In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τί τὸ χρῆμα πάλιν, ἢ τί τὸ μυστήριον, ἀναμαθεῖν ἀναγκαῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ [*](e) [*](1 πρὸς θερισμὸν ἤδη hoc ordine D. Haec καὶ συνάγει κ. εἰς ζωὴν αἰώνιον et αὖ ἐν ἑτέροις· ὁ μὲν accesserunt ex B. D. 6. Haec Ἰησοῦ Χριστοῦ accesserunt ex D. 7. κεχρημάτικέ τε] καὶ κεχρημάτικε τὸ Edd. 10. Θεὸν] δεσπότην D. 17. δι᾿ ἐαυτοῦ τε (sic) D. 19. σοφὸς assumptum ex D. 20 καὶ ὁ pro ὁ δὲ D. καὶ om. D. 23. μοιχαλίδα F. μοιχαλὶν B. Edd.)

82
καταθρῆσαι λεπτομερῶς, μετὰ γάρ τοι τὴν πρώτην, τὴν μαχλάδα καὶ σεσοβημένην, ἕτερον τῷ προφήτῃ γύναιον εἰσκρίνεται, τοῖς τῆς μοιχείας ἐγκλήμασιν ἐνεχόμενον. καὶ τίς ὁ λόγος; ἡ μὲν γὰρ τῶν Ἰουδαίων πληθὺς, ἡ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἅτε δὴ καὶ ἀφυλακτότερον καὶ μάλα ἑτοίμως ἰοῦσα πρὸς πλάνησιν, καὶ δαμάλεσι μὲν λατρεύουσα ταῖς χρυσαῖς, προσκυνοῦσα δὲ καὶ θύουσα τῷ [*](58 Α. a) Βάαλ, ἤτοι τῷ Βεελφεγὼρ, πόρνῃ παρεικάζοιτο, καὶ λίαν εἰκότως, οἱονείπως ἐκκειμένη παντὶ πονηρῷ καὶ ἀκαθάρτῳ πνεύματι, τὰς ἰδίας ἡδονὰς ἀποπληροῦν ἐθέλοντι· προσεδέχοντο γὰρ καὶ τῶν περιοίκων καὶ ὁμοχώρων ἐθνῶν τὰ σεβάσματα, κατὰ τὸ ἑκάστῳ δοκοῦν, ἀνοσίως καὶ ἀβασανίστως. ἀλλ᾿ ἐκείνη μὲν ὡς ἑτοίμως ἰοῦσα πρὸς ἀπόστασιν ἐκολάζετο δικαίως, πεμπομένη πρὸς αἰχμαλωσίαν καὶ ὑπὸ πόδας πίπτουσα τῶν ἐχθρῶν· καθίστη γε μὴν ἐναργὲς τῷ προφήτῃ Θεὸς?, ὅτι κατὰ τὸν καιρὸν τῆς [*](Supra b i. II.) τοῦ Ἰεσράελ ἡμέρας, τῆς ὡς ἀληθῶς μεγάλης, ἀναβήσονται ἐκ τῆς γῆς, τουτέστι, τῆς τῶν ἀλλοφύλων άποδραμοῦνται χώρας, τοῦτο δὲ ἦν αἰνιγματωδῶς ὑποφῆναι πάλιν, ὅτι πεπαύσονται τοῦ εἶναι ξένοι καὶ ἐπήλυτοι, μᾶλλον δὲ δορίληπτοι, καὶ τὴν ἀλλοτρίαν οἰκοῦντες οὐκ ἐλευθέρως. ἐκήρυσσε γὰρ ὁ Σωτὴρ “αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς “ἀνάβλεψιν,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅτι δὲ καὶ εἰσδεχθήσονται διὰ πίστεως ἐν ἐλέει καὶ οἰκτιρμοῖς, κεκλήσονταί [*](C) τε λαὸς θεοῦ, καὶ μὴν καὶ ἠλεημένοι, διαμεμήνυκεν ἐναργῶς. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, σεσωσται μὲν τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ οὐκ εὐαρίθμητοι τῶν [*](I. λεπτῶς D. τὴν alt. om. D. 3. ἐχόμενον Edd. 7 τε Edd. 8. παρεικάζοιτο Β. παρεικάζεται D. παρεικάζετο Edd. II. τῶν περιοίκων καὶ ὁμοχώρων D. τὸν (sic) [τῶν Migne.] ὁμόρων Edd. 12. ἀβασανίστως καὶ ἀνοσίως inverso online D. 17. ὡς om. D. 20. ἐπήλυδες D. 8ορύληπτοι Edd. 24. ἐXέει Β. ἐλέῳ D. ἐλέοις Edd. καὶ κεκλήσονται pro κεκλήσονταί τε iid. 25. μεμήνυκεν D. 26. δέ γε pro γάρτοι D.)
83
“πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ [*](S. Matth. ix. 37, 8.) “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν [*](b) “αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ [*](Mal. iii. 12.) τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν [*](1 Cor. iii. 9.) Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ [*](S. Joan. ix. 29.) “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ [*](Ib. viii. 19.) “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν [*](1S Joan. 11. 23.) “Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”

[*](d)

Καὶ εἶπε Κύροις πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα [*](Κεφ. γ΄.) ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίδα, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.

Τί τὸ χρῆμα πάλιν, ἢ τί τὸ μυστήριον, ἀναμαθεῖν ἀναγκαῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ [*](e) [*](1 πρὸς θερισμὸν ἤδη hoc ordine D. Haec καὶ συνάγει κ. εἰς ζωὴν αἰώνιον et αὖ ἐν ἑτέροις· ὁ μὲν accesserunt ex B. D. 6. Haec Ἰησοῦ Χριστοῦ accesserunt ex D. 7. κεχρημάτικέ τε] καὶ κεχρημάτικε τὸ Edd. 10. Θεὸν] δεσπότην D. 17. δι᾿ ἐαυτοῦ τε (sic) D. 19. σοφὸς assumptum ex D. 20 καὶ ὁ pro ὁ δὲ D. καὶ om. D. 23. μοιχαλίδα F. μοιχαλὶν B. Edd.) ἐξ Ἰσραήλ. ἀπομεμένηκε δὲ πάλιν ἡ ἀπειθοῦσα πληθὺς, ην μοιχαλίδι παρεικαστέον, διά τοι τὸ μὴ ἑλέσθαι τὸν ἐξ οὐρανοῦ νυμφίον, καὶ ἀθετῆσαι μὲν τὸν ἐν πίσει μνώμενον, μοιχοῖς δὲ ὥσπερ τισὶν ἀνεὶναι τὸν νοῦν, τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, “Ἐδίδασκον γὰρ διδασκαλίας, ἐντάλματα ἐν- [*](d s. Matth. xv. 9.) σκον γὰρ διδασκαλίας, ἐντάλματα ἀν- “θρώπων.” ὥσπερ οὖν τῇ πόρνῃ συνῆν ὁ προφήτης, εἰς τύπον Θεοῦ τῆς τοῦ Ἰσραὴλ ἀνεχομένου πορνείας, καὶ κολάζοντος μὲν συμμέτρως εἰς ἐπιστροὴν, ἀνακομίζοντος δὲ πρὸς ἐπίγνωσιν· τὸν αὐτὸν οἶμαι τρόπον καὶ διὰ τῶν προκειμένων μορφοῦται πάλιν ἡμῖν ἀστείως τὸ μυστήριον. εἰς τύπον γὰρ ὁ προφήτης Θεοῦ παραδέχεται μὲν τὴν μοικαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρά. περιθάλπει δὲ ὥσπερ, ταῖς ἐπαγγελίαις καὶ ἀγαθαῖς ἐλπίσι καταπιαίνων εὐ μάλα, πίπτειν οὐκ ἐᾷ πρὸς ἀπόγνωσιν. ὅτι γὰρ ἐν τούτοις ὅλον [*](e) ἐστὶ τὸ μυστήριον, παρέδειξεν εἰπὼν τῷ προφήτῃ Θεὸς οὕτως· ἀγάπησον τὴν μοιχαλίδα καὶ ἀγαπῶσαν τὰ πονηρὰ, καθὼς ἀγαπᾷ ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ αὐτοὶ ἀποβλέπουσι πρὸς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων. καίτοι γάρ φησι καὶ ἀπειθεῖν ἑλομένους, καὶ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμοντας τὴν ἀγάπησιν, καὶ αὐτοῖς τὰ θυμήρη πληροῦν ἐθέλοντας, ἐξ ἐμφύτου χρηστότητος [*](a 59 A. I Tim. ii. 4.) ἀγαπᾷ ὁ Θεὸς, “Ὃς πάντας ἀνθρώπου θέλει “σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἀληθείας ἐλθεῖν.” δίδωσι δέ πως ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος ἐννοεῖν, ὅτι καὶ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἦσάν που τάχα παρὰ τοῖς Ἰουδαίοις ἐπαμφοτερίζοντες ἔτι πολλοὶ, καὶ οὔτε τοῖς διὰ Μωυσέως ἀντάλμασι προσκείμενοι καθαρῶς, οὔτε μὴν εἰσάπαν ἀπηλλαγμένοι τῶν τῆς πλανήσεως ῥύπων, ἀποβλέποντες δὲ μᾶλλον καὶ εἰς θεοὺς ἀλλοτρίους, οἷς καὶ πεμματα προσῆγον [*](b) μετὰ σταφίδων, πόπανά που τάχα, καὶ μελιττούτας. προσε- [*](5. καὶ post διδασκαλίας add. Edd. 6. δὲ pro οὖν D. 16. τὰ om. D. 21. συνήθη pro θυμήρη D. 22. ὁ om. D. 24 καὶ assumptum ex B. D. 26. τῆς pro τοῖς Edd. ante Migne. 27. προκείμενοι iid.)

84
κόμιζον γὰρ εἰς θυσίαν τοῖς δαίμοσι τὰ τοιάδε πέμματα, καὶ μάρτυς ἡ πεῖρα.