In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ Δαυεἰδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται [*](c) μὲν ἢ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰδραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. [*](5. προσαπον. δὲ καὶ χρῆμ’. πόρους ante καὶ δρᾶν transponit D. ὄρους pro πόρ’· Edd. ante Migne. 7. ἀμήχανον pro ἀπίθ. iid. 8. χειρὶ alt.] + Ἀγγαίου D. 10. τὴν τῆς λειτουργίαν τῆς προφ. πράττοντος pro τὴν της — ἐκπρ. Β. 13. τὸ pro τῷ D. 15. δὴ deest in Edd. (Vat. ℵ) τὸν alt. assumptum ex D. (Alex.) cf. Glaph. 55 e. 17. παντοκράτωρ] + λέγων Ivld. invitis B.D. (23. al.) λέγει D. οὐχ ἤκει ὁ om. D. 19. παῖς Β.D. υἱὸς Edd. 20. Assunipta τοίνυν ex D. τοῖς ex B.D. 23. κατεμπιπράντος D. καταπιμπράντος Edd.)

245
τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσολύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὣν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς Ἰησοῦς ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Δευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ [*](a 629 Α.) Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ’ ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, “ ἕως οὗ ἀποθάνῃ [*](Num. xxxv. 28.) [*](10) “ο ἱερεὺς ὁ μέγας, τουτεστιν, ο ἀρχιερεύς. γεγονε ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλλοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν [*](b) ὁ τῶν ὅλων Θεός· ἀλλ’ οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῆ παρ’ αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἃν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. [*](c) οὐκοῦν οἱονεί πὼς ἐπιμαρτύρεται διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλλοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ’ ὅ γε τοῦ δρᾶν ἐθέλειν [*](1. τοῖς assumptum ex B.D. 3. γεμὴν] + ὁ Β. Edd. invito D. 4. τε assumptum ex B.D. 5. ἀνῆπτον (sic) Edd. ἀνῆπτε correxit Migne. 8. φυγὴν D. Statim τοῖς pro τοὺς D. 9. ἂν accessit ex B.D. Statim ἕκαστοι εἶεν μένειν αὐτοὺς ἕως ἃν D. 10. ὁ μὴ. ἱ. D. 11. τὸν alt. om. D. 12. καὶ assumptum ex B.D. 15. ἅμα πίπτουσιν pro ἀνάπιπτ’. Edd. 16. ἐσπουδασμένως iid. 17. ἠφειδηκόσιν D. ἠφειδηκότας iid. 19. που assumptum ex B.D. 25. καθάπερ] + οὖν Edd. invito D. Statim οἶόντε pro οἴονται D. 26. παρεῖναι φασὶ hoc ordine B. 27. νεὼν pro ναὸν Edd. invitis B.D.)
246
ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. [*](d) εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πὼς ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἃν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ [*](Ps. cxl. 4.) φωνῆς τοῦ Δαυείδ “ Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους “ πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.”

Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου Εἰ καιρός ὑμῖν μέv ἐστι, τοΰ οἰκεῖν ἐν οἵκοις ὑμῶν κοιλοστάθμοις, [*](e) στάθμοις, ὁ δὲ οἶκος οὖτος ἐξΗρήμωται,

Δεύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυφήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα κοίου τε καὶ δόξης, [*](630 Α. a) ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι ; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετ ραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλλεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν ; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ ; [*](2. τελοῦντο accessit ex Β. τελοῦσι post ἐξουσίᾳ addit D. ἐν assumptum ex B.D. 3,. δὲ om. Β. Statim δὴ assumpUim ex B.D. ἢ pro καὶ alt. D. 4. δὴ om. D. 5. ἕγκλημα Edd. εἰς ἄκρον D. Edd. εἰσάπαν Β. y. σου pro μου (sic) Edd. lO. ὑμῖν μέν ἐστι B.D. (Alex. ℵ) μέν ἐστιν ὑμῖν D. (153.) μὲν ὑμῖν ἐστι Edd. (Vat.) cf. Glaph. 56 a. 14. τιθέντος (sic) Edd. 15. ὁ deest in D. 18. ἑστίοις] οἰκίαις D. Statim πλουσίως assumptum ex B.D. κατεσκευασμέναις D. ἐσκ. Β. Edd. 20. ἀτίμως Β. ἀθέσμως D. Edd. 21. δὲ pro τε Β. 22. ἀνακεκραγότα Edd. 23. καὶ τῶν ἀρχ. ἐκείνων ἐμπρησμῶν om. Β. ἐμπρησμῶν D. ἐμπρησμάτων Edd.)

247
μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἃν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, [*](b) ὧν ἃν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοιλαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας.

Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν [*](c) ἀνθρωπίνων ὕστερα.