ἄνεμον· ἄπρακτοι δὲ καὶ εἰς δεῦρο περὶ τὸν νόμον εἰσὶν, ἐμπεπρησμένου μὲν τοῦ ἐν τοῖς Ἱεροσολύμοις ὄντος ναοῦ, περιῃρημένου τε τοῦ θυσιαστηρίου, καὶ ἀνῌρημένης θυσίας, καὶ ἀργούσης ἱερωσύνης, καὶ δήλων οὐχ [*](62 A. a) ὁρωμένων. οὐ γὰρ ὄντος ἀρχιερέως ἱεροπρεπῶς ἐσταλμένου κατὰ τὸν νόμον, πῶς ἦν ἔτι δήλους ἰδεῖν; τί δὲ καὶ οἱ δῆλοι νομισθεῖεν ἂν, οἶδε μὲν ἴσως ὁ φιλομαθὴς, ὑπομνῆσαι δὲ διὰ βραχέων οὐκ ἀκερδές.

Ὅτε τὰ εἰς κόσμον τοῦ ἀρχιερέως γενέσθαι προστέταχεν ὁ τῶν ὅλων Θεὸς, τότε πρὸς τὸν ἱερὸν ἔφη Μωυσέα [*](Exod. Xxviii. 15, 16.) “Καὶ ποιήσεις λόγιον κρίσεως ἔργον ὑφαντοῦ, σπιθαμῆς “τὸ μῆκος, καὶ σπιθαμῆς τὸ εὖρος· τετράγωνος ἔσται.” εἶτα προστέταχεν ἐξ ὀνόματος τῶν φυλῶν δυοκαίδεκα [*](Ib. 9, 10 b) τῷ τεχνιτεύματι σοφῶς καὶ ἐντέχνως ὑφαίνεσθαι λίθους· δύο γεμὴν ἑτέρους μεταξὺ τῶν ἄλλων, οἷς ἦν ὀνόματα, [*](Ib. 26.) ἡ δήλωσις καὶ ἡ ἀλήθεια. εἶτα τοῦτο τὸ λόγιον τῆς [*](Ib. 24. 5.) κρίσεως ἐκ τῆς ἐπωμίδος χρυσαῖς ἀπῃώρητο σειραῖς· ἐπενήχετό [*](Ib. 26.) τε τῷ στέρνῳ τοῦ ἀρχιερέως, καὶ ἦσαν εἰς τύπον [*](S. Joan. xv. 15.) τοῦ Ἐμμανουὴλ ἡ δήλωσις καὶ ἡ ἀλήθεια. πάντα γὰρ ἃ ἤκουσε παρὰ τοῦ Πατρὸς, ἀπήγγειλεν ἡμῖν. καὶ δεδήλωκε τὸ θέλημα τοῦ γεννήσαντος αὐτὸν· καὶ κατέστησεν ἐναργῆ τῆς σωτηρίας τὴν ὁδόν. ὅτι δὲ ἐστὶ καὶ [*](c) ἀλήθεια, πῶς ἂν ἐνδοιάσειέ τις, αὐτοῦ λέγοντος ἐναργῶς [*](Ib. xiv. 6.) “Ἐγώ εἰμι ἡ ἀλήθεια;” διὰ τοῦτο καὶ αὐτῇ τῇ τοῦ ἀρχιερέως ἐπεκρέματο καρδίᾳ, μονονουχὶ βοῶντος τοῦ τύπου καὶ ἀναφανδὸν ἀνακεκραγότος, ὅτι τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, τὴν ἀλήθειαν καὶ τὴν δήλωσιν, εἰς νοῦν καὶ καρδίαν τὸ ἱερὸν ἕξει γένος. ἤγουν ὅτι πᾶσά πως ἀνάγκη, τοὺς ἱερουργοὺς ἀεὶ μεμνῆσθαι Χριστοῦ, καὶ ἐνοικοῦντα φέρειν διὰ τοῦ Πνεύματος· οἶκος δὲ αὐτοῦ νοῦς καθαρὸς, [*](5. ἱεροπρεποῦ D. 7. ἴση (sic) D. 13. Προστέταχεν] + ὁ τῶν ὅλων Θεὸς τότε πρὸς τὸν ἱερὸν (sic) e supra D. 14. Τεχνιτεύματι D. τεχνητεύματι Edd. καὶ assumptum ex D. 14. Τεχνιτεύματι D. τεχνητεύματι Edd. καὶ assumptum ex D. 20. ἃ om. D. 24. aὐτὸ D. 25. ἐπεκρέματο D. ἀπεκρ. Edd. 26. τῶν om. D. 28. τῶν ἱερέων Pro τὸ ἰερὸν D.)

89
καὶ καρδία διεσμηγμένη. Καθεδοῦνται δὴ οὖν ἡμέρας πολλὰς οἱ υἱοὶ Ἰσραήλ φησι βασιλέως οὐκ ὄντος οὐδὲ ἄρχοντος, [*](d) τουτέστιν ἀβαςίλευτοι καὶ ἀνεπίστητοι. οὔτε γὰρ βασιλεύσουσιν οἱ ἐκ φυλῆς Ἰούδα, οὔτε μὴν οἱ κατὰ νόμον προεδρεύσουσιν ἄρχοντες, τουτέστιν, οἱ ἱερεῖς. ἀλλ᾿ οὐδὲ ἔσται φηςὶ θυσιαστήριον ἢ θυσία, ἱερωσύνη τε καὶ δῆλοι. πλὴν οὐκ ἐν τούτοις διαπαντὸς, οὐδὲ ἀπόπεμπτος ὁλοτρόπως ὁ Ἰσραὴλ ἔσται· κεκλήσεται γὰρ κατὰ καιροὺς, καὶ ἐπιστρέψει διὰ πίστεως, καὶ ἐπιγνώσεται τὸν τῶν ὅλων Θεὸν, καὶ οὺν αὐτῷ τὸν Δαυεὶδ, τουτέστι, τὸν ἐκ σπέρματος [*](e) Δαυεὶδ τὸ κατὰ σάρκα Χριστὸν, τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον. τότε δὴ τότε καὶ καταπλαγήσονται τῆς φιλοτιμίας τὸ μέγεθος, καὶ τὴν ἡμερότητος ἀμέτρητον χάριν. Συμμεθέξουσι γὰρ τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης ἐλπίδος, καὶ ταῖς τῶν πεπιστευκότων ἀγέλαις ἀναμὶξ, ἐν νομῇ ἀγαθῇ Cf. [*](Ezek. xxxiv. 14.) καὶ ἐν τόπῳ πίονι νεμηθήσονται. καιρὸς γὰρ αὐτοῖς τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος ὁ τελευταῖος καὶ ἐν ἐσχάτοις, καὶ ἐν Χριστῷ, δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ Θεῷ καὶ [*](a 63 A.) Πατρὶ ἡ δόξα σὺν τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν [*](20) αἰώνων, Ἀμήν.

[*](3. ἀνεπίστητοι B. D. ἀνεπίστευτοι Edd. βασιλεύουσιν. D. 5. προεδρεύσυσιν D. οἱ om. D. 10. ὁπέρματος] + τοῦ D. 11. τὸν pro τὸ Edd. 12. καὶ alt. assumptum ex D.)