In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

καὶ ἐμισθωσάμην ἐμαυτῷ πεντεκαίδεκα ἀφζυρίου καὶ ζομὸρ κριθῶν καὶ νέβελ οἴνου, καὶ εἶπα πρὸν αὐτήν ἡμέρας πολλὰς καθήσῃ ἐπ᾿ ἐμοί, καὶ οὐ μὴ πορνεύσῆς οὐδ᾿ οὐ μὴ ζένῆ ἀνδρὶ ἑτέρῳ, καὶ ἐζὼ ἐπὶ σοί.

Καταμισθοῦται μὲν οὖν τὸ γύναιον ὁ προφήτης, καθίζει [*](c) δὲ οἴκοι, καὶ τῆς ἐν ἔθει φαυλότητος ἀποσχέσθαι κελεύει, καὶ τῶν τῆς μοιχείας καταλῆξαι μολυσμῶν· ἐπαγγέλλεταί γε μὴν σωφρονεῖν ἑλομένῃ καὶ εἰς αὐτὸν μόνον ᾑρημένῃ ὁρᾶν, ἐπ᾿ αὐτῇ καὶ αὐτὸς ἔσεσθαι, τουτέστιν, οἰκειώσασθαι [*](Gen. ii. 24.) γαμικῶς, καὶ ἓν ἔσεσθαι πρὸς αὐτὴν, “Ἔσονται γάρ φησιν “οἱ δύο εἰς σάρκα μίαν.” καὶ τί τὸ αἴνιγμα; τὴν τῶν Ἰουδαίων πληθὺν, τὴν ἀπειθῆ καὶ κυριοκτόνον, τὴν μοιχαλίδα καὶ βέβηλον μετὰ τὸ ἀναφοιτῆσαι χριοτὸν εἰς τοὺς οὐρανοὺς καθίζει Θεὸς, ἄνανδρον μέν· πλὴν εἰ μὴ πορνεύσειεν ἔτι, [*](d) τουτέστιν, εἰ μὴ βαδίζοι πάλιν πρὸς τὸ δεῖν ἑλέσθαι τιμᾶν θεοὺς ἀλλοτρίους, ἑαυτῷ συνάψειν κατὰ καιροὺς ἐπαγγέλλεται, τῆς τῶν ἐθνῶν δηλονότι πληθύος προεισκεκριμένης. τέθειντο γὰρ εἰς νῶτον οἱ ἐξ Ἰσραήλ, τουτέστι, παρακολύθημα καὶ ὀπίσω καὶ ἐν τοῖς ἐσχάτοις. ἐπιτήρει δὲ, ὅπως σύνοδος μὲν γαμικὴ τῷ προφήτῃ πρὸς τὴν μοιχαλίδα καὶ πονηρὰν οὐ γέγονεν ὅλως, ὑπόσχεσις δὲ τοῦ πράγματος μετὰ πολλὰς ἡημέρας, εἰ μὴ ἀνδρὶ γένοιτο πάλιν ἑτέρῳ, τουτέστιν, εἰ ἀπόσχοιτο τῶν τῆς νοητῆς πορνείας ἐγκλημάτων [*](e) καὶ μολυσμῶν. εἰσδέξεται γὰρ, ὡς ἔφην, κατὰ καιρεύς τὴν μοιχαλίδα πληθὺν ὁ ἐξ οὐρανοῦ νυμθίος οὐ λατρεύσασαν [*](1. Haec καὶ μάρτυς ἡ πεῖρα accesserunt ex D. 3. ἐμισθευσάμην F. Edd. ἀργυρίου B.D. (A. V.) ἀργυρίοις Edd. (Co.) ἀργυρίους Migne. 4. καθίσῃ D. (49. al.) 5. οὐδ᾿ οὐ B.D.F. (26. al.) οὐδὲ Edd. (A.V.) 10. ἑλομένῃ D. ᾑργυρίου Edd. μόνον ᾑρημένῃ ὁρᾶν D. ὁρώσῃ μόνον Edd. 15. οὐρανοὺς D. Edebatur ἀνθρώπους. 25. εἰ om. D. 27. ὁ assumptum ex B.D.)

85
εἰδώλοις. μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, μόνοις ἐστὶ τοῖς διὰ Μωυσέως προσκείμενος νόμοις ὁ Ἰσραὴλ σαθρῶς μέντοι λίαν καὶ κατημελημένως, πλὴν οὐκ ἀπονένευκεν εἰς τὸ ἑλέσθαι τιμᾶν τὰς τῶν δαιμονίων ψευδολατρείας. ἀλλὰ τίς ὁ τρόπος τῆς ζωῆς τῇ μεμοιχευμένῃ καὶ περιμενούσῃ [*](a 60 A.) κατὰ καιροὺς τοῦ προφήτου τὴν κοινωνίαν; ἢ ποῖα γέγονεν αὐτῇ τὰ μισθώματ; πεντεκαίδεκά φησιν ἀργυρίου καὶ γομὸρ κριθῶν καὶ νέβελ οἴνου. διατετέλεκε γὰρ ὁ Ἰσραὴλ τὸν μεταξὺ τῆς ἐσχάτης αὐτοῦ κλήσεως χρόνον, ἀδοκίμῳ τρεφόμενος λόγῳ, καὶ διδασκαλίαις προσέχων ταῖς μυθικαῖς καὶ γραοπρεπέσιν ἀληθῶς ταῖς τῶν ἰδίων καθηγητῶν· γέγονε δὲ αὐτῷ κτηνοπρεπὴς ὁ βίος, καὶ ὁ νοῦς ἐν μέθῃ καὶ σκότῳ. τύπος δ᾿ ἂν εἴη καὶ μάλα σαφὴς, λόγου μὲν διδασκαλικοῦ [*](b) εἰρημένον, “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,” καὶ κατὰ τὴν τοῦ [*](Es. i. 22.) Σωτῆρος φωνὴν τῷ πονηρῷ καὶ ὀκνηρῷ δούλῳ δικαίως ἐπιτιμῶντος καὶ λέγοντος “Ἔδει σε βαλεῖν τὸ ἀργύριόν [*](S. Matth. xxv. 27.) “μου τοῖς τραπεζίταις.” οὐκοῦν τὸ ἀργύριον εἰς τὸν τῶν διδασκόντων ἐκδέξῃ λόγον.

Εἰ δὲ δή τις ἕλοιτο καὶ εἰς αὐτὸν τὸν διὰ Μωυσέως ἀνοίσειν νόμον, πεντεκαίδεκα εἶναι φήσει, ἢ ὅτι τέλειός τε ὁμοῦ καὶ ἀτελὴς ὁ νόμος· καὶ τέλειος μὲν, εἰ νοοῖτο πνευματικῶς· λαλεῖ [*](c) γὰρ ἡμῖν τοῦ χριστοῦ μυστήριον· ἀτελὴς δὲ αὖ, εἰ μέχρις ἴοι τοῦ γράμματος τῶν παιδαγωγουμένων ὁ νοῦς. οἱονεὶ γάρ πως ἐν ἡμίσει γνώσεως τῆς ἱστορίας τὸ πάχος. σύμβολον δὲ τελειότητος ὁ δέκα ἐστὶν ἀριθμὸς, παντέλειος ὢν, κατά γε τὸ [*](S. Luc. xix. 17. S. Matth. xxv. 15.) “Ἔσο ἐπάνω δέκα πόλεων,” καὶ τὸ “Ὧ μὲν ἔδωκε δέκα τά- “λαντα·” τοῦ δὲ μὴ οὕτως ἔχοντος, νοοῖτ᾿ ἂν ὁ πέντε· καὶ γὰρ, ὡς ἔφην, ἐν ἡμίσει τῶν δέκα. ἢ καὶ καθ᾿ ἕτερον τρόπον τοῖς [*](2. Hoc ἐστὶ accessit ex D. Statim τῆς Edd. ante Migne. προκείμενος (sic) D. 3. μέντοι D. μὲν B. μὲν γὰρ Edd. 4. δαιμόνων D. 5. περιμενοῦσι (sic) D. 6. τὴν τοῦ προφ. inverso ordine D. 7. ἀργυρίου D. ἀργύρια B. Edd. 10. προσέχων om. D. 11. πραοπρεπέσιν Edd. ante Migne. ἰδίως Edd. 18. Hoc εἰς accessit ex D. Statim τὸ Edd. 26. δὲ pro ὤν D. γε assumptum ex D. 27. ἔσο om. D. τῷ pro ᾧ Edd. δέκα] Sic edid ex D. πέντε B. Edd.)

86
[*](d) εἰρημένοις προσβαλεῖς. ὁ δέκα καὶ πέντε ἀριθμὸς περιεκτικός ἐστι τῶν ἑπτὰ, καὶ μέντοι καὶ τῶν ὀκτώ. σημαίνεται δέ πως ἀεὶ παρά γε τῇ θεοπνεύστῳ γραφῇ, διὰ μὲν τοῦ ἑπτὰ σύμπας ὁ τοῦ νόμου καιρὸς μέχρι τῶν ἁγίων προφητῶν, διὰ τὸν ἐν ἑβδόμῃ σαββατισμὸν, διὰ δὲ τοῦ ὀκτὼ πάλιν ὁ τῆς νέας διαθήκης, καθ᾿ ἢν ἡ ἀνάστασις τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γενομένη κατὰ τὴν ὀγδόην. καὶ τοῦτο οἶμαι δηλοῦν [*](Eecles. xi. 2.) τὸ αἰνιγματωδῶς εἰρημένον, “Δὸς μερίδα τοῖς ἑπτὰ, καί γε “τοῖς ὀκτώ,” τουτέστι τόπον ἐχέτωσαν παρὰ σοὶ, νόμος τε [*](e) καὶ οἱ μετ᾿ αὐτὸν προφῆται, τὸν ἐν ἑβδόμῃ τιμῶντες σαββατισμόν· ἐχέτωσαν δὲ καὶ οἱ ὀκτὼ, τουτέστιν οἱ μετὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν Ἀπόστολί τε καὶ Εὐαγγελισταί. συμβαίνει δὲ τούτῳ καὶ τὸ διὰ φωνῆς προφήτου [*](Mic. v. 5.) πλαγίως ὑποδηλούμενον, “Καὶ ἐγερθήσονται ἐπ᾿ αὐτὸν ἑπτὰ “ποιμένες, καὶ ὀκτὼ δήγματα ἀνθρώπων.” ἐπιλάμψαντος γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡμῶν χριστοῦ, κατεξανέστησαν τρόπον τινὰ τοῦ παραλύσαντος ἡμᾶς σατανᾶ νομικά τε [*](61 A. a) καὶ προφητικὰ κηρύγματα, ἡ ἀποστολική τε παίδευσις. διὰ γάρ τοι τούτων κατεδήχθη τρόπον τινὰ καὶ σεσύληται. καὶ [*](S. Matth. xii. 29.) κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν διηρπάσθη τὰ σκεύη αὐτοῦ, τῆς ὑπ᾿ αὐτῷ δουλείας ἐκπεφοιτηκότων τῶν πεπλανημένων ποτὲ, καὶ τὸν φύσει καὶ ἀληθῶς θεὸν καὶ τῶν ὅλων δεσπότην ἐπεγνωκότων. οὐκοῦν ἐπανέστησαν μὲν αὐτῷ “ποιμένες ἐπιδημίας, καὶ οἱ μετὰ τὴν ὀγδόην, διὰ νομικῶν τε καὶ νέων [*](b) γραμμάτων καλοῦντες εἰς σωτηρίαν τοὺς πετλανημένους. Διατετέλεκε τοίνυν ὁ Ἰσραὴλ, ὡς ἔφην, ταῖς ἀδοκίμοις τῶν ἰδίων διδασκάλων φωναῖς, ἤτοι ψιλῷ τῷ νομικῷ τρεφόμενος γράμματι, καίτοι περιέχοντι καὶ τὰ τῆς ὀγδόης, τουτέστι, τὰ [*](3. γε assumptum ex D. 5. διὰ] ἐπὶ Edd. 6. Σωτῆρος] Κυρίου iid. Ἰησοῦ om. D. 9. νόμον pro τόπον D. 13. συμβαίνει δὲ τούτῳ B. συμβ. δὲ τοῦτο Edd. σημαίνει δὲ τοῦτο D. τοῦ post φωνῆς add. Edd. 16. ἡμῶν] + Ἰησοῦ iid. invitis B.D. 18. ἡ assumptum ex D. 21. ὑπ᾿ οὐτῶν (sic) D. ἐκπεφυκότων D. 23. αὐτοῦ D. 24. καὶ ὀκτὼ δήγματα ἀνθρώπων om. B.D. 29. καίτι D.)
87
Χριστοῦ μυστήρια. ὅτι δὲ καὶ κτηνοπρεπὴς ὁ βίος αὐτῷ, καὶ πρὸς μόνα τὰ σαρκικὰ διανένευκεν, ὑποφήνειεν ἂν εὗ μάλα, τὸ κριθὴν δεδόσθαι τῇ μοιχαλίδι πρὸς τροφήν. κτηνοπρεπὲς γὰρ τὸ ἔδεσμα, μέθης δ᾿ ἂν γένοιτο σημεῖον ὁ οἶνος. εἴρηται δὲ πρὸς αὐτοὺς, “Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνὴτε· [*](c Es. Vi. 9.) “καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε.” ταῦτα δέ ἐστι Μεθυόντων πάθη, καὶ κραιπαλούντων ἐγκλήματα, τὸ μήτε ὁρᾶν ὁρῶντας, μήτε ἀκούοντας συνιέναι δύνασθαί τι· πεπαχυμένην δὲ ὥσπερ, καὶ πωρώσεως μεμεστωμένην τὴν διάνοιαν ἔχειν.